# In Aristotelis Physicorum Libros Commentaria ΙΩΑΝΝΟΥ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΕΙΣ ΤΟ Δ ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ..1

Joannes Philoponus, In Aristotelis Physicorum Libros Commentaria, ΙΩΑΝΝΟΥ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΕΙΣ ΤΟ Δ ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-physicorum-libros-commentaria/%CE%99%CE%A9%CE%91%CE%9D%CE%9D%CE%9F%CE%A5%20%CE%A4%CE%9F%CE%A5%20%CE%A6%CE%99%CE%9B%CE%9F%CE%A0%CE%9F%CE%9D%CE%9F%CE%A5%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%94%20%CE%A4%CE%97%CE%A3%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%97%CE%A3%20%CE%91%CE%9A%CE%A1%CE%9F%CE%91%CE%A3%CE%95%CE%A9%CE%A3..1

Ὁμοίως δὲ καὶ περὶ τόπου ἀνάγκη τὸν φυσικὸν ὥσπερ καὶ περὶ ἀπείρου γνωρίζειν. Τὸ μὲν προκείμενον ἐν τούτῳ τῷ βιβλίῳ περὶ τόπου καὶ χρόνου καὶ κενοῦ διαλαβεῖν, καὶ πρῶτόν γε περὶ τόπου. τῆ αὐτῇ δὲ πάλιν μεθόδῳ κέχρηται· πρότερον γὰρ δείκνυσιν ἀναγκαῖον ὂν τῷ φυσικῷ τὸ περὶ τοῦ τόπου πρόβλημα, ὥσπερ καὶ ἐπὶ τοῦ ἀπείρου ἐποίησε καὶ σχεδὸν πανταχοῦ ποιεῖ. ὅτι οὖν ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τόπου λόγος, κατασκευάζει ἐκ τῆς τῶν πολλῶν ἀρχαίων δόξης. τὰ γὰρ ὄντα, φησί, πάντες ὑπολαμβάνουσιν ἐν τόπῳ εἶναι, καὶ κατασκευάζουσι τοῦτο ἐκ τῶν μὴ ὄντων· εἰ γὰρ τὸ μὴ ὄν, φασίν, οὐδαμοῦ, τὸ ὂν ἄρα ποῦ, ὡς δὴ μηδὲ εἶναι δυναμένου τινὸς ὃ μὴ ἐν τόπῳ ἐστίν. ὅτι μὲν οὖν κακῶς τῇ ἀντιστροφῇ κέχρηνται, ἐκ τῶν πολλάκις εἰρημένων δῆλον· ἐκ τοῦ ἡγουμένου γὰρ ἐποιήσαντο τὴν σὺν ἀντιθέσει ἀντιστροφήν, δέον ἐκ τοῦ ἑπομένου ‘εἰ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ ποῦ ἄρα ὄν’, καὶ οὕτως ἀληθὴς ἄν ἦν ὁ λόγος, ἀντίκειται δὲ δηλονότι τῷ μὲν οὐδαμοῦ τὸ ποῦ, τῷ δὲ μὴ ὄντι τὸ ὄν. ἀλλ’ εἰ καὶ ἐκεῖνοι ἁμαρτάνουσι πάντα ἁπλῶς τὰ ὄντα ἐν τόπῳ εἶναι ὑπολαμβάνοντες, ἀλλ’ οὖν τά γε φυσικὰ σώματα περὶ ὧν τῷ φυσικῷ ὁ λόγος προδήλως ἐν τόπῳ εἰσίν· ὥρισται γὰρ ὁ ἑκάστου τῶν στοιχείων κατὰ φύσιν τόπ.ος, γῆς πυρὸς καὶ τῶν λοιπῶν· ὥστε ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τόπου λόγος. καὶ ἄλλως εἰ περὶ κινήσεως τοῦ φυσικοῦ διαλαβεῖν, διότι καὶ περὶ φύσεως, ἡ δὲ φύσις ἀρχὴ κινήσεως καὶ· ἠρεμίας, ἡ πρώτη δὲ καὶ κυριωτάτη τῶν κινήσεων ἐστιν ἡ κατὰ τόπον δέδεικται γὰρ ἐν τῷ ὀγδόῳ ταύτης τῆς πραγματείας ὡς οὐδεμία τῶν ἄλλων ἄνευ ταύτης εἶναι δύναται, αὐτὴ δὲ χωρὶς τῶν ἄλλων· τὰ γοῦν οὐράνια ταύτην κινεῖται μόνην), ἀνάγκη ἄρα καὶ περὶ τόπου γινώσκειν τὸν φυσικόν, καθ’ ὃν ἡ πρωτίστη τῶν κινήσεων γίνεται. εἰ γὰρ σκοπὸς τῷ φυσικῷ ἡ τῶν φυσικῶν σωμάτων κατάληψις, ἕκαστον δὲ τῶν ἁπλῶν σωμάτων ἰδίαν· τινὰ κινεῖται κίνησιν τὴν κατὰ τόπον, ἀδύνατον δηλονότι τὴν φύσιν τῶν ἁπλῶν σωμάτων γνῶναι τὸν μὴ τὰς κατὰ φύσιν αὐτῶν κινήσεις ἐγνωκότα, τὰς δὲ κατὰ φύσιν αὐτῶν κινήσεις γνῶναι ἀδύνατον τὸν μὴ γνόντα τὸν κατὰ φύσιν ἑκάστου τόπον, ἐφ’ ὃν καὶ τὴν κίνησιν ποιεῖται. ὥστε ἀγνοουμένου τοῦ τόπου ἀγνοηθήσεται καὶ ἡ τῶν ἁπλῶν σωμάτων κατὰ φύσιν κίνησις, ταύτης δὲ ἀγνοουμένης καὶ αὐτὴ ἡ τῶν ἁπλῶν σωμάτων ἀγνοηθήσεται φύσις, τῶν δὲ ἁπλῶν ἀγνοουμένων καὶ τὰ ἐξ αὐτῶν συγκείμενα ἀγνοηθή- σεται. ὥστε τῇ ἀγνοίᾳ τοῦ τόπου συναναιρεθήσεται καὶ αὐτὴ ἡ τῶν φυσικῶν κατάληψις. Ότι μὲν οὖν ἀναγκαῖος τῷ φυσικῷ̣ ὁ περὶ τόπου λόγος, ἐν·τεῦθεν δῆλον. χαλεπὸς δέ, φησί, καὶ ἄπορος ὁ περὶ τόπου λόγος, πρῶτον μὲν διότι εἰς τὰ ὑπάρχοντα τῷ τόπῳ ἀποβλέπουσιν οὐ τῆς αὐτῆς ἡμῖν ἐκ πάντων φαίνεται φύσεως ὤν. δεῖ μὲν γὰρ τὰς ἀποφάνσεις τῶν πραγμάτων καὶ τοὺς ὁρισμοὺς ποιουμένους ἐκ τ·ῶν ἐνυπαρχόντων αὐτοῖς κατὰ φύσιν ποιεῖσθαι, οἷον ἐπὶ ἀνθρώπου ἐκ τοῦ λογικοῦ καὶ θνητοῦ καὶ τῶν λοιπῶν, ἐπὶ δὲ τοῦ. τόπου ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτῷ διάφορα ἡμῖν περὶ αὐτοῦ δοξάζειν ὑποπίπτει. οἷον ὑπάρχει τῷ τόπῳ τὸ περιγράφειν καὶ ὁρίζειν τὰ ἐν αὐτῷ ὄντα, ὥσπερ τῷ κεράμῳ τὸν οἶνον· ὅσον οὖν ἐκ τούτου, εἶδος ἄν νομισθείη ὁ τόπος εἶναι· εἴδους γάρ ἐστι τὸ περατοῦν καὶ ὁρίζειν οἷς ἄν ἐγγένηται. πάλιν ὑπάρχει τῷ τόπῳ τὸ ἄλλα καὶ ἄλλα δέχεσθαι σώματα ἑνὸς καὶ τοῦ αὐτοῦ μένοντος τόπου, ὡς ἐπὶ τοῦ κερά. μου· ὁ αὐτὸς γὰρ καὶ οἴνου καὶ ὕδατος καὶ ἄλλων μυρίων ἐστὶ δεκτικός· ὅσον οὖν πάλιν ἐπὶ τούτῳ ὕλη ἄν εἴη ὁ τόπος καὶ οὐκ εἶδος· ἡ γὰρ ὕλη μένουσα μία καὶ ἡ αὐτὴ ἄλλοτε ἄλλο εἶδος ἐπιδέχεται, ὡς ὁ χαλκὸς ποτὲ μὲν τὸ τοῦ ἀνθρώπου ποτὲ δὲ τὸ τοῦ ἵππου εἶδος δέχεται. διά τε οὖν ταῦτα ἄπορος ὁ περὶ τόπου λόγος, καὶ ὅτι, φησίν, οὐδὲν ἔχομεν παρὰ τῶν παλαιοτέρων οὔτε προηπορημένον οὔτε προηυπορημένον περὶ τόπου· οὔτε γὰρ ἠπόρησέ τις ἱκανῶς περὶ αὐτοῦ, ὥστε καὶ ἐγγύς που τοῦ ζητουμένου ἡμᾶς ἀγαγεῖν τῷ γὰρ ὄντι ἀρχὴ εὐπορίας ἡ ἀπορία), οὔτε μὴν προηυπόρησε μετά τινος παραμυθίας καὶ κατασκευῆς ἀποφηνάμενός τις περὶ τοῦ τόπου, ἀλλ’ ὅσοι καὶ εἰρήκασί τι περὶ αὐτοῦ, ὅσον ἀποφη- νάμενοι ἐκτὸς πάσης παραμυθίας πιστεύεσθαι ἠξίωσαν, οἱ μὲν τὸ κενὸν εἶναι νομίσαντες τὸν τόπον, οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον καὶ Μητρόδωρον, οἱ δὲ διάστημα. τοσοῦτον οὖν μόνον εἰπόντες, ὅτι τὸ κενόν ἐστιν ὁ τόπος ἢ ὅτι διάστημά τι, ἀπηλλάγησαν. Tαῦτα εἰπὼν ὁ Ἀριστοτέλης ἐμβάλλει εἰς αὐτὸ τὸ περὶ τοῦ τόπου σκέμμα. καὶ πρῶτον μὲν δείκνυσιν ὅτι ἔστιν ὁ τόπος, εἶτα εἰς τοὐναντίον ἐπιχειρῶν, ὅτι οὐκ ἔστιν, ἵνα | ἐκ τῶν ἐφ’ ἑκάτερα ἐπιχειρημάτων ἔχοιμεν γνῶναι, ποῖαι μὲν περὶ τοῦ τόπου ὑγιεῖς ἐπιχειρήσεις ποῖαι δὲ οὔ, καὶ πῶς μὲν ὑποληπτέον περὶ τοῦ τόπου πῶς δὲ οὔ. πρότερον οὖν ἐκ πέντε τινῶν ἐπιχειρημάτων δείκνυσιν ὅτι ἔστιν ὁ τόπος, καὶ πρῶτον μὲν ἐκ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. ὅπου γάρ, φησίν, ὕδωρ ὑπῆρχεν, ἐνταῦθα ὑποχωρήσαντος τοῦ ὕδατος ἀὴρ ἐγένετο· πάλιν τοῦ ἀέρος ὑποχω- ρήσαντος ἐν τῷ αὐτῷ τόπῳ ἐγγίνεται σῶμά τι ἕτ·ερον, ὥσπερ καὶ ἐπὶ τῶν ἀγγείων. τούτου οὖν οὕτως ἔχοντος, συλλογιεῖται περὶ τοῦ τόπου τοιώσδε· ὁ τόπος εἷς καὶ ὁ αὐτὸς μένων διαφόρων σωμάτων ἐστὶ δεκτικὸς ἄλλοτε ἄλλου, ὅπερ δὲ ἓν καὶ τὸ αὐτὸ μένον ἄλλοτε ἄλλων ἐστὶ δεκ·τικόν, τοῦτο καὶ ἔστι τι καὶ ἕτερόν ἐστι παρ’ ἃ δέχεται, ὁ τόπος ἄρα καὶ ἔστι τι καὶ ἕτερόν ἐστι παρ’ ἃ δέχεται· τὸ γὰρ μηδαμῇ μηδαμῶς ὂν οὐδ’ ἂν δέξαιτό τι. ἐκ μὲν οὖν τούτου τοῦ ἐπιχειρήματος ὅτι ἔστι τι ὁ τόπος δείκνυσιν, ἐκ δὲ τοῦ δευτέρου οὐ μόνον ὅτι ἔστι δείκνυσιν, ἀλλ’ ὅτι καὶ φυσικάς τινας δυνάμεις καὶ διαφορὰς ἔχει. ἔστι δὲ τὸ ἐπιχείρημα ἐκ τῶν ῥοπῶν τῶν φυσικῶν σωμάτων. ἕκαστον γάρ, φησί, τῶν φυσικῶν σωμάτων ἐπί τινα ὡρισμένον φέρεται τόπον ἀκωλύτως, οἷον τὰ κοῦφα μὲν ἄνω τὰ δὲ βαρέα κάτω, ὁπηνίκα δὲ ἢ τὰ μὲν κοῦφα κάτω φέρηται ἢ τὰ βαρέα ἄνω, παρὰ φύσιν καὶ βίᾳ φέρεται. εἰ τοίνυν τὰ μὲν ἄνω φέρεται φύσει, τὰ δὲ κάτω, ἔστιν ἄρα φύσει τὸ ἄνω καὶ τὸ κάτω, ταῦτα δὲ τόπου διαφοραί, τὸ ἄνω τὸ κάτω τὰ δεξιὰ τὰ ἀριστερὰ τὸ ἔμπροσθεν τὸ ὄπισθεν, ὥστε οὐ μόνον ἔστι τι ὁ τόπος, ἀλλὰ καὶ διαφορὰς ἔχει φυσικάς. οὐ μόνον δέ, ἀλλὰ καὶ δύναμίν τινα ἔχει σύμφυτον τῶν τόπων ἕκαστος· εἰ γὰρ ἐφίεται ἕκαστον τοῦ κατὰ φύσιν τόπου, δῆλον ὅτι κατὰ φύσιν ἑκάστῳ ὁ τόπος ὀρεκτόν τί ἐστι καὶ ἐφετόν, τὸ δὲ ὀρεκτόν, τῷ ἔχειν τινὰ δύναμιν φυ- σικήν, οὕτως ἐστὶν ὀρεκτόν· ταύτης γὰρ ἡ ἔφεσις. εἰ δέ τις εἴποι, ὅτι οὐ τοῦ ἄνω τόπου ἐφίεται τὰ κοῦφα οὐδὲ τοῦ κάτω τὰ βαρέα, ἀλλὰ τοῦ τὴν ὁλότητα καταλαβεῖν, ἴστω ὅτι εἰ τοῦτο ἦν, ἔδει μὴ πρὸς ὀρθὰς μόνως τὰ βάρη φέρεσθαι, ἀλλὰ καὶ ἄλλως ὁπωσοῦν· δυνατὸν γὰρ τῆς γῆς πολλῆς τινος οὔσης, κἄν μὴ πρὸς ὀρθὰς ἀκριβῶς κατεφέρετο τὰ βάρη, ὅμως μὴ ἐκπεσεῖν τῆς ὁλότητος· νῦν δὲ ἐπειδὴ πρὸς τὸ κέντρον ἡ ῥοπή, διὰ τοῦτο πρὸς ὀρθὰς μόνως ἡ κίνησις. ἀμέλει κἂν ἐν ὀρύγματι μεγάλῳ πέσῃ λίθος, καίτοι κἄν εἰ ἐγκαρσίως ἠνέχθη ἐπὶ τὴν ὁλότητα φερόμενος (πανταχόθεν γὰρ ἡ γῆ περιέχει), ὅμως πρὸς ὀρθὰς μόνως ποιεῖται τὴν κίνησιν. κἄν εἰ ἐκ τῶν πλαγίων τοῦ ὀρύγματος ἀπορραγείη μόριόν τι, ὡσαύτως πάλιν φέ- ρεται. οὕτω πᾶσι τοῖς βάρεσιν ἐπὶ τὸ κέντρον ἡ ῥοπή, καὶ οὐχ ἀπλῶς ἐπὶ τὴν ὁλότητα, ἀλλὰ κἂν φέρηται ἐπὶ τὴν ὁλότητα, διὰ τοῦτο φέρεται ἐπὶ ταύτην διὰ τὸ ταύτην τὸν κατὰ φύσιν κατειληφέναι τόπον. τὰ αὐτὰ καὶ ἐπὶ τῶν κούφων ἐροῦμεν· καὶ τούτοις γὰρ εἷς τόπος κατὰ φύσιν, ἡ κοίλη τῆς σεληνιακῆς σφαίρας ἐπιφάνεια, πρὸς ἣν πάλιν πρὸς ὀρθὰς ἤτοι πρὸς ἴσας γωνίας τοῖς κούφοις ἡ κίνησις. ἔχομεν οὖν καὶ ἐκ τοὐ δευτέρου ἐπι- χειρήματος, ὅτι καὶ ἔστι τι ὁ τόπος καὶ φυσικὰς δυνάμεις τε καὶ διαφορὰς ἔχει· διαφοραὶ γὰρ αὐτοῦ αἱ εἰρημέναι ἕξ. καὶ οὐ δήπου, φησίν, αἱ διαφοραὶ τοῦ τόπου σχέσει μόνον εἰσὶ καὶ πρὸς ἡμᾶς· ἡμῖν μὲν γὰρ καὶ θέσει ἐστὶ τὰ τοιαῦτα, ὅθεν ὁ αὐτὸς δεξιὸς γένοιτ’ ἄν καὶ ἀριστερός, καὶ ἔμπροσθεν τὸ αὐτὸ καὶ ὄπισθεν, τινὸς μετακινηθέντος ἀλλὰ καὶ ἄνω καὶ κάτω, ὡς ἐπὶ τῶν στεγῶν· τὸ μὲν γὰρ ἐπικείμενον τῷ στέγει κάτω αὐτὸ ἔχει, εἰ δὲ ὑπέλθοι καὶ ὑποκάτω γένοιτο, καὶ ὃ πρότερον κάτω ἦν ὕστερον ἄνω γέγονεν), ἀλλ’ εἰ καὶ πρὸς ἡμᾶς θέσει τὸ ἄνω καὶ τὸ κάτω καὶ τὰ λοιπά, ἀλλ’ ἐν τῷ παντὶ φύσει ἐστὶ διακρινόμενα κατὰ τὰς κινήσεις τῶν φυσικῶν σωμάτων· κάτω μὲν γάρ φαμεν ὅπου τὰ βαρέα φύσει φέρεται, ἄνω δὲ ὅπου τὰ κοῦφα. δείκνυσι δὲ ἐν τῇ Περὶ οὐρανοῦ, ὅτι καὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ φύσει ἐστὶν. ἐν τῷ παντί, δεξιὰ μὲν λέγων τὰ ἄρ- χοντα τῆς κινήσεως, οἷον τὰ ἀνατολικά, ἐπεὶ καὶ ἐν ἡμῖν ταῦτα δεξιά, ἀριστερὰ δὲ τὰ ἀντικείμενα. κατὰ τὴν αὐτὴν δὲ ἀναλογίαν καὶ ἔμπροσθεν μὲν εἴη ἂν τὰ βόρεια, τὰ νότια δὲ ὄπισθεν. εἰ δέ τις ταῦτα μὴ προσίοιτο, τὸ γοῦν ἄνω καὶ κάτω κατὰ φύσ·ιν εἶναι ἐξ ἀνάγκης δῶ σεῖ, ταῦτα δὲ τό- που διαφοραί, ὥστε καὶ ἐστιν ὁ τόπος καὶ φυσικὰς ἔχει διαφοράς. τὸ τρίτον ἐπιχείρημα ἐκ τῶν μαθηματικῶν μεγεθῶν. ὅτι γάρ, φησίν, ἔστιν ὁ τόπος φύσει, δηλοῦσι μάλιστα τὰ μαθηματικὰ μεγέθη. ἐπειδὴ γὰρ πᾶν μέγεθος ἐκ θέσιν ἐχόντων μορίων ἐστί, τοιαῦτα δέ ἐστι καὶ τὰ μαθηματικὰ μεγέθη, διὰ τοῦτο καὶ αὐτὰ θέσιν τινὰ ἔχει καὶ κεῖταί που· φαμὲν γὰρ τοῦ τριγώνου τοῦδε βάσιν μὲν εἶναι τήνδε κορυφὴν δὲ τήνδε, καὶ πλευρὰν τὴν μὲν δεξιὰν τὴν δὲ ἀριστεράν, ἀλλὰ τούτων μὲν οἱ τόποι σχέσει εἰσὶ καὶ ἐν τῇ ἡμετέρᾳ ἐπινοίᾳ, ὅθεν εἰ στρέψω τὸ τρίγωνον, ἄλλην ποιῶ κορυφὴν καὶ ἄλλην βάσιν καὶ τὴν τῶν πλευρῶν θέσιν ἐναλλάττω· καὶ τοῦτο εἰκότως, ἐπεὶ μηδὲ καθ’ ἑαυτὰ ὑφέστηκεν, ἀλλ’ ἐν τῆ ἐπινοίᾳ τῆ ἡμετέρᾳ τὸ εἶναι ἔχει. ὥσπερ οὖν τὸ εἶναι κατ’ ἐπίνοιαν ἔχει καὶ οὐ κατὰ φύσιν, οὕτω δὲ καὶ τοὺς τόπους. εἰ τοίνυν ταῦτα ἐν ἐπινοίᾳ τὸ εἶναι ἔχοντα ἐν ἐπινοίᾳ καὶ τοὺς τόπους ἔχει, εἴ τι ἄρα τῶν ὁμοίων φύσει ὑφέστηκε, φύσει ἄν ἔχοι καὶ τὴν θέσιν τῶν μορίων καὶ τοὺς τόπους. Αὗται μὲν οὖν αἱ ἐπιχειρήσεις πραγματειώδεις εἰσίν, αἱ δὲ λοιπαὶ δύο ἔνδοξοι καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας, ἡ μὲν τετάρτη ἐκ τῶν τὸ κενὸν εἰσαγόντων εἰ οὖν, φησί, κενόν τί ἐστι, τὸ δὲ κενὸν οὐδὲν ἕτερον εἶναι λέγουσι καὶ αὐτοὶ ἢ τόπον ἐστερημένον σώματος, δῆλον ὅτι ἔστι τῶν ὄντων ὁ τόπος), ἡ δὲ πέμπτη· ὅτι καὶ Ἡσίοδος οὐ μόνον εἶναί φησι τὸν τόπον, ἀλλὰ καὶ φύσει προϋποστῆναι τῶν ἄλλων·“ἤτοι γὰρ πρώτιστα”, φησί, “χάος γένετ’, αὐτὰρ· ἔπειτα γαῖ’ εὐρύστερνος”. ἔοικε γάρ, φησί, καὶ οὗτος τῶν νομιζόντων ὅτι οὐδὲν τῶν ὄντων ἐστὶν ὃ μὴ ἐν τόπῳ ἐστί· διὰ τοῦτο γοῦν πρὸ πάντων ὑποστῆναί φησι τὸ·ν τόπον ἀπὸ τῆς χώρας καὶ τοῦ χωρητικὸν εἶναι πάντων | ‘χάος’ αὐτὸν ὀνομάσας. ὥστε, φησίν, εἰ ταῦτα οὕτως ἔχει, ἔοικεν οὐ μόνον εἶναι ἡ τοῦ τόπου φύσις, ἀλλὰ καὶ θαυμαστή τις εἶναι καὶ πρώτη τῶν ἄλλων πάντων· συναναιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται. μὴ ὄντος μὲν γὰρ τοῦ τόπου οὐδ’ ἄλλο τι ἄν εἴη, εἴ γε πάντα τὰ ὄντα ἐν τόπῳ, εἰ δὲ μὴ τοῦτο, τὰ γοῦν σώματα οὐκ ἂν εἴη μὴ ὄντος τοῦ τόπου, τῶν σωμάτων δὲ μὴ ὄντων οὐδὲν κωλύει εἶναι τόν τόπον. καὶ εἴ τίς γε τῷ χρόνῳ μὴ βούλοιτο προυπάρχειν τὸν τόπον, πάντως γοῦν τῇ φύσει προυπάρχειν αὐτὸν ἀνάγκη. Ὁμοίως δὲ καὶ περὶ τόπου ἀνάγκη τὸν φυσικὸν γνωρίζειν ὥσπερ καὶ περὶ ἀπείρου, εἰ ἔστιν ἢ μή. οὕτω γὰ·ρ καὶ περὶ τοῦ ἀπείρου ἐζήτησε καὶ εἰς ἑκάτερα ἐπεχείρησεν, εἶτα ἔδειξε πῶς μὲν οὐκ ἔστι πῶς δὲ ἔστι. καὶ πῶς ἔστι καὶ τί ἐστι. τὸ μὲν πῶς ἔστιν, οἷον πότερον καθ’ ἑαυτὸν ὑφεστηκώς, ὡς ἐδόκει τοῖς τὸ κενὸν λέγουσιν· εἶναι τὸν τόπον ἢ διάστημα, ἢ ἐν ἄλλῳ τὸ εἶναι ἔχων, ὡς Ἀριστοτέλει δοκεῖ οὐ γὰρ εἶναι ὑπόστασίν τινα κεχωρισμένην καὶ καθ’ ἑαυτὴν ὑφεστηκυῖαν), τὸ δὲ τί ἐστι, πότερον κενὸν ἢ διάστημα ἢ πέρας τοῦ περιέχοντος. Τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν 〈εἶναί που〉. Οτι οὕτως ἀναγκαῖος ὁ περὶ τόπου λόγος ὡς κοινὴν εἶναι πάντων τὴν δόξαν, ὅτι εἴ τι ἔστι, πάντως ἐν τόπῳ ἐστίν, ὥστε τὸν τὰ ὄντα γνῶναι βουλόμενον δεῖ καὶ τὸν τόπον· γνῶναι, οὗ ἄνευ ἐκεῖνα εἶναι οὐ δύναται. καὶ κατασκευάζουσι τοῦτο, τὸ πᾶν τὸ ὂν ἐν τόπῳ εἶναι, κακῶς τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ χρώμενοι· λαμβάνοντες γὰρ ὅτι τὸ μὴ ὂν οὐδαμοῦ ἐστι, καὶ ἀληθῆ γε λαμβάνοντες, κακῶς ἐκ τοῦ ἡγουμένου ποιοῦνται τὴν ἀντιστροφήν, τὸ ὂν ἄρα που. Ὁτι μὲν οὖν ἔστιν ὁ τόπος, δοκεῖ δῆλον εἶναι ἐκ τῆς 20 ἀντιμεταστάσεως. ἐντεῦθεν τὸ πρῶτον ἐπιχείρημα ὅτι ἔστιν ὁ τόπος. ὅπου γὰρ ἔστιν ὕδωρ, ἐνταῦθα ἐξελθόντος ὥσπερ ἐξ ἀγγείου πάλιν ἀὴρ ἔστι. τοῦτο ἡ ἐλάττων ἐστὶ τοῦ συλλογισμοῦ πρότασις, ὅτι ὁ τόπος εἷς καὶ ὁ αὐτὸς μένων ἄλλοτε ἄλλων σωμάτων ἐστὶ δεκτικός. τοῦτο δὴ τῶν ἐγγι- νομένων καὶ μεταβαλλόντων ἕτερον πάντων εἶναι δοκεῖ. ἡ μείζων πρότασις· ὅπερ ἓν καὶ τὸ αὐτὸ ὑπάρχον ἄλλοτε ἄλλων ἐστὶ δεκτικόν, καὶ ἔστι καὶ ἕτερόν ἐστιν ὧν δέχεται. ὥστε δῆλον ὡς ἦν ὁ τόπος τι καὶ <ἡ> χώρα ἕτερον ἀμφοῖν. τοῦτο τοῦ συλλογισμοῦ τὸ συμπέρασμα. Ἔτι δὲ αἱ φοραὶ τῶν φυσικῶν σωμάτων καὶ ἁπλῶν. Τὸ δεύτερον ἐπιχείρημα, τὸ ἐκ τῶν ῥοπῶν. εἰκότως δὲ ἐπὶ τῶν ἁπλῶν γυμνάζει τὸν λόγον· καὶ γὰρ τὰ σύνθετα κατὰ τὸ ἐπικρατοῦν τῶν ἁπλῶν τὴν φυσικὴν κίνησιν ἔχει. ταῦτα δέ ἐστι τόπου μέρη καὶ εἴδη. Ὡς ἀδιάφορον τέως εἴτε μέρη εἴη ταῦτα εἴτε εἴδη τοῦ καθόλου τόπου, ἀδιαφόρως κέχρηται. οὐδὲν γὰρ τοῦτο συμβάλλεται πρὸς τὸ προκείμενον· ζητοῦμεν γὰρ νῦν, εἰ ἔστιν ὅλως ὁ τόπος ἢ μὴ ἔστι. λέγοιεν δ’ ἄν μέρη μὲν οἱ διάστημα αὐτὸν εἶναι λέγοντες ἢ κενόν, εἴδη δὲ οἱ πέρας του περιέχοντος. οὐ γάρ’ ὅ τι ἔτυχέν ἐστι τὸ ἄνω, ἀλλ’ ὅπου φέρεται τὸ πυρ’. Ὅτι ἐν τοῖς φυσικοῖς οὐκ ἔστι θέσει τὸ ἄνω καὶ τὸ κάτω, ἀλλὰ φύσει καὶ ὡρισμένον, δῆλον οὖν καὶ ἐντεῦθεν· εἰ γὰρ εἴη οἶκός τις μεταξὺ στέγην ἔχων, ταύτης θέσει οὔσης ἄνω τε καὶ κάτω, ἐὰν ἀφεθῇ κάτωθεν πῦρ ἢ ἄνωθεν βῶλος, οὐ στήσεται ἐν τῷ μέσῳ, ἀλλὰ χωρήσει τὸ μὲν ἄνω ἡ δὲ κάτω, μὴ εἰργόμενα βίᾳ ἀλλὰ χώραν τῆς παρόδου λαμβάνοντα. Ὡς οὐ τῇ θέσει διαφέροντα μόνον, ἀλλὰ καὶ τῇ δυνάμει. Εἰ γὰρ τῶν πλεῖστον ἀλλήλων διαφερόντων ἑκάτερος τῶν τόπων δεκτικός, δῆλον ὅτι οὐ μόνον τῇ θέσει, ἀλλὰ καὶ τῇ δυνάμει διαφέροιεν ἂν ἀλλήλων· ὀρεκτὸν γάρ ἐστιν ἑκάτερον, τὸ μὲν τῶν κούφων τὸ δὲ τῶν βαρέων. Δῆλοί δὲ καὶ τὰ μαθηματικά. Τὸ τρίτον ἐπιχείρημα. εἰ γὰρ ταῦτα μὴ ὄντα ἐν τόπῳ, ἐπειδὴ μηοε φύσει ὑφέστηκε καθ’ αὑτά, ὅμως ἐπειδὰν ὑποστῇ κατὰ διάνοιαν, εὐθὺς καὶ θέσιν ἴσχει καὶ τόπον ἀναλογοῦντα τῇ ὑπάρξει αὐτῶν, λέγω δὴ καὶ αὐτὸν κατ’ ἐπίνοιαν, πολλῷ γε δήπου τὰ φυσικὰ μεγέθη καὶ ἐν ὑπάρξει ὄντα φυσικὸν ἄν ἔχοι καὶ τὸν τόπον καὶ ὑφεστηκότα οὐκ ἐν σχέσει τινός, ἀλλὰ κατὰ φύσιν· ὡς γὰρ ἄν ἔχῃ τὸ ἐν τόπῳ, οὕτω καὶ τὸν τόπον ἔχειν ἀνάγκη, εἰ κατ’ ἐπίνοιαν τὸ ἐν τόπῳ, καὶ ὁ τόπος ἂν κατ’ ἐ·πίνοιαν εἴη, εἰ ἐν σχέσει τὸ ἐν τόπῳ ἐστί, καὶ ὁ τόπος τοιοῦτος. οὐκοῦν καὶ τῶν φύσει που ὄντων, καὶ ὁ τόπος αὐτῶν φύσει ἂν εἴη. Ἔτι οἱ τὸ κενὸν φάσκοντες εἶναι τόπον λέγουσι. Τὸ τέταρτον ἐπιχείρημα ἔνδοξον ὄν, οὐκ ἀναγκαῖον, ὥσπερ καὶ τὸ πεμπτον. Δόξειε δ’ ἂν καὶ Ἡσίοδος ὀρθῶς λέγειν ποιήσας πρωτον τὸ χάος. Τὸ πέμπτον ἐκ τῆς Ἡσιόδου μαρτυρίας. Εἰ δ’ ἐστὶ τοιοῦτον, θαυμαστή τις ἂν εἴη ἡ τοῦ τόπου δύναμις καὶ πρώτη τῶν ἄλλων. Εἰ τοιοῦτος, φησίν, ὁ τόπος ἐστίν, οἷον Ἡσίοδός τε καὶ οἱ ἄλλοι λέγουσι, θαυμαστή τις ἄν εἴη αὐτοῦ ἡ φύσις, καὶ οὐ μόνον τῶν ὄντων ἐστίν, ἀλλὰ καὶ πρὸ πάντων. εἰ γὰρ δίχα μὲν αὐτοῦ μηδὲν ἔστι τῶν ἄλλων, αὐτὸς δὲ πάντων προυπῆρξε, δῆλον ὅτι καὶ τῇ φύσει καὶ τῷ χρόνῳ πρότερός ἐστι· συναναιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται. Οὐ μὴν ἀλλ’ ἔχει γ.ε ἀπορίαν, εἰ ἔστι, τί ἐστι, πότερον ὄγκος τις σώματος ἤ τις ἑτέρα φύσις. Δείξας διὰ πέντε ἐπιχειρημάτων ὅτι ἔστιν ὁ τόπος, μέτεισιν ἀκολού- θως ἐπὶ τὸ δεῖξαι τί ἐστι τοῦτο γὰρ τῶν προβλημάτων τὸ δεύτερον), ἀλλὰ ζητῶν τί ἐστι, περιάγει τὸν λόγον εἰς τὸ δεῖξαι ὅτι οὐδ’ ὅλως ἔστιν ὁ τόπος, ἵνα δείξῃ, ὡς εἶπον, χαλεπὸν ὄντα τὸν περὶ αὐτοῦ λόγον, καὶ ὅτι πεφύκασιν αἱ ἐφ’ ἑκάτερα ἐπιχειρήσεις γυμνάζειν τὸν νοῦν καὶ ἀκριβῆ τῶν πραγμάτων τὴν γνῶσιν ἐντιθέναι, οὐ μόνον αὐτοῦ καθ’ αὑτὸ τοῦ προβλήματος κατασκευαζομένου, ἀλλὰ καὶ τῶν ἀναιρεῖν αὐτὸ λόγων ἐπι- χειρούντων ἐλεγχομένων. διὰ πλειόνων οὖν ἐπιχειρημάτων πειρᾶται σα- λεύειν τὴν περὶ τοῦ εἶναι τὸν τόπον ὑπόληψιν. οὐ δεῖ δὲ τοὺς ἐφ’ ἑκάτερα ἐπιχειροῦντας λόγους ἀπαιτεῖν τὸ ἀναγκαῖον ἔχειν (τοῦτο γὰρ ἀλλὰ τὸ πιθανὸν ἐν αὐτοῖς, οὐ τὸ ἀναγκαῖον, πάντως ἀπαιτητέον· ὥστε οὐ δεῖ θαυμάζειν, εἰ καί τινα τῶν ἐπιχειρημάτων μέχρι τοῦ πιθανοῦ πρόεισι, τότε δὲ οἱ ἐφ’ ἑκάτερα λόγοι δύνανται ἔχειν τὸ ἀναγκαῖον, ὅταν τὰ μὴ ὑπάρχοντα τῷ πράγματι ὡς ὑπάρχοντα λαμβάνοντες οὕτως συλλογί- ζωνται. ἄρχεται δέ, ὡς εἶπον, τοῦ λόγου ἐκ τῆς τοῦ τί ἐστιν ὁ τόπος ζητήσεως. ἐπεὶ οὖν ἡ τοῦ τί ἐστι γνῶσις διὰ τῶν ὁρισμῶν ἡμῖν παρα- γίνεται, οἱ δὲ ὁρισμοὶ ἐκ γενῶν εἰσι καὶ διαφορῶν, δεῖ, φησί, πρῶτον εὑ· ῥεῖν τὸ τοῦ τόπου γέν.ος. ἀνάγκη οὖν τὸν τόπον ἢ σῶμα εἶναι ἢ ἀσώματον. πρότερον οὖν δείκνυσιν ὅτι ἀσώματος οὐκ ἔστι, διὰ τοῦ δεικνύναι ὅτι ἀνάγκη σῶμα εἶναι τὸν τόπον. εἰ γὰρ τὸ σῶμα ᾗ σῶμά ἐστιν ἐν τόπῳ ἐστί, δῆλον ὅτι κατὰ πᾶσαν αὐτοῦ διάστασιν ἐν τόπῳ ἐστίν· εἰ γὰρ ἡ ἐν μήκει μὲν διάστασις ἐν τόπῳ εἴη, ἄλλη δέ τις μὴ εἴη, οὐχ ᾗ σῶμα ἐν τόπῳ ἐστίν, ἀλλ’ ᾗ μῆκος ἔχει τυχὸν ἢ πλάτος, εἰ δὲ τὸ σῶμα ᾗ σῶμά ἐστιν ἐν τόπῳ ἐστί, κατὰ τὰς τρεῖς διαστάσεις δηλονότι ἐν τόπῳ ἐστίν. ὥστε καὶ ὁ δεκτικὸς τοῦ σώματος τόπος τριχῇ διέστηκεν· εἰ γὰρ μὴ εἴη τριχῇ διεστηκώς, ἀλλ’ οἷον ἢ διχῇ ἢ μοναχῇ, οὐ περιέχει τὰς τρεῖς τοῦ σώματος διαστάσεις. ἀνάγκη ἄρα τὸν τόπον τοῦ σώματος τριχῇ διαστατὸν εἶναι, πᾶν δὲ τριχῇ διαστατὸν σῶμά ἐστιν (οὗτος γὰρ <ὁ> ὁρισμὸς τὸ τριχῇ διαστατόν), καὶ ὁ τόπος ἄρα σῶμά ἐστι. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι· ὁ τόπος τριχῇ διαστατός, πᾶν τριχῇ διαστατὸν σῶμά ἐστιν, ὁ τόπος ἄρα σῶμά ἐστιν. οὕτω ·δείξας ὅτι ἀνάγκη σῶμα εἶναι τὸν τόπον, καὶ διὰ τούτου ἀνελὼν ὅτι οὐκ ἔστιν ἀσώματός, δείκνυσι πάλιν ὅτι οὐδὲ σῶμα δυνατὸν εἶναι τὸν τόπον· εἰ γὰρ εἴη σῶμα ὁ τόπος, δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ ἔσται, ἀλλὰ μὴν ἀδύνατον δύο σώμα·τα ἐν τῷ αὐτῷ εἶναι, ἀδύνατον ἄρα σῶμα εἶναι τὸν τόπον· κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν, ὃς τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιρεῖ τὸ ἡγούμενον. πόθεν δὲ ὅτι τὸ συνημμένον ἀληθές, λέγω δὴ τὸ εἰ σῶμα εἴη ὁ τόπος δύο σώματα ἐν τῷ αὐτῷ εἶναι; τοῦτο οὖν κατασκευάσεις διὰ κατηγορικοῦ συλλογισμοῦ οὕτως· πᾶν σῶμα ἐν τόπῳ, πᾶς δὲ τόπος σῶμα, πᾶν σῶμα ἄρα ἐν σώματι· εἰ δὲ σῶμα ἐν σώματι, δύο ἅμα ἐν τῶ αὐτῶ τόπῳ σώματα ἂν εἴη. ὅτι δὲ ἀδύνατον δύο σώματα ἐν τῷ αὐτῷ εἶναι, μάθοις ἄν ἐντεῦθεν· εἰ γὰρ δυνατὸν ἦν σῶμα διὰ σώματος χωρῆσαι, ὡς δύο ἅμα ἐν τῷ αὐτῷ εἶναι, δυνατὸν ἦν τὸ μέγιστον ἐν τῷ μικροτάτῳ χωρηθῆναι, καὶ ὡς αὐτός φησιν ὁ Ἀριστοτέλης, ἡ θάλαττα ἂν ἐν κυάθῳ ἐχωρήθη καὶ ὁ οὐρανὸς ἐν κέγχρῳ· δυνατὸν γὰρ τὸ μέ- γιστον εἰς ἴσα ἐλάχιστα κατατεμεῖν, οἷον τὴν θάλατταν εἰς κυαθιαῖα μέτρα. εἰ τοίνυν | ἐν τῷ αὐτῷ δυνατὸν δύο ἰσόογκα σώματα χωρηθῆναι, διὰ τί μὴ καὶ τρία καὶ τέτταρα καὶ ἄπειρα; τίς γὰρ ἡ ἀποκλήρωσις; εἰ δὲ τοῦτο, χωρηθήσεται ἡ θάλαττα ἐν τῷ κυάθῳ καὶ ὁ οὐρανὸς ἐν κέγχρῳ· πᾶν γὰρ πεπερασμένον καταδαπανᾶται ἴσων πεπερασμένων ὁποιωνοῦν ἀφαιἐστί ρουμένων. ὥστε εἰ τοῦτο ἀδύνατον, καὶ τὸ ἐν τῷ αὐτῷ ἄρα δύο σώματα εἶναι ἀδύνατον. ἔπειτα εἰ δυνατὸν σῶμα διὰ σώματος χωρῆσαι, ἔδει τὸν ξέστην τοῦ ὕδατος ἐμβαλλόμενον εἰς δύο ξέστας οἴνου τὸ ὅλον μὴ τριῶν ξεστῶν ποιεῖν ἀλλὰ δύο, ὥστε τὸ αὐτὸ φυλάττεσθαι μέτρον τῶν δύο ξεστῶν τοῦ οἴνου. εἰ γὰρ μὴ μόνον αἱ ποιότητές εἰσιν αἱ δι’ ἀλλήλων χωροῦσαι, ἀλλὰ καὶ αὐτὰ τὰ σώματα, οἷον τὸ ὕδωρ δι’ ὅλης τῆς ναστότητος τοῦ οἴνου ἐχώρησεν, οὐκ ἔδει τὸ ἐξ ἀμφοῖν πλείονα ἐπιλαμβάνειν τόπον, ἢ εἰ ὅλως χωρῶν ὁ ξέστης τοῦ ὕδατος διὰ τῶν δύο ξεστῶν τοῦ οἴνου πλείω τὸν ὅλον ποιεῖ, ἔδει τετραξεστιαῖον γενέσθαι τὸ ἐξ ἀμφοῖν, εἴ γε δι’ ὅλων τῶν δύο ξεστῶν ὁ ξέστης ἐχώρησε, ἤγουν πάλιν τῷ ξέστῃ τοῦ ὕδατος ἐμβαλλομένων δύο ξεστῶν οἴνου, ἐπειδὴ οἱ δύο ξέσται διὰ τοῦ ἑνὸς ἐχώ- ρησαν, τὸ ἐξ ἀμφοῖν ξεστιαῖον γενέσθαι. εἰ τοίνυν ἀδύνατον δύο σώματα ἕνα καὶ τὸν αὐτὸν κατέχειν τόπον, ἐπειδὴ χωρεῖν σῶμα διὸ σώματος ἀδύνατον, ἀδύνατον σῶμα εἶναι τὸν τόπον. ἀλλὰ μὴν οὐδὲ ἀσώματον δυνατόν, ὡς δέδεικται· ἢ γὰρ πάντῃ. ἀδιάστατος ἔσται, καὶ οὕτως <οὐ> ξεται τὸ διαστατόν, ἢ μοναχῇ μόνως ἢ διχῇ διαστατός, καὶ οὕτως οὐ δέξεται ὅλον καθ’ ὅλον ἑαυτὸ τὸ σῶμα, δεῖ δὲ τὸ σῶμα ἡ σῶμά ἐστιν ἐν τόπῳ εἶναι. εἰ τοίνυν μήτε σῶμα δυνατὸν εἶναι τὸν τόπον μήτε ἀσώματον, ἔοικεν ἄρα μηδὲ εἶναι ὅλως ὁ τόπος· εἰ γὰρ ἦν, ἢ σῶμα πάντως ἦν ἢ ἀσώματος. Ἔπειτα, φησί, δι’ ὧν ἀπεδείξαμεν ὅτι ἔστιν ὁ τόπος, δι’ αὐτῶν τούτων δυνατὸν ἀποδεῖξαι ὅτι οὐκ ἔστιν. ἀπεδείκνυτο δὲ μάλιστα διὰ τοῦ πρώτου ἐπιχειρήματος, ἦν δὲ τοιοῦτον· εἰ ὁ τόπος εἷς καὶ ὁ αὐτὸς μένων πλείονα σώματα ἄλλοτε ἄλλα δέχεται, ὃ δὲ ἓν καὶ τὸ αὐτὸ μένον πλείονα δέχεται σώματα, τοῦτο καὶ ἔστι καὶ ἕτερόν ἐστι παρ’ ἃ δέχεται, ὁ τόπος ἄρα καὶ ἔστι καὶ ἕτερός ἐστι τῶν σωμάτων ὧν δέχεται. τῷ αὐτῷ οὖν τούτῳ ἐπιχειρήματι δυνατὸν δεῖξαι ὅτι οὐκ ἔστιν ὁ τόπος. ὥσ·περ γὰρ ἔνθα πρότερον ἦν τὸ ὕδωρ, ἐκεῖ ὕστερον οἶνος γέγονεν ἢ ἀὴρ ἢ ἕτερόν τι οὕτως δηλονότι καὶ ἔνθα πρότερον ἦν ἡ τοῦ ὕδατος ἐπιφάνεια, ἐκεῖ καὶ ἡ τοῦ οἴνου γέγονεν ἐπιφάνεια ἐξελθόντος τοῦ ὕδατος, καὶ ἡ τοῦ ἀέρος ἐξελθόντος τοῦ οἴνου. ὥστε ἔστι καὶ ἐπιφανείας τόπος· εἷς γὰρ καὶ ὁ αὐ- τὸς ὢν ἄλλοτε ἄλλην ἐπιφάνειαν δέχεται. ὡσαύτως δείξομεν ὅτι καὶ γραμμῆς ἔστι τόπος. εἰ γὰρ ἔστιν ἐπιφανείας τόπος, δῆλον ὅτι καὶ τοῦ πέρατος αὐτῆς ἔσται τόπος, λέγω δὲ γραμμῆς· ἐν ᾧ γὰρ πρότερον ἦν τὸ πέρας τῆς ἐπιφανείας τοῦ ὕδατος, ἐν τούτῳ ὕστερον γέγονε τὸ πέρας τῆς ἐπιφανείας τοῦ ἀέρος, εἶτα τοῦ οἴνου, εἶτα ἄλλοτε ἄλλου· ὥστε γραμμῆς ἔσται τόπος. ἀλλ’ εἰ γραμμῆς, καὶ τοῦ πέρατος αὐτῆς, δηλονότι τοῦ ση- μείου, κατὰ τὸν αὐτὸν λόγον. ἀλλ’ ἐπειδὴ ἕτερόν ἐστιν ὁ τόπος καὶ ἕτερον τὸ ἐν τόπῳ, ἕτερον ἔσται δηλονότι καὶ ἡ στιγμὴ καὶ ὁ τῆς στιγμῆς τόπος στιγμὴ ὢν καὶ αὐτὸς δηλονότι. τίς οὖν ἡ διαφορὰ στιγμῆς καὶ τοπικῆς στιγμῆς, οὐδ’ ἄν ἐπινοήσειέ τις· σώματος μὲν γὰρ καὶ τόπου σώματος δυνατὸν λέγειν τινὰ διαφοράν, κω σῶμα ὑπάρχῃ ὁ τόπος, ὅτι τὸ μὲν τοπικὸν σῶμα ἄποιόν ἐστι, τὸ δὲ ἐν τόπῳ πεποιωμένον, στιγμῆς δὲ καὶ τοπικῆς στιγμῆς οὐδὲ ἐπινοῆσαι διαφορὰν δυνατόν. δυνατὸν μὲν οὖν ἦν τὸ αὐτὸ τοῦτο καὶ 〈ἐπὶ〉 ἐπιφανείας εἰπεῖν καὶ γραμμῆς, ἀλλ’ ὡς ἐπὶ σαφεστέρου μᾶλλον αὐτὸς ἐπὶ τοῦ σημείου γυμνάζει τὸν λόγον. καὶ ἄλλως εἰ στιγμῆς ἔστι τόπος, ἐπειδὴ τόπου διαφοραὶ κυριώταται μὲν αἱ δύο, τὸ ἄνω καὶ τὸ κάτω, διὰ ταύτας δὲ καὶ αἱ λοιπαὶ τέσσαρες, καὶ οὐδὲ κατ’ ἐπίνοιαν ἔστι λαβεῖν ἑτέραν τόπου διαφοράν, δῆλον ὅτι καὶ ὁ τόπος τοῦ σημείου κατὰ μίαν <ἂν> τῶν διαφορῶν τούτων διαφέροι, καὶ ἢ ἄνω φύσει ἢ κάτω φύσει· ὥστε καὶ τὸ ἐν αὐτῷ σημεῖον ἢ βαρὺ ἔσται ἢ κοῦφον (τὸ γὰρ κατὰ φύσιν ἐν τῷ ἄνω τόπῳ ὑπάρχον κοῦφόν ἐστι, βαρὺ τὸ κάτω), ἀδύνατον δὲ σημεῖον βαρὺ ἢ κοῦφον εἶναι· ὥστε ἀδύνατον σημείου τόπον εἶναι. εἰ δὲ μὴ ἔστι σημείου τόπος, οὐδὲ γραμμῆς· τὸ γὰρ περιέχον τι καὶ τὸ πέρας δηλονότι περιέξει τοῦ περιεχομένου, ἐπεὶ οὐδ’ ἂν αὐτὸ ἐκεῖνο ὅλον ὡς ὅλον περιέχοι. ὥστε εἰ μὴ ἔστι σημείου τόπος, οὐδὲ γραμμῆς, εἰ μὴ γραμμῆς, οὐδὲ ἐπιφανείας, εἰ μὴ ταύτης. οὐδὲ σώματος, εἰ δὲ μὴ σώματος μηδέ τινος ἄλλου τῶν φυσικῶν, σχολῇ γέ τινος ἄλλου τόπος ἄν εἴη. ἔοικεν ἄρα μηδὲ ὅλως εἶναι ὁ τόπος. δευτέρῳ οὖν τούτῳ ἐπιχειρήματι ἀνῄρηται ὁ τόπος. Ἒπειτα, φησίν, εἰ τῶν ὄντων ἐστὶν ὁ τόπος, ἐπειδὴ πάντα τὰ ὄντα ἢ νοητά ἐστιν ἢ αἰσθητά, καὶ τῶν αἰσθητῶν τὰ μέν ἐστι στοιχεῖα τὰ δὲ ἐκ στοιχείων, καὶ τῶν νοητῶν πάλιν τὰ μέν ἐστι στοιχεῖα τὰ δὲ ἐκ στοιχείων, ἀνάγκη καὶ τὸν τόπον ὑφ’ ἕν τι τούτων πίπτειν, καὶ ἢ νοητὸν εἶναι ἢ αἰσθητόν, καὶ ὁπότερον ἄν ᾖ, ἢ στοιχεῖον εἶναι ἢ ἐκ στοιχείων. ἀδύνατον δὲ ἕν τι τούτων ὑπάρχειν τὸν τόπον· τῶν μὲν γὰρ αἰσθητῶν, λέγω δὴ τῶν φυσικῶν σωμάτων, καὶ· τὰ στοιχεῖα τὰ ἐνεργείᾳ ὄντα καὶ ἐν ὑπο- στάσει σώματά ἐστι καὶ αὐτά, οἷον τὰ τέσσαρα ταῦτα, δέδεικται δὲ ὅτι ἀδύ- νατον εἶναι τὸν τόπον σῶμα. οὐκ ἄρα τῶν αἰσθητῶν ἐστιν ὁ τόπος, οὔτε ὡς στοιχεῖον οὔτε ὡς ἐκ στοιχείων. ἀλλ’ οὐδὲ τῶν νοητῶν δυνατὸν εἶναι τὸν τόπον· τῶν γὰρ νοητῶν καὶ τὰ στοιχεῖα νοητά ἐστι τῶν γὰρ συλλογισμῶν στοιχεῖα αἱ προτάσεις, καὶ τούτων αἰ συλλαβαί, νοητὰ δὲ ἄμφω· καὶ ἐπὶ τῶν νοημάτων ὡσαύτως), ταῦτα δὲ παντελῶς ἀδιάστατα κατὰ μέγεθος οὔτε γὰρ γραμμαὶ οὔτε. ἐπιφάνειαί εἰσιν οὔτε τριχῇ διέ- στηκεν), ὁ δὲ τόπος, εἴ γε ἔστι, διάστημά ἐστιν, ἐπειδὴ καὶ διαστημάτων δεκτικός· ὥστε οὐδὲ τῶν νοητῶν ὁ τόπος. | εἰ τοίνυν μήτε νοητὸς εἴη ὁ τόπος μήτε αἰσθητός, πάντα δὲ τὰ ὄντα ἢ νοητά ἐστιν ἢ αἰσθητά, ἔοικεν ἄρα μὴ εἶναι τῶν ὄντων ὁ τόπος. εἰ δέ τις λέγοι· τί κωλύει εἶναι ὡς στοιχεῖον τῶν αἰσθητῶν μὴ ὄντα αὐτὸν σῶμα, ἐπεὶ καὶ ἡ ὕλη καὶ τὸ εἶδος στοιχεῖά ἐστι τῶν αἰσθητῶν ἀσώματα ὄντα; φημὶ ὅτι πρῶτον μὲν εἴρηται, ὅτι ἀδύνατον αὐτὸν ἀδιάστατον εἶναι διαστημάτων ὄντα χώραν, ἔπειτα διὰ τοῦ ἑξῆς ἐπιχειρήματος τετάρτου ὄντος δειχθήσεται καθόλου, ὅτι οὐ μόνον ὡς στοιχεῖον ἀδύνατον εἶναι τὸν τόπον, ἀλλὰ καὶ καθόλου κατ’ οὐδὲν τῶν τῆς ἀρχῆς σημαινομένων.· ἐπειδὴ γὰρ ἔδειξεν ὅτι οὐ ουναται εἶναι οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων, τὰ δὲ ὄντα πάντα οὐ μόνον στοιχεῖά ἐστι καὶ ἐκ στοιχείων, ἀλλὰ καὶ ἕτερά τινα παρὰ ταῦτα τὸ γὰρ ποιητικὸν καὶ τελικὸν αἴτιον οὔτε στοιχεῖά ἐστιν οὔτε πάντως ἐκ στοιχείων, ἀλλ’ ὡς ἀρχαί, ὡς εἶναι τὴν κοινοτάτην τῶν ὄντων διαίρεσιν εἰς ἀρχὰς καὶ τὰ ἐξ ἀρχῶν), ἔδειξε δὲ ὅτι ἐξ ἀρχῶν ἀδύνατον εἶναι τὸν τόπον (ἢ γὰρ νοητὸς ἔσται ἢ σῶμα, οὐδὲν δὲ τούτων ἐνδέχεται αὐτὸν εἶναι), νῦν οὖν βούλεται δεῖξαι, ὅτι οὐδ’ ὅλως ἀρχή τίς ἐστι τῶν ὄ.ντων καὶ αἰτία ὁ τόπος. τέσσαρα γάρ, φησί, πάντων τῶν ὄντων τὰ αἴτια, ἡ ὕλη τὸ εἶδος τὸ ποιητικὸν τὸ τελικόν, οὐδὲν δὲ τούτων δύναται εἶναι ὁ τόπος. οὐδὲν γ·ὰρ ἐξ αὐτοῦ γίνεται, ἐκ δὲ τῆς ὕλης πάντα γίνεται, καὶ ὁ μὲν τόπος περιέχει, ἡ δὲ ὕλη περιέχεται· οὐκ ἄρα ὡς ὕλη ὁ τόπος. ἀλλ’ οὐδὲ εἶδος ὁ τόπος· τὸ μὲν γὰρ εἶδος συμπληρωτ.ικόν ἐστι τῆς ἑκάστου οὐσίας, καὶ κατ’ αὐτὸ ἕκαστον τῶν ὄντων χαρακτηρίζεται, καὶ τὸ ἐκστὰν αὐτοῦ εὐθὺς καὶ ἔφθαρται (οἷον εἶδός ἐστι πυρὸς τὸ θερμὸν καὶ ξηρόν, καὶ εἰ ἐκσταίη τού- του τὸ πῦρ, οὐκέτι μένει πῦρ, ἀλλὰ φθείρεται), ἐκστὰν δέ τι τοῦ οἰκείου καὶ. κατὰ φύσιν τόπου, οὐδὲν ἧττόν ἐστι καὶ σῴζει τὸ οἰκεῖον εἶδος· τὸ γὰρ πῦρ κάτω ὂν καὶ ἄνω πῦρ ἐστιν οὐδὲν ἦττον, καὶ κάτω γενόμενον τοῦ μὲν τόπου ἑαυτοῦ ἐξέσΤη, τοῦ δὲ εἴδους τοῦ πυρείου οὐκ ἐξέστη. ὥστε οὐδὲ ὡς εἶδος δύναται εἶναι ὁ τόπος. ἀλλ’. οὐδὲ ὡς ποιητικὸν αἴτιον· οὐδὲν γὰρ ὁρῶμεν ὑπὸ τόπου δημιουργούμενον. ἀλλ’ οὐδὲ ὡς τελικόν, ὃ καὶ παράδοξον· δοκεῖ γὰρ ὡς τέλος τι καὶ ἐφετὸν εἶναι ὁ τόπος. τὸ γὰρ ἐφιέμενόν τινος βούλεται ἐκεῖνο γενέσθαι οὗ ἐφίεται, οἷον τὸ ἐφιέμενον ἀγαθοῦ ἀγαθὸν βούλεται γενέσθαι καὶ τὸ ἐφιέμενον ὑγιείας ὑγιεινόν, οὐδὲν δὲ τῶν ἐν τόπῳ τόπος γίνεται· ὥστε οὐδὲ τελικὸν αἴτιον ὁ τόπος. οὐδὲν ἄα τῶν αἰτίων δύναται εἶναι ὁ τόπος· δέδεικται δὲ ὅτι οὐδὲ τῶν. αἰτιατῶν· ἔοικεν ἄρα μηδὲ εἶναι ὁ τόπος. Ἴσως δὲ πρὸς τοῦτο ἀπορήσειεν ἄν τις, ὅτι <εἰ> τὸ ἐφιέμενον ἀγαθοῦ ἐν ἀγαθῷ εἶναι βούλεται καὶ τὸ ἐφιέμενον ὑγιείας ἐν ὑγιείᾳ εἶναι βούλεται, ὁμοίως δὲ καὶ τὸ ἐφιέμενον τόπου τινὸς ἐν ἐκείνῳ εἶναι βούλεται, διὰ τί μὴ ὥσπερ τὸ ἀγαθὸν καὶ ἡ ὑγίεια τέλος τῶν ἐφιεμένων αὐτῶν, οὕτω δὴ καὶ ὁ τόπος τέλος τῶν ἐν αὐτῷ γενέσθαι βουλομένων; ἠρεμεῖ γοῦν ἕκαστον καὶ τῆς ἐφέσεως παύεται ἐν τῷ ἐφετῷ γενόμενον, ὥσπερ καὶ τὰ κατὰ τὸν τόπον κινούμενα παύεται τῆς κινήσεως ἐν τῷ κατὰ φύσιν γενομενα τόπω, οὗ καὶ ἐφίεται· πῶς οὖν οὐ τελικὸν αἴτιον ὁ τόπος; φημὶ οὖν πρῶτον μέν, ὅπερ ἤδη εἴρηται, ὅτι τὰ ἐφιέμενά τινος τυχόντα αὐτοῦ ἐκεῖνό τε γίνεται κατὰ δύναμιν, ὅπερ ἐστὶ τὸ ἐφετόν, καὶ ἐξ αὐτοῦ παρονομάζεται, ἴσως δὲ καὶ τοῦ αὐτοῦ κοινωνεῖ ὀνόματος ὁ γοῦν τοῦ ἀγαθοῦ ἐφιέμενός τε καὶ τυχὼν ἀγαθός τέ ἐστι καὶ ὀνομάζεται, καὶ ὁ τῆς ὑγιείας ὑγιεινός, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως), τὸ δὲ τόπου ἐφιέμενον οὔτε τόπος γίνεται οὔτε ἐξ αὐτοῦ παρονομάζεται· κἄν γὰρ ὁ τῆς ἀρετῆς ἐφιέμενος μὴ ἐξ αὐτῆς παρονομάζηται, ἀλλ’ οὖν γε τρόπον τινὰ ἐκεῖνο γίνεται ὅπερ ἐστὶν ἡ ἀρετή. καὶ ἄλλως τὰ μὲν τελικὰ αἴτια ἐν αὐτοῖς ἐνθεωρεῖται τοῖς ὧν ἐστι τέλη, ὁ δὲ τόπος πάντων τῶν ἐντὸς ἕτερός ἐστιν οὐδὲν ἐπικοινωνων τῳ πράγματι. ἔπειτα, φησί, καὶ ἡ Ζήνωνος ἀπορία ζητεῖ τινα λόγον καὶ ἀπολογίαν· εἰ γὰρ πάντα τὰ ὄντα ἐν τόπῳ, ὡς ἐδόκει τισίν, ἐστι οε καὶ ὁ τόπος τῶν ὄντων, καὶ ὁ τόπος ἄρα ἐν τόπῳ ἔσται, καὶ πάλιν ἐκεῖνος ἐν ἄλλῳ, καὶ τοῦτ.