Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 97.1
Not analysed yet
οὗτος δ’ ὁ κύκλος, ἐν ᾧ τὸ γάλα φαίνεται τοῖς ὁρῶσι, μέγιστος ὢν τυγχάνει καὶ τῇ θέσει κείμενος οὕτως ὥστε τοὺς τροπικοὺς ὑπερβάλλειν. πρὸς δὲ τούτοις ἄστρων ὁ τόπος πλήρης ἐστὶ τῶν τε μεγίστων καὶ λαμπροτάτων, ἔτι καὶ τῶν σποράδων καλουμένων (τοῦτο δ’ ἐστὶ καὶ τοῖς ὄμμασιν ἰδεῖν φανερόν), ὥστε διὰ ταῦτα συνεχῶς καὶ ἀεὶ ταύτην ἀθροίζεσθαι σύγκρισιν. Διὰ τί μὲν ὑπὸ τὸν ζῳδιακὸν τὸ γάλα μὴ γίνεται, δέδειχεν ἤδη τίνος δὲ χάριν ἐν τούτῳ συνίσταται, διδάσκει νῦν· ὅτι τε μέγιστος, φησίν, οὗτος ὁ κύκλος ἐστὶ τὴν σφαῖραν διχοτομῶν, καὶ ὅτι τοὺς τροπικοὺς ὑπερβάλλει πολύ, τουτέστιν ἔξω τούτων πέπτωκε, κἀντεῦθεν οὐ ταὐτὸ τῷ ζῳδιακῷ πάσχει πάθος. τῷ γὰρ μηδένα τῶν πλανωμένων δι’ αὐτοῦ φέρεσθαι μήτε τὸν ἥλιον μήτε τὴν σελήνην ἡ ἐκεῖ φερομένη ἀναθυμίασις οὐ post ζῳδίων add. τόπος Ma, κύκλος Arist. F ἔ τὴν post καὶ om. Ma 25 μέγιστος MVa Arist. HN: ὅ τε μέγιστος Arist. Ε: ὅτι τε μ. Arist. F 27 καὶ ἔτι Arist. ,itemque V, sed cf. p. 112,33. 34 34 πολύ om. a τῳ] τὸ M διαλύεται. καὶ πρὸς τούτῳ πλήρης ἐστὶν ἄστρων μεγίστων τε καὶ λαμπροτάτων, ὡς πολλὴν μὲν ἐξ αὐτῶν ἀναθυμίασιν ἕλκεσθαι, μὴ παντελῶς δὲ διαφορεῖσθαι ταύτην. οὐ γὰρ οὕτως ὑπερβάλλει τὸ θερμὸν ἐν τούτοις ὡς ἐν τῷ ζῳδιακῷ, διὸ καὶ ἡ ὑπὸ τοῦτον ζώνη τῆς γῆς διακέκαυται καὶ ἀοίκητός ἐστι. ταῦτα μὲν οὖν πιθανὰ λίαν· τί δὲ πρὸς τοῦτο λυσιτελεῖ καὶ τὸ μέγιστον εἶναι τὸν τοὐ γάλακτος κύκλον; τηλικοῦτος γάρ ἐστι καὶ ὁ ζῳδιακὸς καὶ ὁ ἰσημερινὸς καὶ πᾶς διχοτομῶν τὴν σφαῖραν. φημὶ τοίνυν ὡς τὰ ἐπὶ τῶν μεγίστων κύκλων ἄστρα φερόμενα θᾶττον κινεῖται συμπεριαγόμενα τούτοις ἤπερ τὰ ἐν σμικροῖς ὄντα κύκλοις. μιᾶς γὰρ οὔσης τοῦ παντὸς οὐρανοῦ τῆς περιφορᾶς, καὶ ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἐν αὐτῷ κύκλων πάντων ἅμα ἀποκαθισταμένων μειζόνων τε καὶ ἐλαττόνων, ἀνάγκη πᾶσα τοὺς μείζονας κύκλους θᾶττον κινεῖσθαι τῶν ἐλαττόνων, καὶ ὅσον ὑπερβάλλουσι τῷ μεγέθει, τοσοῦτον καὶ ἡ ταχυτὴς αὐτῶν τῆς κινήσεως αὔξεται, ἵν’ οὕτως ἅμα πάντων ἡ ἀποκατάστασις γένηται. τοῦτο δὲ καὶ Ἄρατος περὶ τῶν ἄστρων τῶν ἐν τῷ ἰσημερινῷ κειμένων εἴρηκε μεγίστῳ ὄντι· αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι, ὅς ῥά τε καὶ μήκιστα διωκόμενος πέρι κύκλα οὐδὲν ἀφαυρότερον τροχάει κυνοσουρίδος ἄρκτου. τουτέστιν οὐχ ὑπολείπεται ὁ κριὸς διὰ τὸ μέγεθος τοῦ ἰδίου κύκλου ἐν τῇ ἀποκαταστάσει τῆς τοῦ παντὸς κινήσεως τῆς ἐν τῷ ἐλαχίστῳ κύκλῳ κειμένης κυνοσούρας, ἀλλ’ ἰσοχρόνως ἀποκαθίστανται. τοῦτο δὲ διὰ τὸ τάχος τῆς κινήσεως τοῦ κριοῦ δηλονότι γίνεται. εἰ οὖν ἡ κίνησις θερμαίνει, ἡ δὲ θερμότης ἕλκει τὴν ἀναθυμίασιν, καὶ ἡ ταχυτέρα κίνησις δηλονότι μᾶλλον θερμαίνει, ἡ δὲ μείζων θερμασία πλείονα ποιεῖ ἀναθυμίασιν. ὅταν δὲ εἴπω τοὺς ἐν τοῖς μείζοσι κύκλοις ἀστέρας θᾶττον κινεῖσθαι τῶν ἐν τοῖς ἐλάττοσι, τοὺς κύκλους οἷς συμπεριάγονται λέγω. οἱ γὰρ ἐπὶ τοῦ ζῳδιακοῦ κείμενοι ἀστέρες οὐ πάντων τῶν ἄλλων ταχύτερον κινοῦνται (καίτοι μέγιστός ἐστιν οὗτος ὁ κύκλος), διότι μὴ διὰ τούτου μέσου πάντων τούτων ἡ κίνησις. οἱ γοῦν τοῖς σημείοις τοῖς τροπικοῖς πλησιάζοντες, ὅ τε καρκίνος καὶ ὁ αἰγόκερως τῶν ἄλλων εἰσὶ πάντων βραδύτεροι τῶν ὅσοι τοῦ ἰσημερινοῦ τυγχά- νουσιν ὄντες πλησιέστεροι· ἐπὶ μειζόνων γὰρ παραλλήλων οὗτοι κινοῦνται, οἱ δὲ ἐν τοῖς τροπικοῖς σημείοις ἐπ’ ἐλαττόνων. εἰπὼν δὲ ὡς ὁ τοῦ γαλαξίου τόπος τῶν μεγίστων ἄστρων πλήρης ἐστὶ καὶ λαμπροτάτων ἐπήγαγεν εντι καὶ τῶν σποράδων καλουμένων, ὡς ἐκείνων μὲν οὐκ ὄντων σποράδων, ἀλλ’ εἰδωλοπεποιημένων, τούτων δὲ κατὰ τὸ ἐπιτυχὸν διεσπαρμένων καὶ οὐκ ἀποτυπούντων εἴδωλα. οὕτω δὲ τοὺς τοιούτους καὶ Ἄρατος ὀνομάζει· ἄλλοι δὲ σποράδην ὑποκείμενοι ὑδροχοῆϊ κήτεος αἰθερίοιο καὶ ἰχθύος ἠερέθονται μέσσοι. σημεῖον δὲ καὶ τοῦτο ποιεῖται τοῦ καλῶς ἀποδεδόσθαι τὸν περὶ τοῦ γάλακτος λόγον· ὅλος μὲν γὰρ ὁ κύκλος οὗτος, φησί, μεγίστων καὶ λαμπροτάτων ἀστέρων πλήρης, · τῶν τε ἄλλων καὶ τῶν καλουμένων σποράδων, καὶ αὐτοῦ δὲ τούτου τὸ μὲν ἕτερον ἡμικύκλιον, ἐν ᾧ πλεῖόν ἐστι τὸ σῶς τοῦ γάλακτος καὶ λαμπρότερον καὶ ἀναδιπλώσεις ἔχον, ἐν τούτῳ πυκνότερα τοῦ λοιποῦ καὶ μείζονά ἐστι τὰ ἄστρα καὶ λαμπρότερα, ἐν δὲ τῷ λοιπῷ, ἐν ᾧ μὴ τοιαῦτά ἐστι μηδὲ τοσαῦτα μηδ’ οὕτω πεπύκνωται τὰ |ἄστρα, ἐν τούτῳ καὶ τὸ γάλα ἧττον ὑπάρχει καὶ ἀμυδρότερον καὶ ἀναδιπλώσεις οὐκ ἔχον. δῆλον οὖν ὅτι τὰ ἄστρα τοῦ γάλακτός ἐστιν αἴτια.