# in Aristotelis Meteorologicorum librum primum commentarium 70.1

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/70.1

Ἐπεὶ καὶ ὁ μέγας ἀστὴρ περὶ οὖ πρότερον ὲμνήσθημεν, ἐφάνη μὲν χειμῶνος ἐν πάγοις καὶ αἰθρίας ἀφ' ἑσπέρας ἐπὶ Ἀστείου ἄρχοντος, καὶ τῇ μὲν πρώτῃ οὐκ ὤφθη ὡς προδεδυκὼς τοῦ ἡλίου, τῇ δ’ ὑστεραίᾳ ὤφθη ὅσον ἐνδέχεται· καὶ γὰρ ἐλάχιστον ὑπελείφθη καὶ εὐθὺς ἔδυ· τὸ δὲ φέγγος ἀπέτεινε μέχρι τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ οἶον ἅλμα, διὸ καὶ ἐκλήθη ὁδός. ἐπανῆλθε δὲ μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος καὶ ἐνταῦθα διελύθη. Καὶ ἐκ τῶν περὶ τὸν μέγαν κομήτην συμβεβηκότων, ἐφ’ οὗ καὶ ὁ σεισμὸς καὶ ἡ τοῦ κύματος ἔφοδος γέγονε, τὴν αὐτὴν πίστιν ἐπάγεται τοῦ μήτε ἕνα τῶν πλανωμένων ἀστέρων εἶναι τὸν κομήτην μήτε σύνοδον καὶ σύμφασιν ἅμα πάντων. ὡς ἔθος δὲ τοῖς παλαιοῖς ἐπισημειοῦσθαι τὰ τοιαῦτα πάθη, καὶ αὐτὸς τὰ περὶ τὸν κομήτην ἐκεῖνον ἱστορεῖ γενόμενα. ὀφθῆναι μὲν γὰρ αὐτόν φησιν ἑσπέρας χειμῶνος ὄντος πάγων τε καὶ αἰθρίας, καὶ τῇ μὲν πρώτῃ, φησίν, οὐκ ὤφθη δηλονότι καθ’ ἣν συνέστη, ὡς τοῦ ἡλίου προδεδυκὼς ἡ συγκαταδὺς αὐτῷ δηλονότι. καθ’ ἣν δὲ ἑσπέραν ὤφθη, δευτέρα μὲν ἦν τῆς συστάσεως αὐτοῦ, πρώτη δὲ τῆς φάσεως. ἐν ταύτῃ οὖν ὀφθῆναί φησιν αὐτὸν ὑπὲρ τὸν ὁρίζοντα χρόνον ἐλάχιστον· πρὸς δυσμαῖς γὰρ ἦν, διὸ καταδύντι τῷ ἡλίῳ μετ’ ὀλίγον ἐπικατέδυ. συγκινοῦνται γὰρ οἱ κομῆται τῷ ὑπεκκαύματι καὶ τῷ ὑπ’ αὐτὸ ἀέρι, ὅσος μὴ λιμνάζει μεταξὺ τῶν ὀρῶν, ταῦτα δὲ τῷ οὐρανῷ. ἀλλ’ εἰ καὶ κατέδυ, φησίν, ἀλλ’ οὖν τὸ φέγγος αὐτοῦ ὑπερήλατο τὸν ὁρίζοντα τοσοῦτον, ὥστε τὸ τρίτον τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου καταυγάσας οἱονεὶ τῷ ὑδροχόῳ συνέδυνε, καὶ τὸ φῶς αὐτοῦ δύο ζῴδια διικνεῖτο, τοὺς ἰχθῦς τε καὶ τὸν κριόν· τοῦτο γάρ ἐστι τὸ τρίτον τοῦ ὑπὲρ γῆν μετὰ τῶν ἑκατέρωθεν παρανατελλόντων αὐτοῖς· οὕτω πολὺς ἦν τῷ μεγέθει τε καὶ τῇ δυνάμει. πόθεν δὲ ὅτι τῇ προτέρᾳ τῆς φάσεως αὐτοῦ συνέστη; ἐτεκμήρατο καλῶς ἐκ τοῦ τὴν αὐγὴν αὐτοῦ καταδεδυκότος ἤδη τοσοῦτον ὑπεράλλεσθαι, ὡς τὸ τρίτον καταυγάσαι τοῦ ὑπὲρ γῆν οὐρανοῦ· τῷ οὖν μὴ πρὸ ταύτης τῆς ἡμέρας τὴν αὐγὴν αὐτοῦ τὸν ὁρίζοντα ὑπεράλλεσθαι τεκμαίρεται πρὸ μιᾶς τῆς φάσεως αὐτὸν συστῆναι. κατ’ ὀλίγον γὰρ καὶ οὐκ ἀθρόα τούτων ἡ ἔξαψις γίνεται· προϋπέστη ἄρα τῆς φάσεως, ἀλλ’ οὐκ ἐφαίνετο μήπω παραλλάξας τὸν ἥλιον μηδὲ τοσοῦτός πως γενόμενος ἴσως. τὸ δ’ οἷον ἅλμα φησί, τουτέστιν τοσαύτη γέγονεν ἡ ταχυτὴς τῆς κινήσεως τῶν αὐγῶν αὐτοῦ, ὡς ἅλματι ἐοικέναι· διὸ καὶ ἐκλήθη, φησίν, ὁδὸς τὸ φῶς αὐτοῦ τὸ διοδεῦσαν τὸ εἰρημένον διάστημα, ἡ διὰ τὴν ταχυτῆτα τῆς κινήσεως οὕτω κληθὲν ἢ διὰ τὸ δίκην ὁδοῦ λευκανθῆναι τὸν τόπον ἐκεῖνον, ᾗ φησιν ὁ τὰ Ἀργοναυτικά ’μακραὶ δ’ αἰὲν ἐλευκαίνοντο κέλευθοι, ἀτραπὸς ὡς χλοεροῖο διειδομένη πεδίοιο”. εἰ δὲ ἐν χειμῶνι καὶ πάγοις ὁ κομήτης ἐφάνη καὶ τῷ ἡλίῳ συγκατέδυ, ἐν χειμεριναῖς ἄρα τροπαῖς ἢ περὶ ταύτας ὁ ἥλιος ἦν, καὶ σύνδρομος αὐτῷ ὁ κομήτης. εἰ οὖν ἐν αἰγοκέρωτι φέρε τὸν ἥλιον ὑποθώμεθα δύναντός τε αὐτοῦ τὸ πρῶτον ὁ κομήτης ἐφάνη, δῆλόν ἐστιν ὡς ἐν ὑδροχόῳ τότε ὑπῆρχεν ἡ περὶ τοὺς ἰχθῦς. ἐπανῆλθε δέ, φησί, μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος, τουτέστι παρήλλαξε τὸν ἥλιον ὑπο- λελειμμένος αὐτοῦ τρία καὶ πλέον ζῴδια, ἰχθῦς, κριόν, ταῦρον καὶ τῶν διδύμων τι μέρος· ὑπὸ τούτους γάρ ἐστιν ἡ ζώνη τοῦ Ὠρίωνος, ὑφ’ ἣν γενόμενος ὁ κομήτης ἐλύθη. ἐν αὐτῷ δὲ κεῖται τῷ χειμερινῷ τροπικῷ ἡ τοῦ Ὠρίωνος ζώνη· οὐκοῦν ἐν τῷ νοτίῳ ἡμισφαιρίῳ ὁ κομήτης συνέστη. εἰ γὰρ καὶ συγκινοῦνται τοῖς οὐρανίοις ὅ τε ἀὴρ καὶ τὸ ὑπέκκαυμα, ἐν ᾧ γίνεσθαι τοὺς κομήτας ἀνάγκη, ἀλλ’ οὐ πάντως ἰσοδυναμοῦσιν αὐτοῖς· διὸ παρήλλαξε τὸν ἥλιον ὁ κομήτης μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος ὑπολειφθείς.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