ο ἐπ’ ἄπειρον. τοῦτο μὲν οὖν πέμπτον ἐπιχείρημα, ἕκτον δὲ καὶ τελευταῖον τίθησι τὸ ἐκ τῶν αὐξομένων. εἰ μήτε, φησί, σῶμα ἐνδέχεται εἶναι χωρὶς τόπου, εἴ γε τἂ ὄντα πάντα ἐν τόπῳ φασί, μήτε τόπον ἐνδέχεται εἶναι κενὸν σώματος δείκνυται γὰρ μικρὸν ὕστερον ὅτι κενὸν ἀδύνατον εἶναι), τί ἐροῦμεν περὶ τῶν αὐξομένων; οταν γαρ μεῖζον γίνηται σῶμα αὐξόμενον, τούτῳ πόθεν ὑπάρξει τόπος; πάντα γὰρ ἤδη πεπλήρωται διὰ τὸ μὴ εἶναι κενόν· ἀνάγκη οὖν μείζω γίνεσθαι καὶ τὸν τόπον, καὶ συναύξεσθαι τῷ σώματι. πῶς οὖν ἢ πόθεν αὔξεται ὁ τό- πος, χαλεπὸν συνιδεῖν. καὶ εἰ τὸ αὐξόμενον μείζονα τόπον ἐπέχει, καὶ ὁ τόπος ἐφέξει μείζονα τόπον καὶ ἔσται πάλιν ὁ τόπος ἐν τόπῳ, ἔπειτα καὶ ὃν κατέλαβεν ἢ κενὸς ἦν πρὸ τούτου, ἢ πλήρης σώματος· ἀλλ’ οὔτε κενὸν εἶναι δυνατόν, οὔτε ἐν τῷ αὐτῷ δύο τόπους καὶ δύο σώματα εἶναι· λείπεται τὸ προστεθὲν τῷ ηὐξημένῳ σώματι μὴ εἶναι ἐν τόπῳ, ὅπερ καὶ αὐτὸ ἀδ·ύνατον. εἰ οὗν αὔξεται μὲν τὰ σώματα, τόπος δὲ εἴπερ ἔστιν, οὔτε κενὸν εἶναι ἐνδέχεται οὔτε σῶμα μὴ ὂν ἐν τόπῳ, ἐν δὲ τῇ τῶν σωμάτων αὐξήσει τούτων θάτερον ἀνάγκη συμβαίνειν, ἔοικεν ἄρα μὴ εἶναι ὅλως ὁ τόπος. Οὐ μὴν ἀλλ’ ἔχει γε ἀπορίαν, εἰ ἔστι, τί ἐστι. εἰ καὶ εἶναι ὢ τόπον, φησίν, ἀπεδείξαμεν, ἀλλ’ ὁ περὶ τοῦ τί ἐστι λόγος ἔχει πολλὰς ἀπορίας, ὡς περιίστασθαι πάλιν ἐντεῦθεν ἡμῖν τὸν λόγον εἰς τὸ μηδ’ ὅλως αὐτὸν εἶναι. Διαστήματα μὲν οὖν ἔχει τρία, μῆκος πλάτος βάθος, οἷς ὁρίζεται σῶμα πᾶν. Διὰ μὲν οὖν τοῦ διαστήματα ἔχει τρία τὴν ἐλάττονα πρότασιν ἔδειξε, διὰ δὲ τοῦ οἷς ὁρίζεται σῶμα πᾶν τὴν μείζονα. ἦν δὲ ἡ μὲν ἐλάττων ‘ὁ τόπος τριχῇ διαστατόν’, ἡ δὲ μείζων ‘τὸ τριχῇ διαστατὸν σῶμα’, παρῆκε δὲ τὸ συμπέρασμα, ὡς προφανές ἦν δὲ ‘ὁ τόπος ἄρα σῶμα᾿), τὸ δὲ ἑπόμενον ἄτοπον τῷ συμπεράσματι τούτῳ, ὅπερ ἐστὶ καὶ τοῦ δευτέρου συλλογισμοῦ ὑποθετικοῦ ὄντος συμπέρασμα, τοῦτο τίθησιν εἰπὼν ἀδύνατον δὲ σῶμα εἶναι τὸν τόπον. ἦν δὲ ὁ ὑποθετικὸς τοιοῦτος· εἰ ὁ τόπος σῶμα, δύο σώματα ἐν τῷ αὐτῷ ἄν ἔη, ἀλλὰ μὴν ἀδύνατον δύο ἐν τῷ αὐτῷ εἶναι σώματα, οὐδὲ τὸν τόπον ἄρα δυνατὸν σῶμα εἶναι. τούτου οὖν τοῦ συλλογισ·μοῦ τὸ μὲν συνημμένον παρέλειψε, τὸ ‘εἰ ὁ τόπος σῶμα, δύο σώματα ἐν τῷ αὐτῷ ἂν εἴη’, τὸ δὲ συμπέρασμα καὶ τὴν πρόσληψιν ἔθηκε, πρῶτον μὲν τὸ συμπέρασμα εἰπὼν ἀδύνατον δὲ σῶμα εἶναι τὸν τόπον, εἶτα τὴν πρόσληψιν εἰπὼν ἐν ταὐτῷ γὰρ ἂν εἴη δύο σώματα, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀδύνατον δὲ ἐν τῷ αὐτῷ δύο σώματα εἶναι’. Ἔτι εἰ ἔστι σώματος τόπος καὶ χώρα. Τὸ δεύτερον ἐπιχείρημα. ὁ γὰρ αὐτὸς ἁρμόσει λόγος. ὁ αὐτός, φησί, λόγος ὁ περὶ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων, ὃν ἐπιφέρει, ἁρμόσει εἰς τὸ δεῖξαι ὅτι, εἰ ἔστι σώματος τόπος, καὶ επιφανειας ἔσται καὶ γραμμῆς καὶ σημείου. Ὥστε εἰ μηδὲ ταύτης ἕτερόν ἐστιν ὁ τόπος, οὐδὲ τῶν ἄλλων οὐδενός. Εἰ μὴ τῆς στιγμῆς, φησίν, ἕτερός ἐστιν ὁ τόπος, οὐδὲ γραμμῆς δη- λονότι οὐδὲ ἐπιφανείας οὐδὲ σώματος. πῶς δὲ οὐχ ἕτερος τῆς στιγμῆς ὁ τόπος τῆς στιγμῆς; τί γὰρ διοίσει ὁ τῆς στιγμῆς τόπος αὐτῆς τῆς στιγμῆς; μείζων μὲν γὰρ αὐτῆς οὐκ ἔστιν ᾧ γὰρ περιττεύει μέρει, τούτῳ μηδὲν αὐτῆς περιέχων οὐδὲ τόπος ἐστὶ κατὰ τοῦτο), ἴσος δὲ ὢν αὐτὸ τοῦτό ἐστι στιγμή, ὥστε τὸ ὅλον μία ἔσται στιγμή. ἐφαρμόζουσι γὰρ αἱ στιγμαί· κἄν γὰρ μυρίαι ἐπισυντεθῶσιν, οὐ ποιοῦσι μεῖζον τὸ ὅλον. εἰ δὲ μία ᾖ στιγμή, οὐκ ἄν· εἴη ἕτερον ἡ τοπικὴ στιγμὴ. καὶ ἡ ἐν τόπῳ στιγμή. τὰ αὐτὰ καὶ ἐπὶ γραμμῆς καὶ ἐπιφανείας. εἰ τοίνυν μηδενὸς τούτων ἐστὶ τόπος, οὐδὲ σώματος ἄν εἴη· τὸ γὰρ ἐν τόπῳ ὂν κ·αθ’ ὅλον ἑαυτὸ ἐν τόπῳ ὀφείλει εἶναι, ὥσπερ ὁ ἐν τῷ κεράμῳ οἶνος. Τί γὰρ ἄν ποτε καὶ θείημεν εἶναι τὸν τόπον; οὔτε γὰρ στοιχεῖον οἷόν τε εἶναι τὸν τόπον οὔτε ἐκ στοιχείων. Τρίτον τοῦτο ἐπιχείρημα. τοιαύτην ἔχοντα φύσιν ἀντὶ τοῦ οεκτικὴν σωμάτων, ἕνα καὶ τὸν αὐτὸν μένοντα ἀμετάβλητον καὶ μηδὲν εἰς τὴν οὐσίαν τῶν σωμάτων συντελοῦντα. τοῦτο δὲ εἶπε, διότι δοκεῖ ὃ Πλάτων τὸν τόπον τὴν ὕλην λέγειν, ὅπερ ἐφεξῆς ἐλέγξει. φυλάττοντες οὖν, φησί, τὴν ἀληθῆ περὶ τοῦ τόπου ἔννοιαν, ἣν αὐτοφυῶς ἔχομεν, καὶ μὴ κατα- χρώμενοι τῷ ὀνόματι, χαλεπὸν ἀποδοῦναι τὸ τί ἐστι τοῦ τόπου. Ἐκ δὲ τῶν νοητῶν στοιχείων οὐδὲν γίνεται μέγεθος. Καὶ μὴν ἡ ὕλη καὶ τὸ εἶδος στοιχεῖα, οὐκ αἰσθητά τὸ γὰρ σύνθε- τόν ἐστι τὸ αἰσθητόν), καὶ ὅμως ἐκ τῆς συνθέσεως αὐτῶν νοητῶν ὄντων γίνεται μέγεθος· ἀλλὰ ταῦτα μὲν οὐδὲ ὑφέστηκέ ποτε ἐνεργείᾳ καθ’ αὑτά, περὶ δὲ τῶν ὑφεστηκότων ὁ λόγος, ὑφέστηκε δὲ καὶ ὁ τόπος· οὐχ ἁπλῶς οὖν περὶ παντὸς στοιχείου νοητοῦ φησιν, ἀλλὰ περὶ στοιχείων ἅτινα νοητῶν πραγμάτων ἐστὶ στοιχεῖα, καὶ αὐτὰ δηλονότι νοητὰ ὄντα. ἐκ τούτων οὖν, φησί, συντιθεμένων μέγεθος οὐδὲν γίνεται, οἷον ἐξ ὅρων ἢ ἐκ προτάσεων· νοητὸν γὰρ καὶ τὸ ἐκ τούτων, ὁ συλλογισμός. Ἔτι δὲ καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν αἴτιον εἶναι τὸν τόπον; Ἐπειδὴ ἐν τῇ κατασκευῇ τῶν περὶ τοῦ τόπου λόγων ἔλεγεν ὅτι μεγάλην δύναμιν ἔχει ὁ τόπος, ἐν τούτῳ τῷ ἐπιχειρήματι τὸ ἐναντίον κατα- σκευάσαι βούλεται, ὅτι οὐδὲν τοῖς οὖσι συντελεῖ· εἰς οὐδὲν γὰρ τῶν αἰτίων ἀναχθῆναι δύντι. οὔτε ὡς εἶδος καὶ λόγος τῶν πραγμάτων. ἐκ παραλλήλου τὸ εἶδος καὶ λόγος· οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ εἶδος ἑκάστου ἢ ὁ ὁρισμὸς ὁ τὸ τί ἦν εἶναι σημαίνων. Ἔτι δὲ καὶ αὐτός, εἰ τῶν ὄντων ἐστί, ποῦ ἔσται; Ἄλλο ἐπιχείρημα. εἰ πάντα, φησί, τὰ ὄντα ἐν τόπῳ, ἔστι δὲ τῶν ὄντων καὶ ὁ τόπος, καὶ ὁ τόπος ἄν ἐν τόπῳ εἴη, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἡ γὰρ Ζήνωνος ἀπορία ζητεῖ τινα λόγον, τουτέστι λύσιν καὶ ἀπο- λογίαν, ἴσως τοῦ Ζήνωνος τοῦτο ἀποροῦντος καὶ ἀναιροῦντος ἐκ τῶν ὄντων τὴν τῶν τόπων διαφορὰν διὰ τοῦ καθόλου τὸν τόπον ἀναιρεῖν, διὰ τὸ δεῖξαι ἓν τὸ ὃν ὑπάρχον· ἡ γὰρ τῶν τόπων διαφορὰ σαφῶς τὸ πλῆθος τῶν πραγμάτων παρίστησι. ταῦτα δὲ ἐκ στοχασμῶν φαμεν· οὐ γὰρ ἔχομεν εἰπεῖν σαφῶς τί βουλόμενος ὁ Ζήνων τοῦτο ἠπόρει. ἴσως δὲ καὶ τὸ ἄπει- ρον εἰσαγαγεῖν βουλόμενος· εἰ γὰρ ὁ τόπος ἐν τόπῳ, κἀκεῖνος ἐν ἄλλῳ δηλονότι, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὥστε ἔστι τὸ ἄπειρον. ἢ εἴ τις βούλοιτο εὐγνωμόνως ἀκούειν, ἴσως ὁ Ζήνων ἀναιρῶν τὸν λόγον τὸν λέγοντα πάντα τὰ ὄντα ἐν τόπῳ εἶναι τοῦτο ἔλεγεν, ὅτι εἰ πάντα τὰ ὄντα ἐν τόπῳ, καὶ ὁ τόπος δὲ τῶν ὄντων, καὶ ὁ | τόπος ἐν τόπῳ εἴη ἄν, κἀκεῖνος ἐν ἄλλῳ, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὥστε εἰ τοῦτο ἄτοπον καὶ ἀδύνατον, οὐ πάντα ἄρα τὰ ὄντα ἐν τόπῳ. Ἔτι ὥσπερ ἅπαν σῶμα ἐν τόπῳ, οὕτω καὶ ἐν τόπῳ ἅπαντι σῶμα. Τὸ τελευταῖον ἐπιχείρημα. ἀξιώματα δὲ τὰ δύο ταῦτα προλαμβάνει, τὸ μὲν ὅτι πᾶν σῶμα ἐν τόπῳ το.ῦτο γὰρ παρὰ πάντων κοινῶς ὡμολό- γηται, εἴ γε καὶ τὰ ὄντα ·πάντα ἐν τόπῳ ἔλεγον), τὸ δὲ λαμβάνει ὡς ἀκόλουθον, τὸ ἐν παντὶ τόπῳ σῶμα εἶναι· ὁ γὰρ τόπος πρὸς τὸ ἐν τόπῳ λέγεται, δείξει δὲ καὶ ἐφεξῆς ὅτι οὐδὲν κενόν. τούτων οὖν οὕτως ἐχόντων, φησί, τί ἐροῦμεν περὶ τῶν αὐξομένων; τὸ γὰρ προστεθὲν σῶμα ἢ οὐκ ἔσται ἐν τόπῳ, ὅπερ ἀδύνατον κατὰ τοὺς τὸν τόπον εἰσάγοντας, ἢ ἔν τινι προυπάρχοντι κενῷ γέγονεν, ὅπερ καὶ αὐτὸ ἐλεγχθήσεται, ἢ ὁ τόπος ηὔξηται καὶ ἐκ μικροῦ μείζων γέγονεν, ὅπερ καὶ αὐτὸ γελοῖον· τίς γὰρ ἄν ἐπινοηθείη τόπου αὔξησις; ἐκ τούτων οὖν πάντων, φησίν, οὐ μόνον τί ἐστιν ὁ τόπος οὐχ εὕρηται, ὅπερ πρόκειται δεῖξαι, ἀλλὰ περιῆλθεν ἡμῖν εἰς τὸ μηδὲ εἶναι ὅλως τὸν τόπον δεικνύναι. Ἐπεὶ δὲ τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατ’ ἄλλο λέγεται, καὶ τόπος ὁ μὲν κοινός, ἐν ᾧ ἅπαντα τὰ σώματά ἐστιν, ὁ δὲ ἴδιος, ἐν ᾧ πρώτῳ. Ἐπειδὴ ἐν τοῖς ἔμπροσθεν ἔλεγεν, ὅτι ἐκ τῶν ὑπαρχόντων τῷ τόπῳ οὐ τὸ αὐτὸ ἔστιν ἀποφήνασθαι περὶ αὐτοῦ, ἀλλ’ ἐκ μέν τινων ὑπαρχόντων αὐτῷ νομισθείη ἄν τὸ εἶδος ἑκάστου εἶναι ὁ τόπος, ἐκ δέ τινων ἡ ὕλη, νῦν αὐτὸ τοῦτο βούλεται δεῖξαι, ἐκ τίνων μὲν ὕλη ἄν νομισθείη ἐκ τίνων δὲ εἶδος, εἶτα ἐφεξῆς διὰ πλειόνων ἐπιχειρημάτων δείκνυσιν, ὅτι οὔτε ὕλη δύναται εἶναι οὔτε εἶδος. ἵνα οὖν δείξῃ πῶς μὲν εἶδος ἄν ὑπονοηθείη πῶς ως δὲ ὕλη, ὅπερ εἴωθεν ἀεὶ ποιεῖν καὶ νῦν ποιεῖ, λέγω δὴ τὰ διάφορα τοῦ τόπου σημαινόμενα διαιρεῖ, καὶ ἀφορίζεται τίς ὁ κυρίως τόπος καὶ περὶ οὗ νῦν ποιούμεθα τὸν λόγον. καὶ ἄλλως γὰρ εἴωθεν ἀεὶ τῶν ὁμωνύμων φωνῶν διαστέλλεσθαι τὰ διάφορα σημαινόμενα, καὶ ἀφορίζεσθαι τὸ πρὸ· κείμενον περὶ οὗ ὁ λόγος. τοῦτο οὖν καὶ νῦν ποιεῖ ἀναγκαῖόν τε ὑπάρχον τῷ περὶ τόπου ποιουμένῳ τὸν λόγον, καὶ ἄλλως εἰς τὸ δεῖξαι, ὅτι ἐκ τῶν ὑπαρχόντων τῷ τόπῳ ποτὲ μὲν εἶδος δόξει εἶναι, ποτὲ δὲ ὕλη· ὁ γὰρ κοινότερον λεγόμενος τόπος οὐκ ἔχει ἔμφασιν τοῦ νομισθῆναι ἄν εἶδος. ἵνα οὖν μάθωμεν ποσαχῶς λέγεται ὁ τόπος, διαιρέσει χρῆται τοιαύτῃ, ὅτι ὄντος τοῦ μὲν πρώτως τοῦ δὲ κατ’ ἄλλο, καὶ ὁ τόπος ὁ μέν τίς ἐστι πρώτως καὶ κυριώτατα ἑκάστου. ὁ δὲ κατ’ ἄλλο. οἷον λέγεται ὁ ἄνθρω- πος καὶ αἰσθητικὸς εἶναι, καὶ νοῦ καὶ ἐπιστήμης δεκτικός, ἀλλ’ αἰσθητικὸς μὲν κατ’. ἄλλο ᾗ γὰρ ζῷον, οὐχ ᾗ ἄνθρωπος), νοῦ δὲ καὶ ἐπιστήμης δεκτικὸς ᾗ ἄνθρωπος. καὶ ἐπὶ ἄλλων πλείστων ὡσαύτως. καὶ ὁ τόπος οὖν ὁ μέν τις ἔσται πρώτως καὶ καθ’ αὑτό, ὁ δὲ κατ’ ἄλλο· λέγομαι γάρ, φησίν, ἐν τῷ οὐρανῷ εἶναι οὐ πρώτως, ἀλλὰ κατ’ ἄλλο, τῷ τὸν οὐ- ρανὸν πάντα τὰ ὄντα περιέχειν· οὐ γὰρ δή γε ἐν τῷ οὐρανῷ εἰμι, ἀλλά εἰμι μὲν ἐν τῷ ἀέρι, τῷ δὲ τὸν ἀέρα ἐν τῷ οὐρανῷ εἶναι κἀγὼ ἐν τῷ οὐρανῷ λέγομαι εἶναι. κατ’ ἄλλο οὖν ἐν τῷ οὐρανῷ εἰμι, οὐ πρώτως. ὁμοίως καὶ ἐν τῷ ἀέρι λέγομαι εἶναι οὐ πρώτως, ἀλλὰ τῷ ἐν τῷδε ἢ τῷδε τῷ μορίῳ αὐτοῦ εἶναι· καὶ ἐν τῇ γῇ δὲ λέγομαι εἶναι οὐ πρώτως, ἀλλὰ τῷ ἐν μορίῳ αὐτῆς εἶναι, ὅπερ μετὰ τοῦδε τοῦ μορίου τοῦ ἀέρος προσεχῶς ἐμὲ μόνον περιέχει· καὶ οὗτός ἐστιν ὁ πρώτως καὶ κυριώτατα ἑκάστου τόπος, ὁ προσεχῶς ἕνα ἕκαστον περιέχων μόνον καὶ ἀφορίζων ἀπὸ τῶν ἄλλων. ἔστιν οὖν, ὡς ὅρῳ περιλαβεῖν, κυρίως ὁ τόπος ὁ περιέχων προσεχῶς ἕκαστον τῶν σωμάτων. εἰ δὲ τὸ περιέχον ἕκαστον, τοῦτό ἐστιν ὁ τόπος, πέρας τι ἄν εἴη, φησίν, ὁ τόπος· εἰ δὲ ὁ τόπος ἐστὶ τὸ πρώτως περατοῦν ἕκαστον καὶ ὁρίζον, δόξειεν ἂν τὸ εἶδος εἶναι ὁ τόπος· τοῦτο γὰρ τοῦ εἴδους ἐστὶν ἴδιον, τὸ ὁρίζειν καὶ περατοῦν ἕκαστον καὶ τῶν λοιπῶν ἀποκρῖνον. ἐκ τούτων μὲν οὖν, φησί, δόξειεν ἂν εἶναι τὸ εἶδος ὁ ἑκάστου τόπος, ἐξ ἄλλων δὲ πάλιν ὑπαρχόντων αὐτῷ νομισθείη ἂν ὕλη εἶναι. εἰ γάρ ἐστιν ὁ τόπος διάστημά τι χωρητικόν τε καὶ δεκτικὸν τῶν μεγεθῶν, δόξειεν ἂν ὕλη εἶναι· τοιοῦτον γὰρ καὶ ἡ ὕλη ἀόριστόν τι οὖσα διάστημα καθ’ αὑτήν, ὁρίζεται δὲ ταῖς τοὐ μεγέθους ἐπιφανείαις καὶ σχή- μασι καὶ τοῖς ἄλλοις πάθεσιν. εἰ γὰρ τῆς σφαίρας, φησίν, ἀφέλοιμεν τὰ πάθη καὶ τὸ σχῆμα καὶ τὰ πέρατα, οὐδὲν ἄλλο περιλείπεται ἢ διάστημά τι ἀόριστον καὶ ἀπεράτωτον, τοῦτο δέ ἐστιν ἡ ὀγκωθεῖσα ὕλη. ἐπεὶ οὖν καὶ ὁ τόπος τοιοῦτόν τι δοκεῖ εἶναι ἔστι γὰρ διάστημά τι καθ’ αὑτὸν ἀσχημάτιστον καὶ ἄποιον, δεκτικὸν δὲ τῶν ἐσχηματισμένων καὶ πεποιω- μένων), καὶ ταύτῃ δόξειεν ἄν εἶναι ὕλη. οὐ μόνον δέ, ἀλλὰ καὶ ἐκ τοὐ μένοντα ἕνα καὶ τὸν αὐτὸν πλειόνων εἶναι μεγεθῶν δεκτικὸν ἄλλοτε ἄλλων· τοῦτο γὰρ μάλιστα τῆς ὕλης οἰκεῖον. διὰ ταῦτα, φησί, καὶ ὁ Πλάτων’ ἐν τῷ Τιμαίῳ φησὶ τὸ μεταληπτικὸν καὶ τὴν χώραν ἓν καὶ ταὐ- τὸν εἶναι, τὸ δὲ μεταληπτικὸν σημαίνει αὐτῷ τὴν ὕλην· εἰ τοίνυν ἡ ὕλη μεταληπτικόν ἐστι, τὸ δὲ μεταληπτικὸν ἡ χώρα ἐστίν, ἡ δὲ χώρα οὐδὲν ἕτερόν ἐστιν ἢ ὁ τόπος, τὴν ὕλην ἄρα ὁ Πλάτων’ τὸν τόπον ἔλεγεν εἶναι. εἰ δὲ ἐν μὲν τῷ Τιμαίῳ τὴν ὕλην ἄλλως ἐκάλεσε τὸ μεταληπτικὸν αὐτὴν ὀνομάσας, ἐν δὲ ταῖς ἀγράφοις συνουσίαις τὸ μέγα καὶ τὸ μικρὸν αὐτὴν καλεῖ, οὐδὲν διαφερόμεθα, πλὴν ὅτι τὸ μεταληπτικὸν τὴν χώραν καὶ τὸν τόπον εἶναί φησι. Οἱ μὲν οὖν ἄλλοι, φησί, πάντες μόνον ἀπεφήναντο περὶ τοῦ τόπου ὅτι ἔστι, μόνος δὲ ὁ Πλάτων’ ἐπεχείρησεν εἰπεῖν τί ἐστι, λέγων ὅτι ἡ ὕλη ἐστὶν ἡ χώρα καὶ ὁ τόπος. ὁ μὲν οὖν Ἀριστοτέλης, ὡς εἴωθε, τὸ φαινόμενον ἐλέγχων εἰκότως· ἐγκαλεῖ τῷ Πλά|τωνι τὴν ὕλην τόπον εἶναι εἰπόντι, πρόδηλον δὲ ὅτι οὐ τοῦτον τὸν τόπον περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, τὸν δεκτι- κὸν τῶν συνθέτων σωμάτων, τοῦτον ἔλεγε τὴν ὕλην ὁ Πλάτων, ἀλλὰ κατὰ ἀναλογίαν τῶν φυσικῶν εἰδῶν τόπον ἐκάλει τὴν ὕλην, διότι ὥσπερ ἅπαν σῶμα ἐν τόπῳ, οὕτως ἅπαν εἶδος φυσικὸν ἐν ὕλῃ. ὥσπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὴν ψυχὴν τόπον εἰδῶν καλεῖ ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ· “καὶ εὖ δὴ” γάρ φησιν “οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν”, καὶ τὸν νοῦν τῶν νοητῶν εἰδῶν τόπον φησίν. οὕτως οὖν καὶ ὁ Πλάτων τὴν ὕλην τόπον τῶν φυσικῶν εἰδῶν φησιν· εἰ γὰρ ὡς ἔχει τὰ ψυχικὰ εἴδη πρὸς τὴν ψυχήν, οὕτως ἔχει καὶ τὰ φυσικὰ εἴδη πρὸς τὴν ὕλην, ἡ δὲ ψυχὴ τόπος τῶν ψυχικῶν εἰδῶν, καὶ ἡ ὕλη ἄρα τόπος τῶν φυσικῶν εἰδῶν ἄν εἴη, ὡς δεκτικὴ αὐτῶν καὶ ἄνευ αὐτῆς συστῆναι μὴ δυναμένων. ἀναλογεῖ γὰρ τὸ μὲν χωριστὸν καὶ ἐξῃρημένον εἶδος πατρί, μητρὶ δὲ ἡ ὕλη, σπέρματι δὲ οἱ δημιουργικοὶ λόγοι, οἱ ἐκ τοῦ χωριστοῦ εἴδους ἐνδιδόμενοι εἰς τὴν ὕλην, κυήματι δὲ τὰ ἐκ τῶν λόγων τῶν δημιουργικῶν ἀναβλαστάνοντα ἐν τῇ ὕλῃ φυσικὰ εἴδη. διὰ τοῦτο μητέρα τὴν ὕλην τιθήνην τε καὶ δεξαμενὴν ὁ Τίμαιος ἐκάλεσε, καλεῖ δὲ καὶ μεταληπτικὸν τὴν ὕλην, ὡς τὰ εἴδη πάντα μεταλαμβάνουσαν καὶ δεχομένην, καὶ μόνως μεταλαμβάνουσαν, μηδαμῶς δὲ μεταλαμβανομένην. πῶς δὲ καὶ μέγα καὶ μικρὸν αὐτὴν ἐκάλει, πολλάκις εἴρηται, ὅτι ὡς δεκτικὴν τῶν ἐναντίων, πρώτη δὲ ἐναντίωσις καὶ γενικωτάτη ἡ κατὰ τὸ μέγα καὶ τὸ μικρόν, ἐπειδὴ καὶ πρῶτον ὀγκοῦται ἡ ὕλη ποσωθεῖσα, τοῦ δὲ ποσοῦ πρώτη ἀντίθεσις ἡ κατὰ τὸ μέγα καὶ τὸ μικρόν Oὕτως οὖν ἐκ τῶν ὑπαρχόντων τῷ τόπῳ δείξας ἐκ τίνων μὲν ὕλη δόξειεν <ἂν> εἶναι, ἐκ τίνων δὲ εἶδος, ἐφεξῆς διὰ πλειόνων ἐπιχειρημάτων σιν, ὅτι οὔτε ὕλην δυνατὸν εἶναι τὸν τόπον οὔτε εἶδος. εἰσὶ δὲ ἀριθμοῦντι τὰ πάντα ἐπιχειρήματα ὀκτώ. διὰ μὲν οὖν τοῦ πρώτου ἐπιχειρήματος κοινῷ λόγῳ δείκνυσιν, ὅτι οὔτε ὕλη δύναται εἶναι ὁ τόπος οὔτε εἶδος, λόγῳ τοιούτῳ· ἡ ὕλη, φησί, καὶ τὸ εἶδος ἀχώριστά ἐστι τοῦ πράγματος οὗπερ ἐστὶν ὕλη καὶ εἶδος, ὁ τόπος χωρίζεται τῶν πραγμάτων ὧν λέγεται εἷναι τόπος, ὁ τόπος ἄρα οὔτε εἶδός ἐστιν οὔτε ὕλη. ὅτι γὰρ χωρίζεται τὰ πράγματα τῶν τόπων ἐν οἷς ἐστι, πρόδηλον· ἐν γὰρ τῷ τόπῳ, φησίν, ἔνθα πρότερον ἦν ὕδωρ, ἐν τούτῳ ἐξελθόντος τοῦ ὕδατος ἀὴρ γέγονεν, ὥσπερ καὶ ἐν τῷ ἀγγείῳ ἐν ᾧ πρότερον ἦν οἶνος, ἐν τούτῳ ἐξελθόντος ὕδωρ γ·ίνεται ἡ ἀήρ· καὶ γὰρ τὸ ἀγγεῖον, φησί, τόπος ἐστὶ μεταφορητός, ὥσπερ καὶ ὁ τόπος οἷον ἀγ·γεῖον ἀμετακίνητον. ὥσπερ οὖν τὸ ἀγγεῖον οὐ- δέν ἐστι τοῦ ἐν αὐτῷ, οὐχ ὕλη οὐκ εἶδος οὐχ ἕτερόν τι, διότι ὕλη μὲν καὶ εἶδος καὶ τὰ τοιαῦτα ἀχώριστα τοῦ πράγματος, ὁ δὲ κέραμος χωριστός, οὕτω δή φημι καθόλου καὶ ἐπὶ τόπου. τὸ δὲ δεύτερον ἐπιχείρημα μεμερισμένως προφέρεται· τῷ μὲν γὰρ αὐτῷ λόγῳ δείκνυσιν, ὅτι τὸ εἶδος οὐκ ἔστιν ὁ τόπος, εἴ γε τὸ μὲν εἶδος ἀχώριστον ὁ δὲ τόπος χωριστός, ὅτι δὲ οὐδὲ ὕλη ὁ τόπος, δείκνυσιν οὕτως· ὁ τόπος περιέχει τὰ ἐν τῷ τόπῳ, ἡ ὕλη περιέχεται καὶ οὐ περιέχει, ὁ τόπος ἄρα ὕλη οὐκ ἔστι. τὸ τρίτον ἐπιχείρημα τοιοῦτον· ὁ τόπος ἔξωθέν ἐστι τοῦ πράγματος οὗ ἄν ᾖ τόπος, ἡ ὕλη καὶ τὸ εἶδος οὐκ ἔστιν ἔξωθεν τοῦ πράγματος, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος. τέταρτον δι’ ὑποθετικοῦ συλλογισμοῦ οὕτως· εἰ ἡ ὕλη καὶ τὸ εἶδος τόπος, οὐδὲν ἂν ἐφέρετο ἐπὶ τὸν ἑαυτοῦ τόπον οὐδὲν γὰρ φέρεται ἐπὶ τοῦτο ἐφ’ ὃ ἔστιν, ἔστι δὲ ἕκαστον ἐν τῇ ἑαυτοῦ ὕλῃ καὶ τῷ εἴδει), ἀλλὰ μὴν πάντα φέρεται ἐπὶ τοὺς ἑαυτῶν τόπους, ἡ ὕλη ἄρα καὶ τὸ εἶδος τόπος οὐκ ἔστι. τὸ αὐτὸ τοῦτο ἐπιχείρημα ἔστι καὶ κατηγορικῶς σχηματίσαντα ποιῆσαι πέμπτον συλλογισμὸν οὕτως· τὰ κατὰ φύσιν κινούμενα ἐπὶ τοὺς οἰκείους φέρεται τόπους, οὐδὲν τῶν κινουμένων ἐπὶ τὴν ὕλην φέρεται ἢ τὸ εἶδος, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος. τὸ σχῆμα τρίτον. ὅτι γὰρ οὐδὲν κινεῖται ἐπὶ τὴν ὕλην καὶ τὸ εἶδος, προφανές· κινεῖται γάρ τι ἐπὶ τοῦτο ἐφ’ ὃ πρότερον οὐκ ἔστι, πᾶν δὲ τὸ εἶναι αὐτὸ ἐν τῇ ὕλῃ ἔχει καὶ τῷ εἴδει. ἕκτον· ἐν τῷ τόπῳ τὸ ἄνω ὑπάρχει καὶ τὸ κάτω, ἐφ’ ἃ καὶ κινεῖται τὰ κινούμενα, ἐν τῇ ὕλῃ καὶ τῷ εἴδει οὐχ ὑπάρχει τὸ ἄνω καὶ τὸ κάτω, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος. ἕβδομον ἐπιχείρημα τοιοῦτον· εἰ τὸ εἶδος, φησίν, ἢ ἧ ὕλη τόπος ἐστίν, ἡ δὲ ὕλη καὶ τὸ εἶδος ἐν τῷ πράγματί ἐστι, λέγω δὴ τῷ συνθέτῳ, μεταβάλλει δὲ τὸ πρᾶγμα ἀπὸ τόπου εἰς τόπον, συγκινεῖται δηλονότι καὶ ταῦτα τοῖς πράγμασι καὶ συμπαραγίνεται οὗπερ ἄν καὶ τὸ πρᾶγμα· ὥστε καὶ ὁ τόπος συμμεταβάλλει τοῖς πράγμασιν ἀπὸ τόπου εἰς τόπον. πρῶτον μὲν οὖν ἄτοπον κινεῖσθαι τοὺς τόπους, ἔπειτα συμβήσεται τὸν τόπον ἐν τόπῳ εἶναι. εἰ γὰρ τὸ σύνθετον ἐν τόπῳ γίνεται ὅταν ἐνθένδε ἐκεῖσε μεταβαίνῃ, τὸ δὲ σύνθετον οὐδὲν ἕτερόν ἐστι παρὰ τὴν ὕλην καὶ τὸ εἶδος, δῆλον ὅτι καὶ ἡ ὕλη καὶ τὸ εἶδος ἐν τόπῳ γίνεται· ἡ δὲ ὕλη καὶ τὸ εἶδος τόπος ἐστίν· ὁ τόπος ἄρα ἐν τόπῳ γίνεται. ἀνάξεις δὲ ὑπὸ τὸ πρῶτον σχῆμα τὸν συλλογισμὸν οὕτως· ὁ τόπος ἢ ὕλη ἐστὶν ἢ εἶδος, ἡ ὕλη καὶ τὸ εἶδος ἐν τῷ συνθέτῳ εἰσίν οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ σύνθετον παρὰ τὴν ὕλην καὶ τὸ εἶδος), τὸ σύνθετον μεταβάλλον ἀπὸ τόπου εἰς ἕτερον γίνεται τό- πον, ὁ τόπος ἄρα μεταβάλλων ἀπὸ τόπου εἰς ἕτερον γίνεται τόπον. εἰ δὲ ἄτοπον τὸν τόπον ἐν τόπῳ γίνεσθαι, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος· ταύτῃ γὰρ τῇ ὑποθέσει τὸ ἄτοπον ἠκολούθησεν. ὄγδοον ἐπιχείρημα· εἰ τὸ εἶδος, φησί, τόπος, ὅταν φθαρῇ τὸ ὕδωρ καὶ μεταβάλῃ εἰς ἀέρα, φθείρεται ἐξ ἀνάγκης καὶ ὁ τοῦ ὕδατος τόπος, εἴπερ τὸ εἶδός ἐστιν ὁ τό- πος. καὶ τίς ἂν ἐπινοήσειε φθορὰν τόπου; ὥσπερ γὰρ οὐδὲ γένεσις τόπου ἐστίν, οὕτως οὐδὲ φθορὰ τόπου ἄν εἴη. ἄλλως τε οὐδὲ ἡ αἴσθησις ὑπα- γορεύει ἐφθάρθαι τὸν τοῦ ὕδατος τόπον μεταβάλλοντος εἰς ἀέρα· ἐν τούτῳ γὰρ ἄλλο τι γέγονε σῶμα. εἰ δὲ ἡ ὕλη τόπος, ἐπειδὴ καὶ μένει ἡ αὐτὴ μεταβάλλοντος εἰς ἀέρα τοῦ ὕδατος, διὰ τί ἐν ἄλλῳ τόπῳ γίνεται εἰς ἀέρα μεταβάλλον τὸ ὕδωρ, καίτοι τῆς ὕλης τῆς αὐτῆς οὔσης; διὰ πάντων οὖν τούτων δῆλον ὅτι οὔτε ὕλη οὕτε εἶδος δύναται εἶναι ὁ τόπος. Ἐπεὶ δὲ τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατ’ ἄλλο λέγεται. τὸ μὲν καθ’ αὑτὸ ἀντίκειται τῷ κατὰ συμβεβηκός, τὸ δὲ πρώτως τῷ κατ’ ἄλλο· ἐνταῦθα οὖν τὸ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως εἶπεν. ἐπεὶ οὗν βούλεται ἐξομοιῶσαι τῷ εἴδει τὸν τόπον, τῷ καὶ τὸν τόπον ἕκαστον περιγράφειν καὶ περιορίζειν, ὥσπερ καὶ τὸ εἶδος, λέγεται δὲ ὁ μέν τις κοι- νὸς εἶναι τόπος ὁ δὲ ἴδιος ἑκάστου, ἔστι δὲ ἡ ὁμοιότης ἡ πρὸς τὸ εἶδος οὐ κατὰ τὸν κοινὸν τόπον ἀλλὰ κατὰ τὸν ἴδιον, διὰ τοῦτό φησιν ἐπειδὴ τῶν ὄντων τὰ μέν ἐστι πρώτως τοῦτο ὃ λέγεται, τὰ δὲ κατ’ ἄλλο, καὶ ὁ τόπος δηλονότι ὁ μὲν ἔσται πρώτως καὶ κυριώτατα, ὁ ἕκαστον ἰδίᾳ περιέεἰ] χων, ὁ δὲ κατ’ ἄλλο, ὁ κοινός. λεγόμεθα γὰρ ἐν τῷ κόσμῳ εἶναι, διότι ἐν τῷδε τῷ μέρει το·ῦ κόσμου, καὶ ἐν τούτῳ, διότι ἐν τῇδε τῇ πόλει, καὶ ἐν ταύτῃ, διότι ἐν τῷδε τῷ οἴκῳ, καὶ ἐν τούτῳ, διότι ἐν τῷ μέρει τοῦ οἴκου τῷ προσεχῶς ἐμὲ μόνον περιέχοντι, ὅσπερ καὶ κυρίως καὶ πρώτως ἐστὶ τόπος ἐμός. ὁ γὰρ οἶκος καὶ ἡ πόλις καὶ ὁ κόσμος οὐ πρώτως ἐστὶ τόπος ἐμός; ἀλλὰ κατὰ ἄλλο· ἡ γὰρ οἰκία τόπος ἐστὶν ἐμὸς διὰ τὸ μόριον τοῦ οἴκου τὸ περιέχον με, καὶ ἡ πόλις διὰ τὴν οἰκίαν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. Εἰ δέ ἐστιν ὁ τόπος τὸ πρώτως περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι ἀν’ εἴη. Tουτέστι τὸ πρώτως καὶ προσεχ·ῶς ἕκαστον περιέχον, οὐχ ὁ κοινὸς τόπος. εἰ δὲ τὸ προσεχῶς ἕκαστον περιέχον ὁ τόπος ἐστί, πέρας τί ἐστι δηλονότι ὁ τόπος· περατοῖ γὰρ τὸ ἐν αὐτῷ. τοιοῦτον δέ ἐστι καὶ τὸ εἶδος. Ὥστε δόξειεν ἂν ὁ τόπος τὸ εἶδος εἶναι, ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους· τοῦτο γὰρ ἑκάστου πέρας. Τὸ μέγεθος λέγοι ἄν τὸ σύνθετον, τὸ ἐξ ὕλης καὶ εἴδους. φησὶν οὖν ὅτι τῷ εἴδει καὶ τὸ σύνθετον ὁρίζεται· τὸ γὰρ ὡρίσθαι αὐτῷ κατὰ τὸ εἶδός ἐστι. καὶ ἡ ὕλη δὲ τοῦ συνθέτου ἀόριστος οὖσα καθ’ αὑτὴν ὁρίζεται ὑπὸ τοῦ εἴδους· τὸ γὰρ εἶδος, φησί, πέρας ἐστὶ καὶ τῆς ὕλης καὶ τοῦ συνθέτου. εἶδος δὲ ἔοικε λέγειν νῦν τὸ κατὰ τὰ πέρατα· καὶ γὰρ τὸ διάστημα ἀόριστον ὂν καθ’ αὑτὸ καὶ ἀπεράτωτον περατοῦται καὶ ὁρίζεται ταῖς επιφανειαις. Ἧι δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα τοῦ μεγέθους, ἡ ὕλη· τοῦτο γὰρ ἕτερον τοῦ μεγέθους. Tουτέστι καθὸ ὁ τόπος διάστημά τί ἐστι δεκτικὸν τοὐ μεγέθους, κατὰ τοῦτο ὕλη δοκεῖ εἶναι· ἐν γὰρ τῷ μεγέθει τὸ ἀόριστον διάστημα ὕλη ἐστὶ τοῦ μεγέθους. ὥσπερ γὰρ ἡ πρώτη ὕλη τῷ ἄλλοτε ἄλλα εἴδη δέχεσθαι ἑτέρα μὲν οὖσα παρ’ αὐτὰ δείκνυται, οὐδέποτε δὲ χωρὶς εἴδους ἐστίν, οὕτω φημὶ ἐπειδὴ ποτὲ μὲν μεῖζον ποτὲ δὲ ἔλαττον γίνεται τὸ μέγεθος, ἕτερόν τί ἐστιν αὐτῷ ὑποκείμενον, τὸ ἁπλῶς μέγεθος, λέγω δὲ διάστημα τι ἀόριστον τῷ ἰδίῳ λόγῳ, ὅπερ ὁ Πλάτων’ τὸ “πλημμελῶς καὶ ἀτάκτως κινούμενόν” φησιν. ὠὰ τοῦτο οὐδέποτε ἔστιν εὑρεῖν χωρὶς ὅρου τινὸς καὶ πέρατος, εἰ καὶ τῷ ἰδίῳ λόγῳ οὐδένα ὅρον ἔχει οὐδὲ πέρας. ὥσπερ οὖν τοῦτο τὸ ἀόριστον διάστημα ὕλη ὂν τῶν μεγεθῶν ἄλλοτε ἄλλο δέχεται μέ. γεθος, οὕτω δὴ καὶ ὁ τόπος διάστημά ἐστιν ἄλλοτε ἄλλων μεγεθῶν δεκτικόν, καὶ ταύτῃ ὕλη δόξειεν ἂν εἷναι· καὶ ὥσπερ τὸ ἀόριστον διάστημα ἕτερόν ἐστι τοῦ μεγέθους, οἷον τοῦ διπήχεος ἢ τριπήχεος, οὕτω δὲ καὶ ὁ τόπος ἕτερος τῶν ἐγγινομένων ἐν αὐτ·ῷ μεγεθῶν. Τοῦτο δέ ἐστι τὸ περιεχόμενον ὑπὸ τοῦ εἴδους καὶ ὡρισμένον, οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος. Εἰδοποιεῖται γὰρ τὸ ἀόριστον διάστημα τῷ ἐπιπέδῳ· αὐτὸ γὰρ καθ’ αὑτὸ ἀόριστον ὂν καὶ ἀπεράτωτον, ὅταν προσλάβῃ ἐπιφάνειαν καὶ πέρας, τοῦτο δέ ἐστι σχήματός τι εἶδος, ὁρίζεται καὶ εἰδοποιεῖται. Ὅταν γὰρ ἀφαιρεθῇ τὸ πέρας καὶ τὰ πάθη τῆς σφαίρας, λείπεται οὐδὲν εἶναι παρὰ τὴν ὕλην. Τὸ πέρας, τουτέστιν ἡ ἐπιφάνεια καὶ τὸ σφαιρικὸν σχῆμα, τὰ πάθη, τουτέστιν αἱ παθητικαὶ ποιότητες, τὸ χρῶμα τὸ βάρος καὶ τὰ λοιπά· τούτων γὰρ ἀφαιρεθέντων καταλιμπάνεται ἀόριστός τις ὄγκος καὶ ἀπεράτωτος, ὅπερ ἐστὶν ἡ ὕλη. ὕλη δέ, ἤιοι ἡ πρώτη, ἤ, ὅπερ κάλλιον, ἡ ποσωθεῖσα, ἥτις ἐστὶ τὸ τριχῇ διαστατόν, ὅπερ καθ’ αὑτ.ὸ ἀόριστόν ἐστι καὶ ἀσχημάτιστον οὐδενὶ γὰρ οὔτε ὡρισμένῳ ποσῷ, οἷον διπήχει ἢ τριπήχει, οὔτε ἐσχημα- τισμένῳ ταὐτόν ἐστιν), ὅθεν ἄλλοτ·ε ἄλλο καὶ μέγεθος καὶ σχῆμα δέχεται, τοῦτο δὲ καί τινες ἐνόμισαν εἶναι τὴν πρώτην ὕλην. Διὸ καὶ ὁ Πλάτων’ τὴν ὕλην καὶ τὴν χώραν τὸ αὐτό φησιν εἶναι ἐν τῷ Τιμαίῳ. Διὰ ταύτην οὖν, φησί, τὴν αἰτίαν, διὰ τὸ προσεοικέναι τῆ ὅλῃ τὸν τόπον, καὶ ὁ Πλάτων ἐν τῷ τιμίῳ τὴν ὕλην ταὐτόν φησιν εἶναι τῇ χώρᾳ· ἡ δὲ χώρα ὁ τόπος ἐστίν· ὥστε ταὐτόν φησιν εἶναι τὴν ὕλην τῷ τόπῳ. μεταληπτικὸν δὲ καλεῖ τὴν ὕλην, ὡς ἤδη εἶπον, ὡς τῶν εἰδῶν μεταλαμ- βάνουσαν, καὶ μόνως μεταλαμβάνουσαν, οὐδαμῶς δὲ μεταλαμβανομένην. εἴπομεν δὲ πῶς αὐτὴν καὶ χώραν καλεῖ, ὅτι κατὰ ἀναλογίαν, ὥσπερ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὴν ψυχὴν τόπον εἰδῶν τῶν διανοητῶν, καὶ τὸν νοῦν τῶν νοητῶν. Ἄλλον δὲ τρόπον ἐκεῖ τε λέγων τὸ μεταληπτικὸν καὶ ἐν τοῖς λεγομένοις ἀγράφοις δόγμασιν. Τουτέστιν ἄλλως ἐν τῷ Τιμαίῳ τὴν ὕλην ὀνομάζων καὶ ἄλλως ἐν τοῖς ἀγράφοις δόγμασι, τουτέστιν ἐν ταῖς ἀγράφοις συνουσίαις· ἐν μὲν <γὰρ> ἀγράφοις συνουσίαις μέγα καὶ μικρὸν ἐκάλει τὴν ὅλην, ὡς ἐν τοῖς ἔμπρο- σθεν ὁ Ἀριστοτέλης εἶπε, καὶ εἴπομεν διὰ τί μέγα καὶ μικρὸν ἡ ὕλη, ἐν δὲ τῷ Τιμαίῳ τὸ μεταλ·ηπτικὸν καλεῖ τὴν ὕλην διὰ τὸ τῶν εἰδῶν με’ ταλαμβάνειν. τὰς δὲ ἀγράφους συνουσίας τοῦ Πλάτωνος αὐτὸς ὁ Ἀριστοτέλης ἀπεγράψατο. Ὅμως μέντοι τὸν τόπον καὶ τὴν χώραν τὸ αὐτὸ ἀπε- φήνατο. Εἰ δὲ καὶ διαφόρως, φησί, καλεῖ τὴν ὕλην, ἀλλ’ οὖν τὸν τόπον καὶ τὴν ὕλην τὸ αὐτό φησιν· εἰ γὰρ τὴν ὕλην χώραν φησίν, ἡ δὲ χώρα οὐδὲν ἕτερόν ἐστι παρὰ τὸν τόπον, δῆλον ὅτι ταὐτόν ἐστι τῇ ὕλῃ ὁ τόπος. τῶν οὖν ἄλλων, φησί, πάντων ὅτι μὲν ἔστιν ὁ τόπος εἰπόντων, τί δέ ἐστι μη- δενός, μόνος ὁ Πλάτων’ τί ἐστιν ὁ τόπος εἴρηκεν, ὅτι ἡ ὕλη. εἴπομεν δὲ ὅτι οὐ τοιοῦτον τόπον ἔλεγεν εἶναι τὴν ὕλην, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, ἀλλὰ κατὰ ἀναλογίαν. διότι ὡς ὁ τόπος τῶν σωμάτων δοχεῖον, οὕτω καὶ ἡ ὕλη τῶν εἰδῶν. Ἄλλως τε γὰρ τὴν ἀκροτάτην ἔχει θεωρίαν, καὶ χωρὶς ἀλλήλων. οὐ ῥᾴδιον αὐτὰ γνωρίζειν. Καὶ ἐντεῦθεν, φησί, τὸ χαλεπὸν τῆς τοῦ τόπου θεωρίας δείκνυται. εἴτε γὰρ ὕλη εἴτε εἶδος ὁ τόπος μᾶλλον, χαλεπὸς ὁ περὶ αὐτοῦ λόγος· εἰς γὰρ τὰς ἀρχὰς ἄνεισιν, ὧν ἡ θέα καθ’ αὑτήν τε ἀκροτάτη ἐστὶ καὶ οὐ ῥᾳδία, καὶ διότι πειρώῳθα χωρίζοντες ἀλλήλων γινώσκειν, ἃ γνῶνα·. χωρὶς ἀλλή- ἀλλήλων οὐχ οἷόν τε. τῶν γὰρ πρός τι ἡ ὕλη καὶ τὸ φυσικὸν εἶδος· ἥ τε γὰρ ὕλη πρὸς εἶδος λέγεται (Tαὸους γάρ ἐστιν ὕλη), καὶ τὸ φυσικὸν εἶδος ὡσαύτως ὕλης ἐστὶν εἶδος. Ἀλλὰ μὴν ὅτι γε ἀδύνατον ὁποτερονοῦν τούτων *** Ὁποτερονοῦν τούτων, τὸ ὖ τε εἴὸους καὶ τῆς ὕλης. ἐντεῦθεν οὖν ἀνασκευάζει καὶ δείκνυσι διὰ πλειό.νων, ὅτι οὔτε ὕλην οὔτε εἶδος ἐνδέχεται εἶναι τὸν τόπον. τὸ μὲν γὰρ εἶδος καὶ ἡ ὕλη οὐ χωρίζεται τοῦ πράγματος. τὸ πρῶτον ἐπιχείρημα· ἡ ὕλη καὶ τὸ εἶδος οὐ χωρίζεται τοῦ πράγματος, ὁ τόπος χωρίζεται τοῦ πράγματος, οὔτε ὕλη ἄρα οὔτε εἶδος ὁ τόπος. τὸ σχῆμα δεύτερον. τὴν μὲν οὖν ῳίζονα πρότασιν, ὡς πρόδηλον, οὐ ἰ̣α-ασκευάει, τὴν ἐλάττονα δὲ κατασκευάζει, λέγω δὴ ὅτι ὁ τόπος χωρίζεται τοῦ πράγματος· ἐν ᾧ γὰρ ἦν πρότερον ἀήρ, ἐξελθόντος τούτου ἄλλο τι ἐγγίνεται, ἀντιμεθισταμένων τῶν σωμάτων· ὥστε χωρίζεται τοῦ πράγματος ὁ τόπος. Ὥστε οὔτε μόριον οὔτε ἕξις, ἀλλὰ χωριστὸς ὁ τόπος ἑκάστου ἐστίν. Μόριον μὲν οἷον χεὶρ ἢ ποὺς ἢ τῶν ὁμοιομερῶν τι, ἕξις δὲ ἤτοι τὸ εἶδός φησι τὸ οὐσιῶδες, ἤτοι ἁπλῶς πᾶν εἶδος καὶ τὸ κατὰ συμβεβεβηκός. τά τε γὰρ ἀχώριστα καὶ τὰ χωριστὰ συμβεβηκότα συμμεταφέρονται τῷ πράγματι, ὁ δὲ τόπος ἀκίνητός ἐστι καὶ τῷ πράγματι οὐ συμμεταβα;ινει. ὁμοίως δὲ οὐδὲ τὸ μόριον χωρίζεται τοῦ πράγματος, ἔστ’ ἂν ᾖ μόριον· χωρισθὲν γὰρ εὐθὺς φθείρετα„ ὥστε οὐδὲν τοῦ πράγματός ἐστιν ὁ τόπος. δυνατὸν δὲ μόριον ἀντὶ τοῦ στοιχεῖον ἀκούειν, οἷον τὸ εἶδος καὶ τὴν ὕλην, ὅπερ καὶ μᾶλλον, ἵνα ᾖ συμπέρασμα τὸ ὥστε οὔτε μόριον οὔτε ἕξις οὔτε ὕλη ὁ τόπος· καὶ τί λέγω ὕλη καὶ εἶδος; ἀλλ’ οὐδ’ ἕξις τις, τουτέστιν οὐδὲ συμβεβηκός ἐστί τι τοῦ πράγματος, διότι ὁ μὲν τόπος χωρίζεται τοὐ πράγματος μετακινηθέντος, τὰ δὲ συμβεβηκότα συμμετέρχονται αὐτῷ· καὶ γὰρ τὰ χωριστὰ συμβεβηκότα κατὰ τόπον κινουμένῳ τῷ πράγματι συμμεταβαίνουσιν, ὁ δὲ τόπος οὐ συμμεταβαίνει αὐτῷ, ἀλλὰ χωρίζεται αὐτοῦ.’ Καὶ γὰρ δοκεῖ τοιοῦτόν τι εἶναι ὁ τόπος, οἷον τὸ ἀγγεῖον. Ἒτι κατασκευάζει ὅτι ὁ τόπος χωρίζεται τοῦ πράγματος. οὐδὲν γάρ, φησί, διαφέρει ὁ τόπος τοῦ ἀγγείου· καὶ γὰρ τὸ ἀγγεῖον τόπος ἐστὶ μεταφορητός. ὥσπερ οὖν τοῦ ἀγγείου χωρίζεται τὸ πρᾶγμα ἕτερον γὰρ τοῦ πράγματος προφανῶς τὸ ἀγγεῖον), οὕτω δὲ καὶ τοῦ τόπου. Ἧι μὲν οὖν χωριστὸς τοῦ πράγματος, ταύτῃ μὲν οὐκ ἔστι τὸ εἶδος, ᾗ δὲ περιέχει, ταύτῃ ἕτερος τῆς ὕλης. Ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα μεμερισμένως, ἐκ μὲν τῶν αὐτῶν τῷ προτέρῳ δεικνύον ὅτι οὐκ εἶδος ὁ τόπος, ὅτι δὲ οὐδὲ ὕλη τῷ τὴν μὲν ὕλην περιέχεσθαι, τὸν δὲ τόπον περιέχειν. Δοκεῖ δὲ ἀεὶ τὸ ὄν που αὐτό τι εἶναι καὶ ἕτερόν τι ἐκ- τὸς αὐτοῦ. Τὸ τρίτον ἐπιχείρημα· ὁ τόπος ἐκτὸς τοῦ πράγματος ἑτέρου ὄντος παρ’ αὐτόν, ἡ ὕλη καὶ τὸ εἶδος οὐκ εἰσὶν ἐκτὸς τοῦ πράγματος οὐδὲ ἕτερόν τι τοῦ οὗ ἐστιν ὕλη καὶ εἶδος οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ σύνθετον ἢ σύνοδος ὕλης καὶ εἴδους), ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἰδος. Πλάτωνι μέντοι λεκτέον, εἰ δεῖ παρεκβάντας εἰπεῖν, διὰ τί οὐκ ἐν τόπῳ τὰ εἴδη καὶ οἱ ἀριθμοί, εἴπερ μεθεκτικὸν ὁ ἐγκαλεῖ τῷ Πλάτωνι, ὅτι εἰ τόπον φησὶ τὴν ὕλην εἶναι, συμβήσεται καὶ τοὺς ἀριθμοὺς καὶ τὰ εἴδη ἐν τόπῳ εἶναι ἐκ παραλλήλου δὲ ταὐτὸν τοὺς ἀριθμοὺς καὶ τὰ εἴδη)· εἰ γὰρ μεθεκτικὸν τῶν εἰδῶν ἡ ὕλη, ἡ δὲ | ὕλη τόπος, ἐν τόπῳ τὰ εἴδη ἔσονται. καίτοι οὐδὲ αὐτῷ δοκεῖ ἐν τόπῳ εἶναι τὰ εἴδη, ὡς καὶ Ἀριστοτέλης ἐν τοῖς ἔμπροσθεν εἶπε· χωριστὰ γὰρ αὐτὰ εἷναι καὶ ὁ Πλάτων’ βούλεται. ὥστε ἢ κακῶς τὴν ὕλην τόπον εἶπεν ὁ Πλάτων’, ἢ τὰ εἴδη ἀναγκάζεται ἐν τόπῳ λέγειν, ὅπερ αὐτῷ οὐ δοκεῖ. ἐροῦμεν δὲ πρὸς Ἀριστοτέλην, ὅτι πρῶτον μὲν οὐ τῶν χωριστῶν εἰδῶν ἔλεγεν ὁ Πλάτων’ τὴν ὕλην τόπον εἶναι, ἃ καί φησι μὴ εἶναι ἐν τόπῳ, οὐδὲ τούτων εἷναι μεθεκτικόν, ἀλλὰ τῶν φυσικῶν· ἔπειτα εἴπομεν ὅτι καὶ τόπον ἔλεγεν οὐ τοιοῦτον τόπον περὶ οὗ νῦν ἡμεῖς ποιούμεθα τὸν λόγον, ἀλλὰ κατὰ ἀναλογίαν. εἴπομεν δὲ πολλάκις καὶ πῶς ἔλεγε τὰ εἴδη ἀριθμούς, ὅτι διὰ τὸ περιοριστικὸν αὐτῶν καὶ περατωτικόν. τὸ δὲ εἰ δεῖ παρεκ- βάντας εἰπεῖν εἴρηκε, διότι τὸ μὲν δεῖξαι ὅτι ἡ ὕλη τόπος οὐκ ἔστιν, ἀκόλουθον ἦν τῆ προκειμένῃ θεωρίᾳ, τὸ μέντοι λέγειν ὅτι εἰ τόπος εἴη ἡ ὕλη, ἔσονται τὰ εἴδη ἐν τόπῳ, τοῦτο οὐδὲν τῷ παρόντι λόγῳ συμβαλλόμενον ἦν, εἴτε ἐν τόπῳ εἶεν τὰ ειοη ειτε μὴ. δυνατὸν δὲ καὶ τοῦτο ὡς εἰς τὸ προκείμενον συντελοῦν λαβεῖν· εἰ γὰρ ἄτοπον τὸ τὰ εἴδη ἐν τόπῳ εἶναι, δῆλον ὅτι οὐκ ἂν εἴη ἡ ὕλη τόπος. Ἔτι πῶς ἄν φέροιτο εἰς τὸν αὑτοῦ τόπον; Τὸ τέταρτον ἐπιχείρημα. ἐντεῦθεν γὰρ πάλιν ἡ ἀκολουθία πρὸς τὰ προηγούμενα· τὰ γὰρ μεταξὺ ἐν παρεκβάσει ἦν πρὸς Πλάτωνα. εἰ ἡ ὕλη οὖν, φησί, καὶ τὸ εἶδος τόπος, οὐδὲν ἄν ἐφέρετο ἐπὶ τὸν ἑαυτοῦ τόπον οὐδὲν γὰρ φέρεται ἐπὶ τὸ εἶδος αὑτοῦ καὶ τὴν ὕλην· ἔστι γὰρ ἤδη ἐν αὐτῷ), ἀλλὰ μὴν φέρεται πᾶν ἐπὶ τὸν ἑαυτοῦ τόπον, ἡ βῶλος κάτω τὸ πῦρ ἄνω, οὐκ ἄρα ἡ ὕλη καὶ τὸ εἶδος τόπος. τὸν αὐτὸν δὲ καὶ κατηγορικὸν ποιήσας ἕξεις τὸ πέμπτον ἐπιχείρημα· ἐπὶ τὸν αὑτῶν τόπον πάντα φέρεται, ἐπὶ τὴν ὕλην καὶ τὸ εἶδος οὐδὲν φέρεται, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὗτε εἶδος. Ἀδύνατον γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω καὶ κάτω ἐστί, τόπον εἶναι. Τοῦτο ἕκτον ἐπιχείρημα, ἅμα δὲ καὶ κατασκευὴ τούτου τε τοὐ ἐπιχειρήματος καὶ τοῦ πρὸ αὐτοῦ. ἔστι δὲ τοῦτο τὸ ἐπιχείρημα· ἐν τῷ τόπῳ τὸ ἄνω ὑπάρχει καὶ τὸ κάτω, ἐν τῇ ὕλῃ καὶ τῷ εἴδει οὔτε τὸ ἄνω ἐστὶν οὔτε τὸ κάτω, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος. τὸ δὲ ἀδύνατον γὰρ ου μη κίνησις κατασκευὴ ἀμφοτέρων τῶν επιχειρηματων· ἐν ᾦ γὰρ μὴ ἔστι κίνησις, ἐν τούτῳ οὔτε τὸ ἄνω ἔσται καὶ τὸ κάτω οὔτε φέροιτο ἄν τι ἐπὶ τοῦτο, ἐν δὲ τῷ εἴδει καὶ τῇ ὕλῃ κίνησις οὐκ ἔστιν, ὥστε οὔτε φέρεταί τι ἐπὶ ταῦτα οὔτε τὸ ἄνω ἐστὶν ἐν τούτοις καὶ τὸ κάτω. ὥστε ζητητέος ἐν τούτοις ὁ τόπος, ἐν οἷς δηλονότι κίνησίς ἐστι, καὶ ἐν ὄις τὸ ἄνω καὶ τὸ κάτω. Εἰ δὲ ἐν αὐτῷ ὁ τόπος δεῖ γάρ, εἴπερ ἡ μορφὴ καὶ ἡ ὕλη), ἔσται ὁ τόπος ἐν τόπῳ. Ἕβδομον ἐπιχείρημα· εἰ τὸ εἶδος καὶ ἡ ὕλη τόπος, ἐν τῷ πράγματι δέ ἐστιν ἡ ὕλη καὶ τὸ εἶδος, καὶ ὁ τόπος ἄρα ἐν τῷ πράγματί ἐστιν. ὅταν οὖν μετ·αβάλλῃ κατὰ τόπον τὸ πρᾶγμα, τουτέστι τὸ ἐξ ὕλης καὶ εἴδους, καὶ ἐξ ἄλλου τόπου ἄλλον καταλαμβάνῃ τόπον, συμμεταβάλλει αὐτῷ δηλονότι καὶ ἡ ὕλη καὶ τὸ εἶδος· οὗ γὰρ ἂν ᾖ τὸ σύνθετον, ἐκεῖ καὶ τὰ συντι- θέντα ἀπλᾶ ἐξ ἀνάγκης. ὥστε εἰ τὸ ὅλον ἐν τόπῳ γίνεται, καὶ ἡ ὕλη καὶ τὸ εἶδος ἐξ ἀνάγκης· ταῦτα δέ ἐστιν ὁ τόπος· ὁ τόπος ἄρα ἐν τόπῳ γίνεται. ὥστε τοῦ τόπου ἔσται τόπος. Ἔτι ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ἀπόλωλεν ὁ τόπος· οὗ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα. Tὸ ὄγδοον ἐπιχείρημα· εἰ τὸ εἶδος, φησί, τόπος, ὅταν τὸ ὕδωρ φθαρὲν γένηται ἀήρ, φθαρέντος τοῦ εἴδους ἔφθαρται δηλονότι καὶ ὁ τόπος. τίς οὖν ἡ τοῦ τόπου φθορά, οὐκ ἄν εἰπεῖν ἔχοιεν· οὐ γὰρ δὴ εἴποιεν ὅτι οὐκ ἔφθαρται, ἀλλ’ ἐν τῷ γενομένῳ σώματι ἐκ τοῦ ὕδατός ἐστιν ὁ τόπος, λέγω δὴ τῷ ἀέρι. οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐστὶν οὗτος· ἕτερον γὰρ τὸ τοῦ ἀέρος εἶδος. εἰ τοίνυν ἕτερον τὸ εἶδος τοῦ ἀέρος παρὰ τὸ τοῦ ὕδατος. τὸ δὲ εἶδος ὁ τόπος, οὐκ ἐν τῷ αὐτῷ ἄρα τόπῳ τοῦ ὕδατος ὁ ἀήρ ἐστι. Μετὰ δὲ ταῦτα ληπτέον ποσαχῶς ἄλλο ἐν ἄλλῳ λέγεται. Δείξας ἐν ἀρχῇ ὅτι ἔστιν ὁ τόπος, εἶτα θελήσας ἀποδοῦναι ἀκολού- θως καὶ τὸ τί ἐστι, περιήγαγεν εἰς τοὐναντίον τὸν λόγον, καὶ ἔδειξεν ὅτι εἰ θελήσομεν τὸ τί ἐστι τοῦ τόπου ἀποδοῦναι, κινδυνεύει μηδὲ εἶναι ὅλως ὁ τόπος. οὕτως ἐφ’ ἑκάτερα ἐπιχειρήσας, ἐπειδὴ ἀρχόμενος τοῦ λόγου ἔλεγεν ὅτι ἐκ τῶν ὑπαρχόντων τῷ τόπῳ οὐ τὸ αὐτὸ ἔστι λαβεῖν περὶ αὐ- τοῦ, ἐφεξῆς ἔδειξεν ἐκ τίνων μὲν δοκεῖ ὕλη εἶναι, ἐκ τίνων δὲ εἶδος· εἶτα διὰ πλειόνων ἀνεσκεύασεν, ὅτι οὕτε ὕλη δύναται εἶναι οὔτε εἶδος. ταῦτα εἰπών, ἀκολούθως ἀνατρέχει ἐπὶ τὸ δεῖξαι τί ἐστιν ὁ τόπος, καὶ τὰ αὐτῷ δοκοῦντα περὶ τοῦ τόπου ἐκθέσθαι· τούτου γὰρ δειχθέντος, λέγω δὴ τοῦ τί ἐστιν ὁ τόπος, λύονται πᾶσαι αἱ ἀπορίαι ἐξ ὧν ἐδόκει μὴ εἶναι ὁ τόπος, καὶ μάλιστα ὅσαι ἐκ τοῦ κακῶς λαμβάνειν τὸ τί ἐστι τοῦ τόπου ἀνεφύοντο, ὡς αἱ λαμβάνουσαι ὅτι ὁ τόπος τριχῇ ἐστι διαστατόν. εἰσὶ δ’ αἳ καὶ αὐ- τόθεν ψευδεῖς ἦσαν, ὡς ἡ λέγουσα πᾶν τὸ ὃν ἐν τόπῳ εἶναι, ἢ πᾶν τὸ ὃν ἢ στοιχεῖον εἶναι ἢ ἐκ στοιχείων. βούλεται οὖν, ὡς εἶπον, ἀποδοῦναι τὸ τί ἐστι τοῦ τόπου, ἀλλ’ ἐπειδὴ σαφέστερά ἐστι τοῦ τόπου τὰ ἐν τόπῳ, τὰ δὲ ἐν τόπῳ ἔν τινί ἐστι, βούλεται ἀπαριθμήσασθαι τὰ τοῦ ἔν τινι ση- μαινόμενα, καὶ εἰπεῖν ποσαχῶς τὸ ἔν τινι λέγεται. καὶ λέγει τοσαυταχῶς τὸ ἔν τινι λέγεσθαι, ὁσαχῶς καὶ ὑπὸ τῶν ἐξηγητῶν αὐτοῦ εἴωθε λέγεσθαι ἐν τῷ τῶν Κατηγοριῶν ὑπομνήματι· πλὴν οὐ πάντα ἐκτίθεται τὰ τοῦ ἔν τινι σημαινόμενα, ἀλλὰ ἐννέα μόνον, παραλιμπάνει δὲ δύο, τό τε ἐν χρόνῳ καὶ τὸ ἐν ὑποκειμένῳ. ἅμα δὲ καὶ ζητεῖ, εἰ ἔστι τι αὐτὸ ἐν ἑαυτῷ, εἴτε καθ’ ἕν τι τούτων τῶν τοῦ ἔν τινι σημαινομένων, εἴτε κατ’ ἄλλον τινὰ τρόπον, δῆλον δὲ ὅτι τῶν φυσικῶν, περὶ ὧν αὐτῷ καὶ ὁ λόγος. ζητεῖ οὖν πότερόν ἐστί τι αὐτὸ ἐν ἑαυτῷ, ἢ πᾶν ἀνάγκη ἢ οὐδαμοῦ εἶναι ἢ ἐν ἄλλῳ. φησὶν οὖν ὅτι ἐπειδὴ ἔστι τι πρώτως εἶναι, ἔστι δὲ καὶ κατ’ ἄλλο λέγεται γὰρ ὁ Σωκράτης λευκὸς εἶναι οὐ πρώτως ἀλλὰ κατὰ ἄλλο, τῷ τὸ μέρος αὐτοῦ λευκὸν εἶναι, τὸ σῶμα, ἀλλ’ οὐδὲ τὸ σῶμα πρώτως λευκόν, ἀλλ’ ἡ ἐπιφάνεια πρώτως λευκή, διὰ ταύτην δὲ τὸ σῶμα, καὶ διὰ τοῦτο ὁ Σωκράτης· κατ’ ἄλλο οὖν λευκὸς ὁ Σωκράτης, οὐ πρώτως. ὁμοίως ὑποδεδέδθαι λέγεται Σωκράτης οὐ πρώτως, ἀλλὰ κατ’ ἄλλο, τῷ τὸ μέρος αὐτοῦ ὑποδεδέσθαι τὸν πόδα. ὁμοίως δὲ καὶ ὁρᾶν λέγεται ἀπὸ μέρους, τῶν ὀφθαλμῶν), ἐπεὶ οὖν ἔστι τινὰ εἶναι πρώτως, ἔστι δὲ καὶ ἀπὸ μέρους ἤτοι ἀπλῶς κατ’ ἄλλο, καὶ τὸ ἐν ἑαυτῷ εἶναι ἡ πρώτως ἔσται ἢ ἀπὸ μέρους. πρώτως μὲν οὖν ἀδύνατον εἶναι αὐτό τι ἐν ἑαυτῷ, κατ’ ἄλλο δὲ καὶ ἀπὸ μέρους δυνατόν, ὅταν τοῦ λεγομένου ἐν ἑαυτῷ εἶναι τὸ μὲν ᾖ οἷον τόπος καὶ τὸ δεδεγμένον, τὸ δὲ ἐν ἐκείνῳ ὄν. ἐπεὶ οὖν τῶν μορίων τοῦ ὅλου τὸ ἕτερόν ἐστιν ἐν τῷ ἑτέρῳ, λέγοιτο ἂν τὸ ὅλον ἐν ἑαυτῷ εἶναι, οἷον ὁ ἀμφορεὺς τοὐ οἴνου λέγοιτο ἂν ἐν ἑαυτῷ εἶναι, οὐ πρώτως οὐδὲ τῷ ὅλως εἶναι αὐτὸ ἐν ἑαυτῷ, ἀλλὰ τῷ τῶν μορίων αὐτοῦ τὸ ἕτερον ἐν τῷ ἑτέρῳ εἶναι. ὥσπερ λέγομεν τὸν ἄνθρωπον αὐτοκίνητον οὐ τῷ τὸν ὅλον κινεῖν καὶ τὸν ὅλον κινεῖσθαι, ἀλλὰ τῷ μέρος μέν τι αὐτοῦ κινεῖν μέρος δ·έ τι κινεῖσθαι κινεῖ μὲν γὰρ ἡ ψυχή, κινεῖται δὲ τὸ σῶμα), οὕτως ἄν εἴποις καὶ αὐτὸν ἐν ἑαυτῷ εἶναι τὸν ἄνθρ·ωπον τῷ μέρος ἐν μέρει εἶναι, τὴν ψυχὴν ἐν τῷ σώματι, καὶ τὸν τοῦ οἴνου ἀμφορέα αὐτὸν ἐν ἑαυτῷ εἶναι τῶ μέρος ἐν μέρει εἶναι, τὸν οἶνον ἐν τῷ ἀμφορεῖ. ταύτῃ οὖν μόνως δύναταί τι αὐτὸ ἐν ἑαυτῷ εἶναι, ἀπὸ μέρους, ὡς εἶπον, καὶ καταχρηστικῶς. οἶδε γάρ, ὡς ἤδη εἴπομεν, τὴν τοιαύτην ἡ συνήθεια χρῆσιν, τὸ ἀπὸ μέρους τὰ ὅλα καλεῖν, ὡς ὅταν λέγωμεν τὸν Σωκράτην ὑποδεδέσθαι ἢ ὁρᾶν, ἢ τὸν Σωκράτην ἐπιστήμονα εἶναι· τῷ γὰρ τὴν ψυχὴν ἐπιστήμονα εἶναι ἢ τὸν ὀφθαλμὸν ὁρᾶν ἢ τὸν πόδα ὑποδεδέσθαι, οὕτως ἐκ τοῦ μέρους τὸ ὅλον ὀνομάζεται. οὕτως οὖν καὶ ἐπὶ τούτου τῷ εἶναι μέν τι τῶν τοῦ ὅλου μερῶν ἔν τινι, μὴ ἐν ἄλλῳ μέντοι παρὰ τὸ ὅλον, λέγοιτο ἂν καὶ τὸ ὅλον ἐν ἑαυτῷ εἶναι. ἐπειδὴ οὖν καὶ τῶν μορίων τοῦ ζῴου ἕκαστον, χεῖρες λέγω καὶ πόδες καὶ τὰ λοιπά, ἐν τῷ ὅλῳ εἰσί, λέγοιτο ἄν καὶ τὸ ὅλον ἐν ἑαυτῷ εἶναι οὐ πρώτως, ὡς εἶπον, ἀλλὰ κατ’ ἄλλο καὶ καταχρηστικῶς. οὕτως οὖν καὶ ὁ τοῦ οἴνου ἀμφορεὺς λέγοιτο ἂν αὐτὸς ἐν ἑαυτῷ ὡς ἐν τόπῳ εἶναι, τῶ τὸ μέρος αὐτοῦ ἐν τῶ λοιπὼ εἶναι ὡς ἐν τόπω· τῶ γὰρ μὴ εἶναι τὸ ᾦ ὅλον ἕτερον παρὰ τὸν τόπον καὶ τὸ ἐν τόπῳ, ταύτῃ τὸ ὅλον λέγεται αὐτὸ ἐν ἑαυτῷ εἶναι. ταύτῃ μὲν οὖν μόνως ἐνδέχεται αὐτό τι ἐν ἑαυτῷ εἶναι, πρώτως δὲ οὐκ ἐνδέχεται οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός. καὶ δείκνυσιν ἐφεξῆς τοῦτο τῷ τε ἐπαγωγικῷ χρώμενος τρόπω καὶ ἔτι τῷ ἀποδεικτικῷ. ὁ δὲ Ἀλέξανδρος καὶ ἕτερα σημαινόμενα τοὐ ἔν τινι παρατίθεται, καὶ ἓν μὲν ὡς τὰ ἅμα ὄνια φησί, λέγω δὴ τὰ κατὰ τὰς ἐπιφανείας ἁπτόμενα ἀλλήλων· λέγοιτο γὰρ ἂν ταῦτα ἐν ἀλλήλοις εἶναι. ἀλλὰ δῆλον ὅτι τὰ ἅμα πάντως ἢ ὡς ἐν χρόνῳ λέγονται εἶναι ἢ ὡς ἐν τόπῳ· τὰ οὖν ἀλλήλων ἁπτόμενα, ὡς ἐν τόπῳ λέγονται ἐν ἀλλήλοις· μέρος γάρ εἰσιν αἱ ἐπιφάνειαι καθ’ ἃς ἅπτονται ἀλλήλων τοῦ περιέχοντος αὐτὰ τόπου· ὥστε οὐκ ἔστι τοῦτο ἕτερον σημαονόμενον τοὐ ἔν τινι παρὰ τοὺς ἀπηριθμημένους τρόπους. οὑς. καὶ ἕτερον δὲ παρατίθεται σημαινόμενον οὐκ ἄκομψον. λέγεται γάρ, φησίν, ἔν τινι καὶ· ὡς ὑποκείμενον ἐν συμβεβηκότι, ὥσπερ φαμὲν ἐν καλοῖς εἶναι τὸν δεῖνα, ἢ ἐν κακοῖς πράγμασίν εἰμι, ἐν τούτοις ἐστὶ τὰ καθ’ ἡμᾶς· φαμὲν γὰρ οὕτως τὸ ὑποκείμενον ἐν συμβεβηκόσιν. Ἄλλον δὲ ὡς <τὸ> γένος ἐν τῷ εἴδει, καὶ ὅλως τὸ τοῦ εἴδους ἐν τῷ τοῦ εἴδους λόγῳ. Oὐ δεῖ θαυμάζειν, εἰ τὸ γένος λέγεται ἐν τῷ εἴδει εἶναι, τὸ πλέον ἐν τῷ ἐλάττονι· τὰ γὰρ γένη εἰσὶ μὲν καὶ κοιναί τινες φύσεις πλείοσιν ὑπάρχουσαι καὶ κατὰ πλειόνων κατηγορούμεναι, γίνονται δὲ καὶ μέρη τῶν εἰδῶν, ὅταν ὡς ἤδη ὑπάρξαντα ἐν τοῖς εἴδεσι θεωρῆται. ὥστε κατὰ ἄλλην καὶ ἄλλην σχέσιν τὰ αὐτὰ καὶ καθολικώτερά ἐστι καὶ μερικώτερα· ὅταν μὲν γὰρ μήπω συμπεπλεγμένα θεωρῆται ταῖς οἰκείαις διαφοραῖς, ὁλικώτερά ἐστιν, ὅταν δὲ συμπλακέντα ἀποτελέσῃ τὰ εἴδη, τότε μέρη τῶν εἰδῶν γίνεται· τοῦ γὰρ ὁρισμοῦ τοῦ ἀνθρώπου, λέγω δὴ τοῦ ζῴου λογικοῦ θνητοῦ, τὸ ζῷον γένος ὂν μέρος ἐπί. διὰ τοῦτο γοῦν καὶ αὐτὸς εἰπὼν ὅτι ἄλλον δὲ ὡς τὸ γένος ἐν τῷ εἴδει, ἵνα δείξῃ ὅτι γένος λέγει οὐ “τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον”, ἀλλὰ τὸ ἤδη συμπεπλεγμένον ταῖς διαφοραῖς καὶ μέρος τῶν εἰδῶν γενόμενον, διὰ τοῦτο ἐπήγαγε καὶ ὅλως τὸ μέρος τοῦ εἴδο·υς ἐν τῷ τοῦ εἴδους λόγῳ· τὸ | γὰρ ζῷον μέρος ὂν τοῦ ἀνθρώπου ἐμπεριέχεται ἐν τῷ ὁρισμῷ " αὐτοῦ. ἔτι ὡς ἐν βασιλεῖ τὰ τῶν Ἑλλήνων καὶ ὅλως ἐν τῷ πρώτῳ κινητικῷ· ὁ γὰρ ἄρχων ποιητικὸν αἴτιόν ἐστι τῶν πολιτικῶν πραγμάτων. καὶ Ὅμηρος “Διὸς δ’ ἐν γούνασι κεῖται”, καὶ ἡ συνήθεια· πολλάκις γάρ φαμεν ἐν τῷ ἄρχοντι εἶναι τὸ ζῆν καὶ ἀποθανεῖν. Πάντων δὲ κυριώτατον τὸ ὡς ἐν ἀγγείῳ καὶ ὅλως τὸ ἐν τόπω. Εἰ μὲν ὡς δύο λάβῃς ἕτερον τὸ ὡς ἐν ἀγγείῳ καὶ ἕτερον ὡς ἐν τόπῳ, ἐννέα εἰσὶ τὰ ἀπηριθμημένα, εἰ δὲ καθολικώτερον λάβῃς τὸ ὡς ἐν τόπῳ καὶ τοῦ ἀγγείου μερικοῦ τινος ὄντος τόπου, ὀκτώ εἰσι τὰ ὅλα, πλὴν εἴτε οὕτως εἴτε ἐκείνως δύο εἰσὶ τὰ παραλελειμμένα, τὸ ὡς ἐν χρόνῳ καὶ τὸ ὡς ἐν ὑποκειμένω. εἰκότως δὲ κυριώτατον εἶπε τῶν ἔν τινι τὸ ὡς ἐν τόπῳ. σαφὴς ἀρ’ ἐν τούτοις ἡ διάκρισις τοὐ ἐν ᾧ καὶ τοῦ ἐν τούτῳ. Ἀπορήσειε δ’ ἄν τις ἆρα καὶ αὐτό τι ἐν ἑαυτῷ ἐνδέχεται εἶναι, ἢ οὐδέν, ἀλλὰ πᾶν ἢ οὐδαμοῦ ἢ ἐν ἄλλῳ. Ἀπαριθμησάμενος τὰ τοῦ ἔν τινι σημαινόμενα εἰκότως ζητεῖ, εἰ λέ- γεταί τι καὶ αὐτὸ ἐν. ἑαυτῷ εἶναι, καὶ εἰ λέγεται, πότερον ὑφ’ ἕνα τῶν ἀπηριθμημένων τρόπων πίπτει, ἢ κατὰ ἄλλον τινὰ τρόπον λέγεται αὐτό τι ἐν ἑαυτῷ εἶναι, ἢ οὐκ ἐνδέχεται, φησί, λέγεσθαι αὐτό τι ἐν ἑαυτῷ εἷναι, ἀλλὰ πᾶν εἴ τί περ ἔστιν, ἢ ἐν ἄλλῳ ἐστὶν ἢ οὐδαμοῦ. οὐ γὰρ ἔστι παρὰ ταῦτα· ἢ γὰρ ἐν ἑαυτῷ τί ἐστιν ἢ ἐν ἄλλῳ ἢ οὐδαμοῦ. Διχῶς δὲ τοῦτό ἐστιν, ἤτοι καθ’ αὑτὸ ἢ καθ’ ἕτερον. Τὸ καθ’ αὑτὸ ἐνταῦθα ἀντὶ τοῦ πρώτως ἀκουστέον. ἰστέον γὰρ ὅτι τῷ μὲν καθ’ αὑτὸ ἀντίκειται τὸ κατὰ συμβεβηκός, τῷ δὲ πρώτως τὸ κατ’ ἄλλο· καθ’ αὑτὸ μὲν οὗν λέγεται ὁ Σωκράτης περιπατεῖν, κατὰ συμβεβηκὸς δὲ τὸ λευκὸν ἢ τὸ φαλακρόν. λέγεται δὲ τὸ πρώτως καὶ ἐπὶ τοῦ καθ’ αὑτὸ καὶ ἐπὶ τοῦ κατὰ συμβεβηκός, ὁμοίως δὲ καὶ τὸ κατ’ ἄλλο· οἷον ὅταν εἴπω ὅτι ὁ Σωκράτης βαδίζει, καθ’ αὑτὸ εἶπον καὶ πρώτως, Σωκράτην δὲ λέγω τὸ ἐμψυχωμένον ζῷον· οὐ γὰρ κατ’ ἄλλο τι βαδίζει, εἰ μὴ καθὸ ζῷόν ἐστιν. ὅταν δὲ τοῦ πλοίου κινουμένου εἴπω τὸν πλωτῆρα κινεῖσθαι, κατὰ συμβεβηκὸς εἶπον καὶ πρώτως, ἆτά συμ- βεβηκὸς μὲν διότι τὸ καθ’ αὑτὸ κινούμενον τὸ πλοῖόν ἐστι, πρώτως δὲ διότι οὐ κατ’ ἄλλο, ἀλλ’ ᾗ πλωτήρ ἐστι, κινεῖται. ὅταν δὲ κινῇ τις τῇ βακτηρίᾳ τὴν θύραν, καθ’ αὑτὸ κινεῖν λέγεται καὶ κατ’ ἄλλο ἤτοι δι’ ἄλλου. ὅταν δέ, κινοῦντος τῆ βακτηρίᾳ τὴν θύραν, εἴπω ‘τὸ λευκὸν κινεῖ τὴν θύραν, κατὰ συμβεβηκὸς εἶπον καὶ κατ’ ἄλλο. οὐ μόνον δὲ ὅταν διά τινος μέσου κινῶμέν τι, λεγόμεθα κατ’ ἄλλο κινεῖν καὶ οὐ πρώτως οὐ γὰρ πρώτως κινεῖ τὸ ξύλον ὁ τέκτων, ἀλλὰ πρώτως μὲν τὸ σκέπαρνον, διὰ δὲ τούτου τὸ ξύλον), ἀλλὰ καὶ ὅταν μορίῳ τι ποιῶμεν, οἷον ὅταν κινῇ τὸν δάκτυλον ὁ Σωκράτης ἢ τὸν πόδα ἐν τῷ κοιμᾶσθαι, λέγεται κινεῖσθαι Σωκράτης, ἀλλ’ οὐ πρώτως κινεῖσθαι ἀλλὰ κατ’ ἄλλο, τῷ τὸν πόδα κινεῖν ἢ τὴν δάκτυλον. ὥστε οὐδὲ ὁρᾶν πρώτως ἂν λέγοιτο Σωκράτης, ἇ γε τὸ πρώτως τοῦτό ἐστιν, ὃ μὴ δι’ ἄλλο τι τοῦ λοιποῦ ὅλου κατηγορεῖται, ἀλλὰ δι’ αὑτό· εἰ οὖν Σωκράτης ἐστὶ τὸ ὅλον ζῷον, οὐ καθ’ ὅλον δὲ αὑτὸ τὸ ζῷον ὁρᾷ ἀλλὰ μορίῳ, καθ’ αὑτ·ὸ μὲν ὁρᾶν λέγοιτο ἄν ὁ Σωκράτης, κατ’ ἄλλο δέ, τουτέστι κατὰ μόριον, καὶ οὐχ ᾗ Σωκράτης ἐστί· Σωκράτης γὰρ οὐ κατὰ μόριον, ἀλλὰ καθὸ ὅλον τί ἐστιν, ὁρᾷ δὲ οὐ καθὸ ὅλον τί ἐστιν, ἀλλὰ καθὸ ὄψιν ἔχει. ἐπειδὴ δὲ τὸ τῷ πρώτως ἀντικείμενον πολλάκις κατὰ ἄλλο λέγουσι πολλάκις δὲ δι’ ἄλλου, ὡς τοῦ αὐτοῦ σημαινομένου δι’ ἑκατέρου, εἰ δέοι κυριώτερον χρῆσθαι τοῖς ὀνόμασιν, ὅταν μὲν δι’ ὀργάνου μὴ φυσικοῦ τι ποιῶμεν, ὡς ὅταν διὰ τῆς βακτηρίας κινῶμεν τὴν θύραν, εὐλογώτερον τὸ δι’ ἄλλου λέγειν, ὅταν δὲ διὰ μορίου, τὸ κατ᾿ ἄλλο. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. φησὶ δὲ ἐνταῦθα ὁ Ἀριστοτέλης, ὅτι τὸ αὐτό τι ἐν ἑαυτῷ εἶναι ἢ καθ’ αὑτό ἐστιν ἢ καθ’ ἕτερον, τὸ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως λέγων. πρότερον οὖν δείξας ὅτι κατ’ ἄλλο ἐνδέχεται αὐτό τι ἐν ἑαυτῷ εἶναι, ὕστερον δείκνυσιν ὅτι πρώτως ἀδύνατον αὐτό τι ἐν ἑαυτῷ εἶναι, καὶ πρώτως οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός. Ὅταν μὲν γὰρ ᾖ ὅρια τοῦ ὅλου τό τε ἐν ᾧ καὶ τὸ ἐν τούτῳ, λεχθήσεται τὸ ὅλον ἐν ἑαυτῷ εἶναι. Πῶς κατ’ ἄλλο αὐτό τι ἐν ἑαυτῷ ἔσται δείκνυσιν, ὅτι ἀπὸ μέρους· τῷ γὰρ τοῦ ὅλου τὸ μόριον ἐν θατέρῳ εἶναι μορίῳ λέγοιτο ἄν τὸ ὅλον ἐν ἑαυτῷ εἶναι. τοῦτο δὲ καταχρηστικῶς, ἐπειδὴ καὶ ἡ συνήθεια οἶδεν ἀπὸ μέρους τὰ ὅλα καλεῖν, ὡς τὸν Σωκράτην ὑποδεδέσθαι καὶ λευκὸν εἶναι ἢ ἐπιστήμονα, καίτοι μόριόν τι ἢ ὑποδέδεται, ὡς ὁ πούς, ἢ λευκόν ἐστιν, ὡς ἡ ἐπιφάνεια, ἢ ἐπιστῆμόν ἐστιν, ὡς ἡ ψυχή. οὕτως οὖν καὶ ὁ τοῦ οἴνου ἀμφορεὺς αὐτὸς ἐν ἑαυτῷ λέγοιτ’ ἂν εἶναι, τῷ τοῦ ὅλου μέρος ἐν μέρει εἶναι. ἀλλὰ γὰρ μὴ διὰ πάντων ἁρμόζειν ἀπαίτει τῷ παραδείγματι, ἐπεὶ μὴ ὥσπερ ὁ ποὺς ὑποδέδεται καὶ οὕτω τὸ ὅλον γέγεται ὑποδεδέσθαι, τῆ τοῦ μέρους προσηγορίᾳ τοῦ παντὸς ὀνομαζομένου, ὡσαύτως καὶ ἐπὶ τοῦ ἀμφορέως τοῦ οἴνου ἔχει οὐ γὰρ τῷ τὸ μόριον ἐν ἑαυτῷ εἶναι, οὕτω τὸ ὅλον ἐν ἑαυτῷ λέγεται), ἀλλὰ τοσοῦτον ἔστω σοι τοῦ παραδείγματος χρήσιμον, ὅτι ἀπὸ μέρους πολλάκις τὰ πράγματα ὀνομάζεται. ἐπεὶ οὖν καὶ ἐπὶ τοῦ ἀμφορέως τοῦ οἴνου ἐστὶ μέν τι τῶν μορίων αὐτοῦ ἐν τόπῳ, οὐκ ἐν ἄλλῳ δέ τινι παρὰ τὸ ὅλον οὐδὲ ἔξωθεν αὐτοῦ, ἀλλ’ ἐν τῷ ὅλῳ ἐστὶ καὶ ὁ τόπος καὶ τὸ ἐν τόπῳ, διὰ τοῦτο λέγοιτ’ ἂν καὶ τὸ ὅλον καὶ ὁ τόπος καὶ | τὸ ἐν τόπῳ 〈ἐν ἑαυτῷ〉 εἶναι· ἐπειδὴ μέρος μέν τι αὐτοῦ ἐστιν ὁ τόπος, μέρος δὲ τὸ ἐν τόπῳ, εἰ δὲ τὸ αὐτὸ καὶ ὁ τόπος καὶ τὸ ἐν τόπῳ, αὐτό τι ἂν εἴη ἐν αὑτῷ, ὡς ἐν τόπῳ. ἔχεις δὲ καὶ παρά- δειγμα προσφυέστερον τὸ κατὰ τὸ αὐτοκίνητον· ὡς γὰρ λέγεται τὸ ζῷον αὐτοκίνητον, οὕτως καὶ ὁ ἀμφορεὺς τοῦ οἴνου αὐτὸς ἐν ἑαυτῷ. Ὅ τε γὰρ καὶ ἐν ᾧ, ἁμφότερα τοῦ αὐτοῦ μόρια. Ὃ μὲν λέγει τὸ ἐν τόπῳ, τοῦτο δέ ἐστιν ὁ οἶνος, ἐν ᾧ δὲ τὸν τόπον, τοῦτο δὲ ἦν ὁ ἀμφορεύς. ὁ οἶνος οὖν καὶ ὁ ἀμφορεὺς μόριά εἰσι τοῦ ὅλου, λέγω δὴ τοῦ ἀμφορέως τοῦ οἴνου· οὐδὲν οὗν, φησί, τῶν μορίων κεχωρισμένως λεχθείη ἄν ἐν ἑαυτῷ εἶναι, ἀλλὰ τὸ ὅλον, ὡς εἴρηται. Πρώτως δὲ οὐκ ἐνδέχεται, οἷον τὸ λευκὸν ἐν τῷ σώ- ματι· <ἡ ἐπιφάνεια γὰρ ἐν σώματι,〉 ἡ δὲ ἐπιστήμη ἐν ψυχῇ. Δείξας πῶς ἐνδέχεται τὸ αὐτό τι ἐν ἑαυτῷ εἶναι, ὅτι κατ’ ἄλλο, νῦν φησιν ὅτι πρώτως οὐκ ἐνδέχεται, οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός, καὶ πρῶτόν γε δείκνυσιν ὅτι καθ’ αὑτὸ οὐκ ἐνδέχεται, εἶτα ὅτι οὐδὲ κατὰ συμβεβηκός. ἐπεὶ οὖν πρῶτον τὸ καθ’ αὑτὸ δείκνυσιν, ἐνταῦθα τὸ πρώτως καθ’ αὑτὸ πρώτως ἀκουστέον. εἰπὼν δὲ ὅτι πρώτως οὐκ ἐν· δέχεται, τὰ παραδείγματα οὐκέτι πρὸς τοῦτο ἐπήγαγεν, ἀλλὰ πρὸς τὸ ἀνωτέρω, ὅτι λέγονταί τινα ἀπὸ μέρους· εἰπὼν γὰρ “οὕτω μὲν οὖν ἐνδέχεται αὐτό τι ἐν ἑαυτῷ εἶναι’’, τουτέστιν ἀπὸ μέρους, πάλιν παραδείγματα τοῦ ἀπὸ μέρους ἐπήγαγε· διὰ γὰρ τὸ τὴν ἐπιφάνειαν εἶναι ἐν τῷ σώματι, ἐν ᾗ ἐστι τὸ λευκόν, καὶ τὸ λευκὸν ἐν τῷ σώματι λέγεται εἶναι. Κατὰ ταῦτα δ’ αἱ προσηγορίαι μέρη ὄντα, ὥς γε ἐν ἀνθρώπῳ. Αἱ προσηγορίαι, φησίν, ἥ τε τοῦ λευκοῦ καὶ ἡ τῆς ἐπιστήμης, κατη- γοροῦνται τοῦ ὅλου οὐ πρώτως, ἀλλὰ κατὰ τὴν ἐπ.ιφάνειαν καὶ τὴν ψυχήν, ἅτινα μέρη εἰσὶν οὐ καθ’ αὑτά, ἀλλ’ ὡς ἐν ἀνθρώπῳ ὄντα· αὐτὰ μὲν γὰρ καθ’ αὑτὰ ἡ ἐπιφάνεια καὶ ἡ ψυχὴ ὅλα τινά ἐστιν, ἀλλ’ ὡς ἐν ἀν- θρώπῳ μέρη ἐστίν, ἄνθρωπον δὲ λέγω τὸ ἐκ ψυχῆς καὶ σώματος. ὥστε εἰ κατὰ ταῦτα αἱ προσηγορίαι ὑπάρχουσι τῷ ὅλῳ, ταῦτα δὲ μέρη, ἀπὸ μέρους ἄρα τὸ ὅλον ὀνομάζεται. Ὁ δὲ ἀμφορεὺς καὶ ὁ οἶνος χωρὶς <μὲν> ὄντα οὐ μέρη, ἅμα οε· διὸ ὅταν ᾖ μέρη, ἔσται αὐτὸ ἐν ἑαυτῷ. Εἰ γὰρ τὸ μέρος ὅλου ἐστὶ μέρος καὶ τῶν πρός τι ταῦτα, ὅταν χωρὶς ᾖ ὁ ἀμφορεὺς καὶ ὁ οἶνος, οὐκ ἄν εἶεν μέρη, ἄσχετά γε ὄντα. ὅταν οὖν συνελθόντα μέρη ἀλλήλων γένηται, λέγεται αὐτὸ ἐν ἑαυτῷ εἶναι τὸ ὅλον ἀπὸ μέρους, ὥσπερ ὁ ἄνθρωπος λευκὸς λέγεται διὰ τὸ σῶμα, καὶ τὸ σῶμα διὰ τὴν ἐπιφάνειαν. πάλιν οὖν τοῦ αὐτοῦ τὰ αὐτὰ ἔθηκε παραδείγματα. Καὶ ἕτερά γε τῷ εἴδει ταῦτα καὶ ἄλλην φύσιν ἔχει καὶ δύναμιν, ἥ τε ἐπιφάνεια καὶ τὸ λευκόν. Ἐπειδὴ πρώτως ἐν τῇ ἐπιφανείᾳ ἐστὶ τὸ λευκόν, ἵνα μή τις ὑπολάβῃ ταὐτὸν εἶναι τὸ λευκὸν τῇ ἐπιφανείᾳ καὶ οὕτως αὐτὸ ἐν ἑαυτῷ τι εἶναι, λέγει ὅτι καὶ τῷ εἴδει καὶ τῇ δυνάμει ἕτερά ἐστι ταῦτα ἀλλήλων· ἡ μὲν γὰρ ἐπιφάνεια ἀεί ἐστιν ὑποκείμενον οὐ μόνον λευκῷ, ἀλλὰ καὶ μέλανι καὶ ἄλλοις πλείοσι, τὸ δὲ λευκὸν μόνως ἐν ὑποκειμένῳ καὶ συνεῖναι τῷ ἐναντίῳ ἀδύνατον. εἰ τοίνυν ἕτερα ταῦτα ἀλλήλων, ἄλλο ἄρα ἐν ἄλλῳ. λέγοι δ’ ἄν φύσιν, ὅτι τὸ μὲν ποιότης ἐστὶ καὶ χρῶμα, ἡ δὲ ἐπιφάνεια πέρας σώματος καὶ τοῦ ποσοῦ, δύναμιν δέ, ὅτι ἡ μὲν ὑποκείμενον, τὸ δὲ τῶν ἐν ὑποκειμένῳ. οὔτε δὴ ἐπακτικῶς σκοποῦσιν οὐδὲν ὁρῶμεν ἐν ἑαυτῷ κατ’ οὐδένα τῶν διορισμῶν, τῷ τε λόγῳ δῆλον ὅτι ἀδύνατον. Δείξας πῶς οἷόν τέ ἐστιν αὐτό τι ἐν ἑαυτῶ εἶναι, ὅτι κατ’ ἄλλο βούλεται νῦν δεῖξαι ὅτι πρώτως οὐκ ἐνδέχεται οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός, καὶ πρῶτόν γε ὅτι καθ’ αὑτὸ οὐκ ἐνδέχεται δείκνυσι. δείκνυσι δὲ διά τε τῆς ἐπαγωγῆς καὶ διὰ τοῦ λόγου, καὶ πρῶτόν γε δι’ ἐπαγωγῆς. εἰ γὰρ τοσαῦτά ἐστι τὰ τοῦ ἔν τινι σημαινόμενα, ὅσα ἀπηριθμησάμεθα, ἐν " οὐδενὶ δὲ οἷόν τε εἶναι αὐτό τι ἐν ἑαυτῷ, ἔοικεν ἄρα μηδὲ εἶναι τι ὅλως αὐτὸ ἐν ἑαυτῷ· πάντα γὰρ τὰ τοῦ ἔν τινι σημαινόμενα ἄλλο ἐν ἄλλῳ ἐστίν. οὐδὲ γὰρ ὅταν λέγωμεν τὸ ὅλον ἐν τοῖς μορίοις, αὐτὸ ἐν ἑαυτῷ λέγομεν εἶναι· ἄλλο γὰρ τὸ ὅλον καὶ ἄλλο τὰ μέρη· τὸ μὲν γὰρ ἓν καὶ ταὐτόν σχέσις τις ὃν τῆς τῶν μορίων συναφῆς καὶ τὸ ἐπὶ τῇ συναφῇ αὐτῶν ἐπιγινόμενον εἶδος), τὰ δὲ πλείω καὶ διαφέροντα. καὶ διὰ τοῦ λόγου δὲ δείκνυσιν οὕτως. ἄλλος, φησίν, ὁ ὁρισμὸς τοῦ δεκτικοῦ καὶ ἄλλος ὁ τοῦ ἐν ἐκείνῳ ὄντος· ἄλλως γὰρ ὁρίζεται ὁ τόπος καὶ ἄλως τὸ ἐν τόπῳ, καὶ ἁπλῶς ἄλλως τὸ ἐν ᾧ καὶ ἄλλως τὸ ἐν ἐκείνῳ. εἰ τοίνυν αὐτό τι ἐν ἑαυτῷ εἴη, τοὺς διαφέροντας, μᾶλλον δὲ τοὺς ἀντικειμένους δέξεται λόγους. εἰ δὲ δεῖ ἀκριβέστερον εἰπεῖν, αὐτό τι ἔσται κατὰ ταὐτὸ τὰ διαφέροντά τε καὶ ἀντικείμενα· δύο μὲν γὰρ ὁρισμοὺς ἐπιδέξασθαι τὸ αὐτὸ κατ’ ἄλλην καὶ ἄλλην ἰδιότητα οὐκ ἀδύνατον οἷον τὸν ἄνθρωπον ζῷον λογικὸν θνητόν, καὶ ζῷον ὀρθοπεριπατητικόν), τοὺς μέντοι ἀντικειμένους λόγους ἄμα καὶ κατὰ ταὐτὸν δέξασθαι ἀδύνατον. τῶν πρός τι γὰρ ὁ τόπος καὶ τὸ ἐν τόπῳ, τὰ δὲ πρός τι τοὐλάχιστον δύο εἰσὶν ἀντικείμενα καὶ ἀντικειμένους ἔχοντα τοὺς ὁριστικοὺς λόγους. εἰ οὖν ἔσται τι αὐτὸ ἐν ἑαυτῷ, οἷον ὁ τοῦ οἴνου ἀμφορεὺς αὐτὸς ἐν ἑαυτῷ, δέξεται τοὺς ἀντικειμένους λόγους, καὶ ἐπειδὴ τόπος μέν ἐστιν ὁ ἀμφορεὺς ἐν τόπῳ δὲ ὁ οἶνος, τὸ αὐτὸ καὶ τὸν τοῦ τόπου καὶ τὸν τοῦ ἐν τόπῳ | λόγον ἀναδέξεται· ἔσται οὖν ὁ ἀμφορεὺς ἀμφορεὺς ἅμα καὶ οἶνος, καὶ ὁ οἶνος οἶνός τε ἅμα καὶ ἀμφορεύς, τοῦτο δὲ γελοῖον. εἶτα παραστῆναι τῇ δόξῃ βουλόμενος, ἵνα ἐκ τοῦ περιόντος ἐλέγξῃ αὐτήν, φησὶν ὅτι εἰ] κἂν τὰ μάλιστα συγχωρήσωμεν διὰ τὸ μέρος εἶναι ἐν μέρει καὶ ἑκάτερον ἐν τῷ ἑτέρῳ καὶ εἶναι καὶ. λέγεσθαι, ὥστε καὶ τὸν ἀμφορέα καὶ οἶνον εἶναι καὶ ἀμφορέα, καὶ τὸν οἶνον καὶ ἀμφορέα καὶ οἶνον, οὐδ’ οὕτως αὐτό τι ἐν ἑαυτῷ ἔσται, ἀλλ’ ἑκάτερος αὐτῶν δέξεται μὲν οὐχ ᾗ οἶνός ἐστιν, ἀλλ’ ᾗ ἀμφορεύς, δεχθήσεται δὲ οὐχ ᾗ ἀμφορεύς ἐστιν, ἀλλ’ ᾗ οἶνος. ὥστε οὐδ’ οὕτως αὐτό τι ἐν ἑαυτῷ ἔσται, ἀλλὰ ἄλλο ἐν ἄλλῳ. Oὕτω δείξας ὅτι καθ’ αὑτὸ οὐδέν ἐστιν αὐτὸ ἐν ἑαυτῷ, ἐφεξῆς δείκνυσιν ὅτι οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται· δόξει γὰρ ἴσως, εἰ κατ’ ἄλλο ἐνδέχεται αὐτό τι ἐν ἑαυτῷ εἶναι, καὶ κατὰ συμβεβηκὸς ἐνδέχεσθαι. ἵνα δὲ παρακολουθήσωμεν τῇ ἀποδείξει, προλαβεῖν δεῖ τί ποτέ ἐστι τὸ κατὰ συμβεβηκός, ἐπειδὴ καὶ διὰ βραχέων πάνυ καὶ ἀσαφῶς ἐπεξέρχεται τῇ ἀποδείξει. κατὰ συμβεβηκὸς τοίνυν λέγεται ἔχειν τι, ὅπερ αὐτὸ ἄλλῳ συμβέβηκε, καὶ ἐκεῖνο ὅπερ λέγεται ἔχειν κατὰ συμβεβηκὸς καθ’ αὑτὸ ὑπάρχει ᾧ ἐκεῖνο συμβέβηκεν. οἷον λέγεται τὸ λευκὸν κατὰ συμβεβηκὸς κινεῖσθαι, διότι ἡ κίνησις ὑπάρχει καθ’ αὑτὸ τῷ Σωκράτει, συμβέβηκε δὲ καὶ τὸ λευκὸν τῷ Σωκράτει· διὰ γὰρ τοῦτο κατὰ συμβεβηκὸς ὑπάρχει τῷ λευκῷ ἡ κίνησις, ἐπειδὴ ᾧ τὸ λευκὸν συμβέβηκε, λέγω δὴ τῷ Σωκράτει, καθ’ αὑτὸ ὑπάρχει. εἰ τοίνυν κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ εἴη ὁ ἀμφορεύς, δεῖ ἄλλο τι καθ’ αὑτὸ ὑπάρχειν ἐν αὐτῷ οἷον τὸν οἶνον), καὶ τὸν ἀμφο- ρέα συμβεβηκὸς εἶναι τῷ οἴνῳ, ἵνα τῷ τὸν οἶνον καθ’ αὑτὸ ὑπάρχειν τῷ ἀμφορεῖ τὸ συμβεβηκὸς τῷ οἴνῳ, ὁ ἀμφορεύς, κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ ὑπάρχῃ· ἄλλως γὰρ ἀδύνατον κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ ὑπάρχειν. τὸν ἀμφορέα. καὶ μηδεὶς ἀπαιτείτω τὸν λόγον, ὅνπερ εἴπομεν ἐπὶ τοῦ κατὰ συμβεβηκός, ἀπαραλλάκτως καὶ ἐπὶ τοῦ ἀμφορέως ἁρμόσαι ἄλλος γὰρ ὁ τρόπος ἐνταῦθα· οὐ γὰρ ἄλλο ἄλλῳ ὑπάρχει κατὰ συμβεβηκός, ὥσπερ ἐκεῖ, ἀλλ’ αὐτὸ ἐν ἑαυτῷ), ἀλλὰ ζητητέον ὅπως καὶ ἐπὶ τούτου διασώσωμεν τὸ κατὰ συμβεβηκός, ἄλλως δὲ ἀδύνατον σωθῆναι τὴν ἔννοιαν τοῦ κατὰ συμβεβηκὸς ἢ ὥσπερ εἴπομεν. εἰ τοίνυν ὁ ἀμφορεὺς συμβέβηκε τῷ οἴνῳ, δῆλον ὅτι ἐχώρησε δι’ ὅλης αὐτοῦ τῆς οὐσίας εἰ γὰρ μὴ δι’ ὅλου ἐχώ- ρησεν, ἀλλ’ ἅπτεται αὐτοῦ κατὰ τὰ πέρατα, οὐκέτι ὡς συμβεβηκὸς ὑπάρχει αὐτῷ), εἰ δὲ δι’ ὅλου ἐχώρησε, σῶμα ἄρα διὰ σώματος ἐχώρησε. καὶ ἄλλως, φησί, πάλιν εἰς τὸ αὐτὸ ἀνακυκλήσομεν τὸν λόγον· πάλιν γὰρ αὐτὸς ἐν ἑαυτῷ καθ’ αὑτὸ ἔσται ὁ ἀμφορεύς. τί γὰρ διαφέρει ἐξ ἀρχῆς αὐτὸν ἐν ἑαυτῷ ὑπάρχειν λέγειν τὸν ἀμφορέα, ἢ συμβεβηκέναι τῷ οἴνῳ, ὃς καθ’ αὑτὸν ὑπάρχει ἐν τῷ ἀμφορεῖ; πάλιν γὰρ διὰ τοῦ οἴνου αὐτὸς ἐν ἑαυτῷ ἔσται, καὶ τοὺς δύο λόγους ἀναδέξεται, τοῦ τε τόπου καὶ τοῦ ἐν τόπῳ. ὥστε οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται αὐτὸ ἐν ἑαυτῷ τι ὑπάρχειν. ταῦτα εἰπών, ἐκ τῶν εἰρημένων τρόπων τοῦ ἔν τινι καὶ τὴν Ζήνωνος ἀπορίαν ἐπιλύεται. ἠπόρει γὰρ ἐκεῖνος, ὅτι εἰ ὁ τόπος τῶν ὄντων, πᾶν δὲ τὸ ὂν ἔν τινί ἐστι, καὶ ὁ τόπος ἔν τινι ἔσται· ὥστε ἔσται ὁ τόπος ἐν τόπῳ, καὶ τοῦτο ἐπ’ ἄπειρον. ταύτην οὖν, φησί, τὴν ἀπορίαν ἐκ τῶν εἰρημένων ἡμῖν τρόπων τοῦ ἔν τινι οὐ χαλεπὸν ἐπιλύσασθαι. καὶ γὰρ εἰ μὴ ἀληθὲς τὸ πᾶν τὸ ὂν ποῦ εἶναι πᾶν γὰρ τὸ φυσικὸν ἀνάγκη ἔν τινι εἶναι καὶ μὴ ἐν τόπῳ) * * * κατά τι τῶν τοῦ ἔν τινι σημαινομένων· ὥστε εἰ καὶ ὁ τόπος τῶν φυσικῶν, ἔν τινι πάντως ἔσται. ἐπεὶ οὖν πολλαχῶς τὸ ἔν τινι, ἔσται καὶ ὁ τόπος ἔν τινι μὲν οὐκ ἐν τόπῳ δέ, ἀλλ’ ὥσπερ αἱ ἕξεις καὶ τὰ πάθη εἰσὶ μὲν ἔν τινι, οἷον ἐν τῷ σώματι, οὐχ ὡς ἐν τόπῳ δὲ ἀλλ’ ὡς ἐν ὑποκειμένῳ, οὕτω δὴ καὶ ὁ κυρίως τόπος, λέγω δὴ τὸ πέρας τοῦ περιέχοντος, ἔν τινι μὲν ἔσται ἐν σώματι γάρ), οὐ μὴν ὡς ἐν τόπῳ, ἀλλ’ ὡς πέρας ἐν περατουμένῳ, ταὐτὸν δὲ εἰπεῖν ὡς ἐν ὑποκειμένῳ. πάλιν δὲ ἐκ τῶν εἰρημένων καὶ ἕτερόν τι ἀποδείκνυσιν, ὅπερ πολλαχῶς ἤδη ἀπέδειξεν· εἰ γὰρ δέδεικται ὅτι διὰ τοῦτο αὐτό τι ἐν ἑαυτῷ ἀδύνατον εἶναι, διὰ τὸ ἑτέ- ραν εἶναι τὴν φύσιν τοῦ δεκτικοῦ καὶ ἑτέραν τὴν τοῦ δεδεγμένου καὶ μὴ δύνασθαι ἓν καὶ τὸ αὐτὸ τοὺς διαφόρους ἀναδέξασθαι λόγους, καὶ ἐκ τούτων ἀναφαίνεται ὅτι οὔτε ὕλην οὔτε εἶδος δυνατὸν εἶναι τὸν τόπον. τὸ μὲν γὰρ ἐν τόπῳ τοῦ τόπου ἕτερον, ἡ δὲ ὕλη καὶ τὸ εἶδος οὐκ ἔστιν ἕτερα τοῦ ἐν αὐτοῖς· στοιχεῖα γάρ εἰσι συμπληρωτικὰ αὐτοῦ· ἕτερος ἄρα ὁ τόπος τῆς ὕλης καὶ τοὐ εἴδους. Oὔτε δὴ ἐπακτικῶς σκοποῦσι, τουτέστι δι’ ἐπαγωγῆς καὶ εἰς τὰ κατὰ μέρος ἀποβλέποντα. κατ’ οὐδένα τῶν διορισμῶν, ὧν διωρισάμεθα τοῦ ἔν τινι. οὐ μόνον δὲ ἐκ τούτων, φησίν, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ λόγου δῆλον, ὅτι ἀδύνατον αὐτό τι ἐν ἑαυτῷ εἶναι. Δεήσει γὰρ ἀμφότερα ἑκάτερον ὑπάρχειν, οἷον τὸν ἀμφορέα ἀγγεῖόν τε καὶ οἶνον εἶναι καὶ τὸν οἶνον οἶνόν τε καὶ ἀμφορέα. Εἰ τὸν ἀμφορέα, φησί, τοῦ οἴνου αὐτὸν ἐν ἑαυτῷ καθ’ αὑτὸ πρώτως εἶναι φήσομεν, ὡς ὅλον ἐν ὅλῳ τοῦτο γάρ ἐστι τὸ πρώτως καὶ καθ’ αὑτό), ἀνάγκη τὸν ὅλον ὡς ὅλον καὶ τὸν τοῦ τόπου καὶ τὸν τοῦ ἐν τόπῳ ἀναδέξασθαι λόγον, μᾶλλον δὲ ἄμφω εἶναι· ἔστι δὲ οἷον τόπος μὲν ὁ ἀμφορεύς, ἐν τόπῳ δὲ ὁ οἶνος ἢ ἁπλῶς τὸ ὑγρόν· ὥστε ἐπειδὴ ὁ τοῦ οἴνου ἀμφορεὺς ὅλος αὐτὸς ἐν ἑαυτῷ ἐστι, καὶ ὁ ἀμφορεὺς δηλονότι, λέγω δὴ τὸ κεραμεοῦν ἀγγεῖον, οὐ μόνον ἀμφορεὺς ἔσται ἀλλὰ καὶ οἶνος, καὶ ὁ οἶνος οὐ μόνον οἶνος ἀλλὰ καὶ ἀμφορεύς. ὥστε εἰ τοῦτό ἄτοπον, ἀδύνατον καθ’ αὑτὸ καὶ πρώτως αὐτό τι ἐν ἑαυτῷ εἶναι. Ὥστε εἰ ὅτι μάλιστα ἐν ἀλλήλοις εἶεν, ὁ μὲν ἀμφορεὺς δέξεται τὸν οἶνον οὐχ ᾗ αὐτὸς οἶνος ἀλλ’ ᾗ ἐκεῖνος. | Ὅπερ ἡμεῖς προλαβόντες εἴπομεν, ἀμυδρῶς διὰ τούτων αἰνίττεται. ἐπειδὴ γὰρ ἤγαγεν εἰς ἄτοπον τὸν λόγον, τὸ τὸν ἀμφορέα καὶ οἶνον εἶναι, καὶ τὸν οἶνον μὴ μόνον οἶνον ἀλλὰ καὶ ἀμφορέα, ἵνα μή τις εἴπῃ, ὅτι καὶ τί τοῦτο ἄτοπον; διὰ γὰρ τὸ τὸν ἕτερον ἐν τῷ ἑτέρῳ εἶναι λεχθείη ἄν ἑκάτερος τῷ τοῦ συναμφοτέρου ὀνόματι· μία γάρ τις ὁλότης ἀμφοῖν᾿, τούτῳ οὖν τῷ λόγῳ συγχωρήσας καὶ οὕτω δείκνυσιν ὅτι οὐκ ἔσται τι αὐτὸ ἐν ἑαυτῷ, ἀλλὰ ἄλλο ἐν ἄλλῳ. εἰ γὰρ καὶ ὅτι μάλιστα, φησί, συγχωρή- σειέ τις τὸν ἀμφορέα καὶ οἶνον εἶναι, ἵνα οὕτως αὐτὸς ἐν ἑαυτῷ ᾖ, ὁμοίως δὲ καὶ τὸν οἶνον καὶ ἀμφορέα εἶναι, δῆλον δήπου ὅτι ὁ ἀμφορεὺς οὐχ ᾗ οἶνός ἐστι δέξεται τὸν οἶνον, ἀλλ’ ᾗ ἐκεῖνος οἶνος. ὁμοίως δὲ καὶ ὁ οἶνος ἔστι ἐν τῷ ἀμφορεῖ οὐχ ᾗ ἀμφορεύς ἐστιν, ἀλλ’ ᾗ ἐκεῖνος ἀμφορεύς ἐστιν. ὥστε τὸ μὲν ὄνομα τοῦ συναμφοτέρου ἑκάτερος ἕξει, τὴν δὲ ἐνέρ- γειαν οὐκέτι. Κατὰ μὲν οὖν τὸ εἶναι ὅτι ἕτερον, δῆλον· ἄλλος γὰρ ὁ λόγος τοῦ ἐν ᾧ καὶ τοῦ ἐν τούτῳ. Ἀκόλουθον μὲν ἦν συμπέρασμα ἐπαγαγεῖν οὕτως ‘ὅτι μὲν οὖν ἀδύνατον αὐτό τι ἐν ἑαυτῷ καθ’ αὑτὸ εἶναι, δῆλον᾿, ὁ δὲ τοῦτο μὲν οὐκ εἶπεν, ἐξ οὗ δὲ ἔδειξεν ὅτι ἀδύνατον καθ’ αὑτὸ ἐν αὑτῷ τι εἶναι, τοῦτο συμπεραίνεται, λέγω δὴ τοῦ ἕτερον μὲν εἶναι φύσει τὸν τόπον, ἕτερον δὲ τὸ ἐν τόπῳ· ἄλλως γὰρ ἀποδώσεις τὸν ὁρισμὸν τοῦ δεκτικοῦ, καὶ ἄλλως τοῦ δεδεγμένου. ὥστε εἰ ὧν οἱ ὁρισμοὶ διάφοροι καὶ αὐτὰ διάφορα, διά- φοροι δὲ οἱ ὁρισμοὶ τοὐ τε ἐν ᾧ καὶ τοῦ ἐν τούτῳ, καὶ αὐτὰ ἄρα διάφορα καὶ ἕτερα ἀλλήλων. Ἀλλὰ δὴ οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται· ἅμα γὰρ δύο ἐν τῷ αὐτῷ ἔσται· αὐτὸς γὰρ ἐν ἑαυτῷ ὁ ἀμφορεὺς ἔσται. Ἐνταῦθα συντόμως, διὸ καὶ ἀσαφῶς, ὅτι οὐδὲ κατὰ συμβεβηκός ἐστί τι ἐν ἑαυτῷ δείκνυσι. δύο γάρ, φησί, συμβήσεται ἐν τῷ αὐτῷ σώματα εἶναι, καὶ πάλιν τὸν αὐτὸν ἀνακυκλήσομεν λόγον, ὃν καὶ ἐπὶ τοῦ καθ’ αὑτό αὑτὸς γὰρ πάλιν ἐν ἑαυτῷ ἔσται ὁ ἀμφορεύς, καὶ ἄμφω τοὺς λόγους ἀναδέξεται, τοῦ τε τόπου καὶ τοῦ ἐν τόπω. δύο οὖν τὰ ἑπόμενα ἄτοπα τῇ ὑποθέσει, ἅτινα συντόμως κατεσκεύασεν εἰ γὰρ ὅπερ δεκτικῆς ἐστι φύσεως, τοῦτο κατὰ συμβεβηκὸς ἐνδέχεται ἐν ἑαυτῷ εἶναι, δεῖ καὶ ἐκεῖνο ὑπάρχειν ἐν αὑτῷ οὗ ἐστι δεκτικόν, οἷον εἰ οἴνου, οἶνον, ὑπάρχειν δὲ καὶ τὸ δεκτικὸν κατὰ συμβεβηκὸς τῷ οἴνῳ, ὅπερ παρῆκε διὰ συντομίαν ὁ Ἀρι- στοτέλης· οὕτω γὰρ ἄν μόνως κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ ὑπάρχοι τῷ συμβεβηκέναι τῷ οἴνῳ, ὅσπερ καθ’ αὑτὸν ἐν τῷ ἀμφορεῖ ὑπάρχει. τούτῳ οὖν ἕπονται δύο ἄτοπα, τό τε σῶμα διὰ σώματος χωρεῖν εἴ γε συμβέβηκε τῷ οἴνῳ ὁ ἀμφορεύς, καὶ τὸ πάλιν τὸν ἀμφορέα καθ’ αὑτὸν ἐν αὑτῷ ὑπάρχειν, ὅπερ ἀδύνατον δέδεικται· ἐν γὰρ τῷ οἴνῳ ὁ ἀμφορεύς, ὁ δὲ οἶνος ἐν τῷ ἀμφορεῖ· ὥστε καὶ ὁ ἀμφορεὺς ἐν τῷ ἀμφορεῖ. Ὅ δὲ Ζήνων ἠπόρει, ἐπεὶ ὁ τόπος ἐστί τι, ἐν τίνι ἔσται, λύειν οὐ χαλεπόν. Εἰ μὲν οὕτως ἠπόρει ὁ χηνῶν, ὅτι εἰ ὁ τόπος ἔν τινι ἐπειδὴ καὶ πᾶν τὸ ὂν ἔν τινι), τὸ δὲ ἔν τινι ἐν τόπῳ, ὁ τόπος ἄρα ἐν τόπῳ, τῷ ὄντι εὐχερὴς ὁ ἔλεγχος· πολλαχῶς γὰρ τὸ ἔν τινι καὶ οὐ μόνον ἐν τόπῳ, ὥστε οὐδὲν κωλύει τὸν τόπον καὶ ἔν τινι εἶναι καὶ μὴ εἶναι ἐν τόπῳ. εἰ δέ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, μὴ διὰ τοὐ ἔν τινι εἶναι τὸν τόπον καὶ τὸ ἐν τόπω εἶναι αὐτὸν κατεσκεύαζεν, ἀλλὰ διὰ τοῦ πᾶν τὸ ὂν ἐν τόπῳ εἶναι, τῶν δὲ ὄντων εἶναι καὶ τὸν τόπον, ὥστε καὶ αὐτὸν ἐν τόπῳ εἶναι, οὐκ ἐλεγχθήσεται διὰ τῶν νῦν λεγομένων, ἀλλὰ διὰ τῶν ἐκεῖσε εἰρημένων· οὐ γὰρ συγχωρήσομεν τῇ προτάσει, ὅτι ‟πᾶν τὸ ὂν ἐν τόπῳ”. οὐδὲν γὰρ κωλύει ἐν ἄλλῳ τινὶ εἶναι τὸν πρώτως, μὴ μέντοι ὡς ἐν τὸ πω ἐκείνῳ. Τὸν πρώτως ἀντὶ τοὐ τὸν κυρίως; οὗτος δέ ἐστι τὸ πέρας τοῦ πε- ριέχοντος. τοῦτο δὲ εἶπε, διότι λέγεται τόπος καὶ ὁ κέραμος