# in Aristotelis Meteorologicorum librum primum commentarium 63

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/63

Πᾶσι δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ καὶ χωρίς. 'Εντεῦθεν λοιπὸν ἐπὶ τὸν ἔλεγχον τῶν εἰρημένων ὑποθέσεων τρέπεται. τῶν δὲ παρακολουθούντων ταῖς ὑποθέσεσι ταύταις ἀτόπων, φησί, τὰ μὲν ὁμοῦ πάσαις ἐστὶ κοινά, τὰ δὲ καὶ ἴδια ἑκάστῃ. καὶ τέως τὰ κοινῇ πάσα,.ς ἑπόμενα τίθησι, καὶ τοῖς σύμφασιν ἁπάντων ἅμα τῶν πλανωμένων τὸν κομήτην εἶναι λέγουσιν καὶ τοῖς ἕνα τούτων ἢ ἕτερόν τινα πλανώμενον ἀστέρα παρὰ τοὺς πέντε τοὺς ἐγνωσμένους ἡμῖν, τοῖς τε οἰκείαν ἔχειν τὴν κόμην καὶ τοῖς ἔξωθεν αὐτὴν γινομένην ὑποτιθεμένοις. Πρῶτον μὲν οὖν τοῖς λέγουσιν ὅτι τῶν πλανωμένων ἐστὶν εἷς ἀστέρων ὁ κομήτης· οἱ γὰρ πλανώμενοι πάντες ἐν τῷ κύκλῳ ὑπολείπονται τῷ τῶν ζῳδίων, κομῆται δὲ πολλοὶ ἑωραμένοι εἰσὶν ἔξω τοῦ κύκλου. εἶτα καὶ πλείους ἑνὸς γεγένηνται πολλάκις. Τὸ προκείμενον ἐπιχείρημα κοινός ἐστιν ἔλεγχος καὶ τῶν σύμφασιν μίαν τῶν πέντε πλανωμένων εἶναι λεγόντων τὸν κομήτην, ἢ εἰ καὶ ἕν λέγοι τις αὐτὸν καὶ ἄλλον εἶναι τοῦτον παρὰ τοὺς συνεγνωσμένους ἡμῖν πέντε πλανώμενον καὶ αὐτόν. οἱ μὲν γὰρ πλανώμενοι φησί, πέντε τὸν ζῳδιακὸν ἐπέχουσι κύκλον, κἀν τούτῳ δὴ κινοῦντι μηδαμῇ παρεξιόντες αὐτὸν ἐπὶ βορρᾶν ἡ ἐπὶ νότον, οἱ δὲ λεγόμενοι κομῆται ἄλλοτε μὲν τοῦ ζῳδιακοῦ βορειότεροι, ἄλλοτε δὲ νοτιώτεροι φαίνονται. ἔτι πλείονες ἑνὸς ἅμα πολλάκις ὤφθησαν κομῆται, ὡς περὶ ἑνὸς δὲ πάντες οἱ παλαιοὶ κομήτου τεχνολογοῦσι. καὶ ἄλλως κομήτου φανέντος ἑνὸς ἢ πλειόνων τοὺς πλανω- μένους ἔστιν ἀπαριθμήσασθαι πάντας καὶ ἰδεῖν ἐν τῷ τόπῳ τῷ οἰκείῳ φαινόμενον ἕκαστον. οὔτε οὗν πάντων ἅμα σύμφασις οὔτε εἷς ἐξ αὐτῶν ἐστιν ὁ κομήτης. ἀλλ’ οὐδὲ παρὰ τούτους ἕτερος ὑπάρχει πλανώμενος καὶ 95v τὸν ζῳδιακὸν παραλλάσσων, πρῶτον μὲν ὅτι πάντες οἱ τὴν ἐναντίαν τῇ ἀπλανεῖ φερόμενοι, οὓς διὰ τοῦτο πλανήτας λέγομεν, τὸν ζῳδιακὸν οὐ παρεξίασιν· ἔπειτα τίνος ἕνεκα διὰ πολλοῦ χρόνου φαίνεσθαί φασι κομήτην; οὐ διὰ τὸ σύνδρομον εἶναι τῷ ἡλίῳ καὶ ὑπὸ τῶν αὐγῶν τῶν ἐκείνου καλύπτεσθαι; οὐκοῦν ἅμα τῷ ἡλίῳ καὶ αὐτὸς τὸν ζῳδιακὸν ἐπέχει κύκλον· οὔτε γὰρ οἱ βορειότατοι οὔτε οἱ νοτιώτατοι ὑπ’ αὐτοῦ κρύπτονται. πῶς οὖν οἱ κομῆται καὶ τοῦτον φαίνονται παρεξιόντες; μήποτε δὲ πρὸς τὸ πλῆθος τῶν κομητῶν οἱ σύμφασιν εἶναι λέγοντες πιθανολογούμενοι φήσουσιν ὡς δυνατόν ἐστι τρεῖς μὲν τυχὸν συνιέναι πλανήτας ἀλλήλοις καὶ μίαν ποιεῖσθαι σύμφασιν, τοὺς δὲ λοιποὺς δύο πάλιν ἑτέραν, ὥστε δύο γίνεσθαι κομήτας. τί οὖν ἐροῦσιν, εἰ καὶ τρεῖς ἢ πλείους φανεῖεν, καὶ οὗτοι τὸν ζῳδιακὸν παραλλάσσοντες, τῶν συνεγνωσμένων ἡμῖν πέντε φαινομένων καὶ μὴ συνελθόντων ἀλλήλοις, ἀλλὰ καὶ διεστώτων πολλάκις πλεῖστον ἀλλήλων; καὶ ἄλλως κατὰ μέρος οἱ κομῆται δυόμενοι φαίνονται καὶ ὡς ἐπὶ πυρὸς ἐνδείᾳ τῆς ὕλης δαπανωμένου κατὰ μικρόν. ἀλλὰ καὶ τὰ σχήματα μεταλλάττουσι πολλάκις, ὅπερ ἡμεῖς τεθεάμεθα. τοῦτο δὲ ὑπομένει τῶν ἀστέρων οὐδεὶς οὔτε ἀπλανὴς οὔτε πλανώμενος.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
