# in Aristotelis Meteorologicorum librum primum commentarium 96

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/96

Ὁ μενοῦν τῶν ζῳδίων διὰ τὴν τοῦ ἡλίου φορὰν καὶ τὴν τῶν πλανητῶν διαλύει τὴν τοιαύτην σύστασιν, διόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίνονται τῶν τροπικῶν. ἔτι δὲ οὔτε περὶ τὸν ἥλιον οὔτε περὶ τὴν σελήνην γίνεται κόμη· θᾶττον γὰρ διακρίνουσιν ἢ ὥστε συστῆναι τοιαύτην σύγκρισιν. Ἐπειδή περὶ τοῦ γάλακτος πρὸ τούτων ἔλεγεν “ὃ δὴ καθ’ ἕνα τῶν ἀστέρων συμβαίνει, τοῦτο δεῖ λαβεῖν γινόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν”, ἕνα δὲ καὶ μόνον ὁ γαλαξίας κύκλον ἀποτελεῖ, ὅπερ ἄν τις ἠπόρησε, τοῦτο λύει νῦν· διὰ τί γὰρ ἐν ἑκάστῳ μέρει τοῦ οὐρανοῦ, ἐν ᾧ λαμπρὰ συνέστηκεν ἄστρα, μὴ γίνεται γαλαξίας. λέγει οὖν ὡς ἐν τῷ ζῳδιακῷ, ἐν ᾧ τῶν ἀστέρων οἱ πλανώμενοι κινοῦνται σελήνη τε καὶ ἥλιος, οὐ δυνατὸν συστῆναι κόμην ἢ γάλα· ἡ γὰρ πολλὴ θερμασία λεπτύνει τὴν ὕλην καὶ διαφορεῖ παντελῶς. εἴρηται γὰρ ὡς καὶ πάχους συμμέτρου δεῖ τῆς ὕλης πρὸς ἔξαψιν· οὔτε γὰρ ἡ ἄγαν λεπτὴ οὔτε ἡ λίαν παχυτάτη πρὸς ἔξαψίν ἐστιν ἐπιτήδειος. ἡ μὲν γὰρ πρὶν ἐξαφθῆναι καταδαπανᾶται, τῆς δὲ οὑκ ἐφικνεῖται τὸ ποιοῦν. τεκμήριον δὲ τούτου τὸ μηδὲ περὶ τὸν ἥλιον μηδὲ περὶ τὴν σελήνην κόμην συνίστασθαι. εὐλόγως οὖν οὐδὲ ὑπὸ τὸν κύκλον ἐν ὧ οὗτοι κινοῦνται.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
