# in Aristotelis Meteorologicorum librum primum commentarium 94

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/94

Ὃ δὴ καθ᾿ ἕνα συμβαίνει τῶν ἀστέρων, τοῦτο δεῖ λαβεῖν γινόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν· εὔλογον γάρ, εἴπερ ἡ ἑνὸς ἄστρου κίνησις, καὶ τὴν τῶν ἄλλων ἀπάντων ποιεῖν τι τοιοῦτον καὶ ἐκριπίζειν. Οὐρανὸν ἐνταῦθα, φησὶν ὁ Ἀλέξανδρος, τὴν ἀπλανῆ σφαῖραν Ἀριστοτέλης ὠνόμασε· τοῦτο γάρ, φησίν, ἐδήλωσεν εἰπὼν καὶ τὴν ἄνω φορὰν ἅπασαν· ἐγὼ δὲ τὴν προσθήκην οἶμαι πᾶσαν δηλοῦν τὴν κυκλοφορουμένην οὐσίαν, λέγω τὴν ὅλην ὀκτάσφαιρον ἢ ἐννεάσφαιρον, ὡς Πτολεμαίῳ δοκεῖ. τὸ γὰρ ἅπασαν εἰπεῖν τὴν ἄνω φορὰν τούτου μᾶλλον ὑπάρχει δηλωτικόν, καὶ προσέτι τὸ πρὸ τούτων εἰρημένον “ἀλλ᾿ ὑπό τινος τῶν ἀστέρων ἢ τῶν ἐνδεδεμένων ἡ τῶν πλανωμένων” πᾶσαν ἐκείνην τὴν οὐσίαν συμπεριείληφεν· οὐ γὰρ τοὺς ἀπλανεῖς, ἀλλὰ καὶ τοὺς πλανωμένους ἕλκειν τοιαύτην ἀνα- θυμίασιν βούλεται. οὐρανὸν δὲ τοῖς παλαιοῖς καὶ τὸν ὅλον κόσμον καλεῖν ἔθος, ὡς καὶ Πλατῶν “ὃν οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν”, καὶ τὴν Περὶ οὐρανοῦ πραγματείαν οὕτως Ἀριστοτέλης ὠνόμασε περὶ τοῦ κόσμου παντὸς διαλαμβάνουσαν· καὶ ἰδικώτερον πάλιν οὐρανὸν τὸ ὀκτάσφαιρον ὁμοῦ ἢ ἐννεάσφαιρον καλοῦσι, καὶ πρὸς τούτοις ἰδικώτατα μόνην τὴν ἀπλανῆ. τὸ οὖν ἐντεῦθεν συναγόμενόν ἐστιν ὅτι τὸ περὶ ἕνα γινόμενον ἀστέρα πάθος, τουτέστι τὸ ἕλκειν εἰς ἑαυτὸν τὴν εἰρημένην ἀναθυμίασιν καὶ δι’ αὐτὴν γίνεσθαι κομήτην, εὔλογον καὶ περὶ πάντα συμβαίνειν καὶ μίαν κόμην ὅλῳ περικεῖσθαι κύκλῳ, ἑκάστου ἀστέρος τὴν ὑποκειμένην ὕλην ἐπισπωμένου, καὶ διὰ τὴν συνέχειαν τῆς ἀναθυμιάσεως μίαν κόμην γίνεσθαι πᾶσιν, ἣν γαλαξίαν διὰ τὸ χρῶμα προσαγορεύομεν. εἰ γὰρ ἡ ἑνὸς ἀστέρος κίνησις ;]0 ἐκριπίζει καὶ ἀνάπτει τοιαύτην ὕλην, πόσῳ μᾶλλον πολλοὺς ἅμα δύνασθαι τοῦτο ποιεῖν ἀστέρας;

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