τοῦ οἴνου, καὶ ὁ ἀὴρ ἡμῶν λέγεται εἶναι τόπος καὶ ἡ τῆ καὶ ἄλλα πολλά. τὰ <οὖν> λεγόμενα τόποι καὶ αὐτὰ ἐν τόπῳ εἰσίν, ἀλλ’ ἐὰν τὸν κυρίως λάβωμεν, ἔν τινι μὲν ἔσται, οἷον ἐν σώματι πέρας γάρ ἐστιν αὐτοῦ), ἀλλ’ οὐχ ὡς ἐν τόπῳ, ἀλλ’ ὡς πάθος τι αὐτοῦ. ἐκεῖνο δὲ φανερόν. Ἐντεῦθεν, ὡς εἶπον, δείκνυσι πάλιν ἐκ τῶν εἰρημένων ὅτι οὔτε ὕλη οὔτε εἶδος ὁ τόπος. ὁ τόπος, φησίν, οὐδέν ἐστι τῶν ἐν τόπῳ παρὰ τὸ εἶναι τόπος, ἡ ὕλη καὶ τὸ εἶδος στοιχεῖά ἐστι τοῦ ἐν αὐτοῖς λέγω δὴ τοῦ συνθέτου) καὶ οὐκ εἰσὶν ἕτερα παρ’ αὐτό, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος. Τί δέ ποτ’ ἐστὶν ὁ τόπος, ὧδε ἄν γένοιτο φανερόν. Ἐντεῦθεν λοιπὸν τί ποτέ ἐστιν ὁ τόπος βουλόμενος ἀποδοῦναι, πρότερον ἐκτίθεται τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ, εἶτα ἐρεῖ πόθεν ὅλως κινηθέντες οἱ ἄνθρωποι ἤλθομεν εἰς ἔννοιαν τοῦ τόπου, καὶ | εἰπὼν τὴν αἰτίαν ἀκόλουθά τινα ταύτῃ θεωρήματα προθήσει, εἶτα λοιπὸν ἀποδώσει τοιοῦτον τὸν περὶ τοῦ τόπου λόγον, ὃς καὶ τὰς φερομένας ἀπο- ρίας πρὸς τὸν τόπον, ὡς αὐτός φησιν, ἐπιλύεται, καὶ τὰ κατὰ κοινὴν ἔννοιαν καθ’ αὑτὸ ὑπάρχοντα τῷ τόπῳ δείξει ὑπάρχοντα, καὶ τὸ αἴτιον τῆς δυσκολίας τῆς περὶ τοῦ τόπου θεωρίας σαφὲς καταστήσει. πρότερον οὖν, ὡς εἶπον, τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ ἐκτίθεται, τέσσαρα ὄντα τὸν ἀριθμόν. πρῶτον μὲν τὸ περιέχειν τὸν τόπον τὸ ἐν τόπῳ ὄν τοῦτο γὰρ πάντες κατὰ κοινὴν ἔννοιαν ἴσμεν, ὅτι περιέχει ὁ τόπος τὸ ἐν αὐτῷ ὄν, ὡ·ς ὁ κέραμος τὸν οἶνον· καὶ γὰρ οὗτος τόπος τίς ἐστι), περιέχοντα δὲ τὸν τόπον μηδὲν εἶναι τοῦ περιεχομένου πράγματος. τοῦτο δὲ ὁ μὲν Θεμίστιος δεύτερον εἶναί φησι τῶν ὑπαρχόντων τῷ τόπῳ, ὥστε μεθ’ ὧν ἐπιφέρει ἄλλων τριῶν τὰ ὅλα πέντε εἶναι, ἐμοὶ δὲ δοκεῖ ὡς ἓν ἐκτί- θεσθαι τὸ ὅλον τοῦτο, τὸ περιέχειν τὸν τόπον καὶ μηδὲν εἶναι τοῦ πράγματος, διότι καὶ ἡ ἐπιφάνεια δοκεῖ περιέχειν τὸ σῶμα καὶ τὸ ὅλον δέ φαμεν περιέχειν τὰ μέρη, οὐχ οὕτως δὲ ὁ τόπος λέγεται περιέχειν τὸ ἐν τῷ τόπῳ, ὡς τὸ ὅλον περιέχει τὸ μέρος· ἔστι γάρ τι τοῦ μέρους τὸ ὅλον, ὁ δὲ τόπος περιέχει μηδὲν ὢν τοῦ πράγματος τοῦ περιεχομένου, μὴ πέρας μὴ ὁλότης μὴ πάθος μὴ ἄλλο μηδέν. δηλοῖ δὲ καὶ ὁ Ἀριστοτέλης ὡς ἓν εἶναι τοῦτο ὅλον βούλεται, τῷ τὸ ἐφεξῆς ὡς ἀπὸ ἄλλης ἀρχῆς ἐκθέσθαι εἰπὼν ἔτι τὸν πρῶτον μήτε ἐλάττω μήτε μείζω εἶναι οὗ τόπος ἐστί. τοῦτο οὖν δεύτερόν ἐστι τῶν ὑπαρχόντων τῷ τόπῳ τὸ μήτε μείζονα εἶναι τὸν τόπον τοῦ ἐν τόπῳ μήτε ἐλάττονα, τόπον δὲ τὸν προσεχῆ καὶ ἑκάστου ἴδιον· εἴτε γὰρ ἐλάττων εἴη, οὐ περιέχει τὸ σῶμα, καὶ οὕτως οὐ πᾶν σῶμα, τῶν μερικῶν φημι τούτων, ἐν τόπῳ ἐστίν, εἴτε μείζων εἴη, δύναται δήπου καὶ ἄλλο δέξασθαι σῶμα, καὶ οὕτως οὐ πρώτως ἔσται τό- πος· συμβήσεται δὲ καὶ κενὸν εἶναι, ὅπερ ἀδύνατον εἶναι μικρὸν ὕστερον δειχθήσεται. τρίτον τὸ τὸν τόπον μὴ ἀπολείπεσθαι ἑκάστου καὶ χωριστὸν εἶναι. διττὴ δὲ φέρεται ἡ γραφή, ἢ ἀπολείπεσθαι ἑκάστου,. ἢ μετὰ τῆς ἀρνήσεως μὴ ἀπολείπεσθαι. εἰ μὲν οὖν ἀπολείπεσθαι εἴη ἡ γραφή, ὡς καὶ τὰ πλείονα τῶν ἀντιγράφων ἔχει, περὶ τοῦ καθ’ ἕκαστα τόπου φησὶ τοῦ ἕκαστον προσεχῶς περιέχοντος, ὅν φησιν ἀπολεί- πεσθαι τοῦ ἐν τόπῳ καὶ χωρίζεσθαι αὐτοῦ ἔστι γὰρ τοῦ ἀπολείπεσθαι ἐξηγητικὸν τὸ χωρίζεσθαι), εἰ δὲ εἴη μὴ ἀπολείπεσθαι, λέγοι ἄν οὐ περὶ τοῦ καθ’ ἕκαστα τόπου, ἀλλὰ περὶ τοῦ ἁπλῶς· ὁ γὰρ ἁπλῶς τόπος οὐκ ἀπολείπεται τῶν σωμάτων. πάντως γὰρ ἐν τόπῳ τινὶ τὸ σῶμα· εἰ γὰρ καὶ τοῦτον ἀπολείπει, ἀλλ’ οὖν πάντως ἐν ἄλλῳ τινί ἐστι, καὶ τόπου ἀπλῶς οὐδέποτε ἀπολείπεται. τὸ δὲ χωριστὸν εἶναι κατὰ τὴν γραφὴν ταύτην ἀντὶ τοῦ μηδὲν εἶναι τοὐ πράγματος, ἀλλ’ ἐκτὸς εἶναι τῆς οὐσίας αὐτοῦ καὶ μηδὲν εἰς αὐτὴν συντελεῖν. τέταρτον τὸ τὸν πάντα τόπον ἔχειν τὸ ἄνω καὶ τὸ κάτω, οὐχ ἀπλῶς ἕκαστον τόπον ἕκαστος γὰρ τῶν καθ’ ἕκαστα ἢ ἄνω ἐστὶν ἢ κάτω), ἀλλ’ ἐν τῷ παντὶ τόπῳ ἐστὶ τὸ ἄνω καὶ τὸ κάτω. προστιθέασι δὲ καὶ πέμπτον τι οἱ ἐξηγηταὶ αὐτοῦ, τὸ ἀκίνητον εἶναι τὸν τόπον, ὅπερ καὶ αὐτὸς μικρὸν ὕστερον προστί- θησι. τούτων οὖν, φησίν, οὕτω κατὰ κοινὴν ἔννοιαν ὑπαρχόντων τῷ τόπῳ, δεῖ τοιοῦτόν τινα λόγον ἀποδιδόναι περὶ τοῦ τόπου, ὃς τάς τε εἰς αὐτὸν φερομένας ἀπορίας ἐπιλύεται, καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ ὑπάρ- χοντα φυλάξει, καὶ τὸ αἴτιον τῆς δυσκολίας τῆς περὶ τοῦ τόπου θεωρίας ἐμφανὲς καταστήσει. Ἐφεξῆς ζητεῖ πόθεν οἱ ἄνθρωποι ἦλθον εἰς ἔννοιαν τοῦ τόπου, καί φησιν ὅτι οὐδαμόθεν ἄλλοθεν ἢ ἐκ τῆς κατὰ τόπον κινήσεως. εἰ μὲν γὰρ ἀκίνητα ἦν τὰ πράγματα τὴν μεταβατικὴν κίνησιν, οὐδέποτε ἂν εἰς ἔννοιαν ἤλθομεν τοῦ ἕτερον μὲν εἶναι τὸν τόπον, ἕτερον δὲ τὸ ἐν τόπῳ μήποτε γὰρ ἕν τι καὶ συνεχὲς ἦν τὸ πᾶν), νῦν δὲ τῷ ὁρᾶν μεταβαίνοντα τὰ πράγματα καὶ ἄλλοτε ἀλλαχοῦ γινόμενα εἰς ἔννοιαν ἤλθομεν τοῦ ἕτερον εἶναι τὸ δεκτικόν, ὅπερ ἐστὶν ὁ τόπος, καὶ ἕτερον τὸ ἐν τούτω γινόμενον· διό, φησί, μάλιστα τὰ οὐράνια ἐν τόπῳ εἶναι ὑπονοοῦμεν, διότι καὶ μάλιστα ἐν τούτοις θεωρεῖται ἡ κατὰ τόπον κίνησις. εἰπὼν δὲ ὅτι ἡ κατὰ τόπον κίνησις εἰς ἔννοιαν ἡμᾶς ἤγαγε τοῦ τόπου, ἀπαριθμεῖται οὖν αὐτῆς τὰ εἴδη, ἵνα σαφέστερον δείξῃ ἐφ’ ἑκάστου τῶν εἰδῶν, ὅτι ταῦτά ἐστι τῆς κατὰ τόπον μεταβολῆς αἴτια. τρία γοῦν, φησί, τῆς κατὰ τόπον κινήσεως τὰ εἴδη, φορὰ αὔξησις μείωσις. καὶ γὰρ τὰ αὐξόμενα ἢ μειούμενα τόπον ἐκ τόπου μεταβάλλει, εἰ καὶ μὴ καθ’ ὅλα, ἀλλ’ οὖν κατὰ μόρια· καὶ καθ’ ὅλα δέ, εἰ καὶ μὴ ἄλλον ἐξ Μου τόπον ἀμείβει, ἀλλ’ οὖν ὅλα ὡς ὅλα ποτὲ μὲν μείζονα, ὅταν αὔξηται, ποτὲ δὲ ἐλάττονα, ὅταν μειῶται, τόπον καταλαμβάνει. τῶν δὲ κινουμένων κατὰ τόπον, φησί, τὰ μὲν καθ’ αὑτὸ κινεῖται, τὰ δὲ κατὰ συμβεβηκός, καὶ τῶν κατὰ συμβεβηκὸς κινουμένων τὰ μὲν τοιαῦτά ἐστι, φησίν, ὡς δύνασθαι καὶ καθ’ ἀυτὰ κινεῖσθαι, ὡς ὁ πλωτήρ, φησί, καὶ ὁ ἐν τῷ πλοίῳ ἧλος καὶ τὰ μόρια τοῦ ὅλου· καὶ γὰρ ὁ πλωτὴρ καὶ ὁ τοῦ πλοίου ἧλος κατὰ συμβεβηκὸς κινεῖται κινουμένου τοῦ πλοίου, καὶ τὰ μόρια δὲ κατὰ συμβεβηκὸς κινεῖται κινουμένου τοῦ ὅλου. ἀλλὰ ταῦτα μὲν πάντα κατὰ συμβεβηκὸς κινούμενα καὶ καθ’ αὑτὸ κινεῖσθαι δύναται καὶ γὰρ τὰ μόρια ἀποτμηθέντα τοῦ ὅλου, οἷον χεὶρ ἢ πούς, κινεῖσθαι καθ’ αὑτὸ πέφυκεν· εἰ γὰρ καὶ μὴ ἔστιν ἔτι μόριον ἀποτμηθέν, ἀλλ’ οὖν ὡς οὐσία καθ’ αὑτὸ κινεῖσθαι δύναται), τὰ μέντοι συμβεβηκότα, οἷον τὸ λευκὸν τὸ σιμὸν καὶ τὰ τοιαῦτα, κατὰ συμβεβηκὸς κινούμενα κινουμέν·ου τοῦ ἀνθρώπου καθ’ αὑτὰ κινεῖσθαι οὐ δύναται, ἐπεὶ μηδὲ χωρισθῆναι δύναται τοῦ ἐν ὧ εἰσι. ταῦτα δὲ προσέθηκεν, ἐπειδὴ εἶπεν ὅτι ἡ κατὰ τόπον κίνησις εἰς τὴν τοῦ τόπου ἔννοιαν ἡμᾶς ἤγαγε, δεῖξαι θέλων ὅτι οὒχ ἁπλῶς τὰ ὁπωσοῦν κινούμενα κατὰ τόπον εἰς τὴν τοῦ τόπου συμβάλλεται ἔννοιαν, ἀλλὰ μόνα τὰ καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, | ὥσπερ οὐδὲ κινεῖ· τᾶι κυρίως, οὕτως οὐδὲ τόπου προσδεῖται οὐδὲ εἰς τὴν γνῶσιν αὐτοῦ συν- τελεῖ. ταῦτα εἰπὼν διακρίνει ἀπ’ ἀλλήλων τὰ ὡς ἐν ὅλῳ καὶ τὰ ὡς ἐν τόπω, ἐπεὶ καὶ πολλὰ τῶν ὑπαρχόντων τῷ πρώτῳ τόπῳ, ὃς καὶ κυρίως ἐστὶ τόπος, λέγω δὴ τῷ προσεχῶς ἕκαστον περιέχοντι, ὑπάρχει καὶ τῷ ὅλῳ καὶ γὰρ τὸ ὅλον περιέχει τὰ μέρη, καὶ οὔτε μεῖζον αὐτῶν οὕτε ἔλαττόν ἐστιν. ἔτι ὥσπερ φέρονται ἐπὶ τοὺς ἑαυτῶν τόπους ἕκαστα, οὕτω δὲ καὶ ἐπὶ τὰς ἑαυτῶν ὁλότητας. πρότερον δὲ πάλιν τίς ἐστιν ὁ κυρίως τόπος λέγει, ὅτι οὐκ ἐπειδὴ λεγόμεθα εἶναι ἐν τῷ κόσμῳ, ὁ κόσμος ἡμῶν ἐστι τόπος, ἀλλ’ ὅτι ἐν τῷ ἀέρι ἐσμέν, καὶ ἐν τούτῳ δὲ λεγόμεθα εἶναι, διότι ἐν τῷδε τῷ μέρει αὐτοῦ τῷ προσεχῶς ἕκαστον περιέχοντι· οὗτος οὖν ὁ κυρίως τόπος. τούτου οὖν ὄντος τοῦ κυρίως τόπου διαφέρει τὸ ὡς ἐν ὅλῳ τοῦ ὡς ἐν τόπῳ, ὅτι τὸ μὲν ὡς ἐν ὅλῳ συνεχές ἐστι πρὸς τὸ ὅλον, ἐν ᾧ λέγεται εἶναι, τὸ δὲ ἐν τόπῳ οὐ συνεχές ἐστι πρὸς τὸν τόπον, ἀλλὰ ἁπτόμενον ἕτερον γὰρ τὸ τοπικὸν πέρας καὶ ἕτερον τὸ τοῦ ἐν τόπῳ), καὶ ὅτι τὸ μὲν ἐν ὅλῳ οὐ κινεῖται ἐν τῷ ὅλῳ, ἀλλὰ μετὰ τοῦ ὅλου κινεῖται, τὸ δὲ ὡς ἐν τόπῳ, κἄν τε κινῆται ὁ τόπος οἷόν ἐστι τὸ ἀγγεῖον) κἄν τε μή, αὐτὸ καθ’ αὑτὸ ἐν τῷ τόπῳ κινεῖσθαι δύναται· τά τε γὰρ κύκλῳ κινούμενα ἐν τῷ ἑαυτῶν τόπῳ κινεῖται, καὶ τὰ ὑγρὰ τὰ ἐν τοῖς ἀγγείοις, οἷον τὸ ἐν τῇ λεκάνῃ ἢ τῷ κεράμῳ ὕδωρ. Ἔτι τὸν πρῶτον μήτε ἐλάττω μήτε μείζω. καὶ πῶς, εἰ περιέχει ὁ τόπος, οὔτε μείζων οὔτε ἐλάττων ἔσται; τὸ γὰρ περιέχον μεῖζον τοῦ περιεχομένου. φημὶ οὖν ὅτι εἰ μὲν τὸ ὅλον σῶμα τοῦ ἀέρος λέγοις περιέχειν καὶ τόπον εἶναι, τῷ ὄντι μεῖζον ἄν εἴη τὸ περιέχον, εἰ δὲ μὴ τοῦτο εἴη τόπος ὁ πᾶς ἀήρ; ἀλλὰ τὸ πέρας αὐτοῦ τὸ προσεχῶς πε- ριέχον καὶ κυριώτατα ὂν τόπος, οὔτε μεῖζον ἔσται τοῦτο οὗτε ἔλαττον· ἐφαρμόζουσι γὰρ ἀλλήλαις αἱ ἐπιφάνειαι, ἥ τε τοπικὴ καὶ ἡ τοῦ ἐν τόπῳ. Καὶ φέρεσθαι φύσει καὶ μένειν ἐν τοῖς οἰκείοις τόποις. Oὐχ ὡς ἄλλο τι ὑπάρχον τῷ τόπῳ τοῦτο ἐπήγαγεν, ἀλλ’ ὡς ἀκόλουθον τῷ ‟πάντα τόπον ἔχειν τὸ ἄνω καὶ τὸ κάτω’’ ἢ καὶ κατασκευα- στικόν· οὕτω γάρ ἐστιν ἐν τοῖς τόποις τὸ ἄνω καὶ τὸ κάτω, ὡς ἕκαστον φέρεσθαι φυσικῶς ἐπὶ τὸν ἑαυτοῦ τόπον, καὶ ἐν μὲν τῷ παρὰ φύσιν ὄντα τόπῳ μὴ ἐθέλειν μένειν ἐν τούτῳ, ἀλλ’ ὁρμῇ φυσικῇ ἐπὶ τὸν οἰκεῖον ἐπεί- γεσθαι, γενόμενα δὲ ἐν τῷ κατὰ φύσιν μένειν ἐν τούτῳ καὶ οὐκ ἄν μετακινηθῆναι τούτου ἢ βίᾳ. Ὑποκειμένων δὲ τούτων τὰ λοιπὰ θεωρητέον. Tουτέστι τὰ τούτοις ἀκόλουθα. δεῖ δὲ πειρᾶσθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι, ὅπως τὸ τί ἐστιν ἀποδοθήσεται, ὥστε τά τε ἀπορούμενα λύεσθαι καὶ τὰ ἑξῆς. κανόνα ἡμῖν διὰ τούτων ἐκτίθεται χρησιμώτατον, ὅπως ὀφείλομεν τοὺς περὶ τῶν πραγμάτων ἀποδιδόναι λό- γους. δεῖ, φησί, τὸν ἀποδιδόμενον λόγον περὶ τοῦ τόπου τοιοῦτον εἶναι, ὥστε καὶ πᾶσαν ἀπορίαν πρὸς τὸ πρᾶγμα φερομένην δι’ ἑαυτοῦ λύειν, καὶ τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ πράγματι σῴζειν ἐν ἑαυτῷ, καὶ ἔτι δεικνύναι δι’ ἑαυτοῦ τί τὸ αἴτιον γέγονε τῆς περὶ τὴν εὕρεσιν τοῦ πράγματος δυσκολίας, καὶ τί τὸ κινῆσαν τὰς περὶ αὐτοῦ ἀπορίας. τὴν δὲ λέξιν ἔχουσάν τι δυσχερὲς περὶ τὴν σύνταξιν οὕτως ἀναγνωστέον ‘δεῖ δὲ πειρᾶ- σθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι, ὅπως τὸ τί ἐστιν οὕτως ἀποδοθήσεται᾿ καὶ τὰ ἑξῆς· κατὰ κοινοῦ οὖν τὸ οὕτως. Πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι ὅτι οὐκ ἄν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ κίνησις ἦν ἡ κατὰ τόπον. Πόθεν εἰς ἔννοιαν ὅλως ἤλθομεν τοῦ τόπου διὰ τούτων ζητεῖ, καί φησιν ὅτι ἐκ τῆς κατὰ τόπον κινήσεως. ταύτης δὲ τὸ μὲν φορά, τὸ δὲ αὔξησις καὶ φθίσις. Tαύτης, οὐ τῆς κινήσεως ἁπλῶς, ἀλλὰ τῆς κατὰ τόπον κινήσεως. ὅτι δὲ καὶ ἡ αὔξησις καὶ ἡ φθίσις κατὰ τόπον τινὲς κινήσεις εἰσί, κατα- σκευάζει ἐκ τοῦ μὴ τὸν αὐτὸν τὰ αὐξανόμενα κατέχειν τόπον, ἀλλ’ ὁτὲ μὲν μείζονα ὁτὲ δὲ ἐλάττονα. ἐπεὶ οὖν ᾗ αὔξεταί τι ἢ φθίνει, ταύτῃ πάν. τὼς ἀμείβει τὸν τόπον ἐπὶ τὸ μεῖζον ἢ ἐπὶ τὸ ἔλαττον, ταύτῃ δήπου κατὰ τόπον κινήσεις εἰσίν. ἐστι δὲ κινούμενον τὸ μὲν καθ’ αὑτὸ ἐνεργείᾳ, τὸ δὲ κατὰ συμβεβηκός. Ἐπειδὴ εἶπεν ὅτι ἐκ τῶν κατὰ τόπον κινουμένων εἰς τὴν τοῦ τόπου ἤλθομεν ἔννοιαν, εἰπὼν τίς ποτέ ἐστιν ἡ κατὰ τόπον κίνησις βούλεται καὶ τῶν κατὰ τόπον κινουμένων διαίρεσιν ποιήσασθαι, ἐπεὶ μὴ πάντα τὰ ὁπω- σοῦν λε|γόμενα κατὰ τόπον κινεῖσθαι εἰς τὴν τοῦ τόπου συμβάλλεται ἔννοιαν, ἵνα δείξῃ ποῖα μὲν συμβάλλεται ποῖα δὲ οὔ. φησὶν οὖν ὅτι τῶν ἐν τόπῳ κινουμένων τὰ μὲν καθ’ αὑτὸ κινεῖται, τὰ δὲ κατὰ συμβεβηκός. οὐδὲν οὖν τῶν κατὰ συμβεβηκὸς κινουμένων συντελεῖ εἰς τὴν τοῦ τόπου ἔννοιαν, ἀλλὰ μόνως τὰ καθ’ αὑτὰ κινούμενα, καίτοι τινὰ τῶν κατὰ συμβεβηκὸς κινου- μένων οἷά τέ ἐστι καὶ καθ’ αὑτὰ κινεῖσθαι, ὡς ὁ πλωτὴρ καὶ ὁ ἐν τῷ πλοίῳ ἧλος καὶ τὰ μόρια τοῦ ὅλου, ἀλλ’ ὅμως, ἔστ’ ἂν μετὰ τοῦ ὅλου κινῶνται, οὐδὲν ἡμῖν συντελεῖ· κατὰ συμβεβηκὸς γὰρ κινεῖται. ὥσπερ οὖν οὐ κινεῖται κυρίως, οὕτως οὐδὲ τόπου προσδεῖται· οὐ γάρ ἐστι καθ’ αὑτὰ ἐν τόπῳ. διά τοῦτο οὖδ᾿ εἰς ἔννοιαν ἡμᾶς ἄγει τοῦ τόπου. Ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ διότι ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν τῷ οὐρανῷ. Βούλεται μὲν ἐνταῦθα διακρῖναι τὰ ὡς ἐν τόπῳ ὄντα τῶν ὡς ἐν ὅλῳ ὄντων, πρότερον δὲ τίς ἐστιν ὁ κυρίως τόπος πάλιν δείκνυσιν. ἐπειδὴ γὰρ ὅλως ἐμνήσθη τῶν ὡς ἐν ὅλῳ ὑπαρχόντων, ἅπερ φησὶ δύνασθαι μὲν κινεῖ- σθαι καθ’ αὑτά, ἔστ’ ἂν δὲ ὅμως ἐν τῷ ὅλῳ ὑπάρχωσι κατὰ συμβεβηκὸς μόνως κινεῖσθαι, βούλεται διακρῖναι αὐτὰ τῶν ὡς ἐν τόπῳ μᾶλλον γὰρ οὕτω δειχθήσεται μηδὲν συντελοῦντα ἡμῖν εἰς τὴν τοῦ τόπου ἔννοιαν. Eἰ γὰρ ἅπας ὁ ἀὴρ τόπος, οὐκ ἄν ἴσος εἴη ὁ ἑκάστου τόπος καὶ ἕκαστον. Ὂτι οὐκ ἔστιν ὁ πᾶς ἀὴρ τόπος, ἀλλὰ τὸ πέρας αὐτοῦ τὸ προσεχῶς περιέχον ἕκαστον, δείκνυσιν ἐκ τοῦ προειλημμένου περὶ τοῦ τόπου ἀξιώματος, ὅτι ἴσος ἐστὶ τῷ ἐν τόπῳ καὶ οὔτε μείζων οὔτε ἐλάττων. εἰ οὖν ὅλος ὁ ἀὴρ εἴη τόπος, οὐκ ἔσται ἴσος ὁ τόπος ἑκάστου ἐκείνῳ, νῦν δέ ἐστιν, οὐκ ἄρα ὁ πᾶς ἀὴρ τόπος, ἀλλ’ εἰ καὶ λέγεται τόπος ἡμῶν, ἀπὸ μέρους λέγεται διὰ τὸ περιέχον αὐτοῦ μόριον ἡμᾶς. δοκεῖ δὲ τοιοῦτος ὁ πρῶτος ἐν ᾧ ἐστιν. δοκεῖ, φησίν, ὁ πρῶτος τόπος, ἐν ᾧ ἕκαστόν ἐστιν, ἴσος εἶναι ἐκείνῳ, ὅπερ ὡς ἐν τόπῳ <ἐν> αὐτῷ ἐστι. τὸ δὲ δοκεῖ ἀντὶ τοῦ φαίνεται καὶ ἔστι. Ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον. ἀλλὰ σύνεχες. Ἐἰπὼν τίς ἐστιν ὁ πρῶτος τόπος, διακρίνει λοιπὸν τὰ ὡς ἐν τόπῳ τῶν ὡς ἐν ὅλῳ, ἐπειδὴ καὶ τὰ μόρια περιέχεται ὑπὸ τοῦ ὅλου, καὶ οὔτε μεῖζόν ἐστιν οὔτε ἔλαττον τῶν μορίων τὸ ὅλον. τίς οὖν ἡ διάκρισις; ὅτι τὰ μὲν μόρια, φησί, τοῦ ὅλου οὐκ εἰσὶ διῃρημένα, ἀλλὰ συνεχῆ ἐστι πρὸς τὸ ὅλον, τὰ δὲ ἐν τῷ πρώτῳ τόπῳ ὄντα οὐκ εἰσὶ συνεχῆ, ἀλλὰ πρὸς αὐτὸν μόνον οιῃρημενα. οὕτε ἐστὶ μέρος τοῦ ἐν αὐτῷ ὄντος οὔτε μεῖζον τοῦ διαστήματος, ἀλλ’ ἴσον· ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἀπτομενων. Τὸ πέρας, φησί, τοῦ περιέχοντος οὔτε μέρος ἐστὶ τοῦ ἐν αὐτῷ, ἀλλ’ ἔξωθεν αὐτοῦ καὶ ἀλλότριον, οὔτε μεῖζον αὐτοῦ ἐστιν οὔτε ἔλαττον. καὶ τοῦτο κατασκευάζων ἐπήγαγε τὸ ἱέν γὰρ τῷ αὐτῷ τὰ πέρατα τῶν ἁπτομόνος μένων᾿, τουτέστιν ἅμ καὶ κατὰ ταὐτὸν ἅπτονται τοῖς πέρασι τὰ ἁπτόμενα, πέρατα δὲ σωμέτων ἐπιφάνειαι. ἐπεὶ οιὖν ἐφαρμόζουσιν ἀλλήλαις αί ἐπιφάνειαι, ἐφαρμόσει δηλονότι ἡ τοπικὴ ἐπιφάνεια τῇ τοῦ ἐ·ν τόπῳ, ἐφαρ- μοζουσῶν δὲ μία γίνεται, ὥστε ἐν ταὐτῷ ἄμφω· εἰ δὲ καὶ ἐν ταὐτῷ, καὶ ἴσαι οὔτε μεῖζον ἄρα οὔτε ἔλαττον τὸ περιέχον τοὐ περιεχομένου, ἀλλ᾿ ἴσον. Καὶ συνεχὲς μὲν ὂν οὐκ ἐν ἐκείνῳ κινεῖται ἀλλὰ μετ’ ἐκείνου, διῃρημένον δὲ ἐν ἐκείνῳ. Ἑτέρα διάκρισις τῶν ἐν τόπῳ καὶ τῶν ἐν ὅλῳ. τὰ μὲν μόρια, φησί, συνεχῆ ὄντα τῷ ὅλῳ οὐ κινεῖται ἐν τῷ ὅλῳ ἀλλὰ μετὰ τοῦ ὅλου κινοῦ μένου γὰρ τοῦ ὅλου συγκινεῖται καὶ τὸ μέρος, ἐν μέντοι τῷ ὅλῳ ὡς ἐν τόπῳ οὐ κινεῖται), τὰ δὲ ἐν τόπῳ διῃρημένα ὄντα τοῦ τόπου οὐ μετὰ τοὐ τόπου κινεῖται, ἀλλ’ ἐν τῷ τόπῳ, ὥσπερ ἡ σφαῖρα καὶ τὸ ἐν τῷ κάδῳ ὕδωρ τοῦ τόπου ἀκινήτου ὄντος περὶ αὐτὸν κινεῖται. κἂν ὁ τόπος δέ, φησί, κινῆται, οἷον τὸ ἀγγεῖον, οὐ σὺν αὐτῷ, ἀλλ’ ἐν αὐτῷ κινεῖται τὸ ὕδωρ· ὅλως γὰρ οὐδέ ἐστι πρῶτος τόπος τὸ ἀγγεῖον, ἀλλ’ ἡ κοίλη αὐτοῦ ἐπιφά- νει, ἥτις καὶ ἀκίνητός ἐστιν. οὔτε οὖν ἡ χεὶρ ἐν τῷ ὅλῳ λέγοιτο ἂν κι- νεῖσθαι ἀλλὰ μετὰ τοῦ ὅλου, οὔτε τὰ ἐν τόπω μετὰ τοῦ τόπου κινεῖσθαι ἀλλ’ ἐν τῷ τόπῳ. οὐ ταὐτὸν ἄρα τὰ ἐν τόπῳ καὶ τὰ ἐν ὅλῳ. ἔτι ὅταν μὴ διῃρημένον ᾖ, ὡς μέρος ἐν ὅλῳ λέγεται, οἶον ὡς ἐν τῷ ὀφθαλμῷ ἡ ἐν τῷ σώματι ἠ χείρ. Δοκεῖ ταυτολογεῖν τὰ αὐτὰ γὰρ πάλιν λέγει. ἀλλ’ ἐπειδὴ ἀνωτέρω δίχα παραδειγμάτων τοὺς λόγους ἔθηκε, διὰ τοῦτο νῦν ἀνέλαβεν, ἵνα καὶ τὰ παραδείγματα προσθῇ. Ἥδη τοίνυν φανερὸν ἐκ τούτων τί ἐστιν ὁ τόπος. Βούλεται λοιπὸν ἐντεῦθεν εἰπεῖν τί ἐστιν ὁ τόπος, τεσσάρων δὲ ὄντων, φησίν, ὧν ἀνάγκη ἕν τι εἶναι τὸν τόπον, εἰ δειχθείη ὅτι τὰ τρία οὐκ ἔστιν, ἐξ ἀνάγκης τὸ καταλειπόμενον τοῦτό ἐστιν ὁ τόπ·ος. ἐκ γὰρ τῶν προσόν- τῶν τῷ τόπῳ προαγόμεθα εἰς τὸ νομίζειν αὐτὸν ἢ ὕλην εἶναι ἢ εἶδος ἢ τὸ μεταξὺ τῶν περάτων τοῦ περιέχοντος διάστημα, οἷον τὸ διάστημ’ τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ κερ·άμου, ἢ αὐτὰ τὰ πέρατα τοῦ περιέ- χοντος, οἷον αὐτὴν τὴν κοίλην τοῦ κεράμου ἐπιφάνειαν. ᾗ μὲν γὰρ περιέχει ὁ τόπος καὶ ὁρίζει τὸ ἐν τόπῳ ὂν | καὶ ἴσος ἐστὶ τῷ πέρατι αὐτοῦ, εἶδος εἶναι νομίζεται· ἡ γὰρ ἑκάστου περιγραφὴ καὶ τὸ πέρας εἶδος ἑκάστου ἐστίν, εἶδος δὲ λέγω τὸ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. ᾗ δὲ μένων εἷς καὶ ὁ αὐτὸς ἄλλοτε ἄλλα σώματα δέχεται, ἡ ὕλη δοκεῖ εἶναι· ὕλης γὰρ ἴδιον τὸ ἄλλοτε ἄλλα δέχεσθαι εἴδη καὶ οὐσίας. ᾗ δὲ πάλιν χωριστὸς ὢν ὁ τόπος καὶ ἕτερος μένων εἷς καὶ ὁ αὐτὸς ἄλλοτε ἄλλα δέχεται σώματα, δοκεῖ διάστημά τι εἶναι ἕτερον τῶν ἐν αὐτῷ γινομένων σωμάτων· οὐδαμόθεν γὰρ ἄλλοθεν ἤλθομεν εἰς ἔννοιαν τοῦ εἶναί τι τὸν τόπον, εἰ μὴ ἐκ τῆς ἀντιμεταστάσεως τ·ῶν σωμάτων· εἰ τοίνυν εἷς καὶ ὁ αὐτὸς ὢν τὰ ἀντι- μεθιστάμενα δέχεται σώματα, ἔστι δὲ τὰ μετεμπίπτοντα εἰς αὐτὸν σώματα τριχῇ διαστατά, ἀνάγκη καὶ τὴν δεχομένην αὐτὰ χώραν τοιαύτην εἶναι· ὥστε καὶ ὁ τόπος τριχῇ ἂν εἴη διαστατός. ᾗ δὲ πάλιν τὸ πέρας τοῦ πε- ριέχοντος ἐφάπτεται τοῦ περιεχομένου καὶ οὐδὲν ἐᾷ μεταξὺ διάστημα, πλὴν τὸ σῶμα τὸ περιεχόμενον, καὶ ἐν τῇ ἀντιμεταστάσει τῶν σωμάτων εὐθὺς ἕτερον ἀντεμπίπτει τῶν σωμάτων τῷ ἐξιόντι, ὡς μηδέποτε μεταξὺ τῶν περάτων κενὸν εἶναι, σώματος πέρας ἔδοξεν εἶναι ὁ τόπος. ὅτι δὲ ἀδύνατον παρ’ ἕν τι τούτων ἄλλο τι εἶναι τὸν τόπον, ἔστιν ἐκ διαιρέσεως κατασκευάσαι οὕτως. τὸ κατὰ τόπον μεταβάλλον, ἢ κατά τι τῶν ἐν αὐτῷ μεταβάλλει ἢ κατά τι τῶν περὶ αὐτό· εἰ μὲν οὖν κατά τι τῶν ἐν αὐτῷ μεταβάλλει, ἢ κατὰ τὴν ὕλην πάντως μεταβάλλει ἢ κατὰ τὸ εἶδος, εἰ δὲ κατά τι τῶν περὶ αὐτό, ἢ κατὰ τὸ διάστημα τὸ μεταξὺ τῶν περάτων τοῦ περιέχοντος ἢ κατὰ τὰ αὐτὰ τὰ πέρατα· τεσσάρων οὗν τούτων περὶ τὸν τόπο·ν ὑπολήψεων ἀποδεδειγμένων, ἐὰν δειχθῇ μήτε εἶδος ὢν μήτε ὕλη μήτε διάστημα, ἀνάγκη αὐτὸν τὸ λειπόμενον εἶναι, λέγω δὴ τὸ πέρας τοῦ περιέχοντος. ὅτι μὲν οὖν οὔτε ὕλη οὔτε εἶδός ἐστι, καὶ ἤδη μὲν διὰ πολλῶν ἔδειξε καὶ νῦν δὲ ὑπομιμνῃσκει. προστίθησι δὲ καὶ τοῦτο, ὅτι εἰ καὶ εἶδος δοκεῖ ὁ τόπος διὰ τὸ ἐν ταὐτῷ εἶναι τῷ πέρατι τοῦ περιεχομένου καὶ μήτε μείζονα εἶναι μήτε ἐλάττονα, ἀλλὰ διακρίνεται ἀπ’ αὐτοῦ τῷ τὸ μὲν εἶδος τοῦ περιεχομένου εἶναι πέρας, τὸν δὲ τόπον τοῦ περιέχοντος· εἰ γὰρ καὶ τὸ εἶδος καὶ ὁ τόπος περιέχει ἐν ταὐτῷ ὄντα καὶ ἴσα, ἀλλ’ ὁ μὲν τόπος τοῦ ἀέρος, εἰ οὗτος περιέχει, πέρας ἐστί, τὸ δὲ εἶδος τοῦ περιεχομενου σώματος. ὥστε οὐκ ἐστιν ό τόπος τὸ εἰδος. ἀλλ’ οὐδὲ ὕλη· εἰ γὰρ καὶ μένων εἷς καὶ ὁ αὐτὸς διάφορα δέχεται σώματα καὶ ταύτῃ δοκεῖ εἶναι ὕλη, ἀλλ’ οὖν πάλιν ταῦτα διακρίνονται, ὅτι ἐπὶ μὲν τῆς ὕλης αὐτήν φαμεν γεγενῆσθαι τόδε τι ὃ γὰρ ἦν πρὸ τούτου ἀήρ, τοῦτό φαμεν γεγενῆσθαι ὕδωρ), ἐπὶ δὲ τοῦ τόπου οὐχ οὕτως· οὐ γάρ φαμεν τὸ ἀγγεῖον πρὸ τούτου μὲν ἀέρα εἶναι νῦν δὲ ὕδωρ, ἤγουν τὸ τοῦ ἀγγείου πέρας ἢ διάστημα, ἀλλ’ ὅτι ὅπου ἦν πρὸ τούτου ἀήρ, νῦν γέγονεν ὕδωρ. διά τε οὖν τούτων καὶ τῶν προειρημένων· πολλῶν ὄντων ἀναγκαίων δῆλον δήπου ὅτι οὔτε ὕλη οὔτε εἶδος εἴη ἂν ὁ τόπος, ὅτι δὲ οὐδὲ διάστημά τί ἐστι με- ταξὺ τῶν περάτων, δείκνυσιν οὕτως. ἀσαφὴς δὲ πάνυ ὁ τῶν λέξεων νοῦς, καὶ εἰ μὴ αὐτὸς ἐν τοῖς τοῦ κενοῦ λόγοις ἡρμήνευσεν ἑαυτόν, ἔμεινεν ἄν ἀνερμήνευτος· ἄλλοι δὲ ἄλλως τῇ τοῦ ῥητοῦ ἐπιβάλλουσιν ἐννοία φησίν, ὁ τόπος τὸ μεταξὺ τῶν περάτων διάστημα, ἐγγινομένου δηλονότι ἐν αὐτῷ τοῦ σώματος ἐχώρησεν ἄν τὸ τοπικὸν διάστημα διὰ τοῦ διαστήμα- τος τοῦ σώματος· ἐδέξατο γὰρ δηλονότι ὁ τόπος κατὰ πᾶσαν ἑαυτοῦ διάστασιν τὸ σῶμα, ὥστε δι’ ἀλλήλων ἐχώρησαν αἱ διαστάσεις, ἡ τοῦ τε σώματος καὶ τοῦ τόπου. ὥσπερ οὖν τὸ ὅλον διάστημα τοῦ τόπου δι’ ὅλου τοῦ διαστήματος τοῦ σωματικοῦ ἐχώρησεν, οὕτω δηλονότι καὶ τὸ μόριον τοῦ τόπου διὰ τοῦ μορίου τοῦ σώματος ἐχώρησεν· εἰ γὰρ μὴ ἐχώ- ρησε τὸ μόριον διὰ τοῦ μορίου, οὐδὲ τὸ ὅλον διὰ τοῦ ὅλου ἐχώρησεν. εἰ δὲ τὸ σῶμα καὶ πᾶν μέγεθος ἐπ’ ἄπειρον διαιρετόν, καὶ ὁ τόπος ἐπ’ ἄπειρον διαιρεθήσεται καὶ τὸ σῶμα· ὥστε ἔσται τὸ ἄπειρον ἐνεργείᾳ. οὐ μόνον δέ, ἀλλὰ καὶ διπλασιασθήσεται τὸ ἄπειρον· ἐπ’ ἄπειρον γὰρ διαιρεθήσεται καὶ ὁ τόπος καὶ τὸ σῶμα. πρὸς σαφήνειαν δὲ τῶν εἰρημένων ἐκἐν θώμεθα καὶ τὴν λέξιν ἔχουσαν οὕτως· εἰ δὲ ἦν τι διάστημα τὸ " π·εφυκὸς καὶ μένον ἐν τῷ αὐτῷ, ἄπειροι ἄν ἦσαν οἱ μεθισταμένου γὰρ τοῦ ὕδατος καὶ τοῦ ἀέρος τὸ αὐτὸ ποιήσει τὰ μόρια ἅπαντα ἐν τῷ ὅλῳ ὅπερ ἅπαν τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ. τουτέστιν ὅταν γὰρ τοῦ ἀέρος παραχωρήσαντος τῷ ὕδατι γένηται τὸ ὕδωρ ἐν τῷ τοῦ ἀέρος τόπῳ, οἷον ἐν τῷ ἀγγείῳ, ὅπερ τὸ ὅλον ὕδωρ πέπονθεν ἐν τῷ ἀγγείῳ πέπονθε δὲ τὸ χωρῆσαι δι’ ὅλου τοῦ τοπικοῦ διαστήματος τοῦ μεταξὺ τοῦ ἀγγείου), τὸ αὐτὸ πείσεται καὶ τὰ μόρια τοῦ ὕδατος πάντα ἐν παντὶ τόπῳ, ἀντὶ τοῦ καὶ αὐτὰ χωρήσει διὰ τῶν μορίων τοῦ τόπου· ὥστε ἔσονται καὶ αὐτὰ ἕκαστον ἐν τῇ ἰδίᾳ περιγραφῇ, καὶ σχήσει ἕκαστον αὐτῶν ἴδιον τόπον. τὸ δὲ ἐφεξῆς ἕτερόν ἐστιν ἐπιχείρημα, ἔστι δὲ τοιοῦτον· εἰ τόπος ἐστὶ τοῦ· ὕδατος οὐχ ἡ κοίλη ἐπιφάνεια τοῦ κεράμου, ἕτερόν τι διάστημα παρὰ τὸ διάστημα τοῦ ὕδατος τὸ περιεχόμενον ὑπὸ τῆς κοίλης τοῦ κεράμου ἐπιφανείας, ὅπερ καθ’ ὅλον ἑαυτὸ δέχεται τὸ εἰσιὸν ὕδωρ, ὅταν μετενεχθῇ ὁ κέραμος, δῆλον ὅτι καταλήψεται ἕτερόν τόπον ὁ ὅλος κέραμος καὶ αὐτὸν τριχῇ ὄντα διαστατόν. ὥστε χωρήσει τὸ τοπικὸν διάστημα δι’ ὅλου τοῦ κεράμου, ὥστε καὶ διὰ τοῦ ἐντὸς ὕδατος καὶ διὰ τοῦ διαστήματος τοῦ δεξαμένου τὸ ὕδωρ· καταλήψεται γὰρ πάντως μέρος τι τοῦ τοπικοῦ διαστήματος, ἐν ὧ γέγονεν ὁ ἀμφορεύς, τὸ ὕδωρ τὸ ἐν τῷ ἀμφορεῖ. κατειλήφει δὲ καὶ ἕτερον διάστημα, τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ ἀμφορέως· ὥστε τρία διαστήματα ἐν τῷ αὐτῷ ἔσται, τὸ ἐν τῷ κεράμῳ τοπικόν, τὸ ὕδωρ τὸ ἐγγενόμενον ἐν αὐτῷ, τὸ μέρος τοῦ τόπου τοῦ ὅλου ἀμφορέως εἰς ὃν μετέστη. πρῶτον μὲν οὖν συμβήσεται | τόπον ἐν τόπῳ μεταβάλλειν μεταβάλλοντος γὰρ τοῦ ἀμφορέως καὶ καθ’ ὅλον ἑαυτὸν γινομένου ἐν ·τοπικῷ διαστήματι τριχῇ ὄντι διαστατῷ καὶ τὸ διάστημα τὸ μεταξὺ αὐτοῦ τὸ δεξάμενον τὸ ὕδωρ ἐν τόπῳ ἔσται, καὶ εἰ δυνατὸν δύο καὶ τρία διαστήματα ἐν ταὐτῷ εἶναι, καὶ πλείονα ἅμα ἔσονται ἐν τῷ αὐτῷ καὶ ἄπειρα. ἵνα δὲ σαφέστερον ποιήσω τὸν λόγον, ἐπὶ παραδείγματος ἀναλαβὼν αὐτὸν γυμνάσω. ἔστω ξέστης τις, αὐτὸ λέγω τὸ μέτρον, εἴτε κεραμεοῦν εἴη εἴτε ὁποιονοῦν ἄλλο· εἰ τοίνυν τὸ μεταξὺ τῶν ἐντὸς περάτων διάστημα εἴη ἕτερον παρὰ τὸ ἐν αὐτῷ σῶμα, οἶον τὸ τοῦ ὕδατος, ἐὰν ὁ ὅλος ξέστης ἐμβληθῇ ἐν μείζονι σκεύει, δῆλον ὅτι καὶ τὸ διάστημα τὸ ἐν τῷ σκεύει τὸ τοπικόν, τριχῇ ὂν διαστατόν, χωρήσει δι’ ὅλου τοῦ ξέστου, ὥστε καὶ διὰ τοῦ βάθους αὐτοῦ. χωρήσει ἄρ καὶ διὰ τοῦ ἐντὸς ὕδατος καὶ διὰ τοῦ διαστήματος τοῦ δεξαμένου τὸ ὕδωρ· ὥστε τρία διαστήματα ἐν τῷ αὐτῷ ἔστι. καὶ ἐὰν πάλιν τὸ σκεῦος ἐμβάλλω ἐν κεράμῳ, πάλιν τὸ αὐτὸ γενήσεται, καὶ χωρήσει τὸ ἐν τῷ κεράμῳ διάστημα δι’ ὅλων τῶν διαστημάτων τοῦ ἐμβληθέντος σκεύους. ὁμοίως πάλιν ἐὰν ὁ κέραμος ἐμβληθῇ ἐν πίθῳ, τὸ διάστημα τὸ τοπικὸν τὸ ἐν τῷ πίθῳ χωρήσει δι’ ὅλου τοῦ κεράμου, καὶ οὕτως ἐπ’ ἄπειρον. ὥστε συμβήσεται πολλοὺς τόπους ἐν ταὐτῷ εἶναι καὶ πολλὰ διαστήματα, ὅπερ ἀδύνατον. ὁ Θεμίστιος δὲ ἐξηγεῖται τὸ χωρίον οὕτως· ‘εἰ ἦν τί, φησί, διάστημα καθ’ αὑτὸ πεφυκὸς εἶναι καὶ μένειν ἐν ταὐτῷ, ἄπειροι ἂν ἦσαν οἱ τόποι. τί δήποτε; ὅτι ὁπηνίκα ἄν μεταφέρηται τὸ ἀγγεῖον πλῆρες ὂν σώματός τινος, οἷον ὕδατος, ὃ ποιεῖ τὸ ὅλον ὕδωρ ἐν τῷ ἀγγείῳ, τοῦτο ποιήσει καὶ τὰ τοῦ ὕδατος μόρια. ὡς οὖν τὸ ὅλον ὕδωρ κατέχον τὸ οἰκεῖον διάστημα σὺν τῷ ἀγγείῳ κινεῖται μεταφερομένῳ, οὕτως ἕκαστον καὶ τῶν μορίων αὐτοῦ κατέχον τὸ οἰκεῖον διάστημα κινηθήσεται σὺν τῷ ἀγγείῳ. ὅταν τοίνυν ἐν ἄλλῳ τόπῳ γένηται ὁ ἀμφορεύς, δῆλον ὅτι καθέξει διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος ἀέρος, οὗ διαστήματος καὶ τὸ ὕδωρ τὸ ἐν τῷ ἀμφορεῖ μέρος καθέξει καὶ τὰ τοῦ ὕδατος μόρια. ὅρα δὴ πόσα ἐν τῷ αὐτῷ εἰσι διαστήματα· πρῶτον μὲν ὃ κατέσχε τὸ ἐν τῷ ἀμφορεῖ ὕδωρ, λέγω δὴ τὸ τοπικὸν τὸ μεταξὺ τῶν περάτων τοῦ ἀμφορέως, δεύτερον ὃ κατέσχε τὰ τοῦ ὕδατος μόρια ὡς γὰρ τὸ ὅλον κατέσχεν ὅλον τὸ διάστημα, οὕτω καὶ ἕκαστον τῶν μορίων τοῦ ὕδατος μόριόν τι τοῦ διαστήματος κα. τέσχε, καὶ ἔστιν ἐνεργείᾳ ἕκαστον ἐν τόπῳ), πάλιν τὸ διάστημα ὃ κατεσχεν ὁ ὅλος ἀμφορεύς; καὶ ἔτι τὸ μέρος τοῦ διασ·τήματος οὗ κατέσχεν ὁ ὅλος ἀμφορεὺς ἐν ᾧ γέγονε τὸ μέρος τοῦ ἀμφορέως τὸ ὕδωρ, καὶ αὐτοῦ τούτου πάλιν ὃ κατέσχε τὰ τοῦ ὕδατος μόρια. τούτοις εἰ προσθείης καὶ τὸ διάστημα αὐτοῦ τοῦ ἀμφορέως ὡς σώματος, καὶ τὸ τοῦ ὕδατος ὡς σώμα- τος, καὶ τὰ τῶν μερῶν αὐτῶν ὡς σώματος, πολλὰ ἄν εὑρήσοις ἐν τῷ αὐτῷ διαστήματα. τῆς δὲ τομῆς τῶν μεγεθῶν εἰς ἄπειρον γινομένης, εἰς ἄπειρον καὶ ἡ πρόσθεσις τῶν διαστημάτων προελεύσεται· εἰ γὰρ διάστημα ὁ τόπος, ἀνάγκη καὶ τῶν μορίων ἕκαστον ἐν ἰδίῳ τόπῳ εἶναι καθ’ αὑτό· ἕκαστον γὰρ τῶν μορίων τοῦ σώματος μόριόν τι τοῦ τοπικοῦ διαστήματος καθέξει. τοῖς μὲν γὰρ τόπον λέγουσι τὸ πέρας τοῦ περιέχοντος οὐδὲν τῶν μορίων τοῦ σώματος καθ’ αὑτό ἐστιν ἐν τόπω, ἀλλ’ οὐδὲ οἷς ἅπτεται τοῦ τόπου, λέγω δὴ τὰ πέρατα, ἀλλὰ ταῦτα πάντα τῷ εἶναι τὸ ὅλον ἐν τόπῳ καὶ αὐτὰ κατὰ συμβεβηκὸς ἐν τόπῳ λέγεται εἶναι· οὐδὲν γὰρ αὐτῶν ἰδίως ὑπὸ τοῦ τόπου περιέχεται συνεχῆ γάρ ἐστι τῷ ὅλῳ), καὶ ἢ οὐδὲ ὅλως ἅπτεται τοῦ τόπου, ὡς τὰ ἐν τῷ βάθει μόρια, ἢ οὐ πανταχόθεν ἅπτεται, ἀλλ’ ἀπὸ μέρους, ὁ δὲ τόπος ὅλον θέλει περιέχειν τὸ ἐν αὐτῷ. τὸ ὅλον οὖν μόνον καθ’ αὑτὸ ἐν τόπῳ, διὰ τὸ ὅλον δὲ καὶ τὰ μέρη λέγεται ἐν τόπῳ εἶναι. τοῖς δὲ διάστημα λέγουσιν εἶναι τὸν τόπον, ἀνάγκη πᾶσα καὶ τὰ μέρη καθ’ αὑτὰ ἐν τόπῳ λέγειν· ὥσπερ γὰρ αἱ τρεῖς διαστάσεις τοὐ πηχυαίου, εἰ τύχοι, σώματος διὰ τῶν τριῶν διαστάσεων τοῦ πηχυαίου τόπου διῆλθον, οὕτω καὶ τὰ μόρια διὰ τῶν μορίων, εἰ δὲ μὴ ἐχώρησαν τὰ μόρια διὰ τῶν μορίων, οὐδὲ τὸ ὅλον διὰ τοῦ ὅλου. καίτοι οὐδέν μοι διοίσει, εἴτε τὸ τοπικὸν διάστημα διὰ τοῦ σώματος χωρῆσαι λέγοι τις, εἴτε τὸ σῶμα διὰ τοῦ τόπου· ταὐτὸν γάρ ἐστι τὸ ἕτερον εἰπεῖν διὰ τοῦ ἑτέρου χωρήσαι, καὶ καθ’ ἕτερον διὰ τοῦ λοιποῦ. ὥστε εἰ τῶν μορίων ἕκαστον καθ’ αὑτὸ ἐν τόπῳ ἐστίν, ἐπ’ ἄπειρον δὲ διαιρετὸν τὸ μέγεθος, ἄπειροι ἄρα καὶ οἱ τόποι τοῦ αὐτοῦ.’ τοῦτο μὲν οὖν ἐν τούτοις, τὸ δὲ ἐφεξῆς ἐπιχείρημα καὶ ὁ Θεμίστιος ὡσαύτως ἐξηγεῖται, ὅτι εἰ τὸ διάστημα τόπος, μεταφερομένου τοῦ ἀμφορέως καὶ γινομένου ἔν τινι τόπῳ, ἐν ἴσῳ ἑαυτοῦ δηλονότι τόπῳ ἔσται· ὥστε εἰ ἔσται ὁ ἀμφορεὺς πηχυαῖος κατὰ τὰς τρεῖς διαστάσεις, καὶ ὁ τόπος ὁ δεξάμενος αὐτὸν τοσοῦτος ἔσται· ὥστε καὶ ὁ τόπος ὁ ἐντὸς τῶν περάτων τοῦ ἀμφορέως, ὃν κατείληφε τὸ ὕδωρ, καταλήψεται μέρος τι τοῦ τόπου; ὃν κατείληφεν ὁ ὅλος ἀμφορεύς· ὥστε ὁ τόπος ἐν τόπῳ ἔσται. καὶ οὐ μόνον δύο τόπους ἐν τῷ αὐτῷ γενέσθαι δυ- νατόν, ἀλλὰ καὶ πλείονας, ὡς· ἐδείξαμεν· εἰ μὲν γὰρ τὸ διάστημα τὸ το- πικὸν ὃ κατείληφε τὸ ὕδωρ, λέγω δὴ τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ ἀγγείου, μετὰ τὸ χωρῆσαι δι’ αὐτοῦ τὸ ὕδωρ οὐκέτι ἐστίν, οὐδὲ ἐν τόπῳ ἄν εἴη τὸ ἐν τῷ κεράμῳ ὕδωρ, εἴ γε τόπος μὲν τὸ διάστημα, τοῦτο δὲ οὐκ ἔστιν ἐν τῷ κεράμῳ τοῦ ὕδατος ἐνόντος. συμβήσεται δὲ οὕτως μηδὲ εἶναι ὅλως αὐτό ποτε· εἰ γὰρ διὰ τὸ ἐμπεπτωκέναι εἰς αὐτὸ τὸ ὕδωρ λέγοι τις μηκέτι εἶναι αὐτό, ἐπεὶ καὶ πρὶν τὸ ὕδωρ εἶναι ἄλλο τι ἦν ἐν τῷ κεράμῳ σῶμα, ἤτοι ἀὴρ ἢ ἕτερόν τι ἀδύνατον γὰρ κενὸν εἶναι, ὡς δειχθήστεαι ἐφεξῆς), οὐδὲ ἄλλοτε ἦν δηλονότι. ἀνάγκη ἄρα πᾶσα ἀεὶ εἶναι ἐν τῷ ἀμφορεῖ τὸ τοπικὸν διάστημα τὸ μεταξὺ τῶν ἐντὸς περάτων. εἰ δὲ ἔστι, | πᾶσα ἀνάγκη τοῦ ἀμφορέως μεταφερομένου συμμεταφέρεσθαί τε καὶ τὸ διάστημα καὶ ἐν μέρει τοῦ τόπου γίνεσθαι, ὃν ἄν ὁ ὅλος ἀμφορεὺς καταλάβῃ. αἱ μὲν οὖν ἀνασκευαὶ τοῦ μὴ εἶναι διάστημα τὸν τόπον, αἱ ἐκ τῶν ἐξηγήσεων τῶν Ἀριστοτελικῶν ῥητῶν ἀναφανεῖσαι, αὗταί εἰσιν, ὅσας δὲ ἔξωθεν προστεθείκασιν οἱ ἐξηγηταί, καὶ ὅσα εἴποιεν ἂν οἱ πρϊστάμενοι τοῦ διάστημα εἶναι τὸν τόπον, μετὰ τὸ ἐπεξελθεῖν τὸ ῥητὸν ἐροῦμεν. Ἤ διάστημά τι τὸ μεταξὺ τῶν ἐσχάτων. Tῶν ἐσχάτων τοῦ περιέχοντος σώματος, οἷον εἰ κέραμος εἴη ὁ πε- ριέχων, τὸ μεταξὺ τῶν ἐντὸς περάτων διάστημα. Ἤ τὰ ἔσχατα, εἰ μὴ ἔστι μηδὲν διάστημα παρὰ τὸ τοῦ ἐγγινομένου σώματος μέγεθος. Εἰ τὸ μεταξύ, φησί, τῶν ἐσχάτων τοῦ περιέχοντος διάστημα μὴ ἔστιν ἄλλο τι παρὰ τὸ σῶμα τὸ ἐγγινόμενον ἐν αὐτῷ, οἷον εἰ ὕδωρ ἢ ἀὴρ εἴη, μήτε τῆς ὕλης μήτε τοῦ εἴδους τόπου ὄντος λείπεται τὸ πέρας τοῦ περιέχοντος εἶναι τὸν τόπον. Ἐν ταὐτῷ γὰρ τὰ ἔσχατα τοῦ περιέχοντος ὄντος καὶ τοὐ περιεχομενου. Ἐν ταὐτῷ ἀντὶ τοῦ ἅμα καὶ ἐφαρμόζοντα ἀλλήλοις, ὅθεν δοκεῖ τὸ εἶδος εἶναι ὁ τόπος. ἀλλὰ καὶ οὕτως ἡ διάκρισις δήλη· εἰ γὰρ καὶ πέραια ἄμφω καὶ ἐν ταὐτῷ, ἀλλ’ ὁ μὲν τόπος τοῦ περιέχοντος σώματος πέρας, τὸ δὲ εἶδος τοῦ περιεχομένου ὥστε οὐκ ἄν εἴη τὸ εἶδος ὁ τόπος. 