# in Aristotelis Meteorologicorum librum primum commentarium 66

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/66

Ἀλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὅτι ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίνεται κομήτης μόνον, ἀλλὰ καὶ τοῦ ἡλίου ὄντος περὶ θερινὰς τροπάς· ὅ τε γὰρ μέγας κομήτης ὁ γενόμενος περὶ τὸν ἐν Ἀχαΐᾳ σεισμὸν καὶ τὴν τοῦ κύματος ἔφοδον ἀπὸ δυσμῶν τῶν ἰσημερινῶν ἀνέσχε, καὶ πρὸς νότον ἤδη πολλοὶ γεγόνασιν. Πάλιν πρὸς τοὺς περὶ Ἱπποκράτην μετάγει τὸν ἔλεγχον ἐν μόνοις λέγοντας τοῖς βορείοις μέρεσι τὸν κομήτην γενέσθαι, ὅτε καὶ ὁ ἥλιος τοὺς τοπους ἐπέχει τοὺς αὐτούς, διὰ τὸ καὶ ἀτμίδα πολλὴν ἐκεῖσε δύνασθαι τὸν κομήτην συνέλκειν εἰς ἑαυτόν, ὑγρῶν ὄντων τῶν τόπων, καὶ τὰς ὄψεις ἡμῶν προσπιπτούσας αὐτῇ καὶ ἀνακλωμένας φέρεσθαι πρὸς τὸν ἥλιον διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὸ γῆν τοῦ κύκλου μέρος· οὔτε δὲ μεταξὺ τῶν τρόπι. κῶν ὕπο τὸν ἰσημερινὸν διὰ τὸ κατεξηράνθαι τοὺς τόπους οὔτε ὲν τοῖς νοτίοις διὰ τὸ μείζονα εἶναι τὰ ὑπὸ γῆν τῶν κύκλων τμήματα τῶν ὑπὲρ γῆν καὶ τὰς ὄψεις ἀνακλωμένας μὴ ἀφικνεῖσθαι πρὸς τὸν ἥλιον. ἀλλὰ μηδὲ εἰ ὁ ἥλιος ἐν ταῖς θεριναῖς εἴη τροπαῖς, τῆς ὄψεως πάλιν ἡμῶν διὰ τὴν πολλὴν διάστασιν οὐκ ἐξισχυούσης δὴ ἀπὸ τῶν χειμερινῶν τροπῶν ἐπὶ τἀς θερινὰς ἀνακλωμένης φέρεσθαι. ὁ οὖν Ἀριστοτέλης ἐκ τῆς ἱστορίας καὶ τῶν φανέντων πολλάκις τὰς ὑποθέσεις ταύτας ἐλέγχει ψευδομένας. τούτων δὲ ἐλεγχομένων καὶ ἡ αἰτία ἡ ἐξ αὐτῶν ἀποδεδομένη τῆς συστάσεως τοῦ κομήτου συνελέγχεται. τοῦ γὰρ ἡλίου, φησίν, ὄντος περὶ τὰς θερινὰς τροπὰς ὁ φανεὶς τότε μέγας κομήτης ἐκ δυσμῶν ἀνέσχε τῶν ἰσημερινῶν, ὥστε καὶ τοῦ ἡλίου τοσοῦτον διεστῶτος μεταξὺ τῶν τροπικῶν ὑπ’ αὐτὸν τὸν ἰσημερινὸν ὁ κομήτης συνέστη. ἀναγκαίως δὲ καὶ τὸ μέγιστον εἶναι τὸν κομήτην ἐπισημειοῦται, καὶ τοσοῦτον μέγεθος ἦν, ὡς διὰ τὴν πολλὴν τότε ὕλην, ἐξ ἧς ὁ Ἀριστοτέλης τοὺς κομήτας καὶ τοὺς σεισμοὺς καὶ τοὺς ἀνέμους γίνεσθαι δείκνυσι, πολλὰς. τῶν Ἀχαϊκῶν πόλεων ὑπὸ τοῦ τότε γινομένου σεισμοῦ κατενεχθῆναι καὶ κύματος γενέσθαι κατὰ τῆς γῆς ἔφοδον ἐξ ἀντικειμένων συνισταμένην πνευμάτων, ὡς δείξει. εἰ δὲ καθ’ Ἱπποκράτην τὸν Χῖον ἐκ τῆς ὑπὸ τὸν ἀστέρα ἑλκομένης ἀτμίδος τῶν ὄψεων ἡμῶν ἐπὶ τὸν ἥλιον ἀνακλωμένων ὁ κομήτης συνίστατο, τὸ πυρῶδες τοῦ ἡλίου χρῶμα ἐν τῷ ἐνόπτρῳ ἀτονούσης ὁρᾶν τῆς ὄψεως, πολλὴ ἄρα ὑπὸ τὸν ἰσημερινὸν ἡ ἀτμὶς συνεστήκει. εἰ οὖν οὐδ’ αὐτοῖς δοκεῖ μεταξὺ τῶν τροπικῶν ἀτμίδα συνίστασθαι, ἐκεῖσε δ’ ὁ τηλικοῦτος συνέστη κομήτης, ψευδὴς ἄρα ἡ παρὰ τῶν περὶ τὸν Ἱπποκράτην ἀποδοθεῖσα τῆς γενέσεως τῶν κομητῶν αἰτία. πάλιν δὲ τὸ ἱστορῆσαι καὶ πρὸς νότον πολλοὺς γεγονέναι κο| μήτας ψευδόμενον ἤλεγξε τὸν ἐν μόνοις τοῖς βορείοις τόποις συνίστασθαι κομήτην λέγοντα. καὶ ἐπὶ τῶν καθ’ ἡμᾶς δὲ χρόνων ὑπὸ τοὺς πόδας τοῦ Ὠρίωνος συνέστη κομήτης <ἐν τόποις> νοτίοις οὖσι καὶ τοῦ ζῳδιακοῦ διεστηκόσιν.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
