Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 8.1
Not analysed yet
Πρὸς δὲ τούτοις ἡ μὲν ἀίδιος καὶ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως, ἀλλ’ ἀεὶ ἐν τέλει· ταῦτα δὲ τὰ σώματα πάντα πεπερασμένους διέστηκε τόπους ἀπ’ ἀλλήλων. Καὶ τοῦτο πρὸς ἀπόδειξιν τοὐ πρῶτον αἴτιον εἶναι τῆς τῶν ἐντὸς μεταβολῆς καὶ κινήσεως τὰ κύκλῳ κινούμενα. τοῦ γὰρ γινομένου καὶ φθειρομένου τὸ μήτε γινόμενον μήτε φθειρόμενον αἴτιόν ἐστι καὶ τὸ τέλειον τοῦ ἀτελοῦς καὶ τὸ τε] ἀεὶ ὡσαύτως ἔχον τοῦ μὴ τοιούτου· τέλειος δὲ ἡ κυκλῷ καὶ ἀεὶ ὡσαύτως ἔχουσα, ἡ δὲ ἐπ’ εὐθείας κίνησις ἀρχὴν ἔχει καὶ τέλος καὶ ἠρεμίᾳ διαλαμβάνεται. τῆς γὰρ τῶν ὄντων φύσεως, ἐν τάξει προϊούσης μεταξὺ τῶν ἀσωμάτων καὶ νοητῶν καὶ παντάπασιν ἀμεταβλήτων καὶ τῶν ἀεὶ γινομένων καὶ φθειρομένων μέσα πως τὰ οὐράνια τέτακται σώματα· τῷ μὲν σώματα εἶναι καὶ τῷ μὴ παντελῶς ἀκίνητα καὶ ἀμετάβλητα (μεταβάλλει γὰρ κατὰ τόπον) καὶ ὑφεῖται τῶν πρώτων καὶ ἠλάττωται· τῶν δὲ κατὰ πάντα μεταβαλλόντων, οὐσία τε καὶ ποιότητι καὶ τόπῳ, οἴα ἐστι τὰ ὑπὸ σελήνην, προσεχῶς ὑπερανέστηκε τὰ κατὰ τόπον κινούμενα καὶ μόνον. ἀλλὰ καὶ τῷ συνεχεῖ καὶ ἀδιακόπῳ τῆς κινήσεως ἕστηκε τῳ ἀεὶ κινεῖσθαι καὶ ἵν’ οὕτως εἴπω ἐν κινήσει ἐστὶν ἀκίνητα καὶ τῷ τὴ,ν ὁλότητα τοῦ οὐρανοῦ τὸν αὐτὸν ἀεὶ τόπον ἐπέχειν καὶ μὴ μεταβαίνειν ἐξ ἑτέρου εἰς ἕτερον. μεσότης οὖν τῶν τε πρώτων ἐστὶ καὶ τῶν ἐσχάτων ο οὐρανός, οὔθ’ ὡς ἐκεῖνα τὸ ἀμετάβλητον ἔχων οὔθ᾿ ὡς ταῦτα τό πάντῃ μεταβάλλειν, καὶ ὡς ἐξ ἐκείνων ἔχει τὸ ἀμετάβλητον ἐν κινήσει, οϋτω τοις μετ’ αὐτὸν τὸ ἀεὶ μεταβάλλεσθαι διὰ τῆς ἀεικινησίας τῆς ἑαυτοῦ δίδωσι. τέλος γὰρ οὐκ ἔχει, φησί,, τῷ τόπῳ τῆς κινήσεως, τουτέστι τῆς κάτα τόπον κινήσεως. οὐ γάρ ἐστι τόπος, ἐφ’ ᾧ ἐλθὼν ὁ οὐρανὸς στησεται, ὥσπερ τὰ ἐπ’ εὐθείας κινούμενα τὰ κοῦφα μὲν ἀρχὴν ἀπὸ τοῦ μέσου ποιούμενα τῆς κινήσεως, εἰς δὲ τὸ ἄνω τῆς εὐθείας ἐλθόντα πέρας ἵσταται, τὴν κοίλην ἐπιφάνειαν λέγω τῆς σεληνιακῆς σφαίρας, καὶ τὰ βαρέα τοὔμπαλιν ἐκεῖθεν ἀρξάμενα φέρεσθαι κάτω τὸ μέσον τοῦ παντὸς ἵσταται κατειληφότα. εἰπὼν δὲ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως, ἵνα μήτις διὰ τούτου νομίσειεν αὐτὸν ἀτελῆ εἷναι τὴν κύκλῳ λέγειν, ἐπήγαγεν ἀλλ’ ἀεὶ ἐν τέλει ἐστί, τουτέστι τὸ τέλειον ἔχει τῆς κινήσεως ἀεί· οὐ γὰρ ὥσπερ ἡ ἐπ’ εὐθείας ἄρχεται μὲν ἀπό τινος σημείου, λήγει δὲ εἰς ἕτερον, οὕτω καὶ ἡ κύκλῳ, οἷον ἄρχεται μὲν τυχὸν ἀπὸ κριοῦ, λήγει δὲ εἰς ἰχθύας, ἀλλ’ ἕκαστον· σημεῖον καὶ ἀρχὴν καὶ πέρας ἔχει καὶ μεσότητα, πρὸς μὲν τὸν ἤδη διηνυσμένον αὐτῇ κύκλον τέλος, πρὸς δὲ τὸν διανυσθησόμενον αὖθις κατὰ συνέχειαν στάσεως καὶ ἠρεμίας χωρὶς ἀρχήν, καὶ πρὸς ἄλλο τι σημεῖον μεσότητα, ἐν ᾧ τοῦ τεθέντος κατ’ ἐπίνοιαν κύκλου τὸ ἥμισυ διήνυσεν ἀκριβῶς. ἀλλ’ οὐδ’ ἔστιν εἰπεῖν ὡς ἀνατολὴ μὲν ἀρχὴ τῆς τοιαύτης ἐστὶ κινήσεως ἢ δύσις ἢ τὸ μεσουράνημα, ἢ τέλος τούτων τι ἢ πάλιν μεσότης· ἡ γὰρ ἡμῖν ἀνατολὴ παρ’ ἑτέροις ἐστὶ μεσουράνημα καὶ δύσις παρ’ ἄλλοις· καὶ ἐπὶ ἑκάστου τῶν κύκλῳ σημείων τὸ αὐτό. ὥστε εἰ ἐν οἱῳδήποτε σημείῳ τὸ κινούμενον λάβοις, ἐκεῖ πάντως τὸ τέλειον ἔχει καὶ ἀρχὴν καὶ τέλος ἅμα καὶ μεσότητα συνειλημμένα, οἷς τὸ τέλειόν τινες ὁρίζουσι. κἀκεῖνο δὲ προστίθεμεν ὡς οὐδέν ἐστιν ἐνεργείᾳ σημεῖον ἐν τῷ οὐρανῷ, ἀλλὰ μόνῃ δυνάμει· συνεχὴς γὰρ ὅλος ἐστὶ δι’ ὅλου. εἰ οὖν μήτε σημεῖόν ἐστιν ἐκεῖ ἐνεργεία μήτε στάσις τῶν κινουμένων, ἀλλὰ συνεχὴς καὶ ἀδιάκοπός ἐστιν αὐ|τῶν ἡ κίνησις, ἀδύνατον ἄρα ἢ ἀρχὴν κινήσεως ἐν αὐτοῖς ἢ πέρας εὑρεῖν. διὰ τί δὲ κύκλῳ κινεῖται; φησὶν ὁ Πλωτῖνος· ὅτι νοῦν μιμεῖται. ὡς γὰρ ὁ θεῖος νοῦς καὶ δημιουργικὸς εἰς ἑαυτὸν ἐπιστρεφόμενος θεωρεῖ πάντα καὶ ἑαυτὸν ἐν ἐκείνοις, οὕτω κατὰ τὸ δυνατόν, φησί, μιμούμενα τοῦτον τὰ κατ’ οὐρανὸν εἰς ἑαυτὰ τὴν ἐπιστροφὴν ποιεῖται· καὶ ὡς ἐκεῖνος οὐδαμοῦ μέν ἐστι τῇ οὐσία, πανταχοῦ δὲ ταῖς ἐνεργείαις, οὕτω καὶ οὐρανὸς ἅμα πανταχοῦ εἶναι σῶμά γε ὢν μὴ δυνάμενος κατὰ μέρη πανταχοῦ γίνεται· καὶ ὅτι τῇ οὐσίᾳ τῶν ἐντὸς ἐξῃρημένος κυβερνᾷ πάντα ταῖς ἑαυτοῦ ἐνεργείαις. τοιαύτη μὲν οὖν ἡ κύκλῳ, τῶν ἄλλων δὲ κινήσεων οὐδεμία. ἐπειδὴ γὰρ ἄπειρος, εὐθεῖ οὐκ ἔστι· δέδεικται γὰρ ἐπειδὰν τὰ εὐθυπορικὰ ἐπὶ τὸ πέρας ἀφίκηται τῆς εὐθείας ἐφ’ ἧς κινοῦνται, ἵσταται πάντως κατειληφότα τὸ οἰκεῖον τέλος, εἰς ὃ γενέσθαι κατὰ φύσιν διὰ τῆς κινήσεως ἠπείγοντο· ὥστε ἀδύνατον τελείαν ἢ ἀίδιον εἶναι τὴν ἐπ’ εὐθείας κίνησιν, ἀλλ’ ἀτελῆ καὶ ἀρχὴν ἔχουσαν πάντως καὶ πέρας.