# in Aristotelis Meteorologicorum librum primum commentarium 82

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/82

Περὶ μὲν τῆς ἅλω τὴν αἰτίαν ὕστερον ἐροῦμεν· περὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι τεκμήριον χρὴ νομίζειν ὅτι σημαίνουσι γινόμενοι πλείους πνεύματα καὶ αὐχμούς· δῆλον γὰρ ὅτι γίνονται διὰ τὸ πολλὴν εἶναι τὴν τοιαύτην ἔκκρισιν, ὥστε ξηρότερον ἀναγκαῖον εἶναι τὸν ἀέρα, καὶ διακρίνεσθαι τὸ διατμίζον ὑγρὸν ὑπὸ τοῦ πλήθους τῆς θερμῆς ἀναθυμιάσεως, ὥστε μὴ συνίστασθαι ῥᾳδίως εἰς ὕδωρ. Ἐπειδὴ ξηρὰν εἶναι καὶ θερμὴν τὴν ὕλην τῶν κομητῶν εἴρηκε πρότερον, εἰκότως νῦν μετὰ τὸ πληρῶσαι τὸν περὶ τῆς γενέσεως αὐτῶν λόγον δείκνυσιν ὅπερ ὁμολογούμενον ἤδη προσείληφεν, ὡς πυρώδης ἐστὶν ἡ τῶν κομητῶν ὑλικὴ σύστασις· ὅτε γὰρ πλείους κομῆται φανεῖεν, αὐχμηρὸς καὶ πνευματώδης ὁ ἐνιαυτὸς ἐκεῖνος γίνεται. δῆλον γὰρ ὡς οἱ πολλοὶ κομῆται διὰ τὸ πολλὴν αὐτῶν γεγονέναι τὴν ὕλην συνέστησαν, ἥτις ξηρὰ οὖσα καὶ θερμὴ τὴν ἑτέραν ἀναθυμίασιν τὴν ὑγράν, ἐξ ἧς ὑετοὶ γίνονται καὶ χάλαζαι καὶ χιόνες, ἐξατμίζει καὶ διαφορεῖ πᾶσαν καὶ εἰς ἑαυτὴν μεταβάλλει· θατέρου γὰρ τῶν ἐναντίων ἐπικρατοῦντος τὸ λοιπὸν γίνεται ὅπερ τὸ ἐπικρατοῦν. εἰκότως οὖν αὐχμηρὸς ὁ ἐνιαυτὸς ἐκεῖνός ἐστι διὰ τὴν τοιαύτην, φησίν, ἔκκρισιν, τουτέστι τὴν ξηρὰν ἀναθυμίασιν· θερμαινομένης γὰρ τῆς γῆς τὸ λεπτοποιούμενον ἐκ τῆς θερμασίας ἐκκρίνεται ἐξ αὐτῆς καὶ ἄνω φέρεται. ἐπειδὴ δὲ καὶ πνευμάτων ἡ αὐτὴ ὕλη αἰτία ἐστίν, ὡς δείξει προϊών, εὐλόγως καὶ πνευματῶδες τὸ ἔτος γίνεται. τοῦτο δὲ καὶ Ἄρατος ἐν ταῖς Διοσημείαις εἴρηκεν οὕτως· μηδ’ εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί, μήθ’ εἷς μήτε δύω μήτε πλέονες κομόωντες· πολλοὶ γὰρ κομόωσιν ἐπ’ αὐχμηρῷ ἐνιαυτῷ. ἐπειδὴ τῆς αὐτῆς ὅλης εἰσὶ καὶ οἱ διᾴττοντες, καθὰ φθάσαντες εἴπομεν, καὶ τούτων τὸ πλῆθος πνευμάτων ἐστὶ πάλιν τεκμήριον, ὡς καὶ τοῦτο πάλιν Ἄρατος ἐπισημαίνεται· καὶ διὰ νύκτα μέλαιναν ὅτ’ ἀστέρες ἀίσσωσι ταρφέα, τοῖς δ’ ὄπιθεν ῥυμοὶ ἐπιλευκαίνονται, δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοισι πνεύματος· εἰ δέ κεν ἄλλοι ἐναντίοι ἀίσσωσιν ἄλλοι δ’ ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο παντοίων ἀνέμων, οἵ τ’ ἄκριτοί εἰσι μάλιστα. εἰ οὖν ἀληθῶς ταῦτα λέγεται, δῆλον οἶμαι λοιπὸν ὡς ὅσῳ πλείονες καὶ συνεχεῖς κομῆται γίνονται, τοσούτῳ καὶ οἱ ἐνιαυτοὶ πάντως αὐχμηρότεροι καὶ πνευματώδεις ὑπάρχουσιν. εἰ δὲ ἐλάττους καὶ μικρότεροι τὸ μέγεθος καὶ σπανιώτεροι γένωνται, ἀναλόγως καὶ τὸ ἔτος ἐκεῖνο τοιοῦτον ἔσται τοῦ προτέρου μὲν ἔλαττον, πνεύματος δ’ ὅμως ὑπερβολὴν ἔχον φησίν, ἢ μεγέθει ἡ χρόνῳ· ἢ γὰρ ἐπὶ πλεῖστον πνέει χρόνον διὰ τὸ πλῆθος τῆς ὕλης ἢ σφοδρὰ γίνεται τὰ πνεύματα καὶ ῥαγδαῖα διὰ τὴν ἀθρόαν αὐτῆς κίνησιν. πάλιν δὲ τὴν ἱστορίαν τοῦ λόγου ποιεῖται μάρτυρα, τόν τε λίθον τὸν ὑπὸ τῆς βίας τοῦ πνεύματος μετεωρισθέντα * * * τῷ ἐμφύτῳ βάρει ἐν Αἰγὸς ποταμοῖς, δηλονότι τοῦ πνεύματος ἐνδεδωκότος καὶ μηκέτι τὴν λίθον ἀνέχειν ἐπὶ πολὺ δυνηθέντος, καὶ προσέτι τὸν σεισμὸν τὸν ἐπὶ τοὐ μεγάλου κομήτου γενόμενον καὶ τὴν τοῦ κύματος ἔφοδον ἐξ ἐναντίων γινομένην πνευμάτων, ὡς ἐν τῷ περὶ σεισμῶν δειχθήσεται.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
