# in Aristotelis Meteorologicorum librum primum commentarium 57

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/57

Τῶν δ’ Ἰταλικῶν τινες καὶ τῶν καλουμένων Πυθαγορείων ἕνα λέγουσιν αὐτὸν εἶναι τῶν πλανητῶν ἀστέρων, ἀλλὰ διὰ πολλοῦ τε χρόνου τὴν φαντασίαν αὐτοῦ εἶναι καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, ὅτερ συμβαίνει καὶ περὶ τὸν τοῦ Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ μικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ. Ἰταλικῶν καὶ Πυθαγορείων τῶν αὐτῶν, ὡς εἰ ἔλεγεν Ἰταλικῶν τῶν καὶ Πυθαγορείων· ἐν Ἰταλίᾳ γὰρ ὁ Πυθαγόρας τῆς ἑαυτοῦ φιλοσοφίας τὰ διδασκαλεῖα συνεστήσατο. τούτων οὖν τινες μετὰ τοὺς πλα|νωμένους πέντε, ὧν ἀρτίως ἐμνήσθημεν, ἕκτον ἀστέρα πλανώμενον ὑπετίθεντο τὸν κομήτην· σύνδρομον δὲ τῷ ἡλίῳ ὄντα καὶ ὑπὸ τῶν αὐγῶν αὐτοῦ καλυπτόμενον βραδέως φαίνεσθαι, ὅπερ καὶ ἐπὶ τοῦ Ἑρμαϊκοῦ ἀστέρος ὁρῶμεν γινόμενον· καὶ οὗτος γὰρ ἐπ’ ὀλίγον τοῦ ἡλίου διιστάμενος σπανίως φαίνεται. διὰ τί δὲ καὶ οὗτος ὁ κομήτης ποτὲ μὲν μείζων φαίνεται ποτὲ δὲ ἐλάττων, αἰτιά- σονται τὴν ἅμα αὐτῷ τῶν ἀπλανῶν σύμφασιν· ὅταν μὲν γὰρ ἐνταῦθα γίνηται ἐν ᾧ πλείονές εἰσι τῶν ἀπλανῶν ἢ μείζους, καὶ αὐτὸν μείζονα φαίνεσθαι, ἡνίκα δὲ μετ’ ἐλαττόνων ἢ ἀμυδροτέρων τῷ μεγέθει, μικρότερον γίνεσθαι. καὶ τῶν διαφόρων δὲ σχημάτων καὶ οὗτοι τὴν διάφορον μετὰ τῶν ἀπλανῶν σχέσιν αἰτιάσονται· εἰ γὰρ μὴ ταῦτα λέγοιεν, ἐξ αὐτῆς ἔχουσι τὸν ἔλεγχον τῆς αἰσθήσεως. καὶ τοῦ σπανίως δὲ φαίνεσθαι τὴν αὐτὴν λέγουσιν αἰτίαν, τὸ σύνδρομον εἶναι τῷ ἡλίῳ τὸν κομήτην καὶ διὰ πολλοῦ χρόνου παραλλάττειν αὐτόν· τοῦτο γὰρ ἐδήλωσεν Ἀριστοτέλης εἰπὼν καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, τουτέστι τὴν ἀπὸ τοῦ ἡλίου διάστασιν ἐπὶ μικρὸν ποιεῖσθαι διάστημα, ὅπερ καὶ ἐπὶ τοῦ Ἑρμαϊκοῦ γίνεται· διὰ γὰρ τὸ μικρὸν αὐτὸν ἐπαναβαίνειν φησὶ πολλὰς ἐκλείπειν φάσεις, τουτέστι διὰ τὸ μικρὸν ἀποχωρεῖν τοῦ ἡλίου τὰς πολλὰς ἐκλείπειν φάσεις, τουτέστιν οὐ φαίνεται πολλάκις. φάσιν γὰρ καλοῦσι τῶν ἀστέρων τὴν μετὰ τὴν κρύψιν τοῦ ἡλίου πρώτην αὐτῶν γινομένην ἐξ αὐτοῦ παράλλαξιν, ἐν ᾗ φανερὸς ἡμῖν γίνεται. ὀλίγον οὖν ὁ τοῦ Ἑρμοῦ παραλλάττων τὸν ἥλιον λανθάνει τὴν ἡμετέραν αἴσθησιν οὐ συνεχῶς φαινόμενος διὰ τὴν ἐγγύτητα· εἰς γὰρ τὸ θεαθῆναι τοῦτον δεῖ καὶ τὴν μεγίστην αὐτὸν διαστῆναι τοῦ ἡλίου διάστασιν, ἧς οὐ διίσταται μείζονα [τε], καὶ καθαρὰν αἰθρίαν εἶναι, καὶ ἐν ὕψει ἑστῶτα πολλῷ κατοπτεύειν αὐτόν. ἐντεῦθεν οὖν, ὡς εἶπον, αἱ πολλαὶ τούτου διαστάσεις ἀπὸ τοῦ ἡλίου λανθάνουσιν ἡμᾶς. τοῦτό ἐστιν ὅπερ εἶπε πολλὰς ἐκλείπει φάσεις· δέον γὰρ φανῆναι πολλάκις διαστάντα στάντα τῶν αὐγῶν τοῦ ἡλίου διὰ τὴν μικρὰν ἀπόστασιν οὐ φαίνεται.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
