# in Aristotelis Meteorologicorum librum primum commentarium 5

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/5

Διελθόντες δὲ περὶ τούτων θεωρήσομεν εἴ τι δυνάμεθα κατὰ τὸν ὑφηγημένον τρόπον ἀποδοῦναι περὶ ζῴων καὶ φυτῶν, 35 καθόλου τε καὶ χωρίς· σχεδὸν γὰρ τούτων ῥηθέντων τέλος ἂν εἴη γεγονὸς τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως ἁπάσης. Μετὰ γὰρ τὰ μετεωρολογικὰ ἡ περὶ ζῴων καὶ φυτῶν λείπεται θεωρία· περὶ γὰρ μετάλλων ἐν τῷ τετάρτῳ τῶν προκειμένων ἐδίδαξε· καὶ οὕτω λοιπὸν ὁ προτεθεὶς ἡμῖν περὶ τῆς τῶν φυσικῶν θεωρίας σκοπὸς τέλος εἴληφε. διδάξομεν δὲ καὶ περὶ τούτων, φησί, κατὰ τὸν ὑφηγημένον τρόπον. ὁ μὲν οὖν Ἀλέξανδρος ὑφηγημένον φησὶ τρόπον, ὅτι μὴ ἱστορίαν τινὰ παρέδωκεν ἐν τοῖς πρὸ τούτου ψιλήν, ἀλλὰ μετὰ τοῦ τὰς οἰκείας αἰτίας ἑκάστου τῶν λεγομένων πιστοῦσθαι καὶ μετὰ ἀποδείξεως τὴν περὶ αὐτῶν ποιεῖσθαι θεωρίαν. οὕτως οὖν ἀξιοῖ, φησὶν ὁ Ἀλέξανδρος, καὶ τὸν περὶ τῶν ῥηθησομένων γίνεσθαι λόγον. ἐγὼ δὲ νομίζω κατὰ τὸν ὑφηγημένον λέγειν τρόπον, ὃν ἀρτίως ὑφηγήσατο, τὸν ἐπιεικῆ καὶ φιλόσοφον, “ἐν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον”. τῷ γὰρ περὶ τούτων θεωρήσομεν προστεθὲν τὸ εἴ τι δυνάμεθα τοῦτο μᾶλλον ἐμφαίνει. περὶ ζῴων καὶ φυτῶν καθόλου τε καὶ χωρὶς ἐπαγγέλλεται διδάσκειν· κοινὴν μὲν γὰρ ἔχει περὶ ζῴων θεωρίαν ἡ Περὶ ζῴων ἱστορίας αὐτοῦ πραγματεία, ἡ Περὶ ζῴων γενέσεως, ἡ Περὶ ζῴων μορίων πορείας τε τούτων καὶ κινήσεως, ἡ Περὶ ψυχῆς, ἡ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν, ἡ Περὶ ὕπνου καὶ ἐγρηγόρσεως, ἰδία δὲ καὶ κεχωρισμένη ἡ Περὶ μνήμης καὶ ἀναμνήσεως καὶ τῆς καθ’ ὕπνον μαντικῆς· ταῦτα γὰρ ἀνθρώποις ἁρμόζει καὶ μόνοις.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
