# in Aristotelis Meteorologicorum librum primum commentarium 86

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/86

Οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον φῶς εἶναι τὸ γάλα λέγουσιν ἄστρων τινῶν. τὸν γὰρ ἥλιον ὑπὸ τὴν γῆν φερόμενον οὐχ ὁρᾶν ἔναι τῶν ἄστρων. ὅσα μὲν οὖν ὁρᾶται ὑπ᾿ αὐτοῦ τούτων μὲν οὐ φαίνεσθαι τὸ φῶς· κωλύεσθαι <γὰρ> παρὰ τοῦ ἡλίου ἀκτίνων· ὅσοις δ’ ἀντοφράττει ἡ γῆ, ὥστε μὴ ὑπὸ τοῦ ἡλίου, τούτων οἰκεῖον εἶναι φῶς τὸ γάλα. Γρίτην περὶ τοῦ γάλακτος λέγει δόξαν οὕτως ἔχουσαν· ὅτε, φησίν, ὑπὸ γῆν ἐστι νύκτωρ ὁ ἥλιος, ἐπί τινα τῶν ἄστρων δηλονότι τὰ ὑπὲρ γῆν οὐκ ἀφικνεῖται τὸ φῶς αὐτοῦ, ἐπί τινα δὲ ἀφικνεῖται. ὅσων μὲν οὖν ἐφικνεῖται, κρύπτει ταῦτα τῷ μείζονι καὶ οὐχ ὁρᾶται, ὡς ἀμέλει καὶ ἐν ἡμέρᾳ πάντα τὰ ὑπ.ὲρ γῆν ἄστρα καλύπτει, διὸ τούτων ὁρῶμεν οὐδέν. ὅσων δὲ διὰ τὴν ἀντίφραξιν τῆς γῆς μὴ ἐφικνοῦνται αὐτοῦ αἱ ἀκτῖνες, τούτων οὐ καλύπτει τὸ φῶς ὁ ἥλιος, καὶ τοῦτό ἐστι τὸ πῶς τὸ καλούμενον γάλα. τούτου δὲ τὸν ἔλεγχον ἐπιφέρει λέγων οὕτως·

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
