# in Aristotelis Meteorologicorum librum primum commentarium 85.1

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/85.1

Τῶν μὲν οὖν καλουμένων Πυθαγορείων φασί τινες οδον εἰναι ταύτην οἱ μὲν τῶν ἐκπεσόντων τινὸς ἀστέρων κατὰ τὴν λεγομένην ἐπὶ Φαέθοντος φθοράν, οἱ δὲ τὸν ἥλιον τοῦτον τὸν κύκλον φέρεσθαί ποτέ φασιν· οἷον οὖν διακεκαῦσθαι τὸν τόπον τοῦτον ἤ τι τοιοῦτον ἄλλο πεπονθέναι πάθος ὑπὸ τῆς φορᾶς αὐτοῦ. Αἱ προκείμεναι δύο δόξαι μυθώδεις οὖσαι καὶ ὑπὸ ποιητῶν ἀναπεπλασμέναι τοῖς ἄλλοις εἰσὶ τῶν Πυθαγορείων μύθοις ἀκόλουθοι. τὸ μὲν οὖν κατὰ τὸν Φαέθοντα πλάσμα πολλαχοῦ διαβεβόηται τῆς ποιήσεως, ὡς νέος ὢν καὶ τοῦ πατρὸς Ἡλίου τὸ ἅρμα διφρηλατεῖν ἐπιθυμήσας οὗτος καὶ τυχὼν τούτου νεανικώτερον ἢ σοφώτερον ἐλαύνων οὐδὲ νόῳ κατὰ τὸν ποιητὴν ἐπιβάλλων ἱμάσθλην πολὺ τοῦ κόσμου μέρος κατέφλεξεν· ὧν καὶ ἡ διακεκαυμένη ζώνη ἐστὶ καὶ κατὰ τοὺς Πυθαγορείους ὁ γαλαξίας ἐμφαίνων ἔτι νῦν χρῶμα τῆς ἐκεῖθεν γενομένης πυρώσεως καὶ τῶν ἐνταῦθα πεσόντων ἀστέρων. ἕτεροι δὲ τῶν Πυθαγορείων πάλιν τὸν ἥλιόν φασί ποτε τοῦτον ἐκπεριιέναι κύκλον, οὐ τὸν ζῳδιακόν, ὃν νῦν δίεισιν, ἀλλὰ τὸν τοῦ γάλακτος, ὅθεν ἐκπυρωθέντα τοῦτο ποιῆσαι τὸ χρῶμα. καὶ οἶμαί γε καὶ τούτους ἑτέρῳ μύθῳ κατακολουθῆσαι τῷ περὶ τὸν Ἀτρέα πεπλασμένῳ, ὅτι ἐστράφη ἐπ’ αὐτοῦ ἡ τοῦ ἡλίου κίνησις εἰς τοὔμπαλιν ἢ φέρεται νῦν. “τὸ γὰρ πτερωτὸν ἀελίου”, μησὶν Εὐριπίδης, “μετέβαλεν ἅρμα, τὰν πρὸς ἑσπέραν κέλευθον οὐρανοῦ προσαρμόσασα μονόπωλον ἐς‘ Ἀῶ, ἑπταπόρου τε δρόμημα Πλειάδος εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει.” πρὸς μὲν οὖν τὴν προτέραν μυθολογίαν Ἀριστοτέλης οὐδ’ ἀντειπεῖν ἀξιοῖ· πρὸς δὲ τὴν δευτέραν σύντομον ἐπάγει τὸν ἔλεγχον ὁπωσδήποτε φυσιολο- γίας ἡμμένην, ὅτι δι’ ὧν φέρεται τόπων θερμὸς ὢν καὶ πυρώδης ὁ ἥλιος, δεῖ τι παθεῖν ὑπ’ αὐτοῦ τούτους. τίς οὖν ὁ ἔλεγχος; ὡς ἔδει καὶ τὸν ζῳδιακὸν κύκλον δι’ οὗ φέρεται νῦν ὁ ἥλιος, τὸ αὐτὸ πεπονθέναι πάθος καὶ τῷ γάλακτι κεχρῶσθαι ὁμοίως, καὶ τοσούτῳ μᾶλλον ὅσῳ μετὰ τοῦ ἡλίου καὶ οἱ πέντε τῶν πλανωμένων καὶ ἡ σελήνη δι’ αὐτοῦ φέρεται. ἀλλ’ οὐδὲν τοιοῦτον φαίνεται πεπονθώς· καίτοι γε καθ’ ἕκαστον τῆς νυκτὸς μέρος ἡμικύκλιον ὁρῶμεν αὐτοῦ, καὶ τοιοῦτον πάθος οὐδὲν ἐν αὐτῷ θέω· ῥεῖται γενόμενον, πλήν, φησίν, εἴ τι συνάπτει πρὸς τὸν τοῦ γάλακτος κύκλον μόριον αὐτοῦ· συνάπτει δ’ αὐτὸ κατὰ τοὺς διδύμους καὶ τὸν τοξότην. εἰ δὲ τοῦ ζῳδιακοῦ τὸ πάθος ἦν διὰ τὴν τοῦ ἡλίου δι’ αὐτοῦ γινομένην κίνησιν, ἔδει τὸν ὅλον κύκλον τοῦτο πεπονθέναι. τὸν μὲν οὖν κατὰ τὸν Ἀτρέα μῦθον λύουσί τινες οὕτως· ἀστρονόμος, φασίν, ὑπάρχων ὁ Ἀτρεὺς ἔδειξε τοῖς ἀνθρώποις πρῶτος ὡς ἡ τῶν πλανωμένων κίνησις τῶν ἑπτὰ τὴν ἐναντίαν φέρεται τῷ παντί, κἀντεῦθεν ὁ μῦθος πάροδον ἔσχεν ὡς διὰ τὸν Ἀτρέα ὁ θεὸς μετέβαλεν εἰς τοὐναντίον τὴν κίνησιν τοῦ οὐρανοῦ. οἶμαι δὲ καὶ τὸ “ἑπταπόρου δρόμημα Πλειάδος“ διὰ τοὺς ἑπτὰ εἰρῆσθαι· αἱ γὰρ λεγόμεναι Πλειάδες ἕξ εἰσι καὶ μόναι, καθάπερ Ἄρατος εἴρηκε, καὶ τοῦτο τοῖς εἰς αὐτὰ ἀποβλέπουσι φαίνεται. ὁ δὲ τοῦ Φαέθοντος μῦθος ἵνα προσφόρως τῇ θεωρίᾳ τῶν μετεώρων αὐτὸν ἀναπτύξωμεν, σύστασιν αἰνίττεσθαί μοι κομήτου δοκεῖ γενομένην ποτέ, ὃν ἡλίου φασὶν εἶναι παῖδα· ἐκ γὰρ πυρώδους ὕλης ἀναθυμιωμένης ὑπὸ ἡλίου τὴν γένεσιν ἔχει· ἐπιθυμῆσαι δὲ τὸ ἅρμα τοὐ πατρὸς ἐλάσαι, διότι τὴν αὐτὴν τῷ ἡλίω φέρεται. ἡ δὲ ἄτακτος αὐτοῦ κίνησις καὶ τὸ μὴ ἰσοδρομῆσαι τῷ πατρὶ τὸ μὴ ἰσοταχῶς κινεῖσθαι τῷ ἡλίῳ τὸν κομήτην μηδὲ τὸ τεταγμένον τῆς αὐτοῦ φυλάττειν κινήσεως δηλοῖ, διὰ τὸ ὑπολείπεσθαι τοῦ ἡλίου τοὺς κομήτας καὶ τὸ ἄτακτον τῆς ὕλης τῶν ὑπὸ σελήνην, ἐν οἷς ἀδύνατον τὴν τῶν οὐρανίων εὐταξίαν φαίνεσθαι. τὸ δὲ καταφλέξαι μέρη τοῦ κόσμου τινὰ δι’ ὧν ἡ κίνησις αὐτοῦ γέγονε, σύμφωνον τοῖς περὶ κομητῶν εἰρη- μένοις ὅτι αὐχμῶν καὶ ἐκπυρώσεως τοῦ ὑπὸ σελήνην ἀέρος εἰσὶ τεκμήρια. εἰκὸς δὲ καὶ πλείονας τότε συστῆναι κομήτας καὶ διᾴττοντας καὶ φλόγας, ἐξ ὧν ὁ μῦθος οὐκ ἀπιθάνως ἔσχε τὴν γένεσιν. |

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
