# in Aristotelis Meteorologicorum librum primum commentarium 7

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/7

Ἔστι δὲ ἐξ ἀνάγκης συνεχής πως οὗτος ταῖς ἄνωθεν φοραῖς ὥστε πᾶσαν αὐτοῦ τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν· ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην νομιστεον αιτιαν πρώτην. Οτι μὲν οὗν οὐδὲν διαλαμβάνει κενὸν μεταξὺ τὰ πέντε σώματα, ἐξ ὧν ἀπεδείχθη καθόλου μηδὲν εἶναι κενὸν ὡμολόγηται. εἰπὼν δὲ συνεχὴς ἀναγκαίως προσέθηκε τὸ πῶς ἀόριστον, συνεχής πως, καὶ τά γε ἀκριβέστερα τῶν ἀντιγράφων οὕτως ἔχει, διότι συνεχῆ μὲν οὐκ ἔστι κυρίως τὰ ὑπὸ τὴν σελήνην τοῖς οὐρανίοις, ἅπτεται δὲ μόνον αὐτῶν. συνεχῆ γάρ ἐστιν ὧν τὰ πέρατα ἕν, ὥσπερ τὰ μέρη τῆς ἀτμήτου εὐθείας καὶ παντὸς ἄλλου μὴ διῃρημένου σώματος· δυνάμει γάρ ἐστι μόνον νοούμενα τὰ μέρη τούτων. ἁπτόμενα δέ ἐστιν, ὧν τὰ πέρατα διάφορα κατ’ ἐνέργειαν, εἰ καὶ ἐφαρμόζει πως ἀλλήλοις τῇ ἁφῇ καὶ ἵν’ οὕτως εἴπω δυνάμει γίνεται συνεχῆ. δείξας δ’ ὅτι συνεχής ἐστιν ὁ ὑπὸ σελήνην κόσμος τοῖς οὐρανίοις, τούτου τὴν αἰτίαν ἀποδίδωσιν. ὥστε, φησί, πᾶσαν τοῦ ὑπὸ σελήνην κόσμου τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν. ἡ γὰρ τῶν ἀστέρων καὶ καθόλου τῶν οὐρανίων περιφορὰ τῆς τῶν ἔνδον ἁπάντων σωμάτων διοικήσεώς ἐστιν αἰτία· ἡ γὰρ ποιὰ κίνησις αὐτῶν τροπὰς ποιεῖ τοῖς τῇδε καὶ μεταβολάς, ἐξ ὧν χειμὼν καὶ θέρος καὶ ἡ τῶν ἄλλων καιρῶν ὕπαρξις, ἐξ ὧν γένεσις καρπῶν καὶ φυτῶν, ἀφ’ ὧν τρέφεται τὰ ζῷα καὶ γίνεται τὴν ὕλην ἐξ αὐτῶν χορηγούμενα. εἰ οὖν ἐκεῖθεν κυβερνᾶται τὰ ὑπὸ σελήνην, σώματα δὲ ποιεῖν εἰς ἔτερα σώματα χωρὶς ἁφῆς ἐστιν ἀδύνατον, ἀνάγκη ἄρ συνεχῆ τὸν κάτω κόσμον εἶναι τοῖς οὐρανίοις, ἵνα διὰ τῆς ἁφῆς τὰ μὲν ποιῇ, τὰ δὲ πάσχῃ. ὅτι δὲ κυβερνᾶται ἐκεῖθεν κατασκευάζων ἐπήγαγεν ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην νομιστέον αἰτίαν πρώτην. εἰ γὰρ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως τὸ ποιητικόν ἐστιν αἴτιον, δέδεικται δὲ ὅτι τοῖς ἐντὸς ἡ ἀρχὴ τῆς κινήσεως ἐκεῖθέν ἐστι, τοῦτο ἄν εἴη τὸ ποιητικὸν αὐτῶν ὡς ἐν σώματι πρῶτον αἴτιον· δῆλον γὰρ ὅτι τὸ ἐξῃρημένον αἴτιον κυρίως ἐστὶ πρῶτον αἴτιον, τὸ καὶ τοῖς κύκλῳ τοῦ κινεῖσθαι σθαι οὕτως ὑπάρχον αἴτιον. πρῶτον οὖν ἐστι τὸ συντεταγμένον αἴτιον ὁ οὐρανός. καὶ γὰρ ὁ ὑετὸς αἴτιος τῶν καρπῶν καὶ ὁ γεωργὸ,ς καὶ ἡ τῶν ἀέρων εὐκρασία, καὶ τῶν ζῴων τὸ σπέρμα καὶ ὁ σπείρας αὐτὸ καὶ ἄλλᾳ πλεῖ·στα, ἀλλὰ τούτων ἀπάντων πρῶτον αἴτιον ἡ τῶν οὐρανίων περιφορά. εἰ οὗν ἁπάντων τῶν γινομένων τοῦτό ἐστι πρῶτον αἴτιον, οὐκοῦν καὶ τῶν ἐν τῷ μετεώρῳ συνισταμένων ἔσται αἴτιον πρῶτον, περὶ ὧν ἥμιν ἡ ζήτησις·

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
