# in Aristotelis Meteorologicorum librum primum commentarium 73

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/73

Ἔτι δὲ καὶ ἐκ τοῦ λόγου φανερόν· οἱ γὰρ ἀστέρες κἂν εἰ μείζους καὶ ἐλάττους φαίνονται, ἀλλ’ ὅμως ἀδιαίρετοί γε καθ᾿ ἑαυτοὺς εἶναι δοκοῦσιν. ὥσπερ οὖν καὶ εἰ ἦσαν ἀδιαίρετοι, ἁψάμενοι οὐδὲν ἂν ἐποίησαν μέγεθος μεῖζον, οὕτω καὶ ἐπειδὴ οὐκ εἰσι μὲν φαίνονται δὲ ἀδιαίρετοι, καὶ συνελθόντες οὐδὲν φανοῦνται μείζους μέγεθος ὄντες. Ἐσχατον ἔλεγχον τίθησι τοῦτον τῶν σύνοδον καὶ σύμφασιν ἀστέρων τὸν κομήτην ὑποτιθεμένων· ἀλλ’ οὐκ ἐξ ἱστορίας ὁ ἔλεγχος, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλ᾿ ἐκ τοῦ λόγου καὶ τῆς κατὰ τοῦτον ἀποδείξεως. εἰ γὰρ καὶ τῶν, ἀστέρων οἱ μὲν ἐλάττους, φησίν, οἱ δὲ μείζους φαίνονται, ἀλλ’ ὅμως καθ᾿ αὑτὸν ἕκαστος θεωρούμενος ἀδιαίρετος σχεδὸν εἶναι δοκεῖ ὡς πρὸς αἴσθησιν· οὕτω μικροὶ φαίνονται. ὥσπερ οὖν τὰ φύσει ἀδιαίρετα, λέγω δὲ τὰ σημεῖα, συνελθόντα μέγεθος οὐ ποιεῖ, οὕτω δήπου καὶ τὰ κατ’ αἴσθησιν αδιαιρετα δοκοῦντα εἶναι διὰ τὴν μικρότητα, οἷοιπερ εἰσὶν οἱ ἀστέρες, κἄν συνέλθωσιν, οὐ ποιοῦσι μέγεθος αἰσθητόν. εἰ δὲ καὶ ἀδιαίρετοι τοῖς ὁρῶσι φανεῖεν, οὐδ’ οὕτω συνερχόμενοι τοσοῦτον ποιῆσαι δύνανται μέγεθος, ὅσον ἔχοντες οἱ κομῆται φαίνονται· τινὲς γὰρ αὐτῶν οὐχ ἕν, ἀλλὰ καὶ δεύτερον πολλάκις ὑποτρέχοντες ζῴδιον ὤφθησαν. μέχρι δὲ τῶν ἐνταῦθα τὰς περὶ τῶν κομητῶν ὑπονοίας τῶν πρὸ αὐτοῦ διελέγξας, ἐντεῦθεν λοιπὸν τὰ αὐτῶ δοκοῦντα περὶ τούτων διδάσκει.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