'Aλλὰ διὰ τὸ μεταβάλλειν πολλάκις μένοντος τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ διῃρημένον, οἷον ἐξ ἀγγείου ὕδωρ. Τὴν αἰτίαν λέγει ἐξ ἧς τὸν τόπον τινὲς τὸ διάστημα ὑπειλήφασιν εἶναι τὸ μεταξὺ τῶν περάτων τοὐ περιέχοντος σώματος· διότι, φησιν, ὥσπερ ἐν ἀγγείῳ ἑνὶ καὶ τῷ αὐτῷ μένοντι πλείονα μετεμπίπτει σώματα, οὕτως ἐπειδὴ τὸν αὐτὸν τόπον πλείονα καταλαμβάνει σώματα, δοκεῖ ἕτερον εἶναι διάστημα παρὰ τὸ ἐγγινόμενον ἐν αὐτῷ. οὐκ ἔστι δέ, φησίν, ἕτερον τὸ διάστημα, ἀλλ’ ἕτερόν τι τὸ τυχὸν μετεμπίπτει σῶμα· ὥστε οὐκ ἔστι διάστημά τι τὸ μεταξὺ τῶν περάτων πλὴν τοῦ ἐγγινομένου σώματος. Eἰ δὲ ἦν τι διάστημα τὸ πεφυκὸς καὶ μένον ἐν τῷ αὐτῷ, ἄπειροι ἄν ἦσαν οἱ τόποι. Πεφυκὸς μὲν εἶπε διὰ τὸ μαθηματικόν· ἐκεῖνο γὰρ οὐ φύσει ἐστίν, ἀλλ’ ἐπινοία. πεφυκὸς οὖν ἀντὶ τοῦ ὂν καὶ ὑφεστηκός, μένον δέ, τουτέστιν ἀκίνητον, διὰ τὰ φυσικὰ μεγέθη, ἃ πάντως ἐν κινήσει τινὶ θεωρειται. Μεθισταμένου γὰρ τοῦ ὕδατος καὶ τοῦ ἀέρος τὸ αὐτὸ 30 ποιήσει τὰ μόρια ἅπαντα ἐν τῷ ὅλῳ. Τουτέστιν ἀντιμεθισταμένων ἀλλήλοις τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, καὶ ἀντιπαραχωρούντων ἀλλήλοις τοὺς ἰδίους τόπους, ὅπερ ἅπαν τὸ ὕδωρ ἐν ὅλῳ τῷ ἀγγείῳ ποιεῖ, τοῦτο καὶ πάντα τὰ τοῦ ὕδατος μόρια ἐν τοῖς μορίοις τοῦ τόπου. ὥσπερ οὖν τὸ ὅλον ὕδωρ χωρεῖ δι’ ὅλου τοῦ τοπικοῦ διαστήματος, καὶ ἐφαρμόζουσιν ἀλλήλοις ἀμφότερα τὰ διαστήματα, οὕτω δὴ καὶ τὰ μόρια τοῦ σώματος τὸ αὐτὸ πείσονται πρὸς τὰ μόρια τοῦ τότου. ἀλλ’ ἐπεὶ ἐπ’ ἄπειρον τὰ μεγέθη διαιρετά, ἐπ’ ἄπειρα διαιρήσουσιν ἄλληλα καὶ ὁ τόπος καὶ τὸ σῶμα, ὥστε εἶς τόπος εἰς ἀπείρους τόπους ἔσται διῃρημένος. ὁμοίως δὲ καὶ τὸ σῶμα. Ἅμα δὲ καὶ ὁ τόπος ἔσται μεταβάλλων· ὥστε ἔσται τοῦ τόπου τις ἄλλος τόπος, καὶ πολλοὶ τόποι ἅμα ἔσονται. Ἕτερον ἐπιχείρημα, ὅτι εἰ τὸ μεταξὺ τοῦ ἀγγείου διάστημά ἐστιν ἕτερον παρὰ τὸ ἐγγινόμενον σῶμα, ἀνάγκη μεταφερομένου τοῦ ἀγγείου μεταφέρεσθαι καὶ τὸ διάστημα· ὥστε καὶ ὁ τόπος μεταβάλλοι ἄν κατὰ τόπον. καὶ ἐπειδὴ ὁ δεξάμενος τὸ ἀγγεῖον τόπος ὅλος δι’ ὅλου τοῦ βάθους ἐχώρησεν, ἐδέξατο δηλονότι καὶ τὸ ἐντὸς διάστημα. ὥστε τοῦ τόπου ἔσται τόπος, καὶ πολλὰ διαστήματα ἐν τοι αὐτῷ ἔσονται, τὸ μεταξὺ τῶν περάτων τοῦ ἀγγείου, τὸ ἐγγενόμενον ἐν αὐτῷ σῶμα, τὸ μέρος. τοῦ διαστήματος τοῦ δεξαμένου τὸ ὅλον ἀγγεῖον, εἰς ὃ ἐχώρησε τὸ μέρος τοῦ ἀγγείου, λέγω δὴ τὸ ὕδωρ. εἰ δὲ πολλὰ διαστήματα δυνατὸν ἐν τῷ αὐτῷ εἶναι, τί κω λύει καὶ ἄπειρα; οὐκ ἔστι δὲ ἄλλος τόπος τοῦ μορίου ἐν ᾧ κινεῖται, ὅταν ὅλον τὸ ἀγγεῖον μεθίστηται, ἀλλ’ ὁ αὐτός· ἐν ᾧ γάρ ἐστιν, ἀντιμεθίσταται ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἢ τὰ μόρια τοῦ ὕδατος, ἀλλ’ οὐκ ἐν ᾦ γίνονται τόπῳ. Πρὸς τὸ δεύτερον τῶν ἐπιχειρημάτων ἡ ἀπάντησις, ἐξ οὗ συνήγετο τὸν τόπ·ον ἐν τόπῳ γίνεσθαι καὶ πολλοὺς ἅμα τόπους εἶναι· τὸ γὰρ διάστημα τὸ μεταξὺ τῶν κόων τοῦ ἀμφορέως, ὅπερ ἐδέξατο τὸ ὕδωρ, ἐν ἄλλῳ διαστήματι ἐγγίνεται μετατεθέντος τοῦ ἀμφορέως. φησὶν οὖν ὅτι τοῦτο τὸ ἄτοπον οὐ συμβήσεται τοῖς τὸ πέρας τοῦ περιέχοντος τὸν τόπον λέγουσιν· οὐδὲ γὰρ ἀνάγκη μεθισταμένου τοῦ ὅλου ἀγγείου ἐν ἄλλῳ γενέσθαι τόπῳ τὸ μόριον αὐτοῦ, λέγω δὴ τὸ ὕδωρ, παρὰ τοῦτον, ἐν ᾧ καὶ ἐξ ἀρχῆς ἦν καὶ μεθ’ οὗ κινεῖται, οὗτος | δέ ἐστιν ἡ κοίλη ἐπιφάνεια τοῦ ἀγγείου. ἀλλὰ τὸ μὲν ὅλον ἐν ἄλλῳ γέγονε τόπῳ ὑφ’ ἑτέρας γὰρ ἐπι- φανείς τοῦ ἀέρος περιέχεται), τὸ δὲ μόριον αὐτοῦ, τουτέστι τὸ ὕδωρ ἢ τὸ μεταξὺ ἤτοι ὁ ἀήρ, ἐν τῷ ἐξ ἀρχῆς ἔμεινε τόπῳ ὑπὸ γὰρ τῆς αὐτῆς περιέχεται ριέχεται ἐπιφανείας, λέγω δὴ τῆς τοῦ κεράμου), καὶ οὐκ ἐν ᾧ μετὰ τοῦ ὅλου γέγονεν· οὐ γὰρ κατέσχε μόριόν τι τοὐ τόπου τὸ ὕδωρ, ἐν ᾧ γέγονε τὸ ὅλον ἀγγεῖον, ἀλλὰ μετὰ τοῦ ὅλου ἐστὶν ἐν ἐκείνῳ, καθ’ αὑτὸ δὲ οὐκ ἐν ἄνῳ ἢ τῷ ἐξ ἀρχῆς. μόριον οὖν λέγει τοῦ ὅλου ἀμφορέως τοῦ πεπληρωμένου ἢ ἀέρος ἢ ὕδατος. ἔστιν οὖν μόριον τοῦ ὅλου ἤτοι τὸ ὕδωρ ἢ ὁ ἀήρ, οὗ ἄν ᾖ τὸ ἀγγεῖον πεπληρωμένον. ἐνῶ γάρ ἐστιν, ἔστι δὲ ἐν τῇ κοίλῃ ἐπιφανείᾳ τοῦ ἀγγείου, ἀντιμεθίσταται ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἢ τὰ μόρια τοῦ ὕδατος. τὸ ἀντιμεθίσταται ἀντὶ τοὐ συμμεθίσταται, τὸ δὲ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἀντὶ τοῦ ἤτοι ὁ ἀὴρ ἢ τὸ ὕδωρ, οὗ ἄν ᾖ πλῆρες τὸ ἀγγεῖον. ἐν τῷ ἐξ ἀρχῆς οὖν ἐστι τόπῳ τὸ μόριον τοῦ ἀγγείου, τὸ ὕδωρ, καὶ οὐκ ἐν ᾧ τὸ ὅλον γέγονε τόπῳ. οὗτος δέ ἐστι τὸ μόριον τοὐ ἀέρος, τὸ περιέχον αὐτό, ὃς τόπος, φ·ησί, μέρος ἐστὶ τοῦ τόπου τούτου, ὅς ἐστι τοῦ ὅλου οὐρανοῦ τόπος. οὐ- ρανὸν δέ φησι τὸν κόσμον. τοῦ οὖν κοσμικοῦ τόπου μέρος ἐστιν ο πε- ριέχων τὸ ἀγγεῖον τόπος. εἰπὼν δὲ ὁ ἀὴρ ἢ τὸ ὕδωρ προσέθηκεν ἢ τὰ μόρια τοῦ ὕδατος, τουτέστιν οὔτε τὸ ὅλον ὕδωρ οὔτε τὰ μόρια αὐτοῦ μεθισταμένου τοῦ ἀγγείου μέρος τι τοῦ τόπου τοῦ ἀγγείου καταλαμβά- νουσιν, ἀλλ’ ἐν τῷ αὐτῷ ἐν ᾧ τὸ ὅλον ὕδωρ ἐξ ἀρχῆς ἦν, ἐν τούτῳ ἔμεινε καὶ μεταστάντος τοῦ ἀγγείου καὶ τὸ ὅλον ὕδωρ καὶ τὰ μόρια αὐτοῦ. τοῦτο δὲ προσέθηκε δεικνὺς ὅτι οὐδὲ τὸ κατ’ ἐνέργειαν εἶναι ἐν τόπῳ τὰ μόρια ἕπεται τοῖς τὴν ἐπιφάνειαν λέγουσι τόπον, ὅπερ εἵπετο κατὰ τὸ πρότερον ἐπιχείρημα τοῖς τὸ διάστημα τόπον λέγουσιν. ἐκείνοις μὲν γὰρ ἕπεται τὸ καὶ τὰ μόρια κατ’ ἐνέργειαν ἐν τόπῳ εἶναι, εἴ γε χωροῦσι δι’ ἀλλήλων τὰ διαστήματα, τοῖς μέντοι τὸ πέρας λέγουσιν εἶναι τὸν τόπον οὐκέτι· οὐδὲν γὰρ τῶν μορίων τοὐ ὅλου περιγράφεται ὑπὸ τοῦ μορίου τῆς ἐπιφανείας, ὥσπερ ὑπὸ τοὐ μορίου τοῦ διαστήματος. ὥστε οὐ συμβαίνει τοῖς λέγουσι τὸ πέρας τοῦ περιέχοντος εἶναι τὸν τόπον οὐδὲν τῶν ἀτόπων τῶν συμβαινόντων τοῖς τὸ διάστημα λέγουσιν εἶναι τὸν τόπον. Καὶ ἡ ὕλη δὲ δόξειεν ἄν εἶναι τόπος. εἰ ἐν ἠρεμοῦντί <τις> σκοποίη καὶ μὴ κεχωρισμένῳ. Εἰρηκὼς ὅθεν ὑπενοήθη ὁ τόπος εἶδος, ἔτι δὲ καὶ διάστημα, νῦν λέγει πόθεν ὑπενοήθη εἶναι ὕλη. εἴ τις, φησί, σκοποίη ἐν ἠρεμοῦντι τῷ πράγματι ἐν τῷ τόπῳ, πουτέστιν εἰ θεωρήσας τις ἐν τῷ <ἐν> τόπῳ ἠρεμοῦντι τῷ] πράγματι καὶ μὴ μεθισταμένῳ αὐτοῦ νοήσοι αὐτὸ γινόμενον καὶ φθειρόμενον ἀκίνητον μένον τοῦ τόπου, λέγω δὴ ἵν ἐν τῷ ἀγγείῳ ὂν τὸ ὕδωρ μὴ ἐκστὰν αὐτοῦ γένηται ἀήρ, οὕτω δόξειεν ἄν μᾶλλον εἶναι ὁ τόπος ἡ ὕλη, ἐπειδὴ μὴ κινηθέντος κατὰ τόπον τοῦ πράγματος ἐν τῷ αὐτῷ ἄλλοτε ἄλλο γέγονεν· οὕτω γὰρ ἐν τῇ ὕλῃ γίνεται ἡ μεταβολὴ μὴ κινουμένου κατὰ τόπον τοῦ ἐν αὐτῇ εἴδους. εἰ οὖν δέοι ἐξομοιῶσαι τὸν τόπον τῇ ὕλῃ, νενοήσθω τὸ ἐν τῷ ἀμφορεῖ ὕδωρ μεταβάλλον ἢ εἰς ἀέρα ἢ εἰς ἄλλο τι σῶμα, ὥστε ἀκινήτου μένοντος τοῦ πράγματος ἄλλοτε ἄλλο ἐνυπάρχειν ἐν τῷ ἀμφορεῖ σῶμα. τὸ δὲ καὶ μὴ κεχωρισμένῳ ἀλλὰ συνεχεῖ ἐκ παραλλήλου τὸ αὐτὸ τῷ ἠρεμοῦντι. τὸ δὲ συνεχεῖ ἀντὶ τοῦ συνημμένῳ· οὐ γὰρ κυρίως τὸ συνεχὲς ἐνταῦθα. δι’ ἧς γάρ, φησίν, ὑπονοίας ἔδοξεν εἶναι ἡ ὕλη ἑτέρα πάντων τῶν ἐγγινομένων ἐν αὐτῇ εἰδῶν, τῷ τὸ αὐτὸ πρᾶγμα ποτὲ μὲν λευκὸν ποτὲ δὲ μέλαν γίνεσθαι ἄλλοτε δὲ ἄλλο, διὰ τῆς αὐτῆς καὶ ὁ τόπος ἕτερός τις εἶναι δοκεῖ τῶν ἐν τόπῳ· ὥστε εἰ τὸ πρᾶγμα ἀκίνητον ὂν τοῦ τόπου μεταβάλλοι, ταὐτὸν δόξειεν ἄν εἶναι ἡ ὕλη καὶ ὁ τόπος. πλὴν ἔστι τις διαφορά· ἡ μὲν γὰρ ὕλη αὐτὴ γίνεται λευκὸν ἢ μέλαν. ἢ ἄνθρωπος ἢ ἵππος, ὁ δὲ τόπος δέχεται ταῦτα, οὐκ αὐτὸς ταῦτα γίνεται. διὸ καὶ ἡ χρῆσις ἡ ἡμετέρα διάφορος ἐπ’ αὐτῶν· ἐπὶ μὲν γὰρ τῆς ὕλης τὸ ὂν ὕδωρ, τοῦτο νῦν ἀήρ, ἐπὶ· δὲ τοῦ τόπου ὅτι οὗπερ πρότερον ἦν ὕδωρ, νῦν ἐστιν ἀήρ. καὶ ἄλλως, ὅπερ καὶ πρότερον ἐλέχθη, ἡ μὲν ὕλη ἀχώριστος τοῦ πράγματος, ὁ δὲ τόπος χωριστός. Λέγω δὲ <τὸ> περιεχόμενον σῶμα σῶμα <τὸ κινητὸν κατὰ φοράν>. Περιέχεσθαι, φησί, καὶ ἐν τόπῳ εἶναι λέγω οὐχ ἁπλῶς πᾶν σῶμα, ἀλλὰ τὸ πεφυκὸς ποτὲ μὲν κινεῖσθαι ποιὲ δὲ μή. τοῦτο γάρ ἐστι τὸ κι- νητόν, ἵνα εἴπῃ τὸ ἐν γενέσει καὶ φθορᾷ· τὸ γὰρ οὐράνιον οὐ κινητόν, ἀλλ᾿ ἀεικίνητον, διόπερ οὐδὲ πᾶν ἐν τόπῳ. τὸ δὲ κατὰ φορὰν ἀντὶ τοῦ κατ’ εὐθυωρίαν· φορὰ γὰρ ἡ κατ’ εὐθεῖαν κίνησις, ἡ δὲ κύκλῳ οὐ φορά, ἀλλὰ περιφορά. εἴ τι μὲν οὖν κινητὸν κατὰ φοράν, τοῦτο· πάντως ἐν τόπῳ, οὐκ εἴ τι ἐν τόπῳ, τοῦτο κινητὸν κατὰ φοράν· αἱ γὰρ ἐντὸς σφαῖραι τῆς ἀπλανοῦς ἐν τόπῳ μέν, οὐ κινηταὶ δὲ κατὰ φοράν. πῶς δὲ βούλεται εἶναι τὴν ἀπλανῆ ἐν τόπῳ καὶ πῶς οὔ, αὐτοῦ λέγοντος μετ’ ὀλίγον ὀψόμεθα, τὸν δὲ ἐντελῆ περὶ τούτων λόγον ἄλλης ἄν εἴη πραγματείας ἐπισκέψασθαι, λέ | γω δὴ ὅπως ἔχει ὁ οὐρανὸς κατά τε τὰ μόρια καὶ κατὰ τὰ ὅλα. Καιρὸς δὴ λοιπὸν καὶ τὰ παρ’ ἡμῶν προστεθῆναι τῷ λόγῳ, καὶ τέως ἰδεῖν, εἰ ἔνεστί τις ἐν τοῖς Ἀριστοτελικοῖς ἐπιχειρήμασιν ἀνάγκη, δι’ ἧς δείκνυται ὡς ἀδύνατον διάστημά τι τριχῇ διαστατὸν τὸν τόπον εἶναι. τὸ μὲν οὖν οἴεσθαι, εἰ διάστημα εἴη ὁ τόπος, χωρεῖν τοῦτο δι’ ὅλου τοῦ ἐγγι- νομένου ἐν αὐτῷ σώματος, ἔπειτα καὶ διαιρεῖν αὐτὸ οὕτως ὡς ἐνεργείᾳ ἄπειρα ποιεῖν τὰ μόρια, αὐτόν τε τὸν τόπον ἐνεργείᾳ ἐπ’ ἄπειρον διῃρῆ- σθαι, παντάπασιν εὔηθές τε καὶ οὐδὲ τὸ πιθανὸν ἔχον εἶναί μοι δοκεῖ. εἰ μὲν γὰρ τὸν τόπον τριχῇ διαστατὸν εἶναι λέγοντες καὶ σῶμα ἔλεγον εἶναι, οὐδὲ οὕτως μὲν ἴσως ταῦτα εἵπετό τὰ ἄτοπα, ὅμως δ’ οὖν κἀν συναρπάζειν ὁ παραλογισμὸς ἠδύνατο, ἐπειδὴ δὲ οὐ σῶμα τὸν τόπον ὑποτίθενται οὐδὲ γὰρ ταὐτὸν τριχῇ διαστατὸν εἰπεῖν καὶ σῶμα), ἀλλ’ ἀσώματον κενὸν γὰρ εἶναι τῷ ἰδίῳ λόγῳ), ποία ἀνάγκη τὸ κενὸν ἢ χωρεῖν εἰς τὸ ἐντεθὲν ἐν αὐτῷ σῶμα, ἢ χω·ρῆσαν δι’ αὐτοῦ εὐθὺς καὶ κατ’ ἐνέργειαν αὐτὸ διελεῖν; χωρῆσαν γὰρ ἐν τῷ κενῷ τὸ σῶμα οὐδὲν ἄλλο ἢ ἐπλήρωσεν αὐτό. ἄλλως τε καὶ εἰ διὰ τοῦ σώματος ἐχώρει τὸ κενόν, ποία ἦν ἀνάγκη εὐθὺς καὶ διελεῖν αὐτὸ ἀσώματόν γε ὄν; τὸ γὰρ ἀσώματον χωροῦν διὰ σώματος οὐδεμίαν διαίρεσιν οὐδὲ τομὴν ἀπεργάζεται. λευκότης γοῦν καὶ θερμότης καὶ αἱ ἄλλαι πᾶσαι ποιότητες δι’ ὅλων χωροῦσαι τῶν σωμάτων, βάθους φημὶ καὶ πλάτους καὶ μήκους, διαίρεσιν οὐδεμίαν αὐτοῖς ἐμποιοῦσιν, οὐχ ὅτι ποιότητές εἰσιν, ἀλλ’ ὅτι ἀσώματοι· οὐ γὰρ πέφυκεν ὑπὸ τοῦ ἀσω- μάτου τὸ σῶμα διαιρεῖσθαι. εἰ δὲ λέγοιεν ‘ἀλλὰ διάστημα τὸ κενόν ἐστι, καὶ διὰ τοῦτο διαιρήσει᾿, οὐδὲ οὕτως οὐδεμίαν ὁρῶ τὴν ἀνάγκην· εἰ γὰρ καὶ διαστατόν ἐστι τριχῇ, ἀλλ’ οὖν παντάπασιν ἀπαθὲς καὶ ἀσώματον καὶ αὐτὸ τοῦτο οὐδὲν ἄλλο ἢ χώρα κενή. πῶς οὖν τὸ πάντῃ ἀπαθὲς καὶ μηκαι δεμιᾷ ποιότήτι σωματικῇ πεποιωμένων, σκληρότητι ἢ μαλακότητι ἢ ὅλως ἀντιτυπίᾳ εἴτε ἄλλῃ τινὶ τοιαύτῃ δυνάμει. διαίρεσιν ἐμποιήσει ἐν τοῖς σωμασιν; ὥσπερ οὖν ἐπιφάνεια εἵ ἁρμόζουσα ἐπιφανείᾳ οὐδεμίαν οὐδεμίαν διαίρεσιν ἐμποιεῖ, ἀλλὰ κἄν μυρίαι ἐφαρμοσθῶσιν ἀλλήλαις ἐπιφάνειαι, οὔτε αὔξησίν τινα ἐμποιοῦσιν οὔτε διαιροῦσιν ἀλλήλας, ὁμοίως δὲ κἂν γραμμαὶ μυρίαι ἑφαρμοσθῶσιν ἀλλήλαις, οὔτε διαίρεσίν τινα ἀλλήλαις οὔτε αὔξησιν ἐμ ποιοῦσιν, ἀλλ’ ἐν τῷ αὐτῷ μυρίαι δύνανται ἐφαρμοσυῆναι ἀλλήλαις καὶ τούτου οὐδὲν ἄλλο αἴτιον ἢ τὸ ἀσωμάτους αὐτὰς εἶναι), οὕτω δηλονότι κἂν τριχῇ διαστατὸν τριχῇ διαστατῷ ἐφαρμοσθῇ ἀσώματον ὄν, οὐδεμίαν οὔτε διαίρεσιν ἐμποιήσει οὔτε πάθος ἄλλο οὐδὲ ἕν. ἐντι εἰ τὸ τριχῇ διαστατὸν ἀσώματον ὂν καὶ χωροῦν διὰ σώματος, ταὐτὸν δὲ εἰπεῖν ἐφαρμοζόμενον τῶ σώματι, διαιρεῖ αὐτό. τὰ αὐτὰ δήπου καὶ τοῖς Ἀριστοτέλους ἕψεται λόγοις. βούλεται γὰρ· τὸν τόπον ἴσον εἶναι τῷ ἐν τόπῳ, καὶ ἐν ταὐτῷ εἶναι τό τε πέρας τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου· εἰ ἐν ταὐτῷ εἰσιν ἄμφω τὰ πέραια, ὥσπερ τὸ ὅλον ἐν τῷ ὅλῳ ἐστίν, οὕτω καὶ τὸ μόριον ἐν τῷ μορίῳ. ἐπ’ ἄπειρον οὖν ὄντος παντὸς μεγέθους διαιρετοῦ, συμβήσεται ἄπειρα εἷναι κατ’ ἐνέργειαν τὰ μόρια τῶν ἐπιφανειῶν εἰ γὰρ μὴ ἕκαστον μόριον τῆς ἐπιφανείας ἑκάστῳ τῆς λοιπῆς ἐφήρμοσεν, οὐδὲ ἡ ὅλη τῇ ὅλῃ. ἔσται οὖν ἐνεργείᾳ τὸ ἄπειρον. καὶ οὔ τι λέγω ὅτι ὡς ἐν τόπῳ ἔσται ἡ μία ἐπιφάνεια τῇ ἑτέρᾳ· κἄν γὰρ μὴ ὡς ἐν τόπῳ ᾖ, ἀλλ’ οὖν ἐφαρμόζουσί γε ἀλλήλαις. καθὸ οὖν ἐφαρμόζουσιν, ἐχώρησαν δι’ ἀλλήλων, ὥστε καὶ διαιρήσουσιν ἀλλήλας. ἢ τοίνυν οὔτε γραμμὴν δύωατὸν ἑτέρᾳ γραμμῇ ἐφαρμόζειν, οὔτε ἐπιφάνειαν ἐπιδανείᾳ, ἢ εἰ ταύτας δυνατόν, διὰ τί μὴ καὶ τριχῇ διαστατὸν ἀσώματόν γε ὂν τριχῇ διαστατῷ ἐφαρμόσει; τίς γὰρ ἡ ἀποκλήρωσις μῆκος μὲν μήκει ἐφαρμόζειν δύνασθαι καὶ πλάτος πλάτει ἀσώματα ὄντα, βάθος δὲ βάθει μὴ ἐφαρμόζειν; καίτοι τὸ μὲν μῆκος καὶ τὸ πλάτος οὐκ ἄνευ σώματος, ἀλλ’ ἐν σώματι τὸ εἶναι ἔχει, ἀλλ’ ὅμως ἐφαρμόζουσι τοῖς ὁμοίοις ἀσώματά γε αὐτὰ ὄντα, τὸ δὲ διάστημα τὸ τοπικὸν ἀσώματόν ἐστι καὶ χωριστὸν σώματος καὶ καθ’ αὑτὸ ὑφεστηκός, οὐκ ἐν ὑποκειμένῳ τινὶ τὸ εἶν.αι ἔχον· πολλῷ οὖν μᾶλλον ἐφαρμόσαι δυνήσεται τῷ σώματι, ἀπαθὲς φυλάττον αὑτό. εἰ γὰρ τὸ διάσκληρότητι στημα ᾗ διάστημά ἐστιν ἀπλῶς ἐφαρμόζον ἄλλῳ διαστήματι εὐθὺς καὶ διῄρει αὐτό, μᾶλλον δὲ διῃροῦντο ὑπ’ ἀλλήλων ἄμφω τὰ διαστήματα, καὶ ἡ γραμμὴ ἡ τῇ γραμμῇ ἐφαρμόζουσα καὶ ἡ ἐπιφάνεια <ἡ> τῇ τὸ αὐτὸ ἄν ἐποίησαν διαστήματα γὰρ καὶ ταῦτα), εἰ δὲ μηδὲν τοιοῦτον ἐπὶ τούτων συμβαίνει οὐ τὸ διάστημα ὄρα ᾗ διάστημά ἐστι διαιρέσεως ἐστιν αἴτιον. ὥστε οὐδὲ τὸ βάθος τῷ βάθει ἐφαρμόζον διαιρέσεως ἄν εἴη αἴτιον· ἀποκληρωτικὸν γὰρ τριῶν ὄντων τῶν διαστημάτων, μήκους πλάτους βάθους, μῆκος μὲν καὶ πλάτος ἐφαρμόζοντα ἐπ’ ἄλληλα μὴ διαιρεῖν ἄλληλα, βάθος δὲ βάθει ἐφαρμόζον διαιρεῖν. οὐκοῦν οὐ τὸ διάστημα ἀπλῶς ὁποῖον ἄν ᾖ διαιρέσεώς ἐστιν αἴτιον, ἀλλὰ τὸ μετὰ ὕλης, τοῦτο δέ ἐστι τὸ σῶμα· ἡ γὰρ ὕλη τοῦ ποιεῖν καὶ πάσχειν εἰν αἰτία τοῖς εἴδεσι, τοῖς ὅλως ποιεῖν καὶ πάσχειν πεφυκόσιν. οὐδὲ γὰρ τὰ ἐναντία πείσονταί ποτε ὑπ’ ἀλλήλων μὴ ἐν ὕλη ὄντος καὶ τοῦ ποιητικοῦ καὶ τοῦ παθητικοῦ, λέγω δὴ τὰ φυσικά τε καὶ σωματικὰ πάθη. ὥστε εἰ τὸ τοπικὸν διάστημα τριχῇ διαστατὸν ἀσώματόν ἐστι καὶ ἄυλον, οὔτε πάθος τι ἐμποιήσει ἐν τῷ ἐγγενομέωῳ σώματι, οὔτε πείσεται ὑπ’ αὐτοῦ· ποιεῖ γὰρ καὶ ἀντιπάσχει μόνα τὰ τὴν αὐτὴν ὕλην ἔχοντα. οὐδεμία ἄρα ἀνάγκη, κἂν εἰ διὰ τοῦ σώματος χωροίη τὸ κενόν, διαιρεῖν αὐτὸ ἢ ὑπ’ αὐτοῦ διαιρεῖσθαι. Ἐγὼ δὲ κἀκεῖνό φημι, ὅτι κἄν τριχῇ ὢν διαστατὸς ὁ τόπος σῶμα ἦν, οὐδεμία ἦν ἀνάγκη χωροῦντος ἐν αὐτῷ τοῦ ἐν τόπῳ γινομένου ἢ καὶ αὐ- τοῦ δι’ ἐκείνου χωροῦντος ἀκολουθεῖν τοῦτο τὸ ἄτοπον, τὸ διῃρῆσθαι ἐπ’ ἄπειρον τὰ χωρήσαντα | δι’ ἀλλήλων, ἀλλ’ εἵπετο μὲν τὸ χωρῆσαι σῶμα διὰ σώματος, ὅπερ προφανῶς ἀδύνατον, ἢ θάτερον τῶν σωμάτων ὅλον εἶναι κενόν, ἵνα οὕτω τὸ λοιπὸν δύνηται δι’ αὐτοῦ χωρῆσαι. καὶ αὐτὸς γοῦν ὁ Ἀριστοτέλης τῷ λέγειν σῶμα διὰ σώματος χωρεῖν οὐδέποτε εἶπεν ἕπεσθαι ἄτοπον τὸ ἐνεργείᾳ εἰς ἄπειρον διαιρεῖσθαι τὰ σώματα, ἀλλὰ τὸ δύνασθαι τὸ μέγιστον ἐν τῷ ἐλαχίστῳ εἶναι. ἀναμνησθῆναι δὲ δεῖ καὶ ὧν αὐτὸς ὁ Ἀριστοτέλης εἶπε πρὸς τοὺς τὴν αὔξησιν διὰ κενῶν τινων ἢ πόρων ὑποτιθεμένους γίνεσθαι· ἐκείνων γὰρ λεγόντων ὅτι τῷ τὴν τροφὴν εἰσιέναι εἰς τὰ ἐνόντα ἐν τοῖς σώμασι κενά, οὕτως ἡ αὔξησις γίνεται, αὐτὸς πάνυ καλῶς ὑπαντῶν πρὸς αὐτούς φησιν, ὅτι συμβήσεται ἐκ τῆς ὑποθέσεως ταύτης ἢ ὅλον κενὸν εἶναι τὸ σῶμα, εἰ ὅλον δι’ ὅλου αὔξεται, ἢ ἀναπλήρωσιν εἶναι μόνον τῶν κενῶν, οὐκ αὔξησιν. καὶ οὐδαμοῦ γε εἶπεν, ὅτι χωρήσει τὸ κενὸν διὰ τῆς τροφῆς καὶ διαιρήσει αὐτὴν ἐπ’ ἄπειρον. οὕτω τοίνυν φήσαιεν ἂν καὶ οἱ τὸν τόπον διάστημα εἶναι λέγοντες, ὅτι τὸ σῶμα χωροῦν διὰ τοῦ κενοῦ πληροῖ αὐτό, καὶ οὔτε τὸ κενὸν διαιρεῖται ὑπὸ τοῦ ἐγγινο- μένου σώματος, ἀλλὰ μόνον πληροῦται, οὐδὲ αὐτὸ διαιρεῖ τὸ σῶμα· οὐδὲ γὰρ ἐγγίνεται ἐν τῷ σώματι, ἀλλὰ τὸ σῶμά ἐστι τὸ ἐν αὐτῷ ἐγγινόμενον. ἀκίνητον γάρ ἐστι πάντῃ τὸ κενόν· ἀσώματον γάρ. εἰ μὲν γὰρ ἦν σῶμα, ἀνάγκη ἦν τοῦ γινομένου ἐν τόπῳ χωροῦντος δι’ αὐτοῦ καὶ τὸν τόπον σῶμα ὄντα δι’ ἐκείνου χωρεῖν, ἐπειδὴ δὲ διάστημά ἐστι τῷ ἰδίῳ λόγῳ κενὸν ὁ τόπος, πληρωθήσεται μόνον ὑπὸ τοὐ ἐγγινομένου σώματος. εἰ δέ τις καὶ προσφιλονεικοίη καὶ τὸ κενὸν βουλόμενος χωρεῖν ἐν τῷ ἐγγενομένῳ σώματι, ἄι’ συγχωρήσομεν καὶ ἡμεῖς, οὐδέν γε ἄτοπον οὐδὲ οὕτως ἑπόμενον τῷ λόγῳ φαίνεται, ὡς ἤδη δέδεικται· χωρήσει γὰρ ἐν τῷ σώματι οὐκ αὐτὸ κινηθέν, ἀλλὰ τοῦ σώματος ἐν ἐκείνῳ γενομένου. Ὅτι μὲν οὖν τὸ πρῶτον τῶν ἐπιχειρημάτων Ἀριστοτέλους οὔτε τὸ ἀναγκαῖον ἔχει οὔτε ἄλλως τὸ πιθανὸν ἢ ἀκόλουθον, ἱκανῶς δέδεικται. τὸ δὲ ἐφεξῆς ἐπιχείρημα ἔχει μέν τινα πιθανότητα τῇ πυκνότητι κλέπτον τὸν ἔλεγχον, οὐ μὴν οὐδὲ αὐτὸ παντάπασιν ἀληθές. πρῶτον μὲν γὰρ τὸ εἰς ἄτοπον ἀπάγειν ὅτι δύο διαστήματα ἔσται ἐν τῷ αὐτῷ ἢ πλείονα, οὐκ οἶδα ὅπως ἄτοπον εἴποιμι ἄν· εἰ μὲν γὰρ ταὐτὸν ἦν διάστημα λέγειν καὶ σῶμα, τῳ ὄντι ἀδυνάτου ὄντος τοὐ εἶναι δύο σώματα ἐν τῷ αὐτῷ, καὶ διαστήματα δύο ἀδύνατον ἦν εἶναι, νῦν δὲ οὐ ταὐτόν ἐστι. πρῶτον μὲν γὰρ εἰ δυνατὸν δύο γραμμὰς ἐφαρμόζειν ἀλλήλαις, καὶ οὐ μόνον δύο ἀλλὰ καὶ μυρίας, ὁμοίως δὲ καὶ ἐπιφανείας, καίτοι διαστήματά γε καὶ μεγέθη καὶ γραμμαὶ καὶ ἐπιφάνειαι, τί κωλύει καὶ τριχῇ διαστατὸν διάστημα τριχῇ διαστατῷ ἐφαρμόζειν, τὸ κενὸν λέγω τῷ σώματι; ὥσπερ γὰρ ἀσώματοι οὖσαι αἱ γραμμαὶ καὶ ἐπιφάνειαι, ταύτῃ ἐφαρμόζουσιν ἀλλήλαις ἐν σώμασί γε οὖσαι, οὕτω τί κωλύει καὶ τὸν τόπον ἀσώματον ὄντα ἐφαρμόζειν τῷ σώματι; καὶ γὰρ ἐν τῷ αὐτῷ σώματι κατὰ ταὐτὸν πλείους ἄν εὕροις ποιότητας, οἷον ἐν τῷ μέλιτι τὸ γλυκὺ τὸ ξανθὸν τὸ γλίαρον τὸ βαρὺ τὸ ὑγρόν.. ὥσπερ οὖν ἐπὶ τούτων οὐδὲν κωλύει πολλὰ ἀσώματα ἅμα καὶ κατὰ ταὐτὸν ἐν τῷ αὐτῷ εἶναι σώματι, οὕτως οὐδὲ εἰ τὸ διάστημα ἀσώματον εἴη, οὐδὲν ἄν κωλύοι ἑνὶ καὶ τῷ αὐτῷ σώματι πλείονα διαστήματα ἐnενέσθαι ἀσώματα, ἐπεὶ ἀσωμάτῳ καὶ ἑνὶ τῷ πέρατι τοῦ σώματος ἄλλου σώματος πέρας ἐφ’ αῳόζειν ἐνδέχεται. ὅτι μὲν οὖν, εἰ καὶ συνέβαινε τριχῇ ὄντος διαστατοῦ τοῦ τόπου πλείονα διαστήματα ἐν ἑνὶ καὶ τῷ αὐτῷ σώματι εἶναι ἀσώματα ὄντα, οὐδὲν ἠκολούθει ἄτοπον, ἱκανῶς δέδεικται. οὐδὲ γὰρ τὸ τριχῆ διαστατὸν εὐθὺς καὶ σῶμα, οὐδὲ τοῦτον ὅρον εἶναι τοῦ σώμάτος παραδεξόμεθα· τὸ μὲν γὰρ σῶμα ἄλλο τι ὂν οὕτως ἐστὶ τριχῇ διαστατόν. οὐσία γὰρ τὸ σῶμά ἐστι, συμβέβηκε δὲ τῇ οὐσίᾳ τὸ ποσόν, τὸ ιριχἡ ἄρα διαστατὸν συμβέβηκε τῆ οὐσίᾳ. τὸ δὲ σῶμα οὐσία ἐστίν· ὥστε τὸ τριχῆ διαστατὸν συμβέβηκε τῷ σώματι. σῶμα μὲν γάρ ἐστι, καθὸ ἐξ ὕλης ἐστὶ καὶ τοιοῦδε εἴδους, τῷ δὲ ἀχώριστον εἶναι συμβεβηκὸς τῷ σώματι τὸ ποσόν, ταύτῃ τριχῇ ἐστι διαστατόν. καὶ ταῦτα σαφῶς ἐν τοῖς πρὸς Μέλισσον λόγοις αὐτὸς εἴρηκε, παραθήσομαι δὲ μίαν λέξιν τῶν ἐκεῖ εἰρημένων, πίστεως ἕνεκεν, καὶ πλείους παραθέσθαι δυνάμενος, ἔχουσαν οὕτως· ιιὁ Μέλισσος δὲ τὸ ὂν ἄπειρόν φησιν εἶναι. ποσὸν ἄρα τι τὸ ὄν· τὸ γὰρ ἄπειρον ἐν τῷ ποσῷ, οὐσίαν δὲ ἄπειρον ποιεῖν ἢ ποιότητα ἢ πάθος οὐκ ἐνδέχεται εἰ μὴ κατὰ συμβεβηκός, εἰ ἅμα καὶ π̣οσὰ ἄττα εἶεν· ὁ γὰρ τοῦ ἀπείρου λόγος τι5 ποσῷ προσκέχρηται, ἀλλ’ οὐκ οὐσίᾳ οὐδὲ τῷ ποιῷ.’’ σαφῶς οὖν διὰ τούτων ὁ Ἀριστοτέλης συμβεβηκέναι τῇ οὐσίᾳ φησὶ τὸ πόσόν, τὸ δὲ τριχῇ διαστατὸν τοῦ ποσοῦ, τὸ τριχῇ ἄρα διαστατὸν συμβέβηκε τῇ οὐσίᾳ· τὸ δὲ σῶμα οὐσία, τῷ σώματι ἄρα συμβέβηκε τὸ ιριH- διαστατόν. εἰ τοίνυν τῷ σώματι συμβέβηκε τὸ τριχῇ διαστατόν, οὐκ ἄρα τὸ τριχῇ διαστατὸν σώματός ἐστιν ὅρος, ἀλλὰ χωριστὸν συμβεβηκός· οὐκ ἀνάγκη ἄρα, εἴ τι τρεῖς ἔχει διαστάσεις, τοῦτο σῶμα εἶναι. Ἀπορία δέ τις ὑποπίπτει τῷ λόγῳ, μή ποτε τὸ ποσὸν χωριστὸν ποιοῦμεν τῆς οὐσίας, ὕστερον δὲ τοῦτο ἐπισκεψόμεθα, οͅνα μὴ τὴν τοῦ λόγου συνέχειαν διακόψωμεν. ὅτι μὲν οὖν οὐδὲν ἀδύνατον οὐδὲ ἄτοπον πλείονα διαστήματα ἐν τῷ αὐτῷ εἶναι, δέδεικται. οὐκ ἀνάγκη δὲ οὐδεμία τοῖς τὸ διάστημα τόπον ὑποτιθεμένοις οὔτε πλείονα τῶν δύο διαστήματα ἐν τῷ αὐτῷ λέγειν γίνεσθαι, οὔτε τὸν τόπον ἐν τόπῳ γίνεσθαι, οὐδ’ ὅλως κινεῖσθαι τὸν τόπον. οὐδὲ γὰρ ὁ ἀμφορεὺς μεταβαίνων τὸ ἐντὸς διάστημα τὸ δεξάμενον τὸ ὕδωρ συμμεταφέρει ἑαυτῷ, ἀλλ’ ὅλος τὸν ὅλον ἀμείβει τόπον· τὸ γὰρ κενὸν ἀκίνητον. ὥσπερ οὖν εἰ σφαῖρα εἴη ναστή, αὕτη ἐντεθεῖσα ἐν τῷ τόπῳ τοσοῦτον πληρώσει τόπον, ὅση ἐστὶν αὐτή, ἐὰν δὲ ταύτην μεταγάγῃς, οὐδὲν τοῦ κενοῦ τοῦ δεξαμένου αὐτὴν συμμετήγαγες, οὐδ’ αὐτὸ ὅπερ τὸ | βάθος τῆς σφαίρας ἐπλήρου, ἀλλὰ μετακτνουμένη ἡ σφαῖρα ἄλλοτε ἄλλο μόριον τοὐ διαστήματος πληροῖ, αὐτοῦ ἀκινήτου μένοντος πῶς γὰρ ἄν τὸ κενὸν κινηθείη;), οὕτω δηλονότι κἄν μὴ συνεχὲς ᾖ τὸ ἐν τόπῳ ἀλλ’ ἁπτόμενον, ὡς ἔχει ὁ ἀμφορεύς, τὸ αὐτὸ πάλιν συμβήσεται. τί γὰρ διαφέρει ἐπὶ συνεχοῦς τὸν λόγον θεωρῆσαι ἢ ἐπὶ ἁπτομένου; οὐδὲ γὰρ ἐν τῷ ἁπτομένῳ ἔστι τι κενόν, ὃ μὴ πεπλήρωται σώματος. ὥσπερ οὖν ἐπὶ τῆς συνεχοῦς καὶ ναστῆς σφαίρας ἐν τῷ μετακινεῖσθαι οὐδὲν ἐναπομένει ἐντὸς μόριον τοῦ κενοῦ ὃ κατέχει τὰ ἐν τῷ βάθει τῆς σφαίρας μόρια, οὕτω κἂν ἐννοήσῃς μοι αὐτὴν διῃρημένην, ὡς περιέχειν μὲν τὴν ἔξωθεν περιέχεσθαι δὲ τὴν ἐντός ταύτῃ γὰρ ἂν ἐξωμοίωτο τῷ ἀμφορεῖ), οὐδὲν πλέον σχήσει μετακινουμένη τοῦ πρότερον, ἀλλ’ ὥσπερ τότε ἐν τῷ μετακινεῖσθαι ὅλον κατελίμπανε τὸ ἐν ᾧ ἦν διάστημα, ἄλλο δὲ ἐπλήρου τὸ ἐν ᾧ ἐγίνετο, τοῦ διαστήματος ἀκινήτου μένοντος, οὕτω δὴ κἄν διῃρημένη ὑπάρχῃ, τὸ αὐτὸ πάλιν συμβήσεται. οὐδὲ γὰρ ἐπειδὴ διῄρηται ἡ σφαῖρα, ἄλλῳ τινὶ τρόπῳ πληροῖ τὸν τόπον ἢ ᾧ καὶ πρότερον ἐπλήρου· οὐδὲ γὰρ τὸ διαιρεθῆναι αὐτὴν κινεῖσθαι πεποίηκε τὸ τοπικὸν διάστημα, ἀλλ’ οἱ μὲν τόποι ἕτεροι γεγόνασι τῶν μορίων, ἐπειδὴ καὶ τὰ μόρια ἐνεργείᾳ διῄρηται, οὐ μὴν ἐπειδὴ ἐν ἰδίῳ γέγονε τὸ μόριον τόπῳ, ἤδη συμμεταφέρειν ἑαυτῷ τὸν τόπον ἀναγκασθήσεται, ἀλλὰ κινουμένου τοῦ ὅλου ἕκαστον τῶν μορίων ὃ κατεῖχε τοῦ κενοῦ μόριον καταλιμπάνει καὶ ἐν ἄλλῳ γίνεται. οὐκ ἄρ ἀνάγκη οὔτε κινεῖσθαι τὸν τόπον, οὔτε ἐν τόπῳ τὸν τόπον γίνεσθαι, οὔτε πλείονα διαστήματα ἐν τῷ αὐτῷ εἶναι. ἀεὶ γὰρ τὸ πρότερον διάστημα τοῦ τόπου ἐν ᾧ ἦν καταλιμπάνει κινούμενον, καὶ ἐν ἄλλῳ γίνεται τοπικῷ διαστήματι· ἀεὶ γὰρ τὸ σῶμα ἐν τόπῳ ἐστί. μόνον οὖν τὸ σωματικὸν διάστημα ἐν τῷ τοπικῷ ἐνδέχεται εἶναι διαστήματι, ὡς δύο διαστήματα ἐφαρμόζειν ἀλλήλοις, τό τε σωματικὸν καὶ τοῦ τόπου ἐν ᾧ τὸ σῶμά ἐστιν, ἄλλο δὲ τρίτον ἐν τῷ αὐτῷ οὐκ ἔστιν· οὐ γὰρ ἐνδέχεται δύο σώματα τὸν αὐτὸν ἐπέχειν τόπον. ὥσπερ γὰρ καὶ ἐπιφανείας μὲν πλείους ἐνδέχεται ἐν ταὐτῷ εἶναι, ἀδύνατον δὲ πλείω δύο ἐπιφανειῶν ἐφαρμόσαι κατ’ ἐνέργειαν ἀλλήλαις, τήν τε τοῦ περιέχοντος σώματος καὶ τὴν τοῦ περιεχομένου ἀδύνατον γὰρ τρία κατὰ ταὐτὸν ἅπτεσθαι ἀλλήλων σώματα), οὕτω φημὶ ὅτι κἂν δυνατόν ἐστι διαστήματα πλείονα ἀσώματα τῶ αὐτῷ ἐφαρμόσαι, ἀλλ’ οὖν κατ’ ἐνέργειαν οὐδέποτε τοῦτο γίνεται, διότι οὐδὲ ἐν τῷ αὐτῷ τόπῳ δύο σώματα ἐνδέχεται εἶναι, οὐδὲ κενὸν ἐν κενῷ· ἀκίνητον γὰρ τὸ κενόν, ὁπότε κἄν τις συγχωρήσῃ κενὸν ἐν κενῷ γίνεσθαι, ὅπερ οὐκ ἔστιν οὕτως, δῆλον ὅτι ἐγίνετο ἄν ἐν τῷ κενῷ τὸ κενόν, ὥσπερ γραμμὴ ἐν γραμμῇ καὶ ἐ.πιφάνεια ἐν ἐπιφανείᾳ. ὥσπερ κἂν μυρίαι γραμμαὶ ἅμα γένωνται, οὐδὲν πλέον ποιοῦσι τὸ ὅλον τῆς ἐξ ἀρχῆς; ἀλλὰ μία πάλιν γραμμὴ ἡ ὅλη γίνεται ὁμοίως κἀν ἐπιφάνειαι ἐν ταὐτῷ γένωνται κἄν σημεῖα, οὐδὲν μεῖζον ποιοῦσι τὸ ἐν ᾧ γίνονται), οὕτω δὴ κἀν ἐν κενῷ κενὸν γένηται, τοιοῦτόν ἐστι τὸ ὅλον, οἷον τὸ ἐξ ἀρχῆς· ἐφαρμόζει γὰρ ὅλον ὅλῳ. δῆλον δὲ ὅτι κἄν κενὸν εἴπω κἀν τοπικὸν διάστημα τριχῇ διαστατόν, τὸ αὐτὸ λέγω. τοῦτο μὲν οὖν ἀδύνατον, τὸ κενὸν ἐν κενῷ γε- νέσθαι ἢ τόπον ἐν τόπῳ ἢ κινηθῆναι τὸν τόπον ᾗ τόπος ἐστίν, ὅτι δὲ τοῖς λέγουσι τὸν τόπον εἶναι διάστημα κενὸν τῷ ἰδίῳ λόγῳ ἕτερον τῶν ἐγγινο- μένων σωμάτων οὐδὲν τῶν ὡς ἀτόπων τῶν παρὰ τοῦ Ἀριστοτέλους εἰρημένων ἕπεται, ἱκανῶς οἶμαι ὁ λόγος ἀπέδειξεν. Οτι δὲ οὐκ ἄν εἴη τὸ πέρας τοὐ περιέχοντος ὁ τόπος, δειχθείη ἄν οὕτως. εἰ γὰρ τὸ ἐν τόπῳ ὂν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ σῶμα, καὶ οὐ κατὰ ἄλλο τί ἐστιν ἐν τόπῳ ἢ καθὸ σῶμά ἐστι, τὸ δὲ ἐν τῇ ἐπιφανείᾳ τοῦ περιέχοντος ὂν οὐ καθὸ σῶμά ἐστιν ἐν αὐτῇ ἐστι τὸ μὲν γὰρ σῶμα τριχῇ ἐστι διαστατόν, ἐν δὲ τῇ ἐπιφανείᾳ καθὸ τοιαύτη ἐστὶν οὐ δύναται εἶναι τὸ τ·ριχῇ διαστατόν), οὐκ ἄρα ἐπιφάνειά ἐστιν ὁ τόπος· τὸ δὲ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον ἐπιφάνειά ἐστιν· οὐκ ἄρα πέρας ἐστὶ τοῦ περιέχοντος ὁ τόπος καθὸ περιέχει τὸ περιεχόμενον. διχῇ γὰρ οὖσα διαστάτη ἡ ἐπιφάνεια οὐκ ἄν ἐν ἑαυτῇ δέξαιτο τὸ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν. οὐ γὰρ παντὸς ἅπτεται, οὐδὲ ὅλον· τὸ σῶμα ἡ ἐπιφάνεια ἐδέξατο πῶς γὰρ ἂν εἴποι τις τὸ τοῦ σώματος βάθος ἐν τῇ ἐπιφανείᾳ εἶναι; τὰ πέραια γὰρ μόνον τοῦ σώματός εἰσι τὰ ἐν τῇ ἐπιφανείᾳ. ἔτι εἰ δεῖ τὸν τόπον ἴσον εἶναι τῷ ἐν τόπῳ τοῦτο γὰρ ἓν τῶν κοινῶν ἐστι περὶ τοῦ τόπου ὁμολογημάτων), οὐκ ἄν εἴη ἡ ἐπιφάνεια τόπος· πῶς γὰρ ἂν ἐπιφάνειαν σώματι ἴσην εἶναι ἐνδέχεται; εἰ δὲ λέγοι τις ὅτι ‘ἴσον λέγω τὸν τόπον τῶ ἐν τόπῳ τῷ ἐφαρμόζειν τὸν τόπον τῷ πέρατι τοῦ περιεχομένου᾿, ἴστω ἴσον λέγων οὐ τῷ ἐν τόπῳ τὸν τόπον, ἀλλὰ τῷ πέρατι τοῦ ἐν τόπῳ, ὅπερ οὐδὲ καθ’ αὑτό ἐστιν ἐν τόπῳ. εἰ δὲ ἀληθὴς ὁ λόγος ὁ λέγων ἴσον δεῖν εἶναι τὸν τόπον οὐ τῷ πέρατι τοὐ ἐν τόπῳ ὄντος, ἀλλ’ αὐτῶ τῶ ἐν τόπῳ ὄντι, τὸ δὲ ἐν τόπω ὂν τὸ σῶμά ἐστι, ἴσον δεῖ εἷναι ἄρα τὸν τόπον τῷ σώματι· ἀδύνατον δὲ ἐπιφάνειαν ἴσην σώματι εἶναι, ἐπεὶ μηδὲ γραμμὴν ἐπιφανείᾳ μηδὲ σημεῖον γραμμῇ· ἀδύνατον ἄρα τὸν τόπον ἐπιφάνειαν εἶναι. ἔτι εἰ δεῖ τὸν τόπον ἀκίνητον εἶναι, ἡ δὲ ἐπιφάνεια πέρας οὖσα σώματος συγκινεῖται τῷ σώματι οὗ ἐστι πέρας, ἀδύνατον ἄρα τὴν ἐπιφάνειαν τόπον εἶναι. εἰ δέ τις εἴποι ὅτι ‘ἀλλ᾿ ᾗ ἐστὶν ἀκίνητός ἐστιν, εἰ καὶ ὡς ἐπιφάνεια κινεῖται,’ φημὶ ὡς οὐδὲ τοῦτο ἀληθές· τόπος μὲν γάρ ἐστι, καθὸ τοιάνδε σχέσιν ἔχει πρὸς τὸ ἐντὸς σῶμα, οἷον καθὸ ἅπτεται αὐτοῦ καὶ περιέχει αὐτό, καὶ ὅμως οὐδὲ κατὰ· τοῦτο ἀκίνητός ἐστιν. ἐμοῦ γὰρ ἑστηκότος καὶ μὴ μετακινουμένου ὁ περιέχων χων με τόπος, λέγω δὴ ἡ ἐπιφάνεια τοῦ ἀέρος καθ’ ἣν ἅπτεταί μου, οὐχ ἡ αὐτὴ μένει, ἀλλὰ κινεῖται τοῦ ἀέρος κινουμένου, καὶ ἄλλοτε ἄλλο | περιέχει με τοῦ ἀέρος μέρος. ὁμοίως κἂν τὸ ἔσχατον τοῦ οὐρανοῦ εἴπῃς τὸ πρὸς ἡμᾶς· οὐδὲ γὰρ τοῦτο ἀκίνητόν ἔστω οὐδὲ ἀεὶ ἡ αὐτὴ μοῖρα τῆς ἐντὸς ἐπιφανείας τοῦ οὐρανοῦ τοῦ αὐτοῦ μέρους ἅπτεται τοῦ ἐντὸς σώματος, κἂν ἑστήκωσι τὰ περιεχόμενα, διὰ τὸ πάντα κύκλῳ κινεῖσθαι τὰ οὐράνια. ὥστε εἰ μηδέν ἐστιν ἀκίνητον πλὴν τῆς γῆς, ἀδύνατον ἄρα τὸν τόπον ἀκίνητον εἶναι, κἂν τὸ περιεχόμενον ἀκίνητον ᾖ. εἰ οὖν κατὰ κοινὴν ἔννοιαν, ὡς αὐτός φησιν ὁ Ἀριστοτέλης, ἀκίνητον δεῖ εἶναι τὸν τόπον, τὸ δὲ πέρας τοῦ περιέχοντος οὐκ ἀκίνητον συγκινεῖται γὰρ τούτῳ οὗ ἐστι πέρας καὶ τοῦ περιεχομένου ἀκινήτου μένοντος), οὐκ ἄρα πέρας τοῦ περιέχοντος ὁ τόπος. ἔτι εἰ πᾶσα κίνησιας ἐλλοίωσίν ἐστιν ἐστιν, ἢ κατ’ αὔξησιν καὶ μείωσιν, ἢ κατὰ τόπον (αὐτὸς γὰρ ἔδειξεν ὁ Ἀριστοτέλης, ὅτι ἡ κίνησις κτὰ τὰς τρεῖς μόνας γίνεται κατηγορίας, κατὰ ποσὸν κατὰ ποιὸν καὶ τὴν τοῦ ποῦ κατηγορίαν), ἣν καὶ καλεῖ φοράν, ταύτης δὲ ἡ μέν ἐστι κύκλῳ ἡ δὲ κατ’ εὐθεῖαν, ὡς αὐτὸς πολλαχοῦ διορίζεται, ἡ ἡ μὲν φορὰ ἡ δὲ περιφορά, ὡς ἐν τούτῳ τῷ λόγῳ δοκεῖ λέγειν, κινεῖται δὲ ἡ ἐξωτάτω σφαῖρα κύκλῳ, κατὰ τόπον ἄρα κινεῖται. ἐπεὶ ποίαν κινηθείη ἂν κίνησιν; ποῖος οὖν ὅν εἴη τῆς ἀπλανοῦς τόπος μηδενὸς ἔξωθεν αὐτὴν περιεχοντος; Ταύτῃ γοῦν τῷ μὴ ὀρθῶς ὑπ’ Ἀριστοτέλους ἀποδεδόσθαι τὸν περὶ τόπου λόγον, καίτοι παντὸς σώματος ἐν τόπω ὄντος, οὐκ ἐπὶ ·πάντων αὐτῷ εὐοδεῖ τῶν σωμάτων ὁ λόγος. ὅθεν ἀποδοῦναι βουλόμενοι πῶς ἂν ἡ ἀπλανὴς κινοῖτο κατὰ τόπον μὴ οὖσα ἐν τόπῳ, πάντα κυκῶσι μᾶλλον ἢ λέγουσί τι σαφὲς καὶ πεῖσαι δυνάμενον· ἀρνήσασθαι μὲν γὰρ τὸ· μὴ κατὰ τόπον κινεῖσθαι τὴν ἀπλανῆ οὐ δύγανται οὐδὲ γὰρ οὐδὲ πλάσασθαι δύνανται τίνα ἄν κινοῖτο κίνησιν), τίς μέντοι ἄν εἴη ὁ τόπος καθ’ ὃν κι- νεῖται ἀποδοῦναι οὐκ ἔχουσιν, ἀλλ’ ὥσπερ τοὺς κύβους οἱ πεττεύοντες ἄλλοτε ἄλλως τὸν λόγαν μεταφέρουσι, καὶ διὰ πάντων τὰς ἐξ ἀρχῆς θέσεις καὶ ὁμολογίας ἀναιροῦσιν. ὁ μὲν γὰρ Ἀριστοτέλης τὸ ἀσθενὲς τοῦ λόγου τῇ ἀσαφείᾳ περικαλύψας δέδωκε τοῖς βουλομένοις, ὡς ἄν ἐθέλωσι, μεταστρέφειν στρέφειν τοὺς λόγους. διό τινες τῶν ἐξηγητῶν τόπον εἶναί φασι τῆς ἀπλανοῦς τὴν κυρτὴν τῆς τοῦ Κρόνου σφαίρας ἐπιφάνειαν, ἄντικρυς πάντα τὰ κοινὰ περὶ τοῦ τόπου ἀναιροῦντες ὁμολογήματα, ἅπερ αὐτὸς ὁ Ἀριστο- τέλης ἔθετο, ἔξωθεν εἶναι τὸν τόπον τοὐ ἐν τόπῳ καὶ περιέχειν αὐτό, καὶ ἴσον εἶναι τὸν τόπον τῷ ἐν τόπῳ· κατὰ τί γὰρ ἂν ἀποδοῖεν ἐνταῦθα τὸ. ἴσον εἶναι τὸν τόπον τῷ ἐν τόπῳ; ἔπειτα συμβαίνει τοῦτο λέγουσιν αὐ- τοῖς τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ τόπον εἶναι καὶ ἐν τόπῳ· εἰ γὰρ ἡ Κρονία σφαῖρα κατὰ τὴν κυρτὴν ἐπιφάνειαν τόπος ἐστὶ τῆς ἀπλανοῦς, κατ’ αὐτὴν δὲ πάλιν τὴν ἐπιφάνειαν περιεχομένην ὑπὸ τῆς ἀπλανοῦς ἐν τόπῳ ἐστὶν ἐκείνῃ, τὸ αὐτὸ ἄρα ἡ τοῦ Κρόνου λέγω σφαῖρα) κατὰ τὸ αὐτὸ (τὴν κυρτὴν ἑαυτῆς ἐπιφάνειαν) καὶ τόπος ἐστὶ τῆς ἀπλανοῦς καὶ ἐν τόπῳ ἐστὶν ἐκείνῃ. καὶ πῶς ἄν τὸ αὐτὸ καὶ τόπος εἴη ἄλλου καὶ τόπον ἐκεῖνο αὐτὸ ἔχοι, οὗ τόπος ἐστί; πῶς γὰρ ἄν τὸ αὐτὸ πρὸς τὸ αὐτὸ τὰς ἀντικειμένας δυνατὸν ἀναδέξασθαι σχέσεις; τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ πατέρα εἶναι καὶ υἱὸν ἀδύνατον σῳζομένης τῆς ὀρθῆς περὶ τῆς σχέσεως, περὶ ἧς ἄν ὁ λόγος ᾖ, ἐννοίας. διὰ τοῦτο γοῦν οἱ οὕτω λέγοντες τὴν ἀπλανῆ ἐν τόπῳ τὰς κοινὰς περὶ τοῦ τόπου ἐννοίας ἀναιροῦσιν. οἱ μὲν οὖν αὐτῶν φασι τὴν ἀπλανῆ εἶναι ἐν τόπῳ, οἱ δὲ τὰ συνεχῆ αὐτῆς μόρια ἀλλήλοις εἶναι τόπον περιέχεσθαι γὰρ ἕκαστον ὑπὸ τῶν πέριξ μορίων), καὶ οὗτοι πάλιν τὰ ὡμολογημένα ἀναιροῦντες· αὐτὸς γὰρ πολλάκις εἶπεν ὁ Ἀρ·ιστοτέλης τὰ μόρια τοῦ συνεχοῦς μὴ εἶναι καθ’ αὑτὸ ἐν τόπῳ, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ τὸ ὅλον ἐν τόπῳ εἶναι, ἔπειτα πῶς ἔδει τὸν τόπον μηδὲν εἶναι τοῦ πράγματος, εἴπερ τὰ μόρια ἀλλήλων εἶεν τόπος; εἰ γὰρ ἡ ὁλότης ἐστί τι τῶν μορίων αὐτὸ τοῦτο ὃ λέγεται, ἕκαστον δὲ τῶν μορίων πρὸς τὴν ὁλότητα συντελεῖ, εἰσὶν ἄρα τι ἀλλήλων τὰ μόρια· πρὸς γὰρ αὐτὸ τὸ εἶναι συντελοῦσιν ἀλλήλοις, εἴ γε ἕκαστον τῆς ὁλότητος ἀπο- σπασθὲν κινδυνεύει καὶ τοῦ εἶναι ἐκστῆναι. ἔπειτα εἰ τόπος ἑκάστου τῶν μορίων τῆς ἀπλανοῦς τὰ πέριξ περιέχοντα μόρια, ἐν τῷ κινεῖσθαι ποίους μεταβάλλουσι τόπους τὰ μόρια; οὐδὲ γὰρ ἐξίστανται τῶν πέριξ περιεχόντων οὐ γὰρ διαιρεῖται ὁ οὐρανὸς κινούμενος. πῶς δὲ καί φαμεν ἐν τῇ κινήσει ἀντιπαραχωρεῖν ἀλλήλοις τὰ μόρια τοὺς οἰκείους τόπους; εἰ γὰρ ἑκάστου μορίου τῆς ἀπλανοῦς τὰ περιέχοντα μόρια τόπος ἐστί, κινουμένης δὲ τῆς ὅλης σφαίρας ὀρθῶς λέγεται ὡς ἀντιπαραχωρεῖ ἀλλήλοις τὰ μόρια τοὺς οἰκείους τόπους, διαιρεῖσθαι τὸν οὐρανὸν ἀνάγκη καὶ ἄλλα τῶν μορίων ῥίων ἄλλην σχέσιν ἴσχειν πρός τε τὴν ὁλότητα καὶ πρὸς ἑαυτά, ὅπερ ἀδύνατον ἀδιαιρέτου τοῦ οὐρανοῦ ὄντος· οὐδέποτε γὰρ τὸ ἀρκτῷον αὐτῶ μόριον γίνεται νότιον ἢ ἀλλαχοῦ που, ὁπότε οὐδὲ ἐπὶ τῶν γενητῶν καὶ φθαρτῶν τοῦτο συμβαίνει, εἰ μὴ ἐπὶ μόνου τοῦ ἀέρος καὶ τοῦ ὕδατος καὶ ὅσα ἐκ τούτων τηκτά ἐστιν, οἷον χρυσός μόλιβδος κηρὸς καὶ τὰ ὅμοια. ἀδύνατον ἄρα κατὰ τὸν τρόπον τοῦτον λαβεῖν κατὰ τὰ μόρια τὸν οὐρανόν εἶναι ἐν τόπῳ. ἄλλως τε ἀρτίως ὁ Ἀριστοτέλης διὰ πλειόνων ἀπέδειξεν, ὅτι ἕτερόν ἐστι τὸ ὡς ἐν τόπῳ τοῦ ὡς ἐν ὅλῳ. εἰ δὲ τόπος τῶν μορίων τὰ πέριξ περιέχοντα μόρια, καὶ τὸ μόριον ἄρα ἐν τῷ ὅλῳ ὡς ἐν τόπῳ ἄν εἴη· κατ’ οὐδὲν ἄρα ἐν τόπῳ ὁ οὐρανὸς ἔσται. πῶς οὖν κινεῖται κατὰ τόπον ἡ ἀπλανής, εἰ μὴ ἐν τόπῳ μήτε καθ’ ὅλην αὐτὴν μήτε κατὰ μόρια; τὸ γὰρ μὴ ὂν ἐν τόπῳ κατὰ τόπον κινεῖσθαι ἀδύνατον. εἰ οὖν κατὰ τόπον ἡ ἀπλανὴς κινεῖται, καὶ ἐν τόπῳ ἐστίν· εἰ δὲ ἐν τόπῳ, ὑπ’ οὐδενὸς δὲ ἔξωθεν περιέχεται, οὐκ ἄρα πέρας ἐστὶ τοῦ περιέχοντος ὁ τόπος, καθὸ περιέχει τὸ περιεχόμενον. ταύτης δὲ τῆς συγχύσεως αἴτιον γέγονε τὸ ὁρίσασθαι τὸν | τόπον πέρας εἶναι τοῦ περιέχοντος, καθὸ περιέχει τὸ " περιεχόμενον· ἔτι δὲ καὶ ἐντεῦθεν δῆλον ὅτι οὐκ ἔστιν ἐπιφάνεια ὁ τόπος. ὅταν γὰρ ἐπ’ εὐθείας τι κινεῖται διά τινος σώματος, οἷον δι’ ἀέρος, φαμὲν τὴν κίνησιν γίνεσθαι ἀντιμεθισταμένου κατὰ μόρια τοὐ ἀέρος τῷ κινουμένῳ, καὶ τὸν ἑαυτοῦ τόπον ἀντιπαραχωροῦντος αὐτῷ· οὐ γὰρ χωρεῖ σῶμα διὰ σώματος. εἰ τοίνυν τὸ τοῦ περιέχοντος πέρας ἐστὶν ὁ τόπος καὶ μὴ ἔστιν ἕτερόν τι διάστημα μεταξὺ τῶν περάτων παρὰ τὰ ἐγγινόμενα σώματα, δῆλον ὅτι ἐν τῷ κινεῖσθαί με ἐξ Ἀθηνῶν εἰς Θήβας τὰ μόρια τοῦ ἀέρος τὰ ἀντιπαραχωροῦντά μοι τὸν ἑαυτῶν τόπον ἡ κίνησις γὰρ τόπων ἐστὶ μεταβολὴ καὶ ἄμειψις κατὰ τὸ συνεχές) οὐδενός μοι ἄλλου ἀντιπαραχωρεῖ ἢ ἐπιφανειῶν· ἀλλ’ ἐπιφάνειαι μόναι συντιθέμεναι, κἄν ἄπειροι ὦσιν, ἐφαρμόζουσαι ἀλλήλαις οὐδὲν μεῖζον τὸ ὅλον ποιοῦσι· πῶς οὖν πρόεισιν εἰς τὸ πρόσω τὸ κινούμενον; εἰ μὲν γὰρ ἔλεγον ὅτι μετὰ τῶν ἐπιφανειῶν διάστημά τι τριχῇ ὂν διαστατὸν ἀντιπαραχωρεῖ ὁ ἀὴρ τῷ κινουμένῳ, ἀεὶ μεταβαίνοντος τοῦ κινουμένου ἀπὸ διαστήματος εἰς διάστημα, συνέβαινεν οὕτω μέγεθός τι κινεῖσθαι, οἷον σταδιαῖον· εἰ δὲ μόνον ἐπι- φάνεια εἴη τὸ ἀντιπαραχωρούμενον, αἱ δὲ ἐπιφάνειαι συντιθέμεναι οὐδὲν ποιοῦσι κατὰ βάθος μέγεθος, πῶς οἷόν τέ ἐστιν εἰς τὸ πρόσω χωρεῖν τὸ κινούμενον., ἀλλὰ μὴν χωρεῖ καὶ κινεῖται διάστημα ὁπηλικονοῦν, οἷον ἀπὸ Ἀθηνῶν εἰς Θήβας· οὐκ ἄρα ἐπιφανείας μόνον παραχωρεῖ τῷ κινουμένῳ τὸ ἀντιμεθιστάμενον αὐτῶ σῶμα. τὸ δὲ ἀντιμεθιστάμενον τοῦ οἰκείου τόπου παραχωρεῖ τούτῳ ᾧ ἀντιμεθίσταται οὐκ ἄρα ἐπιφάνεια ὁ τόπος. Ὅτι μὲν οὖν οὐκ ἔστι τὸ πέρας τοὐ περιέχοντος ὁ τόπος, ἐκ τούτων μετρίως ἔστι συνιδεῖν, ὅτι δὲ διάστημά τί ἐστι τριχῇ διαστατὸν ἕτερον τῶν σωμάτων τῶν ἐμπιπτόντων εἰς αὐτὸν ἀσώματον ὂν τῷ οἰκείῳ λόγῳ καὶ διαστάσεις μόναι κεναὶ σώματος ταὐτὸν γὰρ τῷ ὄντι τὸ κενὸν καὶ ὁ τόπος κατὰ τὸ ὑποκείμενον), δειχθείη ἄν καὶ ἐκ τῆς τῶν λοιπῶν ἀναιρέσεως· εἰ γὰρ μήτε ὕλη μήτε εἶδος μήτε τὸ πέρας τοῦ περιέχοντος, λείπεται τὸ διάδιὰ στῆμα εἶναι τὸν τόπον. καὶ αὐτὸ δὲ καθ’ αὑτὸ δειχθείη ἄν ὅτι ἔστι τι τοιοῦτον διάστημα ἕτερον πάντη παρὰ τὰ ἐγγινόμενα ἐν αὐτῷ σώματα καὶ πρῶιον μὲν ἐκ τοῦ ἔναγχος εἰρημένου, λέγω δὴ τῆς ἀντιμεταστασεως στάσεως τῶν σωμάτων. πῶς γάρ φαμεν ἀντιμεθίστασθαι ἀλλήλοις τὰ σώματα; εἰ γὰρ τὸ κινούμενον μὴ χώρει διὰ σώματος, ἔτι δὲ μηδὲ ἐπιφάνειά ἐστι τὸ κινούμενον ἀλλὰ τριχῇ διαστατόν, ὅταν ἄρα τεμὸν τὸν ἀέρα γένηται ἐν τῷ τόπῳ αὐτοῦ, τοσοῦτον δηλονότι ἀντιπεριίσταται αὐτῷ ὁ ἀὴρ ὅσον ἐστὶ καὶ τὸ κινούμενον. ἐπειδὴ οὖν τοσοῦτόν ἐστι τὸ μέ.