# in Aristotelis Meteorologicorum librum primum commentarium 71

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/71

Καίτοι Δημόκριτός προσπεφιλοπόνηκε τῇ δόξῃ τῇ ἑαυτοῦ· φησὶ γὰρ ὦφθαι διαλυομένων τῶν κομητῶν ἀστέρας τινάς. τοῦτο δ’ οὐχ ὁτὲ μὲν ἔδει γίνεσθαι ὁτὲ δ’ οὔ, ἀλλ’ ἀεί. Ἐπειδὴ τῶν νῦν Ἀριστοτέλους ἐλέγχων εἷς ἦν τὸ διαλυομένων τῶν κομητῶν ὑπολειπόμενον ἀστέρα μὴ φαίνεσθαι, καίτοι γε, φησίν, αὐτό γε τοῦτο Δημόκριτος ἑωρακέναι λέγει γενόμενον τῇ ἰδίᾳ προσφιλοπονῶν δόξῃ. ἀλλ’ ἔδει, φησὶν Ἀριστοτέλης, ἀεὶ τοῦτο γίνεσθαι, εἴπερ τῶν πλανωμένων ἀστέρων ὁ κομήτης ἦν· νῦν δὲ πολλῶν γενομένων κομητῶν καὶ πολλάκις οὐδέποτε τοῦτο γινόμενον | τεθεάμεθα. ἔστι δὲ καὶ ἄλλως πρὸς αὐτὸν ὑπαντῆσαι, ὡς εἰ καὶ τοῦτο Δημόκριτος ἔδοξεν ἑωρακέναι, ἵνα μὴ παντελῶς αὐτοῦ τῇ αἰσθήσει διαμαχώμεθα, πεπλανῆσθαί φημι τὸν ἄνθρωπον. εἰκὸς γὰρ ὑπὸ τοῦ κομήτου δίκην νέφους ἐπιπροσθουμένους τῶν ἀστέρων τινάς, ὡς ὁ κομήτης διελύθη, φανῆναι τούτους, ὡς καὶ νέφους διαχεομένου οἱ πρὶν ὑπ’ αὐτοῦ κρυπτόμενοι φαίνονται ἀστέρες, καὶ τῷ γενομένῳ τὸν Δημόκριτον οὐκ ἐπιστήσαντα διαλυθῆναι τὸν κομήτην εἰς ἀστέρας νομίσαι. οἶμαι δὲ καὶ ἀπλανεῖς ἦσαν οἱ φανέντες αὐτῷ πρότερον ἐπιπροσθούμενοι· εἰ γὰρ τῶν πλανωμένων ἦσαν, ἔλεγεν ἄν καὶ τίνες ὑπῆρχον, τὴν ἑαυτοῦ δόξαν πιστούμενος.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
