# in Aristotelis Meteorologicorum librum primum commentarium 9

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/9

Ὣστε τῶν συμβαινόντων περὶ αὐτὸν πῦρ μὲν καὶ γῆς καὶ τὰ συγγενῆ τούτοις ὡς ἐν ὕλης εἴδει τῶν γινομένων αἴτια χρὴ νομίζειν (τὸ γὰρ ὑποκείμενον καὶ πάσχον τοῦτον προσαγορεύομεν τὸν τρόπον), τὸ δ’ οὕτως αἴτιον, ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τὴν τῶν ἀεὶ κινουμένων αἰτιατέον δύναμιν. Τίνος ἕνεκεν ἐμνήσθη τῶν πρότερον εἰρημένων ἐν τοῖς Περὶ οὐρανοῦ καὶ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, διδάσκει νῦν· ἵνα δείξῃ, τίς μὲν ἡ τῶν γινομένων καὶ φθειρομένων ἁπάντων ὕλη, ὅτι τὰ τέσσαρα στοιχεῖα, τί δὲ τὸ πρώτως ποιητικὸν αἴτιον αὐτῶν, ὅτι τὰ κύκλῳ κινούμενα. τὸ γὰρ ὅθεν ἡ ἀρχὴ τῆς τινων κινήσεως τὸ ποιητικὸν αὐτῶν ἐστιν αἴτιον. δῆλον οὖν ὅτι τὰ αὐτὰ ταῦτα καὶ τῶν ἐν τῷ μετεώρῳ συμβαινόντων παθῶν ἐστιν αἴτια. συγγενῆ δὲ τῷ πυρὶ καὶ τῇ γῇ τὸν ἀέρα φησὶ καὶ τὸ ὕδωρ. περὶ αὐτὸν δὲ λέγει τὸν περὶ τὴν γῆν δηλονότι κόσμον, τουτέστι τὸν ὑπὸ σελήνην, ἐν ᾧ πᾶσα γένεσίς ἐστι καὶ φθορά. εἰπὼν δὲ ὡς ἐν ὕλης εἴδει σαφηνίζει τὸ εἰρημένον, ὡς μὴ λίαν ἔτι γνωρίμου τοῦ τῆς ὕλης ὄντος ὀνόματος· ὅτι γὰρ ἄν, φησίν, ὑπόκειταί τινι εἰς τὸ καταδέξασθαι παθεῖν ἅπερ ἄν ἐκεῖνο ποιῇ, ὕλην τοῦτο προσαγορεύομεν, ὡς τὸν χαλκὸν ὕλην ὑποκεῖσθαι τῷ ἀνδριαντοποιῷ φαμεν εἰς τὸ ποιῆσαι καὶ ἐνθεὶναι τούτῳ τὸ τοῦ ἀνδριάντος εἶδος· αὐτὸ δὲ τὸ ποιοῦν καλοῦμεν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸν ἀνδριαντοποιόν. τῶν δὲ φυσικῶν τὸ πρῶτον αἴτιόν ἐστιν ὡς ἐν σώμασι τὰ κύκλῳ κινούμενα καὶ ἡ ἀπ’ αὐτῶν ἐγγινομένη δύναμις εἰς τὰ γειτνιάζοντα σώματα καὶ τούτων ἁπτόμενα. ταύτην δὲ τὴν δύναμιν, φησὶν ὁ Ἀλέξανδρος, εὐλόγως ἄν τις ὀνομάζοι φύσιν, αἰτίαν οὖσαν πάντων τῶν φύσει καὶ κατὰ φύσιν γίνεσθαι πιστευομένων. τὸ δὲ ὡς ἐν ὕλης εἴδει φησίν, ὅτι ἡ κυρίως ὕλη ἐστὶ τὸ εἰς ὃ ἔσχατον ἀναλύεται τὰ σώματα, ὃ καὶ ἀμετάβλητόν ἐστι, τὰ δὲ στοιχεῖα μεταβάλλει εἰς ἄλληλα μετὰ δὲ ταῦτα πάλιν ἀναλαμβάνει τὰ πρότερον εἰρημένα περὶ τῶν τεσσάρων στοιχείων, ὡς ἐξ ἀλλήλων ἔχει τὴν γένεσιν καὶ ἐν ἑκάστῳ δυνάμει ἐστὶ τὰ λοιπὰ τρία, μιᾶς αὐτοῖς ὑποκειμένης ὕλης· οὐ γὰρ ἄν εἰς ἄλληλα μετέβαλλον μὴ οὕτως ἔχοντα. καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἴσα ποιεῖται τὴν εἰς ἄλληλα μεταβολήν, οἷον χαλκοῦς ἵππος εἰ εἰς ἀνδρείκελον μεταβάλοι σχῆμα, μίαν καὶ τὴν αὐτὴν ὕλην τὸν χαλκὸν ἔχουσιν ὑποκείμενον. ὁμοίως καὶ ἐπὶ τῶν ἐκ χρυσοῦ συνεστώτων καὶ κηροῦ καὶ τῶν τοιούτων· τὸ γὰρ χρυσοῦν πινάκιον γένοιτ’ ἄν ξέστης χρυσοῦς καὶ οὗτος εἰς κρατῆρα μεταβάλοι, καὶ ὁ κήρινος κύβος γένοιτ’ ἄν κηρίνη σφαῖρα. τὸ δὲ εἰς ὃ ἀναλύεται ἔσχατόν φησι, διότι τὸ ζῷον φέρε πρῶτον ἀναλύεται εἰς τὰ ὁμοιομερῆ, καὶ ταῦτα πάλιν εἰς τοὺς τέσσαρας χυμούς, τὰ δὲ στοιχεῖα εἰς ἔσχατον τὴν ὕλην καὶ τὸ εἶδος. τούτων δὲ ἡμᾶς ὑπέμνησεν, ἵνα τὴν μνήμην αὐτῶν ἔναυλον ἔχοντες τοῖς λεχθησομένοις ῥᾷον δυναίμεθα παρακολουθεῖν.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