τρον ὅσον καὶ τὸ μετρούμενον, ἀνάγκη πᾶσα εἰ ἔχει ὁ ἀὴρ δέκα πήχεις στερεούς, τοσαύτην εἶναι καὶ τὴν χώραν τὴν δεξαμένην αὐτόν· ἔχοι οὖν ἄν καὶ αὐτὴ στερεοὺς δέκα πήχεις, ἣν δηλονότι καὶ ἀντεπαρεχώρησε τῷ σώματι τῷ κινουμένῳ τοσούτῳ ὄντι καὶ αὐτῷ. τοῦτο δὲ ἦν ὁ τόπος· τοὺς γὰρ τόπους ἀντιπαρα- χωροῦσιν ἀλλήλοις· στερεόν τι ἄρα ὁ τόπος, στερεὸν δὲ λέγω τὸ τριχῇ διαστατόν. μέτρον δὲ καὶ ὁ τόπος τῶν ἐν τόπῳ, διὸ καὶ ἴσος. σαφέστερον δὲ τὸ αὐτὸ ἐπὶ τοῦ ἀμφορέως δειχθήσεται. εἰ γὰρ μὴ ἦν τι διάστημα μεταξὺ τῆς κόης ἐπιφανείας τοῦ ἀμφορέως ὃ τέως ὁ ἀὴρ ἐπλήρωσε, τοσοῦτον ἔχον τὸ στερεὸν ὅσος ἐστὶ καὶ ὁ ἐν αὐτῷ ἀήρ, ἀλλὰ μόνον ἐπιφάνειά ἐστιν ἡ δεξαμένη τὸν ἀέρα, ἐπειδή ἐστι μέτρον τι ὁ ἀμφορεύς, τὸ δὲ μέτρον ἀνάγκη πᾶσα ἴσον εἶναι τῷ μετρουμένῳ, εὔλογον τὸ καὶ ἀέρος ἐπιφάνειαν μόνην δέξασθαι, ὅπερ ἄλογον ἀντιμεθισταμένου γὰρ τοῦ ἀέρος τῷ ὕδατι στερεόν τι καὶ σῶμα τὸ ὕδωρ τὸν τόπον τοῦ ἀέρος καταλαμβάνει. εἰ οὖν μετρεῖται τὸ ὕδωρ ὑπὸ τοῦ ἀμφορέως, τοσοῦτον δέ ἐστι τὸ μέτρον ὅσον καὶ τὸ μετρούμενον ὑπ’ αὐτοῦ, στερεοῦ ὄντος τοῦ ὕδατος καὶ οὐκ ἐπιφανείας στερεὸν ἂν εἴη καὶ τὸ μέτρον. πληρώσαντες γοῦν τὸν ἀμφορεα καὶ μετρήσαντες τὸ υοωρ, τοσαυτην φαμεν ειναι τὴν του ἀμφορέως χώραν ὅσον ἐστὶ καὶ τὸ ὕδωρ· ἆρα οὖν τὴν ἐπιφάνειαν τοῦ ὕδατος ἐμετρήσαμεν, πόση τίς ἐστιν ἡ περίμετρος αὐτοῦ; οὐδαμῶς, ἀλλὰ τὸ στερεόν· διόπερ οὐ προσποιούμεθα ὁποῖον ἂν ἔχῃ σχῆμα τὸ μετροῦν, ἀλλὰ μόνον τὰ στερεὰ ἐμβάδα σκοποῦμεν. ὅταν οὖν εἴπωμεν, ὅτι τοσαύτη ἐστὶν ἡ τοῦ ἀμφορέως χώρα ὅσα στερεὰ ἔχει τὸ ὕδωρ, ἆρα μὴ τὸν ἀέρα φαμὲν τοσοῦτι] τον εἶναι ὃς ἦν πρὸ τοῦ ὕδατος ἐν τῷ ἀμφορεῖ; οὐδαμῶς· οὐ γὰρ διὰ τοῦ ἀέρος ἐχώρησε τὸ ὕδωρ καὶ ὑπὸ τοῦ ἀέρος ἐμετρήθη, ἀλλ’ ὑπεξέστη τῷ ὕδατι ὁ ἀήρ. ἀλλὰ ἆρα μὴ τὴν ἐπιφάνειαν τοῦ ἀμφορέως τοσαύτην εἶναί φαμεν; οὐδαμῶς· οὐ γὰρ ἐπίπεδα μετρεῖν ἡμῖν ἐν τούτοις σκοπός, ἀλλὰ τὰ στερεά. λείπεται ἄρα τὴν χώραν τὴν μεταξὺ τῶν περάτων τῶν ἐντὸς τοὐ ἀμφορέως μετρεῖν· ἔστιν ἄρα τι τὸ μεταξὺ διάστημα παρὰ τὰ ἐμπίπτοντα σώματα. καὶ οὐ δήπου τοῦτο λέγω, ὅτι τὸ διάστημα τοῦτο ἤ ἐστί ποτε ἢ δύναται εἶναι κενὸν παντὸς σώματος· οὐδαμῶς, ἀλλ’ εἶναι μέν φημι ἕτερον παρὰ τὰ ἐμπέπτοντα σώματα καὶ τῷ ἰδίῳ λόγῳ κενόν, μηδέποτε μέντοι χωρὶς σώματος, ὥσπερ ἀμέλει καὶ τὴν ὕλην φαμὲν τῶν μὲν εἰδῶν ἑτέραν εἶναι, μηδέποτε μέντοι χωρὶς εἴδους εἶναι δύνασθαι. οὕτως οὖν καὶ τὸ διάστημα ἕτερον μὲν εἶναι παντὸς σώματος καὶ κενὸν τῷ ἰδίῳ λόγῳ νοοῦμεν, ἀλλ’ ἀεὶ μετεμπίπτει εἰς αὐτὸ ἄλλοτε ἄλλα σώματα αὐτὸ ἀκίνητον μένον καὶ καθ’ ὅλον καὶ κατὰ μόρια, καθ’ ὅλον μὲν διότι τὸ κοσμικὸν διάστημα τὸ δεξάμενον τὸ τοῦ κόσμου παντὸς σῶμα οὐδέποτ’ ἂν κινηθείη, κτὰ μόρια δὲ διότι κινεῖσθαι τὸ ἀσώματον διάστημα καὶ τῷ ἰδίῳ λόγῳ κενὸν ἀδύνατον. Ετι ἡ τοῦ κενοῦ βία ἀμφότερα σαφῶς παραστήσει τῷ γε πρὸς τὴν ἀλήθειαν βλ·έποντι, λέγω δὴ τὸ καὶ εἶναί τι τὸ διάστημα ἕτερον παρὰ τὰ ἐμπίπτοντα σώματα, καὶ μηδέποτε τοῦτο ἐκτὸς σώματος εἶναι. τί γὰρ δήποτε ἐν ταῖς κλεψύδραις, λέγω δὴ ἐν τοῖς | καλουμένοις παρ’ ἡμῖν ὑπὸ ν τῶν πολλῶν ἁρπαγίοις, πεπληρωμένου ὄντος ὕδατος τοῦ ἀγγείου καὶ ὄντων μὲν ἐν τῷ πυθμένι τρημ·άτων παμπόλλων, ἐπειδὰν μὲν τὴν κατά τὸ στόμα ὀπὴν τῷ δακτύλῳ ἀποφράξωμεν, οὐκ ἔξεισι τὸ ὕδωρ διὰ τῶν τοῦ πυθμένος τρημάτων βαρύ γε ὂν καὶ τοσαύτας ἔχον διεξόδους, ἀλλ’ ἐποχεῖται κατὰ τὰ τρήματα τῷ ἀέρι καὶ μετέωρον ἵσταται παρὰ φύσιν, ἐπειδὰν δὲ ἐκφράξωμεν τὴν ἄνωθεν ὀπήν, ἔξεισι διὰ τῶν τρημάτων τοὐ πυθμένος μετὰ ῥύμης τὸ ὕδωρ; τούτου δὲ ἡ αἰτία οὐδεμία ἄλλη ἢ ἡ τοῦ κενοῦ βία· ἐπειδὴ γὰρ μὴ ἐνδέχεται εἶναι κενόν, ἰῆς ἄνωθεν ὀπῆς ὀπῆς πεφραγμένης, εἰ ἐξέλθοι κάτωθεν τὸ ὕδωρ, οὐδαμόθεν σχήσει ὁ ἀὴρ ἀντιπεριστῆναι εἰς τὸ ἐντὸς ἐξιόντος τοῦ ὕδατος οὔτε γὰρ ἄνωθεν βέβυσται γὰρ ἀκριβῶς τῷ δακτύλῳ τὸ ἄνω στόμιον) οὔτε κάτωθεν· λεπτῶν γὰρ ὄντων πάνυ τῶν τρημάτων καὶ τοῦ ὕδατος ἐπικειμένου οὐκ ἰσχύει βιασάμενον τὸ ὕδωρ παρείσδυσιν o ν εὑρεῖν, ἅμ δὲ ἐξιέναι τὸ ὕδωρ καὶ εἰσιέναι τὸν ἀέρα ἀδύνατον. φερομένου οὖν τοῦ μὲν ὕδατος ἐπὶ τὸ κάτω τοῦ δ’ ἀέρος ἀντωθοῦντος ὑπὸ τῆς φυσικῆς ἐν τῷ παντὶ τοῦ κενοῦ βίας στάσις γίνεται· εἰ μὲν γὰρ ἦσαν εὐρύτεραι αἱ ὀπαί, πλείονος ὄντος τοῦ ἐν αὐταῖς ὕδατος ἠδύνατο καθ’ ἓν μέν τι μόριον νικηθεὶς ὁ ἀὴρ ὑποχωρῆσαι τῷ ὕδατι, εἶτα τῆς φυσικής ὁρμῆς τοῦ ὕδατος ῥεψάσης ἐπὶ θάτερα, ᾗ ἂν παρείκοι ὁ κατὰ θάτερον μέρος ἀήρ, τότε ὁ κατὰ τὸ ἕτερον μέρος ἀήρ τῆς ῥύμης τοῦ ὕδατος ἐπὶ θάτερον μετατεθείσης, ἠδύνατο παρείσδυσιν ἔχειν. οἷον γίνεται καὶ ἐπὶ τῶν τετρημένων ἀγγείων, ὅταν ὦσι πλήρη, διόπερ οὐδὲ μετὰ ῥύμης ἔξεισιν ὁ οἶνος, ἀλλ’ ὑπὸ τῆς τοῦ ἀέρος ὤσεως ἠρέμα ὑπὸ τὸ ὄστρακον ῥεῖ· ὅθεν ἄνωθεν περὶ τὰ κενά, ἔνθα μὴ οἶνός ἐστιν, εἰώθασι τιτρᾶν, ἵνα δεδωκότων ἐκείνῃ τῷ ἀέρι τὴν εἴσοδον ἀκώλυτος ἡ ἔξοδος τοῦ οἴνου γένηται· ὁρᾶται γοῦν ῥύμῃ πολλῇ τότε ἐξιών. πόθεν δὲ καὶ κατωφερὲς τὸ ὕδωρ φύσει ὑπάρχον ἐπὶ τὸ ἄνω κινεῖται ὑπὸ τῶν αὐλόν τινα ἐμβαλλόντων καὶ δι’ αὐτοῦ ἀναρροφώντων; τῶ γὰρ ἐκμυζᾶν τὸν ἐν τῶ αὐλῶ ἀέρα ἐπειδὴ κινδυνεύει γενέσθαι κενὸν τὸ μεταξύ, ἡ πολυθρύλητος δὴ τοῦ κενοῦ βία παρὰ φύσιν κινεῖ τὸ ὕδωρ. οὕτω γοῦν καὶ ὅλους κεράμους ἐξαντλοῦσι· ποήσαντες γὰρ θάτερον τοῦ αὐλοῦ μέρος ἐπικεκαμμένον εἰς τὸ ἔμπαλιν, χαλάσαντες δὲ τὸ ἕτερον πέρας εἰς τὸν ἀμφορέα, εἶτα τῷ ἑτέρῳ ἐκμυζήσαντες τὸν ἐντὸς ἀέρα καὶ τῇ τοῦ κενοῦ βίᾳ συνελκύσαντες τὸ ὕδωρ, ἀρχὴν λαβὸν τῆς κ·ινήσεως τὸ ὕδωρ οὐ παύεται μέχρις ἄν ὅλος ἐξαντληθείη ὁ ἀμφορεύς. τοῦτο δὲ διὰ ταύτην συμβαίνει τὴν αἰτίαν· ἐπειδὰν γὰρ φθάσῃ τὸ ὕδωρ πληρῶσαι τὸν αὐλὸν ὅλον, καὶ γενόμενον ἐν τῇ κάμψει ἄρξηται τὴν 25 κατὰ φύσιν φέρεσθαί φοράν, οὐκ ἐξισχύει ὁ ἀὴρ εἰς τὸ ἔμπαλιν αὐτὸ ὠθῆσαι, διά τε τὴν τοῦ ὕδατος κατὰ φύσιν ῥοπὴν καὶ διὰ τὴν ἐκ τῆς κάμψεως σκολιότητα τοῦ αὐλοῦ. ἐπεὶ οὖν ὁ μὲν ἀὴρ εἰσδῦναι οὐ δύναται, κενὸν δὲ τὸν αὐλὸν γενέσθαι ἀδύνατον, κατὰ τὸ συνεχὲς γίνεται ἡ τοῦ ὕδατος εἰς τὸν αὐλὸν εἰσροή εἰ γὰρ τοῦ ἐξ ἀρχῆς εἰς τὸν αὐλὸν εἰσελθόντος ὕδατος φθάσαντος μέχρι τῆς κάμψεως τοῦ αὐλοῦ μὴ εἰσῄει ἄλλο κάτωθεν ὕδωρ, μήτε δὲ ὁ ἀὴρ ἡδύνατο βιασάμενος τὸ ὕδωρ πληρῶσαι τὸ μέρος ἐκεῖνο τοῦ αὐλοῦ, ἐξ ἀνάγκης συνέβαινε κενὸν εἶναι. ἡ οὖν τοῦ κενοῦ βία ἀεὶ πληροῦσα τὸ κενούμενον οὐ παύεται μέχρις ἂν δαπανηθέντος τοῦ ἐν τῷ ἀμφορεῖ ὕδατος πληρωθῇ κάτωθεν ἀέρος ὁ αὐλὸς ἀπὸ τῆς ἀρχῆς, λέγω δὴ τῆς ἐν τῷ ἀμφορεῖ κεχασμένrις· πληροῦται γὰρ ὁ ἀμφορεὺς δηλονότι ἀέρος διὰ τοῦ στομίου, ἐξιόντος διὰ τοῦ αὐλοῦ τοῦ ὕδατος, ὅσπερ ἀὴρ ὁ ἐν τῷ ἀμφορεῖ γενόμενος μετὰ τὸ δαπανηθῆναι τὸ ὕδωρ κατὰ συνέχειαν ὖ· σύνεισι τῷ ἐσχάτῳ εἰσιόντι ὕδατι, καὶ οὕτω πληροῖ τὰ κάτω μόρια τοῦ αὐλοῦ, ἐν οἷς οὐκ ἔστιν ὕδωρ. εἰ τοίνυν μηδὲν ἦν μεταξὺ τῆς κλεψύδρας ἢ τοῦ αὐλοῦ τοῦ εἰρημένου διάστημά τι ἕτερον τοῦ ἐνυπάρχοντος σώματος κενὸν ὑπάρχον κατὰ̣ τὸν ἴδιον λόγον, τί δήποτε ἡ φύσις ἢ ἐπὶ τῆς κλε- ψύδρας- κωλύει τὸ ὕδωρ κατὰ φύσιν κινεῖσθαι, ὅταν πεφραγμένον ᾖ τὸ ἄνωθεν στόμα, ἢ ἐπὶ τῶν αὐλῶν παρὰ φύσιν ἀνώφορον αὐτὸ ποιεῖ; ἡ μὲν οὗν κοινὴ πάντων ἀπολογία φησὶν ι ἵνα μὴ γένηται κενόν’. καὶ ποῖον κενὸν ἔμελλεν, ὦ βέλτιστε, γενέσθαι, εἰ μηδέν ἐστι διάστημα ἕτερον με- ·ταξὺ τῶν περάτων τοὐ ἀγγείου παρὰ τὸ διάστημ·α τὸ τοὐ ὕδατος; ἐξελθόντος οὖν τοῦ ὕδατος οὐδὲν κατελιμπάνετο πλὴν ἡ κοη τοῦ ἀγγείου ἐπιφάνεια· τί οὖν ἦν τὸ μέλλον γενέσθαι κενόν; πότερον ἡ ἐπιφάνεια ; ἀλλ’ οὐκ ἄν, οἶμαι, νοῦν ἔχων τις ἐρεῖ πλήρη ἢ κενὴν εἶναι τὴν ἐπιφάνειαν• εἰ γὰρ ἡ ἐπιφάνεια, ᾗ ἐπιφάνειά ἐστι, πληροῦσθαι πέφυκέ τινος σώματος, πόσος ἄρα τίς ἐστιν ὁ ἀήρ, κατὰ τὸ βάθος λέγω, ὁ τὴν ἐπιφάνειαν τ̣ῆς γῆς πληρώσας ; οὐ γὰρ ἕξεις ἀφορίσαι. πόσος δὲ ὁ τὴν ἐπιφάνειαν τοῦδε τοῦ κύβου τυχὸν πληρῶν; πότερον δακτυλιαῖος ἢ μείζων ἡ ἐλάττων; καὶ τίς ἡ ἀποκλήρωσις; ὅτι γὰρ οὐκ ἔστιν ὁρίσαι, δῆλον ἐξ ὧν δυνατὸν ἕτερον σῶμα ἐπιθέντα τῷ κύβῳ μᾶλλον καὶ ἧττον ἢ προσεγγίζειν ἢ ἀφιστᾶν αὐτοῦ, καὶ οὐ δή που ἢ πλήρη μᾶλλον ἢ κενὴν ἐν ταῖς διαφόροις διαστάσεσιν εἰπεῖν ἔστι τὴν τοῦ κύβου ἐπιφάνειαν. ὅτι γὰρ οὔτε κενὴν οὔτε πλήρη εἶναι τὴν ἐπιφάνειαν ἐνδέχεται, δῆλον καὶ ἐντεῦθεν· οὔτε γάρ εἶναί τι κενὸν ἐνδέχεσθαι ὡμολόγηται, οὔτ’ αὖ εἶναί τι ἔξω τῆς κυρτῆς τῆς ἀπλανοῦς ἐπιφανείας, καὶ καὶ δῆλον πάλιν ὅτι οὔτε κενὴν οὔτε πλήρη εἶναι τὴν ἐξωτάτω ἐπιφάνειαν νοῦν ἔχων τις ἐρεῖ. εἰ οὖν ἐπιφάνειά ἐστιν ὁ τόπος, καὶ μὴ ἔστι τι διάστημα τῷ ἰδίῳ λόγῳ κενόν, τίς ἐστιν ἡ ἐν τῇ φύσει δύναμις ἐπὶ τὸ παρὰ φύσιν κινοῦσα πολλάκις τὰ σώματα, ἵνα μὴ κενὸν γένηται, μηδενὸς ὄντος ἐν τῷ παντὶ διαστήματος τοῦ κινδυνεύοντος κενοῦ γενέσθαι; Ἀλλ' ἆρα μὴ κενὸν τοῦτο φήσουσι, τὸ μὴ ἅπτεσθαί τινος | σώματος τὴν ἐπιφάνειαν, ὡς δὴ φυσικῆς οὔσης ἀνάγκης πάντως πᾶν σῶμα τινὸς ἄγεσθαι; ἀλλ’ οὕτως ἄν εἰσάγοιτο τὸ πᾶν τὸ πεπερασμένον πρός τι περαίνειν, ὅπερ ὅτι ψεῦδός ἐστιν ἱκανῶς ὁ Ἀριστοτέλης ἔδειξεν· ἕτερον γὰρ τὸ πεπεράνθαι καὶ τὸ ἅπτεσθαι, καὶ τὸ μὲν πρός τι, τὸ ἅπτεσθαι, τὸ δὲ οὔ. δέδεικται δὲ καὶ ὅτι οὐδὲν ἔξω τοῦ οὐρανοῦ ἐστιν· ἐστιν· ἂν ἅπτοιτο ὁ οὐρανός. καὶ ἁπλῶς εἰ μὴ ἄπειρόν ἔτι τὸ πᾶν, ἀνάγκη τὸ ἐξωτάτω μηδενὸς ἅπτεσθαι. ἀλλ’ εἰ καὶ τὰ ἐντὸς σώματος πάντως τινὸς ἅπτεται, ἀλλ’ οὖν τοῦτο συμβέβηκεν αὐτοῖς, φησίν· εἰ οὖν συμβέβηκεν αὐτοῖς τὸ ἅπτεσθαι, κἀν μὴ ἅπτηται, οὐδὲν παρὰ τοῦτο βλάπτεται αὐτῶν ἡ φύσις. ὅτι δὲ οὐ τοῦτό ἐστιν τὸ κενόν, λέγω δὴ τὸ μὴ ἅπτεσθαι σῶμα σώματος, δῆλον ἐντεῦθεν εἰ γὰρ τοῦτο ἦν, πῶς δείκνυσιν ὁ Ἀριστοτέλης ὅτι ἔξω τοῦ οὐρανοῦ κενὸν οὐκ ἔστιν; εἰ γὰρ κενὸν λέγει τὴν ἐπιφάνεταν, ὅταν μηδενὸς ἅπτηται σώματος, καὶ τὸ ἔω τοῦ οὐρανοῦ δηλονότι κενόν ἐστιν, εἴ γε μηδενὸς ἅπτεται ἡ ἔξω τοῦ οὐρανοῦ ἐπιφάνεια· ἀλλὰ μὴν λέγει κενὸν μὴ εἶναι ἔξω του οὐράνου· οὐκ ἄρα κενόν ἐστι τὸ μὴ απτεσθαί τινος. πάλιν εἰ τοῦτό ἐστι τὸ κενόν, τὸ μὴ ἀπίεσθαί τι σώματος, δῆλον ὅτι καὶ ἐν τοῖς· περὶ τοῦ κενοῦ λόγοις τοῦτο ζητεῖ ὁ Ἀριστοτέλης, ὅτι ἀνάγκη πᾶν σῶμα τινὸς ἅπτεσθαι σώματος. ἀλλὰ γελοῖον· πῶς γάρ φησιν ὅτι οὐ μόνον ἐν τῶ κόσμω οὐκ ἔστι κενόν, ἀλλ’ οὐδὲ ἔξω τοῦ κόσμου: καίτοι γε κατά γε τὴν αὐτοῦ δόξαν οὐδενὸς ἅπτεται ἔξωθεν ὁ οὐρανός. καὶ τί μοι πολλὰ λέγειν; αὐτοῦ τοῦ φιλοσόφου παραθήσομαι τὰς ῥήσεις δηλούσας τί τε εἶναι κενὸν ὑπολαμβάνουσι πάντες, καὶ ὅτι τοῦτο τὸ κενὸν αὐτὸς δείκνυσι μὴ ὄν· οἷον γάρ“ φησί, τόπον τινὰ καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες, δοκεῖ δὲ εἶναι πλῆρες μέν, ὅταν ἔχῃ τὸν ὄγκον οὗ δεκτικόν ἐστιν, ὅταν δὲ στερηθῇ, κενόν.“ καὶ πάλιν· ἰοὶ δὲ ἄνθρωποι βούλονται κενὸν εἶναι διάστημα ἐν ᾧ μηδέν ἐστι σῶμα αἰσθητόν. καὶ ζητῶν δὲ αὐτὸς τὴν τοῦ κενοῦ ἔννοιαν τί ποτε σημαίνει, φησὶ καθ’ ἕνα μὲν τρόπον κενὸν λέγεσθαι διάστημα μὴ ὃν πλῆρες αἰσθητοῦ σώματος, ἄλλον δὲ ἐν ᾧ μὴ τόδε ἐστὶ μηδὲ οὐσία τις σωματική, ὡς ἐκ τούτου τοὐ ὁρισμοῦ καὶ τὴν ὕλην κενὸν λέγεσθαι. καὶ τὰ δύο ταῦτα σημαίνεσθαι ὑπὸ τῆς τοῦ κενοῦ φωνῆς εἰπὼν οὐκ εἶπεν ὅτι σημαίνει τὸ κενὸν σῶμα μηδενὸς ἁπτόμενον κατὰ τὴν ἐπιφάνειαν, ἀλλὰ καὶ ἐνιστάμενος πρὸς τὸ μὴ εἶναι Τὸ κενόν, οὕτως δείκνυσι μὴ ὄν, ὅπερ τῷ ὄντι καὶ τὸ ὄνομα σημαίνει καὶ πάντες ἐννοοῦσι, τὸ ὡς διάστημα τριχῇ διαστατὸν μηδὲν ἔχον σῶμα ἐν ἑαυτῷ. ὅθεν καὶ τοῖς αὐτοῖς λόγοις, φησίν, οἷς ἐλήλεγκται ὁ τόπος μὴ ὢν διάστημα, καὶ τὸ κενὸν ἐλεγχθήσεται ὅτι οὐκ ἔστι· ταὐτὸν γὰρ εἶναι τὸν οὕτως λεγόμενον τόπον καὶ τὸ κενόν. εἰ τοίνυν οὐ λέγεται κενὸν τὸ μηδενὸς ἁπτόμενον, ἀλλὰ διάστημά τι ἐν ᾧ σῶμα μηδέν ἐστιν, οὐδὲν δέ. ἐστ·ι μεταξὺ τοὐ ἁρπαγίου καὶ τοὐ εἰρημένου αὐλοῦ διάστημα ἕτερον παρὰ τὰ ἐγγινόμενα σώματα, δῆλον δήπου ὅτι κἂν ἐξέλθοι τὸ ὕδωρ, οὐδὲν καταλιμπάνεται κενόν· οὐδὲ γάρ ἐστιν ἕτερόν τι διάστημα. τί οὖν βιάζεται ἡ φύσις παρὰ φύσιν ἢ μένειν ἢ κινεῖσθαι τὸ ὕδωρ; δῆλον ὅτι ἵνα μὴ τὸ ἐντὸς κενὸν μείνῃ, ὡς ὄντος τινὸς μεταξὺ τῶν περάτων διαστήματος, ὃ ἐπληρώθη ὑπὸ τοῦ ὕδατος, ὅπερ ἐὰν ἐξέλθῃ τὸ ὕδωρ, μὴ ἀντιμεταστῇ δὲ αὐτῷ ὁ ἀήρ, κινδυνεύει κενὸν εἶναι. Σαφῶς οὖν οἶμαι καὶ διὰ τούτων δεδεῖχθαι εἶναί τι διάστημα ἕτερον τῶν ἐγγινομένων αὐτῷ σωμάτων κενὸν κατὰ τὸν οἰκεῖον λόγον, ὅπερ καὶ κυρίως ἐστὶν ὁ τόπος. σκόπει δὲ καὶ ἐντεῦθεν. εἰ μὴ δεῖται τὰ γινόμενα σώματα ἔξωθεν διαστήματός τινος ἴσου αὐτοῖς κατὰ τὰς τρεῖς διαστάσεις, τί δήποτε ῥήγνυνται ὑπὸ τοῦ γλεύκους οἱ ἀσκοὶ καὶ οἱ πίθοι μετα- βάλλοντος τοὐ οἴνου εἰς πνεῦμα; καίτοι εἰ δημιουργῶν ὁ θεὸς τὰ σώματα 35 οὐ συνυπέστησεν αὐτοῖς διάστημά τι χωρητικὸν τῆς οὐσίας αὐτῶν, ἀλλ’ αὐ- τὰς μόνας τὰς οὐσίας παρήγαγε μὴ δεηθείσας ἔξωθεν τόπου τινός, διὰ τί μὴ καὶ τὸ ἐν τῷ ἀσκῷ γενόμενον σῶμα οὐδενὸς δεῖται τοῦ χωρήσοντος; τὸ γὰρ ἅπτεσθαι σῶμα σώματος κατὰ συμβεβηκὸς ὑπάρχει τοῖς σώμασι, διὰ τὸ μὴ συνεχὲς εἶναι τὸ πᾶν, ἀλλὰ διῃρημένον. ταύτῃ κατὰ τὸν Ἀριστοτέλην καὶ ἄλλο ἄλλου τόπος ἐστίν, οὐ διὰ τοῦτο γινόμενον, ἵνα ᾖ αὐτοῦ τόπος οὐ γὰρ διὰ τοῦτο γέγονεν ὁ οὐρανός, ἵνα τόπος ᾖ τῶν ἐντὸς σωμάτων), ἀλλὰ διὰ τὴν τάξιν τῶν γενομένων καὶ τὰς φυσικὰς ῥοπὰς συμβέ- βηκεν ἄλλο ἄλλου τόπον εἶναι. εἰ τοίνυν τὸ ἅπτεσθαι ἀλλήλων συμβέβηκε τοῖς σώμασι, κατὰ δὲ τὸ εἶναι οὐδενὸς δεόνται ἔξωθεν διαστήματος τοῦ δεξομένου αὐτά, ἔδει, ὡς εἶπον, τὸ γενόμενον ἐν τῷ ἀσκῷ σῶμα μεταβάλλοντος τοῦ γλεύκους μὴ δεηθῆναι ἔξωθεν ἄλλου τινὸς τόπου. νῦν δὲ δέεται ῥήγνυσι γοῦν τοὺς ἀσκούς, ἐπειδὴ μήτε ἐκτὸς εἶναι διαστηματος καθ’ αὑτὸ δύναται, μήτε τὸ αὐτὸ διάστημα. δυνατὸν δύο δέξασθαι σώματα. Σκόπει δὲ καὶ ὧδε. εἰ μηδέν ἐστιν ἕτερόν τι διάστημα παρὰ τὰ ἐγγινόμενα σώματα τὸ δεχόμενον αὐτά, ὑφέλωμεν κατ’ ἐπίνοιαν τὰ μεταξὺ σώματα καὶ ἴδωμεν εἰ τῷ ὄντι οὕτως ἔχει. ἀρ’ οὖν εἰ ἐπινοήσωμεν τὰ ἐντὸς τοῦ οὐρανοῦ σώματα μὴ ὄντα, γῆν λέγω καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ, τί λοιπὸν τὸ μεταξὺ κατελείπετο ἢ διάστημα κενόν; ἦν γὰρ δηλονότι εὐθείας ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν πανταχόθεν ἐκβαλεῖν· τὸ οὗν δι’ οὗ τὰς εὐθείας ἐκβάλλομεν τί ἄλλο ἐστὶν ἢ διάστημα κενὸν τριχῇ διαστατόν; καὶ μή τις λεγέτω, ὅτι ἀδύνατος ἡ ὑπόθεσις οὐδὲ γὰρ τῷ παρ’ ἐμοῦ λόγῳ τοῦτο ἠκολούθησεν. ὅταν γὰρ ὑποθέσει τινὶ ἕπηταί τι ὃ μὴ ἐνδέχεται χεται γενέσθαι, τότε ἐκ τοῦ ἀδύνατον εἶναι τὸ ἑπόμενον ἐλέγχομεν τὴν ὑπόθεσιν, ἐπείτοι γε τοῦ συνιδεῖν ἕνεκα τὴν τῶν πραγμάτων αὐτῶν καθ’ αὑτὰ φύσιν καὶ τὰ ἀδύνατα πολλάκις ὑποτιθέμεθα. ὁ γοῦν Ἀριστοτέλης πρὸς τοὺς λέγοντας ὅτι τῇ ὀξεία δινήσει τοῦ οὐρανοῦ ἕστηκεν ἡ γῆ ἀκίνητος, φησὶν ὅτι ἐὰν οὖν στή|σωμεν τῷ λόγῳ τὸν οὐρανόν. ποῦ οἰσθήσεται; καὶ παλιν ἐφεξῆς τὰ σώματα χωρίσας πάσης ποιότητος καὶ παντὸς εἴδους οὕτως αὐτὰ καθ’ αὑτὰ θεωρεῖ. καὶ τῆς ὕλης δὲ οὕτως εἰς ἔννοιαν ἐρχόμεθα πᾶν αὐτῆς χωρίσαντες καὶ γυμνὴν αὐτὴν καθ᾿ αὑτὴν θεώμενοι. οὐ γὰρ ἄτοπον ὑποθέσεσι χρῆσθαί τισιν, εἰ καὶ ἀδύνατοι εἶεν, πρὸς ἴλλων ἐπίσκεψιν· ἐντεῦθεν γὰρ ἐπειδὴ τῇ κινήσει τοῦ οὐρανοῦ τινες ἀπεδίσοσαν τὴν αἰτίαν τοῦ ἵστασθαι τὴν γῆν, διὰ τοῦτό φησιν ὁ Ἀριστοτέλης, ὅτι ἵνα ἴδωμεν εἰ τῷ ὄντι ἡ τοὐ οὐρανοῦ κίνησις αἰτία ἐστὶ τοῦ ἵστασθαι τὴν γῆν, στήσωμεν τῷ λόγῳ τὸν οὐρανόν, καὶ ζητήσωμεν ποῦ οἰσθήσεται κατὰ φύσιν ἡ γῆ. καὶ ὁ Πλάτων δὲ τὸν τῆς τάξεως τοῦ παντὸς αἴτιον κατ’ ἐπίνοιαν τοῦ κόσμου χωρίσας, ζητεῖ πῶς ἂν ἔχοι τὸ πᾶν αὐτὸ καθ’ αὑτὸ θεοῦ χωρισθέν. καίτοι τούτων ἕκαστον ἀδύνατον γενέσθαι, ἀλλ’ ὅμως τὰ τῇ φύσει συνημμένα χωρίζει κατ’ ἐπίνοιαν ὁ λόγος, ὡς ἄν ἴδοι πῶς ἕκαστον αὐτὸ καθ’ αὑτὸ κατὰ τὴν· ἰδίαν ἔχει φύσιν. οὕτως οὖν κἀγώ, ἐπειδὴ οὐ βούλονταί τινες τὸ δεξάμενον τὰ σώματα ἕτερον εἶναι διάστημα παρὰ ταῦτα, ἀλλὰ μόνον εἶναι ἐν τῇ φύσει τῶν ὄντων τριχῇ διαστατὸν τὸ σωματικὸν διάστημα, τῳ αὐτῷ τρόπῳ φημι ὅτι εἰ τοῦτο οὕτως ἔχει, οεδόσθω μοι τῷ λόγῳ μὴ εἶναι τὰ ἐντὸς τοῦ οὐρανοῦ σώματα. ἀρ’ οὖν οὐδὲν κενὸν διάστημα μεταξὺ καταλείπεται; ἀλλὰ πρόδηλον οἶμαι τοῦτο· εἰ γὰρ μὴ ἦν τι μεταξὺ τῶν περάτων τῆς κοίλης τοῦ οὐρανοῦ ἐπιφανείας, τῶν ἐντὸς σωμάτων κατ’ ἐπίνοιαν ἐξαιρεθέντων συνέπεσον ἂν τὰ τοῦ οὐρανοῦ περάται τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ διὰ τὰ ἐντὸς σώματα ὁ οὐρανὸς ἔχει ὡς ἔχει, ἀλλὰ κἂν μηδὲν ἦν, ὡσαύτως εἶχεν. Ὃ δὲ ἐπὶ τοῦ παντὸς ἐθεωρήσαμεν, τοῦτο καὶ ἐπὶ μέρους ἔστιν ἰδεῖν. γενέσθω γάρ μοι σφαῖρα χαλκῆ μὴ ναστή, ἀλλ’ ὑπόκενος· δῆλον δήπου ὡς τὸ ἐντὸς ἀπειλημμένον ἀὴρ ἦν. ἐὰν οὖν ἐπινοήσω τὸν ἐντὸς ἀέρα, οὐ λέγω εἰς τὸ μὴ ὂν φθαρέντα, ἀλλὰ εἰς γῆν μεταβάλλοντα ἢ εἰς ὕδωρ οὐ γὰρ δήπου τοῦτο ἀδύνατον), ἐλάττονα τόπον δηλονότι τοῦ ἀέρος κατεχούσης τῆς γενομένης γῆς ἢ τοῦ ὕδατος τὸ λοιπὸν ἐν ᾧ πρότερον μὲν ἀὴρ ἦν, νῦν δὲ οὐδέν, ἐξ ἀνάγκης κενὸν εἶναι. ἀλλά φησιν ὁ Θεμίστιος πρὸς τοῦτο ἐνιστάμενος, ὅτι θᾶττον ἂν συνέπεσεν ὁ χαλκὸ·ς τῆς κόης σφαίρας, πρὶν ἢ ἐκρυῆναι τὸ ἐντὸς σῶμα ἢ μεταβαλεῖν εἰς γῆν. τοῦτο δὲ ἀληθῶς μὲν λέγεται, οὐκ εἰδότως δέ· διὰ τί γάρ, εἰπέ μοι, συνέπιπτεν ὁ χαλκός; μὴ γὰρ ὑπὸ τοῦ ἐντὸς ἀνείχετο σώματος, ὥσπερ ὑπὸ τοῦ πνεύματος οἱ ἀσκοὶ ὅταν φυσῶνται; τί οὖν τὸ αἴτιον τοῦ συμπεσεῖν τὸν χαλκόν; τί δὲ ἄλλο γε ἢ διὰ τὸ μὴ μεῖναί γε τὸ μεταξὺ διάστημα κενόν; πλὴν εἰ καὶ μὴ ἡ φύσις τοῦτο ἔχει, δεδόσθω μοι τῷ λόγῳ μὴ συμπεσεῖν τὸν χαλκόν, μεταβάλλειν δὲ τὸν ἐντὸς ἀέρα εἰς γῆν, καὶ ὄψει ὡς ἔστι τι μεταξὺ διάστημα ἕτερον παρὰ τὰ ἐν αὐτῷ σώματα. τί γὰρ ἄτοπον, ὥσπερ τὴν ὕλην χωρίζομεν τῷ λόγῳ πάντων εἰδῶν εἰς τὸ τὴν φύσιν αὐτῆς ἐπισκέψασθαι, καίτοι τοῦτό γε ἀδύνατον γενέσθαι ποτέ, οὕτω δὲ καὶ τὸν μεταξὺ τῆς χαλκῆς σφαίρας ἀπειλημμένον ἀέρα ὑποθέσθαι μεταβάλλειν εἰς γῆν μὴ συμπίπτοντος τοῦ χαλκοῦ, ἵνα ἴδωμεν τὸ ἀκόλουθον; καίτοι τὸ αἴτημα οὐκ ἔξω τῆς φύσεως, ἀλλὰ καθ’ ἑκάστην γινόμενον λέγω δὴ τὸν βραχὺν ἀέρα μεταβαλεῖν εἰς γῆν. τίς δὲ ὅλως ἡ ἀνάγκη τοῦ συμπεσεῖν τὸν χαλκὸν τοῦ ἐντὸς ἀέρος εἰς γῆν μεταβάλλοντος; εἰ γὰρ μηδέν ἐστιν ἕτερον διάστημα ἐντὸς παρὰ τὸ περιεχόμενον σῶμα, τίς ὁ κίνδυνος ὥστε μεταβάλ- λοντος τοῦ ἀέρος ἐξ ἀνάγκης τὸν χαλκὸν συμπεσεῖν; κακῶς δὲ κἀκε·ῖνο ὁ Θεμίστιος τῷ Γαληνῷ ἐγκαλεῖ·. ἐκείνου γὰρ αἰτήσαντος καθ’ ὑπόθεσιν ἐξαρθέντος τοῦ ἐν τῷ ἀγγείῳ ὕδατος μηδὲν ἕτερον εἰσρυῆναι σῶμα, ἵνα τὸ ἀκόλουθον ἐπισκέψηται, ἐγκαλεῖ αὐτῷ ὡς τὸ ζητούμενον αἰτοῦντι. λέγει δὲ οὕτως· “ἀλλ᾿ ὑποθώμεθα ἐξαρθέντος τοῦ ὕδατος μηδὲν ἕτερον εἰσρυῆναι σῶμα, μένει τοίνυν μεταξὺ τῆς ἐπιφανείας διάστημα κεχωρισμένον. ἀλλ’ ἄλογος ἡ ὑπόθεσις, ὦ σοφώτατε Γαληνέ· αὐτὸ γὰρ ὑποτίθεται ὃ ζητοῦμεν ζητούντων γὰρ ἡμῶν, εἰ δύναται εἶναι διάστημα κεχωρισμένον, ‘ὑποθώμεθα᾿ λέγεις ‘εἶναι διάστημα κεχωρισμένον.' πλάττεις οὖν σεαυτῷ καὶ ἀναζῳγραφεῖς ὃ βούλει εἶναι διάστημα, οὐχ ὃ ὑπάρχει δεικνύεις.“ ταῦτα μὲν ὁ Θεμίστιος, ὅτι δὲ εὐήθης ἡ ἀπάντησις, παντί γε οἶμαι δῆλον· εἰ γὰρ ὡμολογεῖτο μὲν εἶναι τὸ διάστημα, ἐ.ζη.τεῖτο δὲ εἰ δύναταί ποτε τοῦτο καθ’ αὑτὸ εἶναι κενὸν σώματος, ὅπερ ζητεῖ ἐν τοῖς ἐφεξῆς ὁ Ἀριστοτέλης, εἶτα ὑπέθετο ὁ Γαληνὸς ἐκρυέντος τοῦ ὕδατος μηδὲν ἄλλο μετεμπίπτειν σῶμα, τῷ ὄντι τὸ ζητούμενον ἠξίου λαβεῖν, ἐπειδὴ δὲ τοῦτο μὲν νῦν οὐ ζητεῖται, ἀλλ’ εἰ ἔστιν· ὅλως ἕτερόν τι διάστημα παρὰ τὸ σωματικὸν διά· στῆμα, ὅπερ τόπος ἐσ·τὶ τῶν σωμάτων, ἀξιοῖ δὲ ὁ Γαληνὸς ἐξελθόντος τοῦ ὕδατος μὴ ἐπεισελθεῖν ἕτερον σῶμα, οὐ τοῦτο λέγει, ὡς σὺ φής, Θεμίστιε, ὅτι ‘ἔστω διάστημα κεχωρισμένον τῶν σωμάτων μεταξὺ τοῦ ἀμφορέως᾿, ἀλλ’ ὅτι ‘μὴ εἰσίτω ἄλλο τι σῶμα ἐξελθόντος τοῦ ὕδατος, καὶ οὕτως ἴδωἡ μὲν εἰ ἔστι τι μεταξὺ ἢ μή.’ εἰ δὲ ὅλως οἴει ὅτι ἐξελθόντος τοῦ ὕδατος, ἐὰν μὴ ὑποθώμεθα ἕτερόν τι εἰσιὸν σῶμα, συμβαίνει εἶναί τι μεταξὺ διάστημα κεχωρισμένον, αὐτὸς τοῖς σαυτοῦ πτεροῖς ἥλως· εἶναι γὰρ λέγεις ἄλλο τι διάστημα μεταξύ, οὐδέποτε μέντοι τοῦτο κενὸν σώματος εἶναι, ὅπερ καὶ ἡμεῖς φαμεν· οὐδὲ γὰρ τοῦτο λέγομεν, ὅτι μένει ποτὲ τὸ διά. στῆμα τοῦτο κενὸν σώματος, ἀλλ’ ὅτι ἐστὶ μὲν ἕτερον πάντων τῶν ἐμ- πιπτόντων σωμάτων, οὐδέποτε μέντοι κενὸν γίνεται σώματος, καὶ διὰ τοῦτο. ἡ ἀντιμετάστασις τῶν σωμάτων καὶ ἡ τοῦ κενοῦ βία, ἵνα μὴ μείνῃ κενὸν σώματος τὸ τοπικὸν διάστημα. Ἰστέον δὲ ὅτι ἣν ὑποτίθεται ὑπόθεσιν ὁ Θεμίστιος, ὥς τινων λεγόντων τοπικὸν διάστημα τοῦτο εἶναι, οἷόν ἐστι τὸ διάστημα τὸ σωματικὸν δίχα ποιοτήτων, | παντελῶς ἔξω ἐστὶ τοῦ ἀληθοῦς λόγου· οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ τοιοῦτον διάστημα ἢ σῶμα ἄποιον. εἰκότως οὖν ἕψεται τοῖς οὕτω λέγουσι τά τε ἄλλα ἄτοπα καὶ τὸ σῶμα χωρεῖν διὰ σώματος. ἡμεῖς δὲ οὐχ οὕτω φαμέν· οὐ γὰρ σῶμα εἶναί φαμεν τὸ διάστημα, ἀλλὰ χώραν σώματος καὶ διαστάσεις μόνας κενὰς. ἐκτὸς πάσης οὐσίας καὶ ὕλης. καὶ ὑπάρχει γε πάντα τὰ κοινὰ ὁμολογήματα τοῦ τόπου τῷ τοιούτῳ τόπῳ· καὶ γὰρ ἴσος ἐστὶ μάλιστα τῷ ἐν τόπῳ οὐδὲν μᾶλλον ἢ τὸ πέρας τοῦ πε- ριέχοντος, καὶ ἀκίνητος, ὡς εἶπε, καὶ οὐδέν ἐστι τοῦ πράγματος, καὶ χωριστός, καὶ ἐμπεριέχει δὲ τὸ ἐν τόπῳ οὐδὲν μᾶλλον. ἢ τὸ πέρας τοῦ περιέχοντος. ὥσπερ γὰρ τὴν ἐπιφάνειαν τόπον λέγοντες περιέχειν αὐτήν φασι, καίτοι ἐφαρμόζει γε τῷ πέρατι τοῦ σώματος, οὕτω κἂν τὸ διάστημα ἐφαρμόζοι τῷ σώματι, περιέχοι ἂν τὸ σῶμα, διότι οὐ κενόν ἐστι τὸ ἐγγινόμενον ἐν τῷ σώματι, ἀλλὰ τὸ σῶμα τὸ ἐγγινόμενον ἐν τῷ κενῷ, ὥσπερ ἤδη εἶπον. εἰ μὲν γὰρ ἦν σωματικὸν διάστημα ὁ τόπος καὶ ἐγίνετο ἐν αὐτῷ σῶμά τι, χωρεῖν ἀνάγκη ἦν δι’ ἀλλήλων τὰ διαστήματα, ἐπειδὴ δὲ καθ’ αὑτὸν ὁ τόπος κενόν ἐστιν, οὐκ ἄν εὐλόγως εἴποιέ τις χωρεῖν αὐτὸ διὰ τοῦ σώματος, ἀλλὰ τὸ σῶμα δι’ αὐτοῦ χωρεῖν· πλήρωσις γὰρ μόνον γίνεται τοῦ σώματος ἐν αὐτῷ γενομένου, οὐ μέντοι χώρησις δι’ ἀλλήλων. διὰ τοῦτο δὲ οὐδὲ τὸ μόριον ἔσται καθ’ αὑτὸ ἐν τόπῳ· εἰ μὲν γὰρ διῃρεῖτο ὑπὸ τοῦ διαστήματος καὶ τὸ σῶμα τὸ χωρῆσαν ἐν αὐτῷ, ἀνάγκη ἦν ἑκάστου μορίου ἰδίᾳ περιγραφομένου καὶ ἕκαστον ἰδίᾳ ἐν τόπῳ εἶναι, εἰ δὲ μὴ διαιρεῖται τὸ σῶμα ὑπὸ τοῦ διαστήματος μηδὲ χωρεῖ τὸ διάστημα διὰ τοῦ σώματος, ποία ἀνάγκη εἶναι τὸ μόριον καθ’ αὑτὸ ἐν τόπῳ; Ἀλλ᾿ ἐκεῖνο ἴσως ἀπορήσειέ τις πρὸς τὸν λόγον, ὃ ἤδη φθάσαντες εἴπομεν, ὅτι εἰ ὁ τόπος διάστημά ἐστιν ἄνευ οὐσίας πάσης καὶ ὕλης ἐν μόναις ταῖς διαστάσεσι τὸ εἶναι ἔχον, αἱ δὲ διαστάσεις τοῦ ποσοῦ, συμ- βήσεται τὸ ποσὸν χωριστὸν εἶναι ἄνευ οὐσίας. ἀλλ’ ἀδύνατον πᾶσαι γὰρ αἱ ἄλλαι κατηγορίαι ἐν τῇ οὐσ·ίᾳ τὸ εἶναι ἔχουσιν. εἰ τοίνυν ἀδύνατον τὸ ποσὸν καθ’ αὑτὸ ὑποστῆναι χωρὶς τῆς οὐσίας, ἀδύνατον εἶναι τὸ τοιοῦτον διάστημα. φημὶ οὖν ἐγὼ ὅτι μάλιστα μὲν οὐ ταῖς ἡμετέραις θέσεσιν ἀνάγκη τὴν τῶν πραγμάΤων ἀκολουθεῖν φύσιν, ἀλλὰ τοῖς πράγμασι συμ- φώνους εἶναι τὰς ἡμετέρας ὁμολογίας. οὐκ ἐπειδὴ τοίνυν οὕτω διωρισά- μεθα ὡς ἀδύνατον ποσόν τι ὑποστῆναι ἄνευ οὐσίας, ἤδη που ἀνάγκη καὶ τὴν τῶν πραγμάτων φύσιν οὕτως ἔχειν· εἰ γὰρ ἐπειδὴ πάντως ἐν τοῖς σώμασι μετὰ οὐσίας ὁρῶμεν τὸ ποσόν, διὰ τοῦτο καθ’ αὑτὸ οὐκ ἄν ὑποστῆναι ἀποφαινόμεθα, ὥρα καὶ αὐτὰς τὰς οὐσίας μὴ αὐθυποστάτους εἶναι λέγειν. πᾶσα γὰρ φυσικὴ οὐσία ποσοῦ τινος ὡρισμένου δεῖται εἰς τὸ εἶναι· ἀδύνατον γοῦν ἐν τῷ τυχόντι μεγέθει τὸ τυχὸν εἶδος ὑποστῆναι, ὡς ἐν τῷ πρώτῳ λόγῳ παύτης τῆς πραγματείας ἐδείχθη, ἀλλὰ καὶ σὰρξ καὶ ἄνθρωπος καὶ ὀστοῦν καὶ τὰ ἄλλα πάντα φυσικὰ εἴδη οὐκ ἂν ὑπο- σταίη μὴ ἔν τινι ὡρισμένῳ ποσῷ, ἀλλὰ τοῦ ποσοῦ, ἐν ᾧ πεφυκεν ἡ σὰρξ ὑφίστασθαι, φθαρέντος συνεφθάρη καὶ τὸ εἶδος. ταύτῃ οὖν εἴποιμι ἂν τὰ φυσικὰ εἴδη ὡς ἐν ὑποκειμένῳ τῷ ποσῷ τὸ εἶναι ἔχειν. καὶ τί δεῖ περὶ τοῦ ποσοῦ λέγειν 5 οὐδὲν γὰρ τῶν φυσικῶν εἰδῶν ἄνευ ὕλης ὑποστῆναι δύναιτ’ ἄν· πάντα οὖν συμβεβηκότα ἂν εἴη τῇ ὕλῃ. ταῦτα μὲν οὖν ὅπως ἔχει, μακροῦ ἂν καὶ λόγου δέοι καὶ χρόνου πρὸς τὸ γνῶναι, ὅπερ δὲ εἶπον ἐξ ἀρχῆς, καὶ νῦν λέγω, ὅτι ἢ δειξάτωσαν ὅτι οὐκ ἔστι τὸ τοιοῦτον διάστημα καὶ λυέτωσαν τὰ παρ’ ἡμῶν δεδειγμένα, μένα, ἤ, ἔστ’ ἂν ἐκεῖνα μένωσιν, οὐκ ἀναιρήσομεν τὴν τῶν πραγμάτων φύσιν, ἐπειδὴ τισὶν οὕτως ἔδοξεν ἀποφήνασθαι, ἰνᾶσθαι, ὡς ἀδύνατον τὸ ποσὸν καθ’ αὑτὸ ὑποστῆναι. ἔπειτα δὲ κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι πάσαι αἱ κατηγορίαι οὐκ ἄνευ τῆς πρὸς ἀλλήλας συμπλοκῆς ὑφεστήκασιν· οὐ γὰρ ἔστιν εὑρεῖν μίαν κατηγορίαν ἄνευ τῆς τῶν ἄλλων συμπλοκῆς ὑφεστῶσαν, οὐδὲ αὐτὴν τὴν οὐσίαν ἥτις καὶ καθ’ αὑτὴν ὑποστῆναι δύνασθαι λέγεται. καὶ ἡ ὕλη γοῦν καὶ τὸ δεύτερον ὑποκείμενον, λέγω δὴ τὸ τριχῇ διαστατὸν καὶ ἄποιον σῶμα, ὅσον ἐφ’ ἑαυτῷ δυνάμενον καθ’ αὑτὸ ὑποστῆναι, ὅμως οὐχ ὑφέστηκεν οὐδέποτε ἄνευ ποιοτήτων. καὶ τὸ τοπικὸν οὖν διάστημα, εἰ καὶ ὅσον ἐφ’ ἑαυτῷ ἠδύνατο ὑποστῆναι ἄν καθ’ αὑτό τί γὰρ ἐκώλυε χώραν εἶναι κενὴν σώματος, ὥσπερ ἐλέγομεν, εἰ τὸν ἀμφορέα ἐπινοήσομεν μηδὲν ἐντὸς περιέχοντα σῶμα;), ἀλλ’ οὖν οὐδέποτε μένει κενὸν σώματος αὐτὸ καθ’ αὑτό, ἀλλ’ ὥσπερ ἐπὶ τῆς ὕλης φθαρέντος τοὐ εἴδους ἄλλο εὐθὺς ἐπιγίνεται, οὕτω δὴ καὶ ἐπὶ τούτου ἡ ἀντιμετάστασις τῶν σωμάτων οὐδέποτε τὴν χώραν καταλιμπάνει κενήν, ἀλλ’ ἅμα ἄλλο μὲν ἔξεισι σῶμα, ἕτερον δὲ ἀντεμπίπτει. καὶ ταύτῃ οὐδέποτε ἄνευ οὐσίας οὑδὲ τὸ τοιοῦτον ποσὸν ἔστιν εὑρεῖν. καὶ μήποτε ἡ τοῦ κενοῦ βία αὕτη ἐστί, τὸ μὴ χωρισθῆναί ποτε τὸ τοιοῦτον ποσὸν τῆς οὐσίας. ὥστε ταύτῃ σῴζοιτ’ ἄν καὶ τὸ δοκοῦν ὡμολογημένον εἶναι διὰ τὸν συνεθισμὸν τοῦ συνεχῶς τοῦτο λέγεσθαι; λέγω δὴ τὸ μὴ ἂν τὸ ποσὸν ὑποστῆναι καθ’ αὑτὸ ἄνευ οὐσίας· οὐδέποτε γὰρ ἐνδέχεται εἶναι τὸ κενὸν χωριστὸν σώματος. Ἀλλὰ γὰρ οὔπω πάντα τὰ ὑπάρχοντα τῷ τόπῳ καὶ τῷ τοιούτῳ τόπῳ ἐδείξαμεν ὑπάρχοντα, λέγω δὴ τὸ διωρίσθαι ἐν τῷ καθόλου τόπῳ τὸ ἄνω καὶ τὸ | κάτω. καὶ γὰρ ἀπορήσειεν ἄν τις εἰκότως τῷ Ἀριστοτελικῷ συνιστάμενος