# in Aristotelis Meteorologicorum librum primum commentarium 64

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/64

Πρὸς δὲ τούτοις, εἰ διὰ τὴν ἀνάκλασιν τὴν κόμην ἔχουσι, καθάπερ φησὶν Αἰσχύλος καὶ Ἱπποκράτης, ἔδει ποτὲ 96r φαίνεσθαι καὶ ἄνευ κόμης τὸν ἀστέρα τοῦτον, ἐπειδήπερ ὑπολέλειπται μὲν καὶ εἰς ἄλλους τόπους, τὴν δὲ κόμην ἴσχει οὐ πανταχοῦ· νῦν δὲ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε ἀστέρας. Τοῦτο πρὸς Ἱπποκράτην φησὶ καὶ μόνον καὶ τὸν αὐτοῦ μαθητὴν Αἰσχύλον. εἰ γὰρ ἐξ ἀνακλάσεως ἡ φαντασία κατ’ αὐτοὺς τῆς κόμης γίνεται, οὐ πανταχοῦ δὲ δυνατὸν ἀπὸ τῆς ἀτμίδος ἐπὶ τὸν ἥλιον ἀνακλᾶσθαι τὰς ὄψεις ἡμῶν, οὐκ ἀεὶ κόμην ὁ ἀστὴρ οὗτος ἕξει· ἔδει οὖν αὐτόν, φησίν, ἑτέρωσέ ποι καὶ ἄνευ κόμης ποτὲ φαίνεσθαι. εἰ γὰρ καὶ ἐν ἄλλοις ὑπολείπεται τόποις, ἐν οἷς αὐτόν, ὥς φασιν, οὐχ οἷόν τε τὴν κόμην ἔχειν διὰ τὸ μηδὲ ἀνακλᾶσθαι πανταχοῦ δύνασθαι τὰς ὄψεις ἡμῶν ἐπὶ τὸν ἥλιον, διὰ τί μὴ φαίνεται ὁ ἀστὴρ οὗτος ὁ πλανώμενος ἐν ἄλλοις τόποις κόμης χωρίς, ἀστὴρ ὢν ἁπλῶς καὶ μόνον; νῦν δέ, φησί, παρὰ τοὺς πέντε τοὺς πλανωμένους οὐδεὶς οὐδαμοῦ φαίνεται πλανώμενος ἀστήρ. ταῦτα μὲν οὖν πρὸς τούτους. πρὸς δὲ τοὺς λέγοντας οἴκοθεν ἔχειν τὴν κόμην οὐδὲν ἀντεῖπεν Ἀριστοτέλης, ὡς προφανοῦς ἀτοπίας οὔσης· ἀποκληρωτικὸς γὰρ ὁ λόγος ἐστί. παρὰ τοὺς πέντε διὰ τί μόνος ἔχει κόμην; εἰ δὲ εἷς τῶν πέντε, πῶς οὐδὲ εἷς αὐτῶν φαίνεται κόμην ἔχων; εἰ δὲ ἐκ τῆς πάντων συμφάσεως γίνεται μηδενὸς τούτων κόμην ἔχοντος, πόθεν ἐν τῷ γενομένῳ ἐκ τῆς αὐτῶν συνόδου γέγονεν ἡ κόμη; εἰ δὲ τῷ ἀποσπινθηρίζειν τὴν κόμην αὐ- τὸν ἐροῦσιν ἔχειν (φαίνονται γὰρ οἱ λαμπρότατοι τῶν ἀστέρων τοιοῦτοί τινες, ὡς ὁ τοῦ κυνός, ὁ τῆς Ἀφροδίτης, ἀκτῖνας πανταχόθεν ἐκπέμποντες, αἵτινες οίόν τις αὐτοῖς κόμη περίκεινται) ἀλλὰ πλάνη δηλονότι τῆς ὄψεως ἡμῶν εστι τὸ τοιοῦτον πάθος, καὶ οὐκ αὐτῶν ἀπῃώρηται πανταχόθεν τινὰ σωμάτια. καὶ γὰρ ἐπὶ λύχνου τοῖς ἀσθενεστέροις τὰς ὄψεις ὑγροτέρου ὄντος του ἀέρος φαντασία τοιαύτη γίνεται· οὐκ αὐτῶν οὖν ἡ τοιαύτη κόμη.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
