# in Aristotelis Meteorologicorum librum primum commentarium 87

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/87

Φανερὸν δὲ ὅτι καὶ τοῦτο ἀδύνατον. τὸ μὲν γὰρ γάλα ἀεὶ τὸ αὐτὸ ἐν τοῖς αὐτοῖς ἐστιν ἄστροις (φαίνεται γὰρ μέγιστος ὢν κύκλος), ὑπὸ δὲ τοῦ ἡλίου ἀεὶ ἕτερα τὰ οὐχ ὁρώμενα διὰ τὸ μὴ ἐν ταὐτῷ μένειν τόπῳ. ἔδει οὖν μεθισταμένου τοὐ ἡλίου μεθίστασθαι καὶ γάλα· νῦν δὲ οὐ φαίνεται τοῦτο γινόμενον. Εἰ φῶς ἦν τῶν ἀστέρων, φησί, τῶν μὴ καλυπτομένων νύκτωρ ὑπὸ τοῦ ἡλίου τὸ γάλα διὰ τὸ ὑπὸ τῆς γῆς αὐτοὺς ἀντιφράττεσθαι, ἐπειδήπερ οἱ μὲν ἀπλανεῖς ἀστέρες τὸν αὐτὸν ἀεὶ τόπον ἐπέχουσιν, ὁ δ’ ἥλιος κατὰ τὴν ἰδίαν αὐτοῦ κίνησιν ἄλλοις ἄλλοτε πλησιάζει τῶν ἀστέρων καὶ ἄλλων ἀφίσταται, οὔτε τοὺς αὐτοὺς ἀεὶ καλύψει τῷ ἰδίῳ φωτὶ οὔτε μὴν οἱ αὐτοὶ διηνεκῶς ὑπὸ τῆς γῆς ἀντιφραχθήσονται. ἡ μὲν γὰρ σκιὰ εἰς τὰ ἀντικείμενα συνίσταται τοῖς φωτίζουσιν· εἰ δὲ διὰ τὴν τοῦ ἡλίου μετάβασιν ἄλλοτε ἐπ’ ἄλλα ζῴδια γινομένην οὐκ ἀεὶ τὸ αὐτὸ τῆς γῆς φωτίζεται μέρος, πᾶσά πως ἀνάγκη καὶ τὰ σκιαζόμενα τῶν ἀπλανῶν μὴ τὰ αὐτὰ διηνεκῶς εἶναι, ἄλλοτε δ’ ἄλλα. κινουμένου γὰρ τοῦ ἡλίου πάντοτε οὐ τὴν μετὰ τῆς ἀπλανοῦς, ἀλλὰ καὶ τὴν ἰδίαν αὐτοῦ κίνησιν, ἀνάγκη πᾶσα καὶ τὸν τῆς σκιᾶς κῶνον ἄλλον ἄλλοτε γίνεσθαι καὶ διὰ τοῦτο μὴ τὴν αὐτὴν ἀεὶ πρὸς τὰ ἀπλανῆ τῶν ἀστέρων σχέσιν λαμβάνειν, ὡς οὐδὲ αὐτὸν τὸν ἥλιον. νῦν δὲ τὸν γαλαξίαν ἀεὶ τὸν αὐτὸν ὑπὸ τοῖς αὐτοῖς ἄστροις ἀεὶ καὶ ἐν τοῖς αὐτοῖς ὄντα τόποις ὁρῶμεν, ἀλλὰ καὶ τῶν αὐτοῦ μερῶν ἕκαστον ὁμοίως ἔχον ἀεὶ φαίνεται, καὶ ἔνθα μέν ἐστιν ἀμυδρός, οὐδέποτε [δὲ] γίνεται λαμπρότερος, οὐδὲ ἔνθα λαμπρός ἐστι, ἀμυδρότερος γίνεται, ὅπου τέ ἐστιν ἁπλοῦς καὶ ὅπου τινὰς ἔχων ἀναδιπλώσεις, τοιοῦτος ἀεὶ φαίνεται, μηδεμίαν ἐκ τῆς τοῦ ἡλίου μεταβάσεως ἀλλοίωσιν ὑπομένων. ὁ μὲν οὖν πρῶτος τῶν ἐλέγχων τοιοῦτός ἐστιν· ἐπιφέρει δὲ καὶ ἕτερον.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