δόγματι, ὅτι εἰ τόπος ἐστὶ τῶν τε βαρέων καὶ κούφων σωμάτων τὸ ἀπειλημμένον ἐντὸς τῆς κοίλης ἐπιφανείας τῆς σεληνιακῆς σφαίρας κενὸν τριχῇ διαστατόν, ὡς ἂν αὐτοὶ φαίητε, φέρεται δὲ φύσει τὰ μὲν κοῦφα ἐπὶ τὸν ἄνω τόπον τὰ δὲ βαρέα ἐπὶ τὸν κάτω, πῶς ἀφοριεῖς τοῦ διαστήματος τούτου τὸ ἄνω καὶ τὸ κάτω; μέχρι γὰρ τίνος τὸ μὲν ἄνω ὁρίσεις, τὸ δὲ κάτω; καὶ εἰ δεῖ τὸν τόπον τινὰ φυσικὴν δύναμιν ἔχειν, καθ’ ἣν τὰ κοῦφά τε καὶ βαρέα τῶν ἰδίων ἐφιέμενα τόπων ἕκαστον ὑπὸ τῆς φυ- σικῆς ὁρμῆς ἐπὶ τὸν οἰκεῖον φέρεται, τὸ δὲ τοιοῦτον διάστημα κενὸν τῷ ἰδίῳ λόγῳ ὑπάρχον οὐδεμίαν δύναμιν ἔχειν οἷόν τε, τίνι λόγῳ τὰ μὲν ἐπὶ τόδε αὐτοῦ τὸ μέρος φυσικῶς ὁρμᾶ, τὰ δὲ ἐπὶ τὸ ἕτερον; εἰ τοίνυν μάλιστα πάντων δεῖ ὑπάρχειν τῷ τόπῳ τὸ ἄνω καὶ τὸ κάτω, τῷ δὲ τοιούτῳ τόπῳ οὐκ ἂν ὑπάρξοι, μόνῳ δὲ τῷ πέρατι τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον, ὡς Ἀριστοτέλης τὸν τόπον ὡρίσατο, οὗτος ἄν εἴη κυρίως τόπος. ἐπεὶ γὰρ τὰ κρείττονά τε καὶ ἀνωτέρω εἴδους λόγον ἔχει πρὸς τὰ καταδεέστερα, ἐκείνων δηλονότι ὕλης ἐχόντων πρὸς αὐτὰ λόγον, ἐφίεται δὲ ἡ ὕλη τοῦ εἴδους, ὡς θῆλυ ἄρρενος καὶ ὡς αἰσχρὸν καλοῦ ἕκαστον γὰρ τοῦ εἶναι ἐφίεται, ἔστι δὲ ἕκαστον ὅτε ἀπειλήφοι τὴν οἰκείαν τελειότητα, τοῦτο δέ ἐστι τὸ εἶδος), εἰκότως τὸ μὲν πῦρ τοῦ κατὰ φύσιν αὑτοῦ τόπου ἐφίεται, τουτέστι περιέχεσθαι ὑπὸ τῆς ἐπιφανείας τοῦ σώματος τῆς σεληνιακῆς σφαίρας, ἵνα κοσμῆται ὑπ’ αὐτοῦ καὶ οἷον εἰδοποιῆται (κοσμεῖται δὲ ὑπ’ αὐτοῦ καὶ τελειοῦται τῷ τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν, ποιεῖ δὲ καὶ πάσχει οὐκ ἄλλως ἢ τῷ ἅπτεσθαι), ὡσαύτως δὲ καὶ ὁ ἀὴρ ἐφίεται τοῦ ὑπὸ τῆς τοῦ πυρὸς περιέχεσθαι σφαίρας, καὶ οὕτω μέχρι τῶν ἐσχάτων. Ἀλλὰ καὶ πρὸς ταῦτα εὔκολος ἡ ἀπάντησις· τὰ αὐτὰ γὰρ καὶ τῷ Ἀριστοτελικῷ λόγῳ οὐδὲν ἧττον συμβαίνει. εἰ γὰρ πέρας τοῦ περιέχοντός ἐστιν ὁ τόπος, τὰ δὲ περιεχόμενα ἄλλα ὑπὸ ἄλλης ἐπιφανείας τοῦ ἀέρος ἢ τοῦ ὕδατος περιέχεται, ὡς ἂν ἕκαστον ἔχῃ μεγέθους ἢ σμικρότητος, λεγέτωσαν ἡμῖν μέχρι τίνος τὸν κάτω τόπον ὁρίσομεν. εἰ γὰρ ὄρη τινὰ διὰ μεγέθους ὑπερβολὴν σχεδὸν ἐγγίζει τῇ σεληνιακῇ σφαίρα, ὡς καὶ διὰ τοῦτο Σεληναῖα καλεῖσθαι, εἰ ταῦτα νοήσομεν μὴ συνεχῆ ὄντα τῇ γῇ ἀλλὰ διῃρημένα, πότερον ἐν τῷ ἄνω τόπῳ λεχθήσεται ἢ ἐν τῷ κάτω; καὶ τί λέγω ταῦτα; οἱ ἐπάνω τούτων ἐπικείμενοι λίθοι, ἢ τὰ περὶ τὸ κέντρον τοῦ παντὸς ἢ γῆς μόριά τινα διῃρημένα τοῦ ὅλου ἢ ὕδατος, ἆρα ἐν τῷ κάτω τόπῳ εἰσίν; οὐκοῦν ὁ ὑπὸ τὰ ὄρη ἐκείνα ἀὴρ ἐν τῷ παρὰ φύσιν ἂν εἴη τόπῳ κατωτέρω ὑπάρχων τῶν βαρέων σωμάτων. κἄν μὴ διῃρημένα μένα δὲ ἐπινοηθείη τὰ ὑψηλότερα τῶν ὀρῶν, ἀλλ’, ὥσπερ εἰσί, συνεχῆ τῇ ὅλῃ γῇ, πότερον τὴν ἐπιφάνειαν τοῦ ἀέρος, τὴν περιέχουσαν τὰς κορυφὰς αὐτῶν, μόριον φήσομεν τοῦ κάτω τόπου ἢ οὗ; καὶ τοῦτο μέχρι πόσου; τὰ αὐτὰ καὶ περὶ τοῦ ἄνω τόπου ἐροῦμεν· ποῖον γὰρ ἐρεῖς τὸν ἄνω τόπον; πότερον τὴν κοίλην ἐπιφάνειαν τῆς σεληνιακῆς σφαίρας; ἀλλ’ εἰ αὕτη μόνον εἴη ὁ ἄνω τόπος, καὶ τὰ ὑπὸ ταύτης προσεχῶς περιεχόμενα, ταῦτα μόνα ἐν τῷ ἄνω ἐστὶ τόπῳ, οὐκ ἄν εἴη ὁ ἀὴρ ἐν τῷ ἄνω τόπῳ, ἐπεὶ μὴ ὑπὸ ταύτης προσεχῶς περιέχεται, ἀλλ’ ὑπὸ τῆς τοὐ πυρός. ἀλλ’ εἰ καὶ αὕτη ἄνω εἴη, δύο ἐρύη ἂν εἴη τοῦ ἄνω τόπου. καὶ περὶ τοῦ κάτω δὲ ὁ αὐτὸς λόγος ἐπί τε τῆς γῆς σκοποῦντι καὶ τοῦ ὕδατος. καὶ τίς ἀνείη ἡ διαφορὰ τοῦ τε ἄνω τόπου πρὸς ἑαυτὸν καὶ ἔτι τοῦ κάτω; ὅτι μὲν αἱ αὐταὶ ἀπορίαι οὐδὲν ἧττον καὶ τούτῳ ἕπονται τῷ λόγῳ, σαφὲς ἐντεῦθεν, ὡς δὲ τὸ ἀληθὲς ἔχει, γνοίης ἂν οὕτως. κυρίως μὲν οὐδ’ ἄν εἴη ἐν τῶ παντὶ κατὰ φύσιν τὸ ἄνω κ·αὶ τὸ κάτω, ἀλλ’ ὡς αὐτός φησιν ἐν ἑτέροις, τὸ κύκλῳ καὶ τὸ πέριξ. εἰ δὲ καὶ φήσομεν ἄνω μὲν τὸ πέριξ, κάτω δὲ τὸ μέσον, ἔσται κάτω μὲν τόπος ὁ ἀπειλημμένος ὑπὸ τῶν βαρέων σωμάτων, ἄνω δὲ ὁ ὑπὸ τῶν κούφων· τὰ γὰρ ἐπανι- στάμενα τῶν ὀρῶν βίᾳ ὑπερανέχει τὸ ὅλον. βίᾳ δὲ λέγω, διότι εἰ καὶ συνεχῆ ἐστι τῇ ὅλῃ γῇ, ἀλλ’ οὐ πανταχόθεν αὐτῇ συνάπτει· ἔοικε γὰρ τοῖς λίθοις τοῖς ἐπιτιθεμένοις ἀλλήλοις ἐν ταῖς οἰκοδομίαις. τὴν δὲ παρὰ φύσιν αὐτῶν θέσιν δηλοῦσιν ἱκανῶς αἱ ἀπορρήξεις αὐτῶν· ἀπορραγέντα γάρ, ὡς δὴ παρὰ φύσιν ὄνια, φέρεται ἐπὶ τὸν οἰκεῖον καὶ κατὰ φύσιν τό- πον. τὸ δὲ λέγειν δύναμίν τινα ἔχειν αὐτὸν καθ’ αὑτὸν τὸν τόπον γε- λοῖον πάνυ· οὐ γὰρ ἐπιφανείας ἐφιέμενα φέρεται ἐπὶ τοὺς οἰκείους τόπους ἕκαστα, ἀλλὰ τῆς τάξεως ἐφιέμενα, ἧς παρὰ τοῦ δημιουργοῦ τετυχήκα- σιν. ἐπεὶ οὖν τὴν ἐσχάτην μὲν τάξιν ἡ γῆ εἴληφεν, ὥστε πᾶσιν ὑφίστασθαι, δευτέραν δὲ τὸ ὕδωρ, καὶ τρίτην καὶ τετάρτην ὅ τε ἀὴρ καὶ τὸ πῦρ, εἰκότως, ὅταν ταύτης τῆς τάξεως παρασαλευθῇ τι καὶ τὸ πεφυκὸς ἄλλῳ ἐπιπολάζειν ὑπό τινος βίας μὴ ἐπιπολάζῃ αὐτῷ ἀλλ’ ὑφίστηται, τῆς τάξεως ἧς ὑπὸ τοῦ δημιουργοῦ ἔλαχεν ἐφιέμενα κινεῖται ἐπὶ τοσοῦτον, ἕως ἂν ἐν ταύτῃ γένηται. φέρεται οὖν ἐπὶ τὸ ἄνω τὰ κοῦφα, οὐχ ἁπλῶς ἅπτεσθαι τῆς ἐπιφανείας τοῦ περιέχοντος ἐφιέμενα, ἀλλὰ τῆς τάξεως ἣν ὁ δημιουργὸς αὐτοῖς ἐπένειμε· τότε γὰρ μάλιστα τὸ εἶναι ἔχουσι, καὶ τὴν ἑαυτῶν τότε ἔχουσι τελειότητα. οὐχ ὁ τόπος οὖν ἔχει τὴν δύναμιν τοῦ φέρεσθαι τὰ σώματα ἐπὶ τοὺς οἰκείους τόπους, ἀλλὰ τὰ σώματα ἔφεσιν ἔχει τοῦ τὴν αὑτῶν φυλάττειν τάξιν. Tεσσάρων οὖν ὄντων τῶν στοιχείων, καὶ δύο μὲν κοῦφ’ ὢν δύο δὲ βαρέων, ῥέων, | ἐγὼ μέν, εἴ γε δεῖ ὅλως ἀφορίζειν, φημὶ ἄνω μὲν τόπον εἶναι τὸ μόριον τοῦ διαστήματος τὸ ἀπειληφὸς τὰ κοῦφα σώματα, κάτω δὲ τὸ ἀπειληφὸς ὃς τὰ βαρέα, ὁ δὲ Ἀριστοτέλης οὐκ ἄν ἔχοι λέγειν τίς ἐστι κυρίως ὁ ἄνω τόπος καὶ τίς ἐστιν ὁ κάτω. εἰ γὰρ ὁ μὲν ἄνω τῶν κούφων ἐστὶν ὁ δὲ κάτω τῶν βοέων, καὶ ἔστιν ὁ ἄνω τόπος τὸ πέρας τοῦ περιέχοντος, τοῦτο δέ ἐστιν ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας, αὕτη δὲ τὸ πῦρ μόνον προσεχῶς περιέχει, οὐκ ἄν εἴη ἄνω ὁ ἀήρ, ἢ δύο εἴδη τοῦ ἄνω τόπου. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κάτω. εἰ δὲ καὶ τὰς ἐντὸς τῆς ἀπλανοῦς σφαίρας ἐν τόπῳ βούλεται εἶναι, ἐν τῷ τόπῳ δὲ πάντως τὸ ἄνω ἐστὶ καὶ τὸ κάτω, ἔσται τὸ μὲν ἄνω τὸ δὲ κάτω, τ·ὸ μὲν βαρὺ τὸ δὲ κοῦφον, ὅπερ οὐ βούλεται. ὥστε οὐ πάντως εἰς τὸ ἄνω καὶ εἰς τὸ κάτω τὸν τόπον ἀνάγκη διαιρεῖν, οὐδὲ κατὰ τὰ αὐτῷ δοκοῦντα. πῶς δὲ οὐχὶ καὶ τὸ αὐτὸ περιέχον τε εἴη καὶ περιεχόμενον; καὶ γὰρ ἡ θάλασσα, εἴ γε ἐν τόπῳ ἐστί, περιέχοιτο ἄν ὑπὸ τῆς ἀνεχούσης αὐτὴν ἐπιφανείας, τῆς γῆς δηλονότι μετὰ τοὐ ἐπιπολάζοντος αὐτῇ ἀέρος. ὁμοίως δέ, εἴπερ ἐστὶ καὶ ἡ γῆ ὅλη ἐν τόπῳ καθ’ ὅλην ἑαυτήν, περιέχοιτο ἄν κατά τι μόριον ἑαυτῆς ὑπὸ τῆς ἐπιφανείας τοῦ ὕδατος τῆς πρὸς τῶ πυθμένι τῆς θαλάσσης. ὥστε καὶ ἡ ἐπιφάνεια τῆς γῆς τόπος τοῦ ὕδατος, καὶ ἡ τοῦ ὕδατος τόπος τῆς γῆς, καὶ τὸ αὐτὸ καθὸ περιέχεται κατὰ τοῦτο καὶ περιέχει. τούτων δὲ οὐδὲν ἕπεται τοῖς τὸ διάστημα τὸν τόπον εἶναι λέγουσιν. Ἀλλὰ πάλιν ἐπαποροῦσι τῷ λόγῳ, καί φασιν ὅτι εἰ ᾖ τι τοιοῦτον διάστημα κενὸν. τῷ ἰδίῳ λόγῳ τὸ δεξόμενον τὰ σώματα, ἀνάγκη τοῦτο καὶ ἄπειρον εἶναι· οὐδὲ γὰρ ἕξει τι πέρας. τὸ γὰρ πέρας τῶν τριχῇ διαστατῶν ἐπιφάνειά ἐστι, τίς δὲ ἂν εἴη τοῦ τοιούτου διαστήματος ἐπιφάνεια τῆς ἐπιφανείας ἐν σώμασιν ὑφεστώσης; ὥστε εἰ καὶ κεχώρηκε δι’ αὐτοῦ ἡ πᾶσα τοῦ οὐρανοῦ σωματότης μέχρι τῆς ἐξωτάτω ἐπιφανείας, πέρας δὲ τούτου εἶναι οὐκ ἐνδέχεται, ἀνάγκη κεχύσθαι αὐτὸ ἔξω τοῦ οὐρανοῦ ἐπ’ ἄπειρον, ὅπερ καὶ αὐτὸ μὲν καθ’ ἑαυτὸ ἄλογον, ἐλήλεγκται δὲ καὶ ὑπὸ τοῦ Ἀριστοτέλους ἱκανῶς καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ καὶ ἐν τῆ Περὶ οὐρανοῦ. ἐγὼ δὲ οὐκ οἶδα ὅπως κἂν τὸ πιθανὸν ἔχειν δόξῃ ἡ τοι- αύτη ἀπορία. πρῶτον μὲν γάρ, ὥσπερ τριχῇ διαστατὸν τὸ τοιοῦτον έννοεῖν νοεῖν ἐνδέχεται, οὕτω καὶ ἐπιφάνειαν ἀνάλογον τούτῳ, ἔπειτα εἰ καὶ ἐπιφάνειαν ἀνάλογον αὐτῷ μὴ οἷόν τε ἦν ἐπινοῆσαι, οὐ διὰ τοῦτο ἀνάγκη καὶ ἐπ’ ἄπειρον ἐκτείνεσθαι τὸ κενόν· ἐπειδὴ γὰρ τόπος τῶν σωμάτων ὑπέστη, τοσοῦτον μὲν ὑπέστη ὅσον οἷόν τε ἦν χωρῆσαι τὰ κοσμικὰ σώ· μάτα, συμπερατοῦται δὲ τοῖς τῶν σωμάτων πέρασιν. ὥσπερ γάρ, εἰ τὸ μεταξὺ τοῦ ἀμφορέως κενὸν ἐπινοηθείη, ἐμβληθῶσι δὲ διάφορα σώματα ἐν τῷ ἀμφορεῖ μὴ συνεχῆ μὲν πρὸς ἄλληλα ἁπτόμενα δέ, ὡς ἕκαστον μέρος τι τοῦ ἐντὸς τόπου καταλαβεῖν, ἕκαστον μὲν ἀνάγκη τῶν μορίων τοῦ κενοῦ συμπερατοῦσθαι τῷ δεχθέντι σώματι, καὶ τὸ ὅλον δὲ κενὸν μέχρι τῆς τοῦ ἀμφορέως κοίλης ἐπιφανείας περατοῦσθαι πάντων τῶν ἐντὸς σωμάτων μέχρις αὐτῆς περατουμένων, οὕτω καὶ ἐν τῷ παντὶ ἑκάστη μὲν τῶν ἐντὸς σφαιρῶν μόριον τοῦ κενοῦ πεπερασμένον ἀπεηφε, τὸ δὲ πᾶν τῷ παντὶ κόσμῳ συμπερατοῦται πέρας ἔχον οὐ̣ μόνον τὸ ἴδιον· οὐ γὰρ ἀδύνατον καὶ τούτου ἐπιφάνειαν ἐπινοεῖν, ὥσπερ καὶ τοῦ ἐναπολμβάνοντος μορίου τῶν ἐντὸς σωμάτων ἔστι τι πάντως πέρας, καὶ αὐτὴν δὲ ὄπ ερ εἶπον τὴν τοῦ ἐξωτάτω σώματος ἐπιφάνειαν ἅμα οὖσαν τῷ αὐτοῦ πέρατι. Ἀλλὰ γὰρ ταῦτα ἡμῶν xoiic παρὰ τοῦ Ἀριστοτέλους περὶ τοῦ τόπου εἰρημένοις ἀντιλεγόντων ἔλεγεν ὁ φιλόσοφος ἀτͅολογούμ-ανος, ὡς ὅτι φυσικὸς ὢν ὁ Ἀριστοτέλης περὶ τούτων ποιεῖται τὸν λόγον τῶν πραγμάτων, ὅσα καὶ ἔστι καὶ διοικεῖιαι ὑπὸ φύσεως, ἔστι δὲ ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ὥστε εἰ τοῦτό ἐστιν ἡ φύσις, ὅσα ἄρα φυσικά ἐστι τῶν πραγμάτων, ταῦτα ἐν αὑτοῖς ἀρχὴν ἔχει κινήσεως καὶ ἠρεμίας· ὅσα οὖν οὐκ ἔχει ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ ἠρεμίας, ταῦτα οὐδὲ φυσικά ἐστιν, ὥστε οὐδὲ διαλέξεται περὶ τούτων ὁ φυσιολόγος. τὸ οὖν διάστημα τὸ τοιοῦτον, οὐδεμίαν ἔχον ἐν ἑαυτῷ ἀρχὴν κινήσεως καὶ ἠρε- μίας (οὐὸὲ γὰρ αὔξεται οὐδὲ ἀλλοιοῦται οὐδὲ κατὰ τόπον κινεῖται· οὐδὲ γὰρ γίνεται καὶ φθείρεται), οὐδὲ φυσικὸν ἂν εἴη. τοῦ οὖν λόγου ὄντος τῷ Ἀριστοτέλει περὶ τῶν φυσικῶν πραγμάτων, ζητεῖ νῦν τί ποτέ ἐστιν ὁ τῶν φυσικῶν πραΤαάτων τόπος φυσικὸς ὢν δηλονότι καὶ αὐτός. εἰκότως οὖν τὸ μὲν τοιοῦτον διάστιμα οὗ φησι τόπον εἶναι τῶν φυσικῶν σωμάτων εἴτε ἔστιν εἴτε μή (οὐδὲ γάρ ἐστι φυσικόν), μόνον δὲ εὑρίσκει ἐν τοῖς φυσικοῖς ὄντα τόπον τοῖς σώμασι φυσικὸν τὸ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχοῳνον. Ἐγὼ δὲ πρὸς ταὗιά φημι, ὅτι εἰ μὲν τῷ ὄντι μηδένα λόγον ἐποιεῖτο ὁ Ἀριστοτέλης εἴτε ἔστιν εἴτε μὴ τοιοῦτόν τι διάστημα, μόνον δὲ δεικνύειν ἐπειρᾶτο ὅτι ὁ τόπος τῶν φυσικῶν σωμάτων οὐκ ἔστι τοιοῦτόν τι διάστημ, λέγω δὴ τὸ τριχῇ ὸιαστατόν, κἂν τὸ πιθανὸν εἶχεν ἴσως ἡ ἐπιχείρησις τοῦ φιλοσόφου, οὐ τὸ εἶναι τοιοῦτον ὸιά·σιημα ἀναιροῦντα δεικνύοὔσα τὸν Ἀριστοτέλην, ἀλλὰ τὸ εἶναι αὐτὸ τόπον τῶν φυσικῶν σωμάτων φυσικὸν ὄντα καὶ αὐτόν, ἐπειδὴ δὲ ὁ Ἀριστοτέλης ἄντικρυς διὰ πάντων δεικνύειν πειρᾶται καὶ ἐνταῦθα καὶ ἐν τοῖς περὶ τοῦ κενοῦ λόγος, ὅτι οὐδὲ ἔστι διάστημ’ ἄλλο παρὰ τὰ σωματικὰ διαστήματα, πλασματώδης δείκνυται ἡ τοῦ φιλοσόφου ὑπὲρ Ἀριστοτέλους· ἀπολογία. ἔπειτα τὸ λέγειν ὅτι διὰ τὸ ἀκίνητον εἶναι τὸ τοιοῦτον διάστημα οὐδὲ οἶδεν αὐτὸ ὁ φυσικός, διότι περὶ φυσικῶν ὁ φυσικὸς διαλέγεται, φυσικὰ δέ ἐστι τὰ ἔχοντα κινή- σεως ἀρχὴν καὶ ἠρεμίας, καὶ τοῦτο προφανῶς παρὰ τὰ δοκοῦντά ἐστι τῷ Ἀριστοτέλει· σαφῶς γὰρ I τὸν τόπον αὐτὸς ἀκίνητον βούλεται εἶναι κατὰ πᾶ ’σαν κίνησιν. αὐτῇ γοῦν λέξει οὕτω φησί· “διὸ ὅταν μὲν ἐν κινουμένῳ κινῆται καὶ μεταβάλλῃ τὸ ἐντός, οἷον ἐν ποταμῷ πλοῖον, ὡς ἀγγείῳ χρῆται μᾶλλον ἢ τόπῳ τῷ περιέχοντι. βούλεται δὲ ἀκίνητον εἶναι ὁ τόπος· διὸ ὁ πᾶς μᾶλλον ποταμὸς τόπος ἐστίν, ὅτι ἀκίνητος ἅπας. ἅπας. τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον, τοῦτ’ ἐστὶν ὁ τόπος. καὶ πρὸ τούτων δὲ ὀλίγον δεικνύναι πειρώμενος, ὅτι οὐκ ἔστι τὸ διάστημ’ ὁ τόπος, εἰς ἄτοπον ἀπήγαγε τὸν λόγον τῷ καὶ αὐτὸν τὸν τόπον συμβαίνειν μεταβάλλειν· οὕτως ἄρα ὡς ἀξίωμά τι ὑπάρχειν τῷ τόπῳ βούλεται τὸ ἀμετά- βλητον αὐτὸν εἶναι. καὶ εἰκότως γε· εἰ γὰρ καὶ ὁ τόπος ᾗ τόπος ἐστὶ μεταβάλλῃ, ἢ κατ’ οὐσίαν <ἂν> μεταβάλλοι ἢ κατὰ ποσὸν ἢ κατὰ ἢ κατὰ τόπον. ἀλλ’ οὗτε κατ’ οὐσίαν μεταβάλλοι ἄν οὐ γάρ ἐστιν οὐσία), οὔτε κατὰ ποιότητα ποσὸν γὰρ μᾶλλον ὁ τόπος, οὐ ποιόν), πολλῷ δὲ πλέον οὐδὲ κατὰ τόπον· ἔσται γὰρ τοῦ τόπου τις ἄλλος τόπος. ὅτι δὲ οὐδὲ κατὰ ποσὸν μεταβάλλει αὐξανόμενος καὶ μειούμενος, αὐτὸς ὁ Ἀριστοτέλης μαρτυρεῖ· ὡς γὰρ ἓν καὶ τοῦτο τῶν ὡμολογημένων ὡς μὴ ὑπαρχόντων τῷ τόπῳ, τὸ αὔξεσθαι λέγω ἢ μειοῦσθαι, ἐν ταῖς πέρι αὐτοῦ τίθησιν ἀπορίαις. εἰ δὲ ἀμετάβλητον βούλεται εἶναι τὸν τόπον, οὐκ ἂν τὸ διάστημα διὰ τὸ ἀμετάβλητον εἶναι ἀπεδοκίμαζε τόπον εἶναι τῶν φυσικῶν σωμάτων, ἀλλὰ διὰ τὸ μηδὲν νομίζειν ὅλως εἶναί τι τοιοῦτον διάστημα, ταύτῃ ἀνελεῖν αὐτὸ ἐπεχείρησεν. ἄλλως τε πολλὰ τῶν φυσικῶν ἀκίνητά ἐστι, περὶ ὧν καὶ ὁ φυσικὸς διαλέγεται, οἷον τὰ κέντρα τῶν σφαιρῶν, οἱ πόλοι. καὶ αὐταὶ δὲ αἱ ψυχαὶ ἀκίνητοί εἰσι κατ’ αὐτὸν μάλιστα τὸν Ἀριστοτέλην πᾶσαν φυσικὴν κίνησιν, οὐ μόνον αἱ λογικαὶ ὠὰ καὶ αἱ ἄλογοι, φυσικαὶ δηλονότι ζωαὶ οὖσαι, καὶ ὅμως λόγον αὐτῶν ποιεῖται ὁ φυσικός. ὥστε καὶ τὸ τοιοῦτον διάστημα περὶ οὗ ὁ λόγος, εἴ γε ὅλως ὑφεστάναι ἐνόμιζεν ὁ Ἀριστοτέλης, οὐκ ἂν διὰ τὸ εἶναι αὐτὸ ἀκίνητον μηδὲ εἶναι ὅλως αὐτὸ δεικνύειν ἐπειρᾶτο. Δοκεῖ δὲ μέγα τι εἶναι καὶ χαλεπὸν ληφθῆναι ὁ τόπος διά τε τὸ παρεμφαίνεσθαι τὴν ὕλην καὶ τὴν μορφήν, καὶ διὰ τὸ ἐν ἠρεμοῦντι τῷ περιέχοντι γίνεσθαι τὴν μετάστασιν τοῦ φερομενου. ἐπιχειρήσας πρότερον ἐφ’ ἑκάτερα περὶ τοῦ τόπου, ἔλεγε τοιοῦτον δεῖν ἀποδοθῆναι περὶ τοῦ τόπου λόγον, ὃς καὶ τὰς ἀπορίας τὰς εἰς αὐτὸν φερομένας ἐπιλύεται, καὶ τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ δείξει ὑπάρχοντα, καὶ τὸ τῆς δυσκολίας τῆς περὶ αὐτοῦ αἴτιον δῆλον ποιήσει. ἀποδοὺς οὖν τί ἐστιν ὁ τόπος, ὅτι τὸ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον, νῦν τὰ προεπηγγελμένα δεῖξαι βούλεται· καὶ πρῶτόν γε τὸ τῆς δυσκολίας αἴτιον, ὅτι τὸ παρεμφαίνεσθαι ἐν τῇ περὶ αὐτοῦ θεωρίᾳ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ διάστημα. τὸ δὲ πλῆθος τῶν παρεμφαινομένων ἐπιθολοῖ τὴν περὶ αὐτοῦ σκέψιν, καὶ μάλιστά γε τὸ διάστημα· πολλὴν γὰρ ἔχει τὴν πρὸς τὸν τόπον ὁμοιότητα. καὶ γὰρ ἀκίνητον εἶναι τὸ διάστημα δοκεῖ, ὥσπερ ὁ πρῶτος τόπος, καὶ δέχεσθαι μένον τὸ αὐτὸ διάφορα σώματα. δῆλον δὲ τὸ αἴτιον τῆς ἀπάτης, ὅτι τοῖς σώμασι συνεισιόν τε καὶ συνεξιὸν τὸ διάστημα τῷ ταῖς μὲν ἄλλαις ποιό- τησιν αὐτὰ διαφέρειν, τῷ δὲ διαστήματι τὰ αὐτά τε εἶναι καὶ ἴσα τά γε τὸν ἴσον ἐκπληροῦντα τόπον) ἓν καὶ ταὐτὸν εἶναι δοκεῖ καὶ ἀκίνητον, κλεπτομένης αὐτοῦ τῆς ἐξαλλαγῆς διὰ τὴν ὀξύτητα τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. συμβάλλεται δέ, φησίν, εἰς ταύτην τὴν δόξαν καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι τοῖς πολλοῖς διὰ τὴν λεπτομέρειαν· κενὸν γὰρ εἶναι φαντάζονται τὸν μεταξὺ τόπον τῶν ἄκρων, οὐχ ὁμοίως κι- νοῦντος τὴν αἴσθησιν τοῦ ἀέρος τοῖς ἄλλοις στοιχείοις. καὶ διὰ τοῦτο, φησίν, οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου τόπος εἶναι δοκεῖ, ἀλλὰ καὶ τὸ μεταξὺ πᾶν· κενὸν γὰρ εἶναι καθ’ αὑτό. διὸ καὶ πολλῶν δεόμεθα λόγων εἰς τὸ δεῖξαι, ὅτι ἔστι τι σῶμα ὁ ἀήρ, ἔκ τε τῶν πομφολύγων τε καὶ καὶ ψόφων τῶν γινομένων ἐν τῷ πληροῦσθαι ὕδατος τὸν ἀμφορέα ἀπὸ δεξαμενῆς, καὶ ἐκ τοῦ βίας δεῖσθαι εἰς τὸ καταδῦσαι τὸ στόμιον, καὶ ἐκ τοῦ διὰ στενῶν ὀπῶν μὴ ἐκρεῖν τὸ ὕδωρ ἀνεχόμενον ὑπὸ τοῦ ἀέρος, τῷ τε τοὺς πεπληρωμένους ἀσκοὺς πνεύματος ἐπιπολάζειν τε ἐν τῷ ὕδατι καὶ τὰ ἐπικείμενα ἀνέχειν, καὶ ἐκ τῶν ῥηγνυμένων ἀσκῶν τε καὶ πίθων ὑπὸ τοῦ γλεύκους διὰ τὸ γεννώμενον ἐν αὐτ.οῖς πνεῦμα, καὶ ἐξ ἄλλων μυρίων. διὰ οὖν τὸ ὑπονοεῖν κενὸν εἶναι τὸ μεταξὺ τῶν περάτων τοῦ ἀμφορέως, ἐντεῦθεν καὶ πάντα τόπον τοιοῦτον εἶναι νομίζουσιν· οὐ γὰρ δοκεῖ δια- φέρειν τι τοῦ ἀγγείου ὁ τόπος, ἀλλ’ ἔστι τὸ μὲν ἀγγεῖον τόπος μέτα - φορητός, ὁ δὲ τόπος ἀγγεῖον ἀμετακίνητον. τῷ οὖν κινητῷ καὶ ἀκινήτῳ μόνον διοίσουσιν ὁ φυσικὸς τόπος καὶ τὸ ἀγγεῖον. καὶ διὰ τοῦτο, φησίν, ὅταν ἐν κινουμένῳ τι κινῆται, ὡς ἐν ἀγγείῳ μᾶλλόν ἐστι τῷ τοιούτῳ ἢ ὡς ἐν τόπῳ, οἷον ὡς τὸ ἐν ποταμῷ κινούμενον πλοῖον· συγκι- νεῖται γὰρ τῷ ῥεύματι, ὥστε τὸ περιέχον προσεχῶς τὸ πλοῖον ὕδωρ κυριώτερον ἀγγεῖον ἂν λεχθείη· δεῖ γὰρ τὸν τόπον ᾗ τόπο.ς ἐστὶν ἀκίνητον εἶναι. εἰ δὲ δεῖ, φησί, τόπον καλεῖν τοῦ πλοίου, ὁ ὅλος ποταμὸς μᾶλλον ἂν λεχθείη τόπος ἢ τὸ προσεχῶς περιέχον· ὅλος γὰρ ὡς ὅλος ἀκίνητός ἐστιν ὁ ποταμός· μᾶλλον οὖν ὁ ὅλος ποταμὸς τόπος τοῦ πλοίου. τόπος δὲ οὐχ ὁ πρῶτος δηλονότι, ἀλλ’ ὁ κοινός, ποταμὸν δὲ ὅλον ἀκουστέον οὐ τὸ ὅλον ὕδωρ τὸ ἀπὸ τῶν πηγῶν μέχρι τῶν ἐκβολῶν, ἀλλ’ αὐτὴν τὴν πᾶσαν κοίτην, ᾗ ἐπίκειται τὸ ὕδωρ. ὥστε κἄν ἐν ἀέρι τι κινῆται συγκινουμένου τοῦ ἀέρος καὶ μὴ μένοντος, ταύτῃ ὡς ἐν ἀγγείῳ λέ- γοιτ’ ἂν εἶναι καὶ οὐκ ἐν τόπῳ, εἰ δὲ ἀκινητίζοι ὁ ἀήρ, τότε ὡς ἐν τόπῳ ἐστὶ τούτῳ· δεῖ γὰρ τὸν τόπον ἀκίνητον εἷναι τοῦ ἐν αὐτῷ κινουμένου. Oὕτω δείξας τὸ αἴτιον τῆς χαλεπότητος τοῦ τόπου, ἐκ τοῦ ἀποδεδομένου περὶ αὐτοῦ λόγου, λέγω δὴ | ὅτι τὸ πέρας ἐστὶ τοῦ περιέχοντος ἀκίνητον, εὐθὺς δείκνυσιν ὅτι τῷ λόγῳ τούτῳ ἕπεται καὶ τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ. ἦν δὲ πέντε τὸν ἀριθμόν, τὸ περιέχειν καὶ μηδὲν τοῦ πράγμτος εἶναι, τὸ μήτε μείζονα εἶναι μήτε ἐλάττονα τὸν πρῶτον τόπον τοῦ περιεχομένου, τὸ πάντα τόπον ἔχειν τὸ ἄνω καὶ τὸ κάτω, τὸ ἀπολείπεσθαι ἑκάστου καὶ χωριστὸν εἶναι, τὸ ἀκίνητον εἷναι. καὶ τέως ὅτι τὸ ἄνω καὶ τὸ κάτω ὑπάρχει τῷ τόπῳ, καὶ προσέτι τὸ ἀκίνητον· 5 διὰ γὰρ τὸ εἶναι τὸν τόπον πέρας τοῦ περιέχοντος, τό τε μέσον τοῦ παντὸς κόσμου καὶ τὸ ἔσχατον τοῦ οὐρανοῦ, τὸ κατὰ τὴν κοίλην ἐπιφάνειαν τὴν πρὸς ἡμᾶς, κοινότατοι τόποι εἰσί. καὶ ὁ μὲν τῶν κούφων σωμάτων τόπος ὢν ἄνω μάλιστα καὶ κυριώτατα εἶναι δοκεῖ τοῦτο δέ ἐστιν ἡ χοίλη ἐπιφάνεια " τῆς σεληνιακῆς σφαίρας), ὁ δὲ τῶν βαρέων, ὅς ἐστι τὸ μέσον τοῦ παντός, κάτω. μέσον δὲ λέγει ἤτοι τὸ κέντρον τοῦ παντός, ἢ μάλιστα τὸ πέρας τὸ περιέχον τὴν γῆν, ὅπερ ἐστὶ πῇ μὲν τὸ τοῦ ἀέρος πέρας, τῆ δὲ τὸ τοῦ ὕδατος· μέση μὲν γὰρ τοῦ παντὸς ἡ γῆ, ὥστε καὶ μέσος τόπος ὁ ταύτην περιέχων. περιέχει δὲ αὐτὴν κατά τινα μὲν μέρη τὸ πέρας τοῦ ἀέρος τὸ πρὸς τῇ γῇ, κατά τινα δὲ τὸ πέρας τοῦ ὕδατος τὸ ἁπτό- μενον ἀύτης. Ἐτι δέ, φησί, καὶ τὸ ἀκίνητον ὑπάρχει τῷ τόπῳ. ὁ μὲν γὰρ ἄνω τόπος καὶ εἴδει καὶ ἀριθμῷ ὅλος ὡς ὅλος ἀμετάβλητός ἐστιν (εἰ γὰρ κατὰ μόρια κινεῖται, ἀλλ’ οὖν κατὰ τὸ ὅλον ἀκίνητός ἐστι κατὰ πᾶσαν κίνησιν), ὁ δὲ κάτω τόπος κατ’ εἶδος μὲν ἀεὶ ὁ αὐτός ἐστι, κατ’ ἀριθμὸν δὲ οὐκέτι· γενητὰ γὰρ καὶ φθαρτὰ τὰ τοῦ ὕδατος καὶ τοῦ ἀέρος μόρια, καὶ οὐκ ἀεὶ κατὰ ταὐτὰ [τὰ] μόρια ἅπτεται τῆς γῆς ὁ ἀὴρ καὶ τὸ τῷ μέντοι εἴδει ἡ αὐτὴ ἐπιφάνεια ἀεὶ περιέχει τὴν γῆν, καὶ ὡς ὅλη πάλιν ἀκίνητός ἐστι πᾶσαν κίνησιν. ταῦτα εἰπών φησιν ὅτι τὸ ἄνω καὶ τὸ κάτω πλεοναχῶς λέγεται. λέγεται γὰρ ἄνω, φησίν ὅ τε ἄνω τόπος, τουτέστιν ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας, καὶ αὐτὸ τὸ ἄνω, τουτέστι τὸ περιεχόμενον ὑπ’ αὐτῆς σῶμα, λέγει δὲ πᾶν τὸ κοῦφον. καὶ πάλιν κάτω λέγεται ἥ τε ἐπιφάνεια τοῦ ἀέρος ἡ πρὸς τῷ μέσῳ τοῦ παντός, λέγω δὴ ἡ περιέχουσα τ.ὴν γῆν, καὶ αὐτὰ τὰ ἐν μέσῳ σώματα, λέγω δὴ τὰ βαρέα. ἦν δὲ καὶ τοῦτο ὑπάρχον τῷ τόπῳ, τὸ μήτε μείζονα αὐτὸν εἶναι τοῦ ἐν τόπῳ μήτε ἐλάττονα, καὶ τοῦτο δὲ ἐνυπάρχει τῷ λόγῳ τοῦ τόπου· εἰ γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος, τὰ δὲ πέρατα τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου ἅμα ἐστίν ἐφαρμόζουσι γὰρ ἀλλήλαις αἱ ἐπιφάνειαι), οὔτε μείζων ἂν εἴη οὔτε ἐλάττων ὁ τόπος, ἀλλ’ ἴσος. ἴσος δὲ δηλονότι κατὰ τὴν περίμετρον· οὐ γὰρ δὴ καθ’ ὅλον τὸ τριχῇ διαστατόν. ὥστε οἱ διάστημα λέγοντες τὸν τόπον εὐλογώτερον ἄν φυλάττοιεν τὸ ἴσον εἶναι τὸν τόπον τῷ ἐν αὐτῷ· ἐπὶ γὰρ ταύτης τῆς δόξης κατὰ πᾶσαν διάστασιν ἴσος ἔσται. πολλῷ δὲ πλέο καὶ τὸ ἀκίνητον εἶναι τὸν τόπον ἐπὶ ταύτης τῆς δόξης φυλάττεται· τὸ μὲν γὰρ πέρας τοῦ περιέχοντος συγκινεῖται τῷ σώματι οὗ ἐστι πέρας, τὸ διάστημα δὲ κενὸν ὂν καθ’ αὑτὸ καὶ οὐκ οὐσία ἀκίνητόν ἐστι πᾶσαν κίνησιν· ὥστε ἐκείνως μὲν οὐδεὶς τόπος ἀκίνητος, οὕτως δὲ πᾶς. οὐδὲ γὰρ ἀπλῶς κατ’ εἶδος ἀκίνητον δεῖ εἷναι τὸν τόπον, ἀλλὰ καὶ κατ’ ἀριθμόν, τάχα δὲ οὐδὲ κατ’ εἶδος ἐκείνως ἀκίνητον ἐνδέχεται εἶναι· εἰ γὰρ εἴη τι ἐν τῷ ποταμῷ ἑστηκὸς ὑποβρύχιον, εἶτα τοῦ ὕδατος ὑπονοστήσαντος μηκέτι αἱ τοῦ ὕδατος ἐπιφάνειαι περιέχωσιν αὐτό, ἀλλ’ αἱ τοῦ ἀέρος, πῶς οὐχὶ καὶ κατ’ εἶδος ἐξήλλακται ὁ τόπος καὶ κεκίνηται τοῦ πράγματος ἀκινήτου μένοντος; φασὶ πρὸς ταῦτα ἀπολογούμενοι, ὅτι οὐχ ἁπλῶς τὸ πέρας τοῦ περιέχοντος δεῖ νομίζειν εἶναι τὸν τόπον, ἀλλὰ τὸ πέρας μετὰ τῆς τοιᾶσδε σχέσεως τῆς πρὸς τὸ περιεχόμενον· ὥσπερ οὖν τὰ αὐξόμενα καὶ ὅλως τὰ τρεφόμενα μένει τὰ αὐτὰ ὄντα τῷ ἀριθμῷ τῷ τὸ αὐτὸ εἶδος φυλάττεσθαι, καίτοι τῆς ὕλης παραρ- ρεούσης, οὕτω καὶ εἷς καὶ ὁ αὐτὸς ἔσται τόπος διὰ τὸ ἐν τῇ αὐτῇ σχέσει φυλάττεσθαι τὸ περιεχόμενον. τοῦτο δὲ πάνυ ἐστὶν ὑπόψυχρον· συμβήσεται οὕτω μηδέποτέ τι ἐν ἄλλῳ καὶ. ἐν ἄλλῳ γίνεσθαι τόπῳ. κἀν γὰρ ἀκίνητος ἦ ὁ ἀήρ, ἡμεῖς δὲ κινούμεθα, ἐν οἱῳδήποτε μέρει αὐτοῦ γενώμεθα τὴν αὐτὴν ἀνάγκη σχέσιν ἔχειν ἡμᾶς πρὸς αὐτὸν καθ’ ἣν καὶ περιεχόμεθα ὑπ’ αὐτοῦ. ὥστε ἐν ἑνὶ καὶ τῷ αὐτῷ τόπῳ ἔσται Σωκράτης ἐν ἀγορᾷ τε ὢν καὶ ἐν Λυκείῳ· οὐδ’ ἄρα κατὰ τόπον κεκίνηται. ἀδύ- νατον ἄρα, εἴπερ πέρας ἐστὶ τοῦ περιέχοντος ὁ τόπος, ἀκίνητον εἶναι τὸν τόπον, ἀλλ’ ἀνάγκη αὐτὸν κινεῖσθαι καὶ τοῦ πράγματος ἠρεμοῦντος· ὥστε καὶ διὰ τοῦτο ἀνάγκη τὸ διάστημα εἶναι τὸν τόπον. εἰ δέ τις λέγοι ‘ἀλλ’ οὐχ ᾗ τόπος ἐστὶ κινεῖται· ἐπιφάνεια· γάρ ἐστιν, ἀκίνητος δὲ αὕτη ὅσον ἐφ’ ἑαυτῇ, ἐπεὶ καὶ ἀσώματος’, φημὶ πρὸς τοῦτο, ὅτι οὐχ ἁπλῶς ἡ ἐπιφάνειά ἐστι τόπος, ἐπεὶ πᾶσα ἂν ἐπιφάνεια τόπος ἦν, ἀλλ’ ᾗ περιέχει. ὡς περιέχουσα δὲ μεταβάλλει· εἰ γὰρ τοῦ πράγματος ἀκινήτου μένοντος του περιεχομένου αὐτὴ ποτὲ μὲν περιέχει ποτε δε μη, η ποτε μὲν ἄλλο ποτὲ δὲ ἄλλο, δῆλον ὡς αὐτὴ ἂν εἴη ἡ μεταβάλλουσα ἡ συμ- μεταβαλλομένη τῷ σώματι οὗ ἐστι πέρας. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον, τὰ δὲ λοιπὰ δύο τῶν ὑπαρχόντων τῷ τόπῳ, τό τε περιέχειν μηδὲν ὄντα τοῦ πράγματος καὶ τὸ ἀπολείπεσθαι καὶ χωριστὸν εἶναι, ὁ μὲν Ἀριστοτέλης οὐ προσέθηκεν, ὡς δῆλα καὶ προφανῆ. εἰ γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος, καὶ τὸ περιέχειν αὐτόθεν ἐκ τοῦ ὁρισμοῦ δῆλον καὶ τὸ χωριστὸν εἶναι καὶ μηδὲν τοῦ πράγματος· τὸ ὢ μὲν γὰρ ἐν τόπῳ χωρίζεται τοῦ τόπου, τὸ δὲ πέρας τοῦ περιέχοντος οὐ χωρίζεται τούτου οὗ ἐστι πέρας, ἀλλ’ οὐδ’ ἐστί τι τοῦ περιεχομένου τὸ πέρας τοῦ περιέχοντος, οὔτε μέρος οὔτε πάθος οὕτε ἄλλο οὐδέν. τὰ αὐτὰ δὲ ταῦτα φυλάξαιεν ἄν καὶ οἱ διάστημα λέγοντες, πλὴν τοῦ περιέχειν. καὶ γὰρ ἕτερόν ἐστι τὸ διάστημα τοῦ ἐν αὐτῷ σώματος καὶ χωρίζεται αὐτοῦ, τὸ δὲ περιέχειν ἢ οὐ συγχωρήσουσιν ὅλως ὑπάρχειν τῷ τόπῳ, ἢ μᾶλλον καὶ αὐτοῖς οὕτως ὑπάρξει τὸ περιέχειν τῷ τόπῳ ὥσ|περ κἀκείνοις· τοῖς μὲν γὰρ πέρας τοῦ περιέχοντος λέγουσιν εἶναι τὸν τόπον, διὰ τὸ πέρας εἶναι σώματός τινος, τὸ δὲ πέρας ἔξωθεν περιέχειν τὸ ἐν τόπῳ, διὰ τοῦτο δοκεῖ σαφὲς εἶναι τὸ περιέχειν τὸν τόπον οὐ πρὸς τὸ πέρας ·ἀφορῶσιν ὅπερ κυρίως ἐστὶ τόπος, ἀλλὰ πρὸς τὸ σῶμα οὗ ἐστι πέρας, ἀλλ’ ὥσπερ τὸ πέρας, ὅπερ ἐστὶν ὁ κυρίως τόπος, ἐφαρμόζον τῷ πέρατι τοῦ ἐν τόπῳ, καὶ μήτε μεῖζον αὐτοῦ ὂν μήτε ἔλαττον ἀλλ’ ἐν ταὐτῷ ὄν, αὐτὸ ὅμως περιέχειν λέγεται, οὕτω δῆλον ὅτι καὶ τὸ διάστημα κατὰ τὸ πέρας ἑαυτοῦ ἐφαρμόζον τῷ πέρατι τοῦ ἐν αὐτῶ σώματος, ταύτῃ λέγοιτο ἂν καὶ αὐτὸ περιέχειν. τίς γὰρ ἡ ἀποκλήρωσις, ὥσπερ ἐπὶ τῆς ἑτέρας δόξης, οὕτω δὲ καὶ ἐπὶ τῆς λοιπῆς ἐφαρμοζόντων τῶν περάτων ἀλλήλοις, τοῦ τε τοπικοῦ καὶ τοῦ ἐν τόπῳ, τὸ μὲν λέγειν περιέχειν, τὸ δὲ μὴ πε- ριέχειν; ἢ οὖν ἐπὶ μηδετέρου λεγέσθω τὸ περιέχειν, ἢ ἐπ’ ἀμφοῖν. Καὶ διὰ τὸ ἐν ἠρεμοῦντι τῷ περιέχοντι γίνεσθαι τὴν μετάστασιν τοῦ φερομένου. ἠρεμοῦντος· γὰρ τοῦ ἀγγείου μεθισταται τὸ ἐν αὐτῷ περιεχόμενον, καὶ ἄλλοτε ἄλλο τὸν αὐτὸν μεταλαμβάνει τόπον, οὐ μόνον δὲ ἐν τῷ ἀγγείῳ, ἀλλὰ καὶ τοῦ περιέχοντος ἀέρος ἀκινήτου μένοντος ἄλλοτε ἄλλα εἰς αὐτὸν μετεμπίπτει σώματα. ἐπεὶ οὖν ἠρεμοῦν τὸ περιέχον ἄλλοτε ἄλλα δέχεται σώ μαία, δοκεῖ τὸ μεταξὺ τοῦ περιέχοντος διάστημά τι εἶναι καθ’ αὑτὸ ἕτερον τῶν σωματικῶν διαστημάτων ἐγγι- νομενων. ἐστι δὲ ὥσπερ τὸ ἀγγεῖον τόπος μεταφορητός, οὕτως ὁ τόπος ἀγγεῖον ἀμετακίνητον. Ὲπειδὴ ὡς ἐπὶ ἀγγείου τὸν λόγον ἐγύμνασεν, ἵνα μή τις εἴπῃ ὅτι καὶ τί πρὸς τὸν τόπον, εἰ ἐπὶ ἀγγείου οὕτως ἔχει; διὰ τοῦτο φησιν ὅτι οὐδὲν διαφέρει τόπος ἀγγείου, εἰ μὴ τῷ κινητῷ καὶ ἀκιν.ήτῳ. ὅθεν καὶ ἐπαλλάττει τὰ ὀνόματα, καὶ καλεῖ καὶ τὸν τόπον ἀγγεῖον καὶ τὸ ἀγγεῖον τόπον, ὥστε ἃ ἄν τις εἴποι ἐπὶ ἀγγείου, ταῦτα καὶ ἐπὶ τόπου εἴποιεν ἄν, καὶ ἔμπλλιν ἃ ἐπὶ τόπου, καὶ ἀγγείου. διό, φησί, κἄν μὴ ὡς ἐν ἀγγείῳ ἡ τι ἀλλ’ ἐν τόπῳ, κινῆται δὲ τοῦτο ἐν ᾧ ἐστιν, οἷον ὡς ὁ πο- ταμὸς σὺν τῷ πλοίῳ ἢ ὁ ἀὴρ σὺν τῷ πτηνῷ, καὶ μάλιστα εἰ ἰσοταχῆ εἲη, ὡς ἀγγείῳ χρῆται χρῆται τῷ περιχοντι, καὶ οὐχ ὡς τόπῳ. Βούλεται δὲ ἀκίνητον εἶναι ὁ τόπος. Ἴδου, ὅπερ ἐξ ἀρχῆς ἔλεγον, τὸ λεῖπον τῶν περὶ τοῦ τόπου ἀξιω- μάτων ἐνταῦθα προσέθηκεν, ὅτι δεῖ ὑπάρχειν τῷ τόπῳ καὶ τὸ ἀκινήτῳ εἶναι καὶ μὴ συγκινεῖσθαι τῷ ἐν αὐτῷ. Ὥστε τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον, ’Ex τῶν εἰρημένων συνάγει τί ἐστιν ὁ τόπος, ὅτι τὸ πέρας τὸ πρῶιον τοῦ περιέχοντος ἀκίνητον ὄν. πρῶτον δὲ ἀντὶ τοῦ προσεχῶς τῷ περιεχομένῳ καὶ καθὸ περιέχει. ὥστε κἂν λέγηται τὸ ἀγγεῖον τόπος μεταφορητός, οὐχ ᾗ μεταφορητός, ταύτῃ ἐστὶ τόπος, ἀλλ’ ᾗ σῶμά ἐστιν· οὐ γὰρ ἅπαν τὸ ἀγγεῖον τόπος, ἀλλὰ τὸ ἔσχατον αὐτοῦ τὸ ἐντός, λέγω δὲ ἡ κοίλη ἐπιφάνεια, ἥτις ἀκίνητός ἐστι καθ’ αὑτήν, κινεῖται δὲ κατὰ συμ- βεβηκὸς τῷ τὸ σῶμα οὗ ἐστι πέρας κινεῖσθαι. εἰ γὰρ τὰ μόρια οὐ καθ’ ’. αὑτό, ἀλλὰ κατὰ συμβεβηκὸς κινεῖται τοῦ ὅλου κινουμένου, πόσῳ μᾶλλον τὰ πέρατα; ὥστε πᾶς τόπος ᾗ τόπος ἐστὶν ἀκίνητός ἐστι καθ’ αὑτόν. Καὶ διὰ τοῦτο τὸ μέσον τοῦ οὐρανοῦ καὶ τὸ ἔσχαιο τὸ πρὸς ἡμᾶς τῆς κύκλῳ φορᾶς δοκεῖ τὸ μὲν ἄνω εἶναι, τὸ δὲ κατω. ἐντεῦθεν λέγει, ὅτι καὶ τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ ἐκ τοῦ ἀποδοδομένου περὶ αὐτοῦ λόγου ὑπάρχοντα δείκνυται. διότι οὖν, φησίν, ὁ τόπος τὸ πέρας ἐστὶ τοῦ περιέχοντος, ἔστι δὲ ἐν τῷ τόπῳ καὶ τὸ ἄνω καὶ τὸ κάτω, διὰ τοῦτο πᾶσι δοκεῖ ἡ μὲν κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας ἄνω εἶναι ἐπὶ ταύτην γὰρ τὰ κοῦφα φέρεται σώματα), τὸ δὲ μέ.σον τοῦ παντὸς κάτω· ἐπὶ τοῦτο γὰρ καὶ τὰ βαρέα φέρεται σωματα. Ὅτι τὸ μὲν ἀεὶ μένει. τουτέστι τὸ μέσον τοῦ οὐρανοῦ, ὅπερ ἐστὶν ὁ τόπος τῶν βαρέων σωμάτων. ἀεὶ δὲ μένει, τουτέστιν ἀκίνητός ἐστι, καὶ κατ’ ἀριθμὸν μὲν ἐξαλλαττόμενος κατὰ εἶδος δὲ οὔ. τοῦ δὲ κύκλου τὸ ἔσχατον ὡσαύτως ἔχον μένει. Τουτέστιν ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας· αὕτη γὰρ εἰ καὶ κατὰ μόρια κινεῖται, ἀλλ’ οὖν ὅλη ὡς ὅλη ἀκίνητός ἐστι, καὶ κατὰ εἶδος καὶ κατὰ ἀριθμὸν μία καὶ ἡ αὐτὴ οὖσα καὶ ἀεὶ ὡσαύτως ἔχουσα. Ὥστε ἐπεὶ τὸ μὲν κοῦφον τὸ ἄνω φερόμενόν ἐστι φύσει. ἐπειδή, φησί, τὸ φύσει ἄνω φερόμενον, τοῦτο δέ ἐστι τὸ κοῦφον. καὶ τὸ φύσει κάτω φερόμενον, τοῦτο δέ ἐστι τὸ βαρύ, διττὸν ἄν εἴη τὸ ἄνω καὶ τὸ κάτω. πῶς δὲ διττόν, ἐπήγαγε· τὸ μὲν πρὸς τὸ μέσον, φησί, περιέχον πέρας κάτω ἐστὶ καὶ αὐτὸ τὸ μέσον, μέσον μὲν λέγων τὴν γῆν, τὸ δὲ πέρας τὸ πρὸς τὸ μέσον, τουτέστι τὸ περιέχον τὸ μέσον, ἥτις ἐστὶν ἡ γῆ, πῇ μὲν τὴν τοῦ ἀέρος ἐπιφάνειαν τὴν ἁπτομένην τῆς γῆς, πῇ δὲ τὴν τοῦ ὕδατος. ὁμοίως δὲ καὶ τὸ ἄνω διττόν, τό τε πρὸς ἡμᾶς ἔσχατον τοῦ οὐρανοῦ, τοῦτο δέ ἐστιν ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας, καὶ αὐτὸ τὸ ἔσχατον, τοῦτο δέ ἐστι τὸ κοῦφον σῶμα, λέγω δὴ τὸ πῦρ. οὕτω μὲν οὖν τινες τὰ προκείμενα ῥητὰ ἐξηγήασντο, ὥσπερ ἤδη καὶ ἐν τῇ τῆς λέξεως θεωρίᾳ προειρήκαμεν, ὁ δὲ Θεμίσ·τιος οὕτως. ἐπὶ τὸ ἄνω, φησί, καὶ τὸ κάτω ἡ γίνεται γίνεται κατὰ φύσιν τοῖς σώμασι, τοῖς μὲν κούφοις ἡ [ἡ κίνησις] ἐπὶ τὸ ἄνω τοῖς δὲ βάρος ἔχουσιν ἐπὶ τὸ κάτω. ποιεῖ δέ, φησί, τὸν μὲν κάτω τό- πον τρία τινὰ σώματα, αὐτό τε τὸ μέσον καὶ τὰ περὶ τὸ μέσον, ταῦτα δέ ἐστιν ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ· ἕκαστον γὰρ τῶν βαρέων σωμάτων ὑπὸ τούτων περιέχεται τῶν στοιχείων, ἢ πάντων ἢ τινῶν. ὑπὸ πάντων μέν, φησί, περιέχονται ὡς οἱ τῶν ποταμῶν ἀνέχοντες λίθοι (τούτους γὰρ περιέχει κατά τι μὲν ἡ ὑποκειμένη τῷ ὕδατι τῆ, κτά τι δὲ ὁ ἀήρ, κατά τι δὲ τὸ ὕδωρ), οἱ δὲ βαδίζοντες ἢ οἱ νηχόμενοι ὑπὸ τῶν δύο περιέχονται, οἱ μὲν ὑπὸ τῆς γῆς καὶ τοῦ ἀέρος οἱ βαδίζοντες, οἱ δὲ ὑπὸ τοῦ ὕδατος καὶ τοῦ ἀέρος οἱ νηχόμενοι. ἔστι δὲ δή τινα καὶ ὑπὸ ἑνὸς τῶν στοιχείων τούτων περιεχόμενα, ὑπὸ μὲν ἀέρος οἱ ἐν ἀέρι ὄρνιθες, ὑπὸ δὲ τοῦ ὕδατος οἱ ὑπὸ τὸ ὕδωρ νηχόμενοι ἰχθύες, ὑπὸ δὲ γῆς μόριά τινα γῆς διῃρημένα μὲν αὐτῆς, πανταχόθεν δὲ αὐτῆς ἁπτόμενα καὶ περιεχόμενα αὐτῆς. καὶ ἔοικεν ἡ ἐξήγησις αὕτη μᾶλλον εἶναι προσφυστέρα. τινὲς δὲ τὸ μέσον τοῦ οὐρανοῦ τὸ κέντρον τοῦ παντὸς ἐξειλήφασι, παντελῶς οὗτοι παρὰ πόδας ἐλθό.