# in Aristotelis Meteorologicorum librum primum commentarium 78

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/78

Ὅταν οὖν εἰς τὴν τοιαύτην πύκνωσιν ἐμπέσῃ διὰ τὴν ἄνωθεν κίνησιν ἀρχὴ πυρώδης, μήτε οὕτω πολλὴ λίαν ὥστε ταχὺ καὶ ἐπὶ πολὺ ἐκκαίειν, μήθ’ οὕτως ἀσθενὴς ὥστε ἀποσβεσθῆναι ταχύ, ἀλλὰ πλείων καὶ ἐπὶ πολύ, ἅμα δὲ κάτωθεν συμ- πίπτει ἀναβαίνειν εὔκρατον ἀναθυμίασιν, ἀστὴρ τοῦτο γίνεται κομήτης, ὅπως ἄν τὸ ἀναθυμιώμενον τύχῃ ἐσχηματισμένον· ἐὰν μὲν γὰρ πάντῃ ὁμοίως, κομήτης, ἐὰν δ’ ἐπὶ μῆκος, καλεῖται πωγωνίας. Εἰρηκὼς ποίαν ἔχειν δεῖ συμμετρίαν τὴν ὕλην ἐξάπτεσθαι μέλλουσαν εἰς κομήτου γένεσιν λέγει νῦν καὶ τὴν ποιητικὴν αἰτίαν ὁποίαν εἶναι χρεών, ἣν ἀρχὴν ἐκάλεσε πυρώδη, ὅτι σύμμετρον καὶ αὐτήν, ὡς μήτε θᾶττον ἐκδαπανῆσαι τὴν ὕλην διὰ τὴν σφοδρότητα μήτε ὑπ’ αὐτῆς ἀποσβεσθῆναι διὰ τὴν ἀσθένειαν αὐτῆς καὶ ἀμυδρότητα. δῆλον οὖν ὅτι ἀρχὴν λέγει τὸ πρῶτον ἐξαφθὲν τῆς ἀναθυμιάσεως μόριον. πόθεν δὲ ἡ πυρώδης αὕτη γίνεται ἀρχή, πολλάκις εἶπεν, ὅτι διὰ τὴν ἄνωθεν κίνησιν. εἴτε γὰρ πολλὴ λίαν εἴη καὶ σφοδρά τις ἡ ἔξαψις, ταχέως ἐκκαίει τὴν ὕλην καὶ ἐκδαπανᾶται καὶ ἐπὶ πολὺ διάστημα χωρεῖ καίουσα ταύτην· τοῦτο δὲ φλόγας, οὐ κομήτην ποιεῖ, περὶ ὧν ἤδη γέγραφεν ὅμοιον ὡς εἰ μεγίστη φλὸξ εἰς κληματίδας ὀλίγας ἢ λεπτὸν ἐμπέσῃ στυπεῖον· θᾶττον γὰρ ἐκδαπανήσει ταῦτα· εἴτε ἀσθενὴς ἡ πυρώδης ἀρχὴ εἴη, τοὔμπαλιν ὑπὸ τῆς ὕλης αὕτη πνιγομένη σβέννυται πάσχουσα μᾶλλον ὑπὸ τῆς ὕλης καὶ οὐκ εἰς αὐτὴν δυναμένη μέγα τι δρᾶν, ὡς εἰ μικρὰ φλὸξ εἰς ἔλαιον ἐμπέσοι πολὺ ἢ πλῆθος ξύλων ἢ μέγεθος ἢ πυκνότητα· δυσκατέργαστα γάρ ἐστι τὰ τοιαῦτα. δεῖ οὗν καὶ αὐτὴν ἐκφεύγουσαν τῶν ἀμετριῶν τούτων ἑκατέραν μέσην πως εἶναι, μήτε νικωμένην ὑπὸ τῆς ὕλης μήτε λίαν αὐτὴν ὑπερβάλλουσαν· οὕτω γὰρ ἔχουσα τὸν κομήτην ποιήσει. δεῖ δέ, φησί, καὶ κάτωθεν ἄλλην ὕλην ἐπαναβαίνειν εὔκρατον, τουτέστιν ἐπιτηδείαν εἰς ἔξαψιν, ὡς ἀναπληροῦν τὴν δαπανωμένην τοῦ κομήτου ὕλην καὶ τῇ ποιητικῇ δυνάμει χορηγίαν παρέχειν εἰς ἐργασίαν, ἵν’ οὕτω πλείονα χρόνον διαμείνῃ τὸ πάθος. τοιαύτη τις ἡ τῶν κομητῶν ὑπάρχει σύστασις. κοινότερον μὲν οὗν ὅλον τὸ τοιοῦτον γένος κομήτας ἐπονομάζουσιν· ἀρχόμενος γοῦν ὁ Ἀριστοτέλης τοῦ λόγου περὶ αὐτῶν οὕτως εἴρηκεν ”περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος“· εἰδικώτερον δὲ καὶ τούτων ἕκαστος τῷ σχήματι τῆς ἀναθυμιάσεως πρέπον εἴληφεν ὄνομα. εἰ μὲν γὰρ σφαιροειδὴς ἡ ἀναθυμίασις οὖσα τύχῃ μικρῶν αὐτῇ παρηρτημένων ἔξωθεν τοιούτων συστάσεων, εἰδικώτερον τὸ σχῆμα τοῦτο καλεῖται κομήτης, ἐπειδὴ κόμῃ προσέοικεν, ἐξ οὗ πλεονάζοντος καὶ πάντας οὕτω καλοῦσιν· ἐὰν δὲ ἐπιμήκης εἴη καὶ μόνον, δοκίας καλεῖται, τριγωνίζουσα δὲ πωγωνίας ὠνόμα|σται, πιθίας δέ τις ἕτερος καὶ ἄλλος ἄλλοθεν ἄλλο τι συμφώνως τῷ σχήματι.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