ντες· οὐδενὸς γὰρ ὅλως τὸ κέντρον τόπος ἐστίν, ἀλλὰ φέρεται μὲν πάντα ὡς ἐπὶ τὸ κέντρον, οὐδενὸς δὲ Τὸ κέντρον τόπος ἐστίν, εἴα τὸ πέρας τοῦ περιέχοντός ἐστιν ὁ τόπος, εἴτε τὸ μεταξὺ τῶν περάτων διάστημ’. ἐκείνῳ δὲ ἐπιστατέον, ὅτι καὶ ἐντεῦθεν δείκνυται ὅτι οὐκ ἔστ·ι τὸ πέρας τοῦ περιέχοντος ὁ τόπος· εἰ γὰρ πέρας εἴη τοῦ περιέχοντος ὁ τόπος, συμβήσεται τὰ αὐτὰ τόπους εἶναι ἀλλήλων. ἔστι μὲν γὰρ τῆς γῆς τόπος ἥ τε ἐπιφάνεια τοῦ ὕδατος ἡ ἁπτομένη αὐτῆς, καὶ ἡ τοῦ ἀέρος ὁμοίως ταῦτα γὰρ τῆς γῆς τόπος, ὁ ἀήρ φημι καὶ τὸ ὕδωρ, πανταχόθεν αὐτὴν περιέχοντα, ἄλλο κατ’ ἄλλο μέρος), ἤτοι ἡ πρὸς τῇ γῇ ἐπιφάνεια τοῦ ἀέρος καὶ τοῦ ὕδατος. ἀλλ’ ἐπεὶ καὶ τὸ ὕδωρ τῶν ἐν τῶ τόπω ὄντων σωμάτων ἐστίν, εἴη ἄν τις αὐτοῦ τόπος, καὶ οὗτος οὐχ ἁπλῶς· οὐ γὰρ μόνος ὁ ἀὴρ ἅπτεται πανταχόθεν τοῦ ὕδατος, ἀλλὰ κατά τινα μὲν μέρη ὁ ἀήρ, κατά τινα δὲ ἡ γῆ. ὥστε καθ’ ὃ μέρος τῆς γῆς τόπος ἦν τῆς γῆς τὸ ὕδωρ, ἤτοι ἡ ἐπιφάνεια αὐτοῦ, κατ’ αὐτὸ τοῦτο καὶ ἡ γῆ τόπος ἔσται τοῦ ὕδατος. ὥστε ἡ γῆ καὶ τὸ ὕδωρ κατὰ τὸ αὐτὸ ἀλλήλων ἔσονται τόποι. συμβήσεται οὖν τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ τόπον εἶναι καὶ ἐν τόπῳ. εἰ τοίνυν ταῦτα ἀδύνατα, οὐκ ἄν εἴη τὸ πέρας τοῦ περιέχοντος ὁ τόπος, ἀλλὰ μᾶλλον τὸ διάστημα τὸ ἐμπεριειληφὸς ἕκαστον τῶν φυσικῶν σωμάτων, ὃ καθ’ αὑτὸ μὲν κενόν ἐστιν, ἀλλ’ οὐδέποτε μένει κενόν, ἀλλὰ πληροῦται ὑπὸ τοῦ ἐγγινομένου σώματος, οὗ καὶ τόπος ἐστίν. Καὶ διὰ τοῦτο δοκεῖ ἐπίπεδόν τι εἶναι καὶ οἷον ἀγγεῖον ὁ τόπος καὶ περιέχον. οὐ διὰ τὸ προσεχῶς εἰρημένον, ἀλλ’ ὅτι ἐστὶ πέρας τοὐ περιέχοντος· γὰρ πέρας ἐστίν, ἐπίπεδον δηλονότι ὁ τόπος, καὶ εἰ περιέχει πανταχόεἰ θὲν ὁ τόπος, τοιοῦτον δὲ καὶ τὸ ἀγγεῖον πανταχόθεν περιέχον τὸ ἐν αὐτῷ, ἔοικεν ἄρα καὶ ἀγγείῳ ὁ τόπος. ἔτι ἅμα τῷ πράγματί πὼς· ἅμα γὰρ τὰ. Τουτέστιν οὔτε ἐνδέων αὐτοῦ οὔτε πλεονάζων· εἰ γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος, ἐφαρμόζει δηλονότι τῷ πέρατι τοῦ περιεχομένου, ἐφαρμόζων δὲ ἅμα ἐστὶν αὐτῷ καὶ κατὰ ταὐτόν, μήτε ἐλλείπων αὐτοῦ μήτε πλεονάζων. Ὧι μὲν οὖν σώματι ἔστι τι ἐκτὸς σῶμα περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ, ᾧ δὲ μή, οὔ. Εἰπὼν ὁ Ἀριστοτέλης τίνα ἐστὶν ἐν τόπῳ, λέγει νῦν τίνα οὐκ εἰσὶν ἐν τόπῳ. εἰ γὰρ ὁ τόπος ἐστί, φησί, τὸ πέρας τοῦ περιέχοντος, εἴ τι ἄρα μὴ ἔχει ἔξωθεν ἑαυτοῦ σῶμά τι, τοῦτο οὐκ ἔστιν ἐν τόπῳ· οὐ γὰρ ἕξει οὐδὲν ἔξωθεν τὸ περιέχον. ὅθεν τὸ πᾶν οὐκ ἔστιν ἐν τόπῳ· οὐδὲν γάρ ἐστιν αὐτοῦ ἔξω· εἰ γὰρ ἔχοι τι ἔξω, οὐκ ἄν εἴη κυρίως πᾶν. διὸ τοῦ οὐρανοῦ εἰ μηδέν ἐστιν ἔξω, ὥσπερ οὖν οὐκ ἔστιν, οὐδὲ ἐν τόπῳ ἄν εἴη. ὥσπερ οὖν, φησί, κἂν εἰ μονοειδὲς ἦν τὸ πᾶν, οἷον ὕδωρ, ὅπερ ὁμολογουμένως ἐν τόπῳ ἐστί διαρρεῖ γὰρ καὶ ἐν αὑτῷ συμμένειν οὐ πέφυκεν, ἀλλὰ δεῖται τοῦ συνέχοντος καὶ ὁρίζοντος), τὰ μὲν μόρια αὐτοῦ, εἴ γε ἦν διῃρημένα, ὥσπερ νῦν διῄρηται τὰ τοῦ παντὸς μόρια, αὐτὰ μὲν ἐν τόπῳ ἦν, τὸ δὲ ὅλον ὕδωρ οὐκ ἂν ἦν ἐν τόπῳ, ἐπεὶ μηδὲ εἶχεν ἔξωθέν τι αὐτοῦ σῶμα περιέχον αὐτό, οὕτω καὶ νῦν ἔχοντος ὡς ἔχει τοῦ παντός, ἐπεὶ μὴ ἔστι τι αὐτοῦ ἔξω, οὐδ’ ἂν ἐν τόπῳ εἴη. καὶ εἰ μὴ ἔστιν ἐν σθαι λέγεται, τῆ δὲ οὗ· καθ’ ὅλον μὲν γὰρ ἑαυτὸν οὐ κινεῖται οὐ γὰρ ἀμείβει τὸν ὅλον τόπον· αὕτη γάρ ἐστιν ἡ τῶν ὅλων κίνησις κατὰ τόπον, ὅταν τὸ ὅλον ἀμείβῃ τὸν τόπον ἐν ᾧ ἐστιν, ὁποῖά εἰσι τὰ ἐπ’ εὐθείας κινούμενα), ὥστε καθ’ ὅλον μὲν ἑαυτὸν ὁ οὐρανός, ὥσπερ οὐκ ἔστιν ἐν τόπῳ, οὕτως οὐδὲ κινεῖται κατὰ τόπον, κύκλῳ δὲ κινεῖται, ἡ δὲ τοιαύτη κίνησις τῶν μορίων ἐστὶ κίνησις. ἐν γὰρ τῇ κύκλῳ κινήσει τὸ μὲν ὅλον ὡς ὅλον ἀκίνητόν ἐστι, τὰ δὲ μόρια τὰ ἀντιπαραχωροῦντα ἀλλήλοις τοὺς ἰδίους τόπους, | ταῦτα οὖν τὰ κατὰ τόπον κινούμενα, τὸ δὲ ὅλον τοῖς μέρεσι κινεῖσθαι λέγεται· πάντων γὰρ τῶν μερῶν κινουμένων καὶ τὸ ὅλον λέγεται κινεῖσθαι οὐ πρώτως, ἀλλ’, ὡς εἶπον, κατὰ τὰ μόρια. εἴη δ’ ἂν τῶν μορίων τόπος κατὰ μὲν Ἀριστοτέλην αὐτὰ τὰ μόρια ἀλλήλοις, διὰ τὸ περιέχεσθαι ἕκαστον ὑπὸ τῶν πέριξ οἷον γὰρ τόποι εἰσὶν ἀλλήλοις τὰ μόρια κύκλῳ πανταχόθεν ἑκάστου ὑπὸ τῶν πέριξ περιεχομένου), ὡς δὲ τοῖς ἐξηγηταῖς αὐτοῦ δοκεῖ, εἴη ἄν τόπος τῆς ἀπλανοῦς κατὰ τὰ μόρια ἡ κυρτὴ ἐπιφάνεια τῆς ἐντὸς σφαίρας, ἧς ἄλλοτε ἄλλου μορίου ἐφάπτεται τὰ τῆς ἀπλανοῦς μόρια, δηλονότι κατὰ ἀναλογίαν τόπον τοῦτον καλούντων ἡμῶν. οὐ γὰρ ἔξωθεν περιέχει, ἀλλὰ κατὰ τὸ ἀφοριστικὸν ἔχει τινὰ πρὸς τὸν τόπον ὁμοιότητα ὡς γὰρ ὁ κυρίως τόπος ἀφοριστικός ἐστιν ἑκάστου ἀπὸ τῶν λοιπῶν, οὕτω δὴ καὶ ἡ κυρτὴ ἐπιφάνεια τῆς ἐντὸς σφαίρας ἀφο- ρίζει τὸ ἔξω σῶμα τῶν λοιπῶν. ταύτῃ οὖν κατὰ ἀναλογίαν τόπος ἂν εἴη τῆς ἀπλανοῦς ἡ κυρτὴ ἐπιφάνεια τῆς ἐντὸς σφαίρας, καὶ τόπος τοὐ ὅλου κατὰ τὰ μόρια· ταῦτα γάρ ἐστι τὰ ἄλλοτε ἄλλο ταύτης τῆς ἐπιφανείας μόριον ἐπιλαμβάνοντα. ὃ δὲ ἐπὶ τῆς ἀπλανοῦς εἴρηται, τοῦτο καὶ ἐπὶ τοῦ παντὸς ἂν λεχθείη· τὸ γὰρ πᾶν αὐτὸ μὲν οὐκ ἔστιν ἐν τόπῳ οὐδὲν γάρ ἐστιν αὐτοῦ ἔξω), κατὰ μέντοι τὰ μόρια πάντα ἐν τόπῳ ἐστί· τὰ μὲν γὰρ αὐτῶν κύκλῳ κινεῖται, τὰ ἀίδια, τὰ δὲ ἄνω καὶ κάτω, τὰ γενητὰ καὶ φθαρτά. ταῦτα εἰπὼν ὁ Ἀριστοτέλης, βουλόμενος σαφέστερον ἐκθέσθαι πῶς μὲν οὐκ ἔστιν ὁ οὐρανὸς ἐν τόπῳ, πῶς δέ ἐστι, διαίρεσιν τῶν ἐν τόπῳ ὄντων ποιεῖται. τῶν γὰρ ἐν τόπῳ ὄντων, φησί, τὰ μὲν δυνάμει ἐστὶν ἐν τόπῳ, τὰ δὲ ἐνεργείᾳ, ἐνεργείᾳ μὲν ἐν τόπῳ λέγεται, ὅσα ἰδίαν ἔχοντα περιγραφὴν ἀφορίζεται ὑπὸ τοῦ τόπου τῶν λοιπῶν, δυνάμει δὲ ἐν τόπῳ λέγεται τὰ μόρια τοῦ ὅλου συνεχοῦς ὄντος καὶ ἐν τόπῳ ὄντος. κατὰ δύναμιν δὲ λέγεται ταῦτα, ὅτι δύναται χωρισθέντα τοῦ ὅλου καθ’ αὑτὰ ἐν τόπῳ εἶναι, καὶ συνεχῆ μὲν μηκέτι εἶναι, ἁπτόμενα δέ, ὡς ἔχει ὁ σωρὸς τῶν πυρῶν· ἕκαστος γὰρ τῶν κόκκων μόριον ὢν τοῦ ὅλου ἐν τόπῳ ἐστί, διὰ τὸ μὴ εἶναι συνεχεῖς, ἀλλ’ ἕκαστον ἐν ἰδίᾳ περιγραφῇ εἶναι. πάλιν τῶν ἐν τόπῳ ὄντων τὰ μὲν καθ’ αὑτό ἐστιν ἐν τόπῳ, τὰ δὲ κατὰ συμβεβηκός, βεβηκός, καθ’ αὑτὸ μὲν ὅσα κατὰ φοράν ἐστι κινητὰ ἢ κατὰ αὔξησιν καὶ μειῶσιν ταῦτα δέ ἐστι τὰ σώματα τὰ ἐν γενέσει), κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι λέγεται τὰ συμβεβηκότα πάντα καὶ ἡ ψυχή, εἴτε ἐν ὑποκει- μένω εἴη τῷ σώματι εἴτε χωριστή· ταῦτα γὰρ οὐδέποτε καθ’ αὑτὰ ἐν τόπῳ γίνεται· ἀσώματα γάρ ἐστι. τετραχῶς οὖν τῶν ἐν τόπῳ λεγομένων, ἐν τοῖς κατὰ συμβεβηκός, φησίν, ἐν τόπῳ οὖσι τὸν οὐρανὸν τακτέον· οὔτε γὰρ κατ’ ἐνέργειαν ἐν τόπῳ ἐστίν (ὑπ᾿ οὐδενὸς γὰρ ἔξωθεν οὔτε κατὰ δύναμιν· οὐδέποτε γὰρ περισχεθήσεται· τοιαῦτα γάρ ἐστι τὰ κατὰ δύναμιν ἐν τόπῳ, ὡς δύνασθαί ποτε κατ’ ἐνέργειαν γενέσθαι. ἀλλ’ οὔτε καθ’ αὑτὸ ἐν τόπῳ ἐστὶν ὁ οὐρανός οὐ γάρ ἐστι κινητὸς κατὰ φοράν· τὸ γὰρ φερόμενον ὅλον ἀμείβει τὸν τόπον, οὗτος δὲ ἐν ταὐτῷ μένων κατὰ μόρια κινεῖται, καὶ ἡ κίνησις οὐ τοῦ ὅλου, ἀλλὰ τῶν μορίων)· λείπεται οὖν κατὰ συμβεβηκὸς ἐν τόπῳ εἶναι τὸν οὐρανόν. Ἀπορεῖ δὲ πρὸς τοῦτο ὁ Θεμίστιος πῶς οὐ μάχεται αὐτὸς πρὸς ἑαυτὸν ὁ Ἀριστοτέλης, νῦν μὲν τὴν κατὰ μόρια κίνησιν κατὰ συμβεβηκὸς λέγων κίνησιν, πρὸ τούτου δέ, ἐν οἷς ἐπεδείκνυεν ὅτι δυνατὸν αὐτό <τι> ἑαυτῷ εἶναι ὡς ἐν τόπῳ, κατὰ μόρια μὲν δύνασθαι ἔλεγεν αὐτό <τι> ἑαυτῷ εἶναι, κατὰ συμβεβηκὸς δὲ μὴ δύνασθαι. ὡς δὴ ἑτέρου ὄντος τοῦ κατὰ μόρια καὶ τοῦ κατὰ συμβεβηκός. καὶ ἐπιλύεται τὴν ἀπορίαν λέγων ὅτι ἴσως κοινότερον ἐχρήσατο τῷ κατὰ συμβεβηκὸς ὁ Ἀριστοτέλης ἀντὶ τοῦ κατὰ ἄλλο ἔθος δὲ αὐτῶ πολλάκις ἀντὶ τῶν γενῶν κεχρῆσθαι τοῖς εἴδεσιν), ὡς δὴ τοῦ κατὰ ἄλλο ἐπὶ πλέον ὄντος τοῦ κατὰ συμβεβηκός, καὶ λεγομένου καὶ ἐπὶ τοῦ κατὰ μόρια καὶ ἐπὶ τοῦ κατὰ συμβεβηκός· λέγοιτο γὰρ ἄν καὶ κατὰ συμβεβηκὸς καὶ κατὰ ἄλλο. ἢ μᾶλλον ἀσφαλέ- στερόν ἐστι λέγειν, ὅτι κατεχρήσατο τῷ ὀνόματι. ὥσπερ γὰρ πολλάκις τοῦ ὅλου κινουμένου λέγομεν τὸ μόριον κατὰ συμβεβηκὸς κινεῖσθαι, καὶ τοῦ ὅλου ἐν τόπῳ ὄντος καὶ τὸ μόριον κατὰ συμβεβηκὸς ἐν τόπῳ καίτοι οὐ 40 κυρίως ἄν λεχθείη τοῦ ὅλου κινουμένου ἡ χεὶρ κατὰ συμβεβηκὸς κινεῖσθαι, ἀλλὰ καθ’ αὑτὸ μὲν κινεῖσθαι, οὐκ ἰδίᾳ δὲ οὐδὲ ᾗ χείρ ἐστιν ἢ ἀπλῶς μέρος, ἀλλ’ ᾗ συνήνωται τῷ ὅλῳ· διὸ κυριώτερον ἄν λεχθείη μὴ πρώτως κινεῖσθαι, ἀλλὰ κατὰ ἄλλο· κατὰ γὰρ τὸ ὅλον ἡ τῶν μερῶν κίνησις), ὥσπερ οὖν, ὅπερ εἷπον, καταχρώμενοι πολλάκις λέγομεν τοῦ ὅλου κινουμένου μένου τὸ μόριον κατὰ συμβεβηκὸς κινεῖσθαι, οὕτω δὲ καὶ τῶν μερῶν κινουμένω τὸ ὅλον λέγοιτ’ ἄν κατὰ συμβεβηκὸς κινεῖσθαι, οὐ κυρίως· κατὰ ἄλλο γὰρ κυριώτερον ἄν λεχθείη τὸ ὅλον κινεῖσθαι τῶν μορίων κινουμένων, διότι τὰ πρώτως κινούμενα τὰ μόριά ἐστιν. οὕτως οὖν καὶ ἐν τόπῳ λέ- γοιτ’ ἂν εἶναι ὁ ὅλος οὐρανὸς οὐ κατὰ συμβεβηκός οὐ γὰρ συμβέβηκεν ἄλλῳ τῳ καθ’ αὑτὸ ἐν τόπῳ ὄντι, τοιαῦτα δὲ <τὰ> κατὰ συμβεβηκὸς εἶναι), ἀλλὰ μᾶλλον κατὰ ἄλλο, τῷ τὰ μόρια αὐτοῦ πάντα ἐν τόπῳ εἶναι. ἀλλ’ ἐπειδὴ ὁ Ἀριστοτέλης εἶπέ τινα ἐν τόπῳ εἶναι καθ’ αὑτό, εἰκότως τῷ καθ’ αὑτὸ ἀντιτάττει τὸ κατὰ συμβεβηκός, ἀλλ’ ἐν τῷ κατὰ συμβε- βηκὸς τούτῳ περιλαμβάνει καὶ τὰ κατὰ ἄλλο ἐν τόπῳ ὄντα. εἰπὼν γὰρ τὰ δὲ κατὰ συμβεβηκός, ἐπήγαγεν οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός, ὧν τὸ μὲν κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ, ἡ ψυχή, τὸ δὲ κατ’ ἄλλο, ὁ οὐ- ρανός. ἔδει γὰρ εἰπόντα αὐτὸν τὰ δυνάμει καὶ τὰ ἐνεργείᾳ ἐν τόπῳ ὄντα καὶ τὰ καθ’ αὑτὸ καὶ τὰ κατὰ συμβεβηκὸς εἰπεῖν καὶ τὰ πρώτως καὶ <τὰ> κατ’ ἄλλο, ἀλλὰ τὰ μὲν πρώτως ἐν τόπῳ περιείληφεν ἔν τε τοῖς ἐνεργείᾳ οὖσιν ἐν τόπῳ καὶ ἐν τοῖς καθ’ αὑτό, τὰ δὲ κατὰ ἄλλο ἔν τε τοῖς δυνάμει καὶ ἐν τοῖς κατὰ συμβεβηκός. τά τε γὰρ κατ’ ἐνέργειαν ἐν τόπῳ ὄντα, λέγω δὴ τὰ μὴ συνεχῆ πρὸς ἄλλα, ἀλλ’ ἰδίαν περιγραφὴν ἔχοντα, πρώτως ἐν τόπῳ εἰσί, καὶ τὰ καθ’ αὑτὸ δὲ τοιαῦτά ἐστιν, οἷα τὰ κατὰ φορὰν κινητά, ὡς αὐτὸς εἶπε, τουτέστι τὰ καθ’ ὅλα ἑαυτὰ ἀμείβοντα τοὺς τόπους. καὶ ταῦτα δὲ πρώτως ἐν τόπῳ εἰσίν. ὥστε καὶ τὰ ἀντικείμενα τούτοις, τό τε δυνάμει καὶ τὸ κατὰ συμβεβηκός, περιέχοιεν ἄν ἐν αὑτοῖς καὶ τὸ κατ’ ἄλλο· τὸ μὲν γὰρ δυνάμει ἐν τόπῳ ὄν, οἷον τὰ μόρια, κατὰ ἄλλο ἐν τόπῳ ἐστὶ καὶ καθ’ αὑτό τῷ γὰρ τὸ ὅλον καθ’ αὑτὸ ἐν τόπῳ εἶναι καὶ τὸ μόριον δήπου καθ’ αὑτό ἐστιν ἐν τόπῳ), τὰ δὲ κατὰ συμβεβηκὸς ἐν τόπῳ οὐ πάντως καὶ κατὰ ἄλλο ἐν τόπῳ εἰσίν, οἷον ἡ ψυχὴ ἢ τὸ λευκόν· ταῦτα γὰρ μόνως εἰσὶ κατὰ συμβεβηκὸς ἐν τόπῳ. διὰ τοῦτο οὖν συμπεριέλαβε τοῖς κατὰ συμβεβηκὸς καὶ τὰ κατ’ ἄλλο διὰ τῶν παραδειγμάτων. ὁ οὖν ὅλος οὐρανός, φησί, κτὰ μὲν τὰ μόρια πάντα ἐν τόπῳ ἐστίν ἕκαστον γὰρ τῶν μορίων περιέχεται ὑπὸ τῶν πέριξ, καὶ οἷον τόπος ἀλλήλοις εἰσὶν τὰ μόρια), τὸ δὲ πᾶν οὐκ ἐν τόπῳ· εἰ γὰρ εἴη ἐν τόπῳ, ἕξει τὸ περιέχον αὐτὸ ἔξωθεν, οὕτω δὲ οὐκ ἄν εἴη πᾶν οὐδὲ ὅλον, εἴ τι ἔχοι περιέχον. καὶ διὰ τοῦτο, φησί, φαμὲν ἐν τῷ οὐρανῷ πάντα εἶναι, διότι τὸ πᾶν ἐστιν ὁ οὐρανός· ἔξωθεν γὰρ τὰ πάντα περιέχει καὶ ἐν αὑτῷ συμπεριείληφεν. εἰπὼν δὲ ὁ Ἀριστοτέλης πῶς τό τε τῆς ἀσαφείας αἴτιον ἐκ τοῦ ἀποσεδομένου λόγου δῆλον γέγονε, δείξας δὲ ὅτι καὶ τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπω ἐμφαίνεται διὰ τοῦ ὁρισμοῦ, ἐφεξῆς δείκνυσιν ὅτι καὶ αἱ ἀπορίαι πασαι αἱ πρὸς τὸν τόπον φερόμεναι ἐπιλύονται ἐκ τοῦ ἀποδεσομένου ὁρισμοῦ περὶ τοῦ τόπου. καὶ πρῶτόν γε ἠπορεῖτο, ὅτι εἰ ἔστιν ὁ τόπος, τριχῇ ὄντος διαστατοῦ τοῦ σώματος ἀνάγκη καὶ αὐτὸν τριχῇ εἶναι διαστατόν· τούτῳ δὲ πᾶν σῶμα ὁρίζεται· ὥστε σῶμα διὰ σώιuατος χωρήσει. εἰ οὖν δέδεικται ὅτι οὐκ ἔστι διάστημα ὁ τόπος, ἀλλὰ τὸ πέρας τοῦ περιέχοντος, λέλυται ἡ ἀπορία, μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν συστήσεται. πάλιν ἠπορεῖτο, ὅτι εἰ ἔστι σώματος τόπος, ἔστι καὶ ἐπιφανείας καὶ σημείου. ἀλλ’ οὐκ ἀνάγκη, φησίν, εἰ τὸ σῶμα εἴη ἐν τόπῳ, ἤδη καὶ ἐπιφάνειαν καὶ σημεῖον ἐν τόπῳ εἶναι· οὐδὲ γὰρ χωριστὰ ταῦτα οὐδὲ καθ’ αὑτὰ ἐν τόπῳ. εἰ γὰρ μηδὲ τὰ μόρια καθ’ αὑτά φαμεν ἐν τόπῳ, ἀλλὰ τῷ τὸ ὅλον ἐν τόπῳ εἶναι καὶ ταῦτα διὰ τὸ ὅλον ἐν τόπῳ λέγεσθαι, πόσῳ μᾶλλον περὶ ἐπιφανείας καὶ γραμμῆς καὶ σημείου τὸ αὐτὸ ῥητέον; τὸ γὰρ πέρας τοῦ περιέχοντος ὅλου ὡς ὅλου ἐστὶ τόπος, οὐχὶ δὲ τῶν μερῶν ἰδίᾳ. ἔτι ἠπορεῖτο, ὅτι εἰ ἔστιν ὁ τόπος, ἀνάγκη αὐξομένων τῶν σωμάτων συναύξεσθαι καὶ τὸν τόπον. εἰ μὲν οὖν διάστημα ἦν, φησίν, ὁ τόπος, ἀνάγκη κη ἦν συναύξεσθαι αὐτὸν τῷ σώματι καθ’ αὑτόν, νῦν δὲ πέρας ὢν τοῦ περιέχοντος οὐ συναύξεται τῷ αὐξομένῳ· οὐδὲ γὰρ αὔξεται τὸ πέρας καθ’ αὑτό τῶν γὰρ σωμάτων ἡ αὔξησις), ἀλλὰ τῇ αὐξήσει τοῦ ἐν τόπῳ ὑποχωροῦντος τοῦ περιέχοντος σώματος ἤτοι κατὰ ἀντιπερίστασιν ἢ κατὰ πίλησιν καὶ πύκνωσιν καὶ τὰ πέρατα ἄν ὑπείκοι, καὶ οὕτω τὰ αὐξόμενα ἐν μείζονι γίνεται τόπῳ. ὥστε μείζων μὲν ὁ τόπος ἐγένετο, ηὔξηται δὲ οὐδαμῶς καὶ ἄλλως ἐπεὶ ἡ αὔξησις τῶν σωμάτων οὐ γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ἀλλὰ διὰ τῆς τῶν τροφῶν προσκρίσεως μεταβαλλομένων τῶν τροφῶν εἰς τὰ τοῦ σώματος μόρια, σαφὲς ἄν εἴη ὡς τὸ αὐξηθὲν σῶμα τοῦτον τὸν τόπον καταλαμβάνελ, ὅνπερ ἐπεῖχον αἱ τροφαί· ὥστε οὐκ ἀνάγκη οὔτε κενὸν εἶναι οὔτε σῶμά τι μὴ εἶναι ἐν τόπῳ. δῆλον δὲ ὅτι τὰ αὐτὰ ταῦτα ἐροῦσι καὶ οἱ τὸν τόπον τριχῇ εἶναι διαστατὸν λέγοντες, καὶ πολλῷ μᾶλλον, ὅσῳ ἡ μὲν τοῦ σώματος ἐπιφάνεια, μείζονος γινομένου τοῦ αὐξομένου καὶ διὰ τοῦτα τοῦ περιέχοντος σώματος διισταμένου, μείζων γίνεται ἢ πρότερον ἦν, εἰ καὶ μὴ δι’ αὐξήσεως, ἀλλ’, ὡς εἶπον, τῷ διίστασθαι τὸ σῶμα οὗ ἐστιν ἐπιφάνεια, καὶ διὰ τοῦτο ὑπονοηθείη ἄν αὔξεσθαι, κατὰ δὲ τὴν ἑτέραν δόξαν οὐδὲ ψιλή τις καταλείπεται ὑπόνοια τοῦ αὔξεσθαι τὸν τόπον· τοῦ γὰρ διαστήματος χωριστοῦ ὄντος παντὸς σώματος καὶ διὰ τοῦτο ἀκινήτου, ὅταν αὐξηθῇ τὸ σῶμα, τοσοῦτον μόνον τὸ πλησίον ἑαυτοῦ σῶμα εἴτε ἀὴρ εἴη εἴτε ὕδωρ ὠθῆσαν, κατείληφε τὸν αὐτοῦ τόπον, τοῦ διαστήμτος πάντῃ ἀπαθοῦς μείναντος, καὶ οὕτως ἐν μείζονι τόπῳ γέγονε τὸ αὐξηθὲν τοῦ τόπου μηδεμίαν ἀλλοίωσιν ὑπομείναντος. καὶ εἰ τὸν τῆς τροφῆς τόπον τὸ προστεθὲν τῷ αὐξομένῳ καταλαμβάνει, ποία ἀνάγκη αὔξεσθαι τὸ διάστημα; μόνως δὲ ἂν συναύξεσθαι ἀνάγκη ἦν τὸν τόπον, εἴπερ εἶδος ἦν ὁ τόπος τοῦ ἐν τόπῳ· τοῦτο γάρ ἐστι τὸ αὐξόμενον, ὡς ἐν τοῖς Περὶ γενέσεως δείκνυται. ἀλλ’ οὐδὲ ἐπιφανείας εἶναι τόπον ἀνάγκη οὐδὲ στιγμῆς οὐδὲ σημείου· εἰ γὰρ τὸ καθ’ αὑτὸ ἐν τόπῳ ὂν τὸ σῶμά ἐστι, ποία ἀνάγκη τὰ τοῦ σώματος πέρατα ἐν τόπῳ εἶναι; εἰ γὰρ ἐδείξαμεν ὅτι οὐδὲ τὰ μόρια ἀνάγκη καθ’ αὑτὰ εἶναι ἐν τόπῳ, πόσῳ μᾶλλον τὰ πέρατα; εἰ δὲ διὰ τὸ ἐφαρμόζειν ἀλλήλοις τὰ πέρατα, ταύτῃ καὶ ἐν τόπῳ εἶναι αὐτὰ ἀξιοῦσι, τί μᾶλλον ταύτῃ τῇ ὑποθέσει τοῦτο συμβήσεται ἢ τῇ Ἀριστοτε- λικῇ; καὶ γὰρ ἐκεῖ καὶ ἐφαρμόζειν ἀλλήλοις ἀνάγκη τὰ πέρατα. καὶ εἰ οὐδὲν διαφέρει τὸ ἀγγεῖον τοῦ τόπου ἢ τῷ κινεῖσθαι, πληροῦται δὲ τὸ ἀγγεῖον ὑπὸ τοῦ ἐν αὐτῷ ἤιοι ἀέρος ἢ ὕδατος, καὶ ὁ τόπος ἄρα πληροῦται ὑπὸ τοῦ ἐν τόπω κενὸς ὢν τῷ ἰδίῳ λόγῳ· ἐπιφάνεια δὲ ἐπιφάνειαν ἢ γραμμὴ γραμμὴν ἢ σημεῖον σημεῖον οὐ πληροῖ, οὐδέ ἐστι κενὰ τῷ ἰδίῳ ὢ λόγῳ, μόνον δὲ ἐφαρμόζουσιν ἀλλήλοις. δῆλον οὖν ἄρα ὅτι οὐδεμία ἀνάγκη καὶ ἐπιφανείας ἢ γραμμῆς ἢ στιγμῆς τόπον εἶναι λέγειν. Tαῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. ἐπιλύεται δὲ ὁ Ἀριστοτέλης καὶ τὴν Ζήνωνος ἀπορίαν· ‘εἰ γὰρ πᾶν τὸ ὂν ποῦ ἐστιν,’ ἔλεγεν ἐκεῖνος, ‘ἔστι δέ τι καὶ ὁ τόπος, καὶ ὁ τόπος ἄρα ποῦ ἔσται· ὥστε ἔσται τόπος ἐν τόπω, καὶ τοῦτο ἐπ’ ἄπειρον.’ ἐπιλύεται οὖν καὶ αὕτη· εἰ γὰρ καὶ ἀνάγκη, φησί, πᾶν τὸ ὂν ποῦ εἶναι, καὶ διὰ τοῦτο καὶ ὁ τόπος ποῦ ἔσται, ἔστω ποῦ μὲν ὁ τόπος, οὐχ ὡς | ἐν τόπῳ δέ, ἀλλ’ ὡς πέρας ἐν περατουμένῳ. οὐ γὰρ πὰν τὸ ὄν, φησίν, ἐν τόπῳ, ἀλλὰ τὸ κινητὸν σῶμα κατὰ φοράν, τουτέστιν ὃ πέφυκε κινεῖσθαί τε καὶ ἠρεμεῖν, ἵνα εἴπῃ τὸ κατ’ εὐθεῖαν κινούμενον· πᾶν γὰρ τὸ τοιοῦτον πάντως ἐν τόπῳ ἐστί, τὸ δὲ κύκλῳ οὐ πᾶν ἐν τόπῳ, ἀλλ’ αἱ ἐντὸς σφαῖραι, νῦν δὲ καὶ ὡς ἐν τι συνεχὲς σῶμα τὴν ὀκτάσφαιρον λαμβάνει. εὐλόγως δὲ καὶ τοῦτο ὑπάρχει τοῖς ἐν τόπῳ, τὸ φέρεσθαι ἕκαστον ἐπὶ τὸν ἑαυτοῦ τόπον καὶ μένειν ἐν τούτῳ. κατασκευάζει δὲ τοῦτο πάνυ γλαφυρῶς. προλαμβάνει δὲ ἐκεῖνο· πᾶν, φησίν, ὅ τινος ἅπτεται κατὰ φύσιν καὶ μὴ βίᾳ, τοῦτο συγγενές ἐστιν ἐκείνῳ οὗ ἅπτεται. προσέθηκε δὲ τὸ μὴ βίᾳ εἰκότως· ἅπτεται γὰρ καὶ ἡ κρεμαμένη βῶλος τοῦ ἀέρος, ἀλλ’ οὐ φύσει, ἀλλὰ βίᾳ. ἅπτεται γὰρ ταῦτα ἀλλήλων, ὡς ἐν τῷ Περὶ γενέσεως εἴρηται, ἃ κοινὸν ἔχει σύμβολον πρὸς ἄλληλα· διὰ τοῦτο γῆ μὲν ὕδατος ἅπτεται ἔχουσι γὰρ κοινὸν σύμβολον τὸ ψυχρόν), ὕδωρ ἀέρος (κοινὸν γὰρ τὸ ὑγρόν), ἀὴρ δὲ πυρός (κοινὸν τὸ θερμόν), πῦρ δὲ τῆς σεληνιακῆς σφαίρας (ἐνταῦθα δὲ ἐξ ἀναλογίας κοινωνία· ὀξυκίνητα γὰρ ἄμφω καὶ φωτιστικά). συγγενῆ δὲ τὰ ἁπτόμενα, διότι καὶ ῥᾳδία ἡ εἰς ἄλληλα αὐτῶν μεταβολή, ὡς ἐν τῷ Περὶ γενέσεως εἴρηται. ἐπεὶ οὖν ἕκαστον ὅταν ἀποσπασθῇ τῆς ἑαυτοῦ ὁλότητος, ἐφίεται ταύτην καταλαβεῖν πᾶν γὰρ τοῦ συγγενοῦς ἐρᾷ καὶ τῆς ἑαυτοῦ ὁλότητος, διὸ καὶ τοῦ εἶναι, ἔστι δὲ μάλιστα ἕκαστον, ὅταν ἐν τῇ οἰκείᾳ ὁλότητι ᾖ) * * * φερόμενον ἐπὶ τὴν ἑαυτοῦ ὁλότητα πρὸς ταύτην γὰρ προηγουμένως ἡ φορὰ καὶ ἡ ἔφεσις φέρεται) καὶ ἐπὶ τὸν ἑαυτοῦ τόπον· συγγενὴς γὰρ οὗτος τῷ ὅλῳ. ἀλλ’ ἐρεῖ τις ‘καὶ εἰ τὸ ἁπτόμενον φύσει συγγενές, ἅπτεται δὲ τὸ κάτωθεν ὁ ἀὴρ τοῦ ὕδατος, φερέσθω τὰ μόρια αὐτοῦ ἐπὶ τὸ κάτω.’ ὅτι μὲν οὖν συγγενὴς τῷ ὕδατι ὁ ἀὴρ καθὸ ἔχει κοινὸν σύμβολον τὸ ὑγρόν, πρόδηλον, ἀλλ’ ἐπίτηδες εἴπομεν ὅτι προηγουμένως ἐπὶ τὴν ὁλόποῦ] τητᾷ ἕκαστον φέρεται τὴν ἑαυτοῦ· ἔστι δὲ ἡ τοῦ ἀέρος ὁλότης τῶν ἀνωφόρων, καὶ συγγενέστερον τῷ πυρὶ μᾶλλον ἢ τῷ ὕδατι ὁ ἀήρ, ἀλλὰ χεῖται πάντῃ, οὐχ ὅτι φύσει ἔχει τὸ πάντῃ φέρεσθαι, ἀλλὰ διὰ τὴν τοῦ κενοῦ βίαν, δι’ ἣν καὶ τὸ ὕδωρ πολλάκις ἀνώφορον γίνειαι καὶ ἐπὶ ἀέρος ὀχεῖται, ὡς ἐπὶ τῶν κλεψυδρῶν. ὥστε κἄν ἅπτηται τοῦ ὕδατος ὁ ἀήρ, ἀλλ’ οὖν διὰ τὴν τοῦ κενοῦ βίαν ἅπιεται, ἐπεὶ ἀνώφορος ὑπάρχει φύσει. εἰκότως δέ, φησί, καὶ μένει φύσει ἕκαστον ἐν τῷ ἑαυτοῦ τόπῳ, ἐπεὶ καὶ τὸ μέρος μένει ἐν τῇ οἰκείᾳ ὁλότητι. τὸ δὲ ἐν τόπῳ, φησίν, οἷον μέ- ρος πρὸς ὅλον ἐστίν· ὃν γὰρ λόγον ἔχει διαιρετὸν μέρος πρὸς ὅλον, τοῦτον τὸν λόγον ἔχει τὸ ἐν τόπῳ πρὸς τὸν τόπον. ὥσπερ γὰρ εἴ τις χαλάσας τὴν χεῖρα εἰς ὕδωρ διέλῃ τι μόριον τοῦ ὕδατος, τοῦτον τὸν λόγον ἔχει καὶ τὸ ἐν τόπῳ πρὸς τὸ περιέχον· οἷον γὰρ ὅλον τί ἐστι τὸ πε- ριέχον, μέρος δὲ τὸ περιεχόμενον. τὸ γὰρ περιέχον, φησί, πρὸς τὸ περιεχόμενον οἷον συναμφότερόν τι πρὸς ὕλην ἐστίν· ὕλη γὰρ τοῦ ἀέρος τὸ ὕδωρ, ὁ δὲ ἀὴρ εἶδός τι καὶ ἐνέργει τοῦ ὕδατος καὶ οἷον συναμφότερον. διὸ καὶ ἡ μὲν τὸ ὖ ὕδατος εἰς ἀέρα μεταβολὴ γένεσίς ἐστιν, ὡς ἐν τοῖς Περὶ γενέσεως εἴρηται, ἡ δὲ τοῦ ἀέρος εἰς τὸ ὕδωρ φθορά. δοκεῖ δὲ καὶ ἡ ὕλη καὶ τὸ εἶδος μέρη τοῦ συναμφοτέρου εἶναι. ὥστε εἰ ὕλῃ ἀναλογεῖ τὸ ὕδωρ, εἴδει δὲ ἢ συναμφοτέρῳ ὁ ἀήρ, ἡ δὲ ὕλη μέρος τοῦ συναμφοτέππου, καλῶς ἄρα εἴρηται ὅτι τὸ περιχόμενον πρὸς τὸ περιέχον οἷον διαιρετὸν μέρος πρὸς ὅλον ἐστί. τὸ δὲ μέρος ἐν τῇ ἑαυτοῦ θέλει μένειν ὁλότητι· εἰκότως ἄρα καὶ ἕκαστον ἐν τό ἑαυτοῦ μένει τόπῳ, τουτέστι τῷ περιέχοντι, ὅπερ τὸν αὐτὸν λόγον ἔχει πρὸς τὸ περιεχόμενον, ὅνπερ τὸ ὅλον πρὸς μέρος. Κύκλῳ δὲ κινεῖται· τῶν μορίων γὰρ οὗτος ὁ τόπος. Ζητοῦσιν ἐνταῦθα ποῖα μόριά φησιν ὁ Ἀριστοτέλης, πότερον τὰ τοῦ ὅλου κόσμου μόρια, ἅπερ ἅπτεται μόνον ἀλλήλων διῃρημένῃ ἢ μόριά φησι τὰ συνεχῆ μόρια τῆς ἐξωτάτω σφαίρας. οἱ μὲν οὖν μόρια λέγειν ὅτι τὸ μὲν ὅλον οὐκ ἔστιν ἐν τόπῳ, τὰ δὲ μόριά εἰσι τὰ ἐν τόπῳ ὄντα. ἵνα οὖν δείξῃ τίς ὁ τῶν μορίων τόπος, ἐπήγαγε τὸ κύκλῳ δὲ κινεῖται· τῶν μορίων γὰρ οὗτος ὁ τόπος, οὐ τοῦτο λέγων ὅτι διὰ τὸ κύκλῳ κινεῖσθαι τὴν ἐξωτάτω σφαῖραν, διὰ τοῦτο τόπος ἐστὶ τοῖς ἐφεξῆς, ἀλλὰ δεῖξαι βουλόμενος ὅτι οὐκ ἔστι συνεχὴς πρὸς τὰ ἐφεξῆς σώματα, ἀλλὰ διηρημένη· διὰ τοῦτο γὰρ καὶ κύκλῳ κινεῖται καθ’ αὑτήν. τῷ οὖν κύκλῳ κινεῖσθαι, ταὐτὸν δὲ εἰπεῖν διῃρῆσθαι τῶν ἐντὸς καὶ περιέχειν αὐτάς, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις. καὶ ὅτι μόρια τοῦ παντός φησι τὰ ἐντὸς περιεχόμενα σώματα, δῆλον ἐξ ὧν ἐπήγαγε καὶ ἄνω μὲν καὶ κάτω οὔ, κύκλῳ δὲ ἔνια· ἔνια δὲ ἄνω καὶ κάτω, ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν. εἰ δὲ τῶν μορίων τοῦ παντὸς τὰ μὲν ἄνω καὶ κάτω κινεῖται, ταῦτα δὲ τὰ ἐν γενέσει, τὰ δὲ κύκλῳ, εὔλογον ὅτι τὸ πᾶν λέγει τὸν ὅλον κόσμον, μόρια δὲ αὐτοῦ τὰ τοῦ κόσμου στοιχεῖα, τάς τε σφαίρας φημὶ καὶ τὰ ἐντὸς τούτων σώματα. οἱ δὲ μόριά φασι τὰ συνεχῆ τῆς ἐξωτάτω σφαίρας· ταύτην δὲ οὔτε καθ’ ὅλην ἐν τόπῳ εἶναι οὐδὲν γὰρ αὐτὴν περιέχει), οὐδὲ τὰ μόρια αὐτῆς καθ’ αὑτὸ ἕκαστον ἐν τόπῳ εἶναι συνεχῆ γάρ ἐστι πρὸς τὸ ὅλον), ἀλλ’ οὐδὲ κινεῖσθαι οὔτε τὴν ὅλην ὡς ὅλην οὐ γὰρ μεταβάλλει τὸν ὅλον τόπον), | οὔτε μὴν τὰ μόρια καθὸ μόρια κινεῖσθαι συνεχῆ γάρ), ἀλλ’ αὐτὴν τοῖς μορίοις κινεῖσθαι καὶ τό- πον εἶναι τοῖς μορίοις, ὥσπερ εἴπομεν, ἤτοι τὰ πέριξ περιέχοντα μόρια, ἢ κυριώτερον τὴν κυρτὴν ἐπιφάνειαν τὴν ἐντὸς τῆς Κρονίας σφαίρας, ὥσπερ εἴπομεν, κατὰ ἀναλογίαν. ταύτην δὲ καὶ τῆς ἀπλανοῦς ὡς ὅλης τῇ αὐτῇ ἀναλογίᾳ οὐδὲν χεῖρον λέγειν τόπον· ἀφορίζει γὰρ αὐτὴν ἐντὸς πανταχόθεν. πρὸς δὲ ταύτην τὴν ἐξήγησιν οὕτως ἀκουστέον τὸ κύκλῳ δὲ κινεῖται· τῶν μορίων γὰρ οὗτος ὁ τόπος· εἰπὼν γὰρ ὅτι ὡς μὲν γὰρ ὅλον ἅμα τὸν τόπον οὐ μεταβάλλει, δέον εἰπεῖν ‘κατὰ μόρια δὲ μεταβάλλει’, εἶπε κύκλῳ δὲ κινεῖται. ταὐτὸ δ’ ἐστὶ τοῦτο· ἡ γὰρ κύκλῳ κίνησις κατὰ μόριά ἐστι κίνησις. τὸ δὲ τῶν μορίων γὰρ οὗτος ὁ τόπος ἀντὶ τοῦ ὁ κύκλος· κύκλῳ γὰρ ἄλληλα περιέχει. ἢ ἐπειδὴ κύκλω κινούμενος περὶ τὴν κυρτὴν ἐπιφάνειαν τῆς Κρονίας σφαίρας κινεῖται, τοῦτον τὸν τόπον, λέγω δὴ τὴν κυρτὴν ἐπιφάνειαν τῆς ἐντὸς σφαίρας, τῶν μορίων εἶπεν εἶναι τόπον. Καὶ τὰ μὲν καθ’ αὑτά, οἷον πὰν σῶμα κατὰ φορὰν ἢ αὔξησιν κινητὸν καθ’ αὑτό που. Φέρεσθαί φησι τὰ κατ’ εὐθεῖαν φερόμενα, ἅπερ καὶ καθ’ αὑτὰ ἐν τόπῳ εἷναί φησι, τὰ δὲ οὐράνια οὐ φέρεσθαι, ἀλλὰ περιφέρεσθαι. ἑτέρα γὰρ ἡ φορὰ τῆς περιφορᾶς· τὸ μὲν γὰρ καθ’ ὅλον ἐστὶ μεταβολή, τὸ δὲ κατὰ μόριον. τὴν δὲ ὀκτάσφαιρον ὡς ἕν τι λαμβάνει, διό φησιν ὅλον ὡς ὅλον τὸν οὐρανὸν οὐκ εἶναι ἐν τόπῳ. ’Eo’ ὃ δὲ κινεῖται, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις. Tοῦτο καὶ ἀνωτέρω εἶπε “κύκλῳ δὲ κινεῖται· τῶν μορίων γὰρ οὗτος ὁ τὁπος’’, καὶ ἐνταῦθα δὲ τὸ αὐτό φησιν ἐφ’ ὃ δὲ κινεῖται, ἐπὶ τὸ κύκλῳ, κατὰ τοῦτο τοῖς μορίοις ἐστὶ τόπος· τῷ γὰρ ἕκαστον τῶν μορίων τοῦ οὐρανοῦ, λέγω δὴ τῆς ὀκτασφαίρου, κύκλῳ κινεῖσθαι, ταύτῃ ἀεὶ τὰ ἐξωτέρω τόπος ἐστὶ τοῖς ἐντός. μόρια οὗν λέγοι ἂν ἑκάστην τῶν σφαιρῶν. δηλοῖ δὲ καὶ τὸ ἐπαγόμενον· ἕτερον γάρ, φησίν, ἑτέρου ἐχόμενον τῶν μορίων ἐστίν. ἐχόμενον δέ ἐστιν, ὡς αὐτὸς ἐν τῷ πέμπτῳ φησίν, ‘δ ἄν ἐφεξῆς ὂν ἄλλῳ τινὶ ἅπτηται αὐτοῦ.’ οὕτω δὲ καὶ αἱ σφαῖραι ἔχουσι πρὸς ἀλλήλας. ἡ δὲ ἐξωτάτω σφαῖρα οὐκ ἐν τόπῳ, εἰ μὴ κατὰ ἀναλογίαν, ὥσπερ εἴρηται, κατὰ τὴν κυρτὴν ἐπιφάνειν τῆς ἐντὸς σφαίρας. Τὰ δὲ κατὰ συμβεβηκός, οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός. Τοῦτο πρὸς τὸ ἀνωτέρω τὴν σύνταξιν ἔχει· εἰπὼν γὰρ ἀνωτέρω “καὶ τὰ μὲν καθ’ αὑτό, οἷον πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ αὔξησιν κινητόν’’, ἐνταῦθα ἀνταπέδωκεν εἰπὼν τὰ δὲ κατὰ συμβεβηκός. τὰ δὲ ἄλλα μεταξὺ εἴρηται περὶ τοῦ οὐρανοῦ· εἰπὼν γὰρ τὰ καθ’ εὐθεῖαν κινούμενα καθ’ αὑτὰ ἐν τόπῳ εἶναι, πῶς ἔχουσι τὰ κύκλῳ ἐφεξῆς εἶπεν, εἶτα ἐν- ταῦθα ἐποιήσατο τὴν ἀνταπόδοσιν. κατὰ συμβεβηκὸς μὲν οὖν φησιν ἐν τόπῳ εἶναι τὴν ψυχὴν καὶ τὸν οὐρανὸν ὅλον ὡς ὅλον δηλονότι· τῷ γὰρ τὰ μόρια εἶναι ἐν τόπῳ, τὸ δὲ ὅλον ἐν τοῖς μορίοις εἶναι, καὶ τὸ ὅλον ἐν τόπῳ λέγοιτ’ ἂν κατὰ συμβεβηκὸς εἶναι, ἢ μᾶλλον κατὰ ἄλλο. Τὰ γὰρ μόρια ἐν τόπῳ πὼς πάντα. Καλῶς τό πὼς προσέθηκεν. οὐ γὰρ πάντα κυρίως ἐν τόπῳ τὰ μόρια· οὔτε γὰρ ἡ ἐξωτάτω σφαῖρα κυρίως ἐν τόπῳ, οὔτε τὰ συνεχῆ τῶν μορίων. Διὸ κινεῖται κύκλῳ μόνον τὸ ἂνω. ἐπειδὴ μὴ ἔστιν ὁ οὐρανὸς ἐν τόπῳ, εἰ μή, ὡς εἴρηται, κατὰ συμβε- βηκός, ἤγουν κατὰ μόρια, διὰ τοῦτο καὶ μόνως τὴν κατὰ κύκλον κινεῖται κίνησιν, οὐδαμῶς δὲ τὴν κατ’ εὐθεῖαν· τὰ γὰρ κατ’ εὐθεῖαν κινούμενα πάντως καὶ ἐν τόπῳ ἐστίν. ὁ οὖν οὐρανὸς μὴ ὢν ἐν τόπῳ εἰκότως μόνην τὴν κύκλῳ κινεῖται κίνησιν. Τὸ δὲ πᾶν οὔ που. Eἰπὼν ὅτι ὁ οὐρανὸς κατὰ μόριά ἐστιν ἐν τόπῳ, δείκνυσιν ὅτι καθ’ ὅλον αὐτὸν ἀδύνατον εἶναι ἐν τόπῳ. τὸ γὰρ ἐν τόπῳ, φησί, καὶ ἔστι τι καὶ ἔξωθεν ἑαυτοῦ ἔχει τὸ περιέχον αὐτό, ὅπερ καὶ ἔστιν ὁ τόπος. εἰ τοίνυν ὁ οὐρανὸς ὅλον τί ἐστι καὶ πᾶν, οὐδὲν ἄν εἴη αὐτοῦ ἔξωθεν περιεκτικόν, ἐπεὶ οὐκ ἂν εἴη πᾶν· τοῦ γὰρ παντὸς οὐδέν ἐστιν ἔξω. Καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα· ὁ γὰρ οὐρανὸς τὸ πᾶν ἴσως. Σύμφωνος, φησί, τοῖς ἡμετέροις λόγοις, τῷ μὴ εἶναι ἐν τόπῳ τὸν οὐρανόν, καὶ ἡ παλαιὰ περὶ αὐτοῦ δόξα, ἡ λέγουσα πάντα εἶναι ἐν τῷ οὐρανῷ. εἰ γὰρ πάντα ἐν τῷ οὐρανῷ, οὐδὲν αὐτοῦ ἔξω, εἰ δὲ μηδὲν αὐ- τοῦ ἔξω, οὐκ ἄν εἴη ἐν τόπῳ· δεῖ γὰρ τὸν τόπον ἔξωθεν περιέχειν τὸ ἐν τόπῳ ὄν. εἰπὼν δὲ ὁ οὐρανὸς τὸ πᾶν προσέθηκεν ἴσως, ἐπειδὴ μήπω ἀπέδειξεν ὅτι οὐδέν ἐστιν ἔξω τοῦ οὐρανοῦ. ἔστι δὲ τόπος οὐχ ὁ οὐρανός, ἀλλὰ τοῦ οὐρανοῦ τι ἔσχατον καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος πέρας ἠρεμοῦν. Επειδὴ εἶπεν “ἐν ἐν ἰῷ οὐρανῷ πάντα”, ὡς δὴ τοῦ κοινοτάτου πάντων τόπου τοῦ οὐρανοῦ ὄντος, πῶς ἐστι τόπος ὁ οὐρανὸς προσέθηκεν, ὅτι οὐ καθ’ ὅλον ἑαυτόν, ἀλλὰ κατὰ τὸ ἐντὸς ἑαυτοῦ πέρας, καθ’ ὃ ἅπτεται τοῦ κινητοῦ σώματος, τουτέστι τοῦ δύναμιν ἔχοντος κινεῖσθαι καὶ μή, τουτέστι τοῦ γενητοῦ καὶ φθαρτοῦ. πῶς δὲ ἠρεμοῦν λέγει τὸ πέρας τοῦ οὐρανοῦ τὸ πρὸς ἡμᾶς, ὅπερ καὶ τόπος ἐστίν, εἴρηται ἐν τοῖς ἔμπροσθεν. Καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι. Πῶς πάντα ἐν τῷ οὐρανῷ λέγει, ὅτι οὐ τῷ προσεχῶς πάντα περιέχειν, ἀλλὰ τῷ τὸ ἔσχατον τῶν περιεχόντων αὐτὸν εἶναι. Φανερὸν δὲ ἐκ τούτων, ὅτι καὶ αἱ ἀπορίαι πᾶσαι λύονται. Ἐντεῦθεν τὰς ἀπορίας ἐπιλύεται. εἴπομεν δὲ περὶ αὐτῶν ἱκανῶς. Ἀλλ’ οὐ διάστημα σώματος. Tουτέστι δεκτικὸν σώματος, ἢ μᾶλλον οὐ σωματικόν, τουτέστι τριχῇ διαστατόν· διάστημα γὰρ καὶ ἡ ἐπιφάνεια καὶ ἡ γραμμή. Καὶ συμπεφυκότα μὲν ἀπαθῆ, ἁπτόμενα δὲ ποιητικὰ καὶ παθητικὰ <ἀλλήλων>. Ἐπειδὴ δὲ δοκεῖ καὶ τὰ μέρη ἐφεξῆς εἶναι καὶ ἅπτεσθαι ἀλλήλων, τὴν διαφορὰν παραδίδωσι τοῦ ὡς ἐν τόπῳ καὶ τοῦ ὡς ἐν ὅλῳ. κοινωνοῦσι γὰρ τῷ ἐφεξῆς εἶναι καὶ ἅπτεσθαι, ἀλλ’ ὅταν μὲν ταῦτα συμπεφυκότα ᾖ, τότε ἀπαθῆ τέ ἐστιν ὑπ’ ἀλλήλων καὶ ὡς μέρος ἐστὶν ἐν ὅλῳ, ὅταν δὲ μόνον ἅπτηται, μὴ μέντοι συμπεφυκότα ᾖ, τότε ὡς ἐν τόπῳ ἐστὶ τὰ περιεχόμενα ἐν τοῖς περιέχουσι, καὶ ποιητικά ἐστι καὶ παθητικὰ ὑπ’ ἀλλήλων τὰ περιέχοντα καὶ περιεχόμενα. διαφέρουσι δὲ τὰ ὡς ἐν τόπῳ καὶ τὰ ὡς ἐν ὅλῳ, τῷ τὰ μὲν ὡς ἐν ὅλῳ συνεχῆ τε εἶναι τοῖς ὅλοις καὶ ἀπαθῆ ὑπ’ ἀλλήλων, τὰ δὲ <ὡς> ἐν τόπῳ τὸ ἐναντίον διῃρῆσθαί τε τοὐ περιέχοντος ἁπτόμενα μόνον, καὶ ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων. Τὸ δὲ ἐν τόπῳ, ὡς διαιρετὸν μέρος 〈πρὸς〉 ὅλον ἐστίν. ἐπειδὴ εἶπεν ὅτι εὐλόγως ἕκαστον μένει ἐν τῷ ἑαυτοῦ τόπῳ, ἐπειδὴ καὶ ἐν τῇ ὁλότητι ἑαυτοῦ γενόμενον τὸ μέρος μένει, βούλεται δεῖξαι ὅτι καὶ τὰ περιεχόμενα οἷον μέρη εἰσὶ τῶν περιεχόντων· μέρη δέ φησιν οὐ τὰ συνεχῆ, ἀλλὰ διῃρημένα κατ’ ἐνέργειαν. σαφὲς δὲ παράδειγμα τίθησι τὸ ἐπὶ τοῦ ὕδατος. οὕτως δὲ καὶ ἀὴρ ἔχει πρὸς ὕδωρ· ὕλη γάρ, τὸ δὲ εἶδος. οἷον λόγον ἔχει, φησί, τὸ μέρος τοῦ ὕδατος τὸ διῃρημένον αὐτοῦ καὶ ἁπτόμενον, τοῦτον τὸν λόγον ἔχει καὶ τὸ ὕδωρ πρὸς τὸν ἀέρα, ὥσπερ καὶ ὁ ἀὴρ πρὸς τὸ ὑπέκκαυμα. πῶς δέ ἐστι μέρος, ἐπήγαγεν εἰπὼν ὅτι ὕλη γὰρ ἀέρος ἐστὶ τὸ ὕδωρ, ὁ δὲ ἀὴρ εἶδός τι ἐστιν ἐπιγινόμενον τῷ ὕδατι. ἔστιν οὖν ὁ ἀὴρ οἷον συναμφότερόν τι, τὸ ἐξ ὕλης καὶ εἴδους, ἔστι δὲ καὶ ἡ ὕλη οἷον μόριόν τι τοῦ συναμφοτέρου. δὲ ἀὴρ δυνάμει ὕδωρ ἄλλον τρόπον. Εἰ γὰρ καὶ ἑκάτερον δυνάμει ἐστὶν ὅπερ τὸ ἕτερον, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον, φησίν· εἴρηται γὰρ ἐν τῷ Περὶ γενέσεως ὅτι ἡ μὲν ἐξ ὕδατος εἰς ἀέρα μεταβολὴ γένεσίς ἐστι, φθορὰ δὲ τὸ ἐναντίον. ἔστιν οὖν ὁ ἀὴρ δυνάμει ὕδωρ, ἀλλ’ ὡς ἐπὶ φθορὰν καὶ τὸ μὴ ὂν ἀγόμενος, τὸ δὲ ὕδωρ δυνάμει ἀήρ, ὡς ὕλη ἐπὶ εἶδος ἀγόμενον. ἐν τῇ Περὶ γενέσεως δέ, φησίν, ἀκριβέστερον περὶ τούτων διοριζόμεθα· νῦν γάρ, φησίν, ὅσον διὰ τὴν χρείαν τούτων ἐμνήσθημεν. χρεία δὲ γέγονε, διότι ἠθέλησε δεῖξαι ὅτι ὡς μέρος πρὸς ὅλον, οὕτως ἔχουσι τὰ ἐν τόπῳ πρὸς τὸν τόπον, ἵνα δὲ τοῦτο δείξῃ, εἶπεν ὅτι ὡς ὕλη πρὸς εἶδος, οὕτως ἔχει ὕδωρ πρὸς ἀέρα. τὸν οὖν περὶ τούτου λόγον, φησίν, ἐν ἄλλοις ἀκριβέστερον ἐροῦμεν. Εἰ οὖν ταὐτὸν ἡ ὕλη καὶ ἡ ἐντελέχεια· ὕδωρ γὰρ ἄμφω, ἀλλὰ τὸ δυνάμει τὸ δὲ ἐντελεχεία. Εἰ τὸ ὕδωρ, φησί. καὶ ὕλη ἐστὶ καὶ εἶδος, εἶδος μὲν δυνάμει, ἐνεργείᾳ δὲ ὕλη, εἶδος δὲ δηλονότι τοῦ ὕδατος ὁ ἀήρ, ὅταν ἄρα γένηται ἀήρ, συναμφότερόν τί ἐστιν· ὥστε ἐπειδὴ ἡ ὕλη μόριόν ἐστι τοῦ συνθέτου, καὶ τὸ ὕδωρ ἄρα μόριον ἄν εἴη τοῦ ἀέρος. καλῶς δὲ εἰπέ πὼς· οὐ γὰρ κυρίως μόριον, ἀλλὰ κατὰ ἀναλογίαν. διό, φησίν, ἐπεὶ μορίου λόγον ἐπέχει πρὸς τὸν ἀέρα, ἅπτεται αὐτοῦ κατὰ φύσιν, οὐ μέντοι συμπέφυκεν· ὅταν δὲ μεταβάλλῃ εἰς τὸν ἀέρα, τότε συμφύεταί τε αὐτῷ καὶ κυρίως αὐτοῦ γίνεται μόριον. Τὸν αὐτὸν δὲ τρόπον ὑποληπτέον εἶναι τοῦ φυσικοῦ θεωρῆσαι καὶ περὶ κενοῦ, 〈εἰ ἔστιν ἢ μή〉. Μετὰ τὸν περὶ τόπου λόγον ἀκολούθως ἐφεξῆς καὶ τὸν περὶ κενοῦ διεξέρχεται διὰ τὴν συγγένειαν τῶν θεωρημάτων. καὶ γὰρ δοκεῖ ταὐτόν πὼς εἶναι τὸ κενὸν καὶ ὁ τόπος τοῖς ὅλως τιθεμένοις εἶναι τὸ κενόν· οὐδὲν γὰρ ἄλλο φασὶν εἶναι τὸ κενὸν ἢ τόπον ἐστερημένον σώματος. εἰκότως οὖν μετὰ τὸν περὶ τόπου | λόγον εὐθὺς τὸν περὶ κενοῦ διεξέρχεται. τὸν αὐτὸν δέ, φησί, τρόπον ὃν περὶ τοῦ τόπου διελέχθημεν, τοῦτον καὶ περὶ τοῦ κενοῦ διαληψόμεθα· ζητήσει γὰρ καὶ περὶ κενοῦ πρῶτον μὲν εἰ ἔστιν ἢ μή, καὶ ἐφ’ ἑκάτερα ἐπιχειρήσει, εἶτα τὰς κοινὰς περὶ τοῦ κενοῦ δόξας ἐκθήσεται. πρὶν δὲ ὅλως ἐμβαλεῖν εἰς τὸν περὶ αὐτοῦ λόγον καὶ θεῖναι τοὺς λόγους τοὺς τὸ κενὸν εἰσάγοντας, ἐλέγχει τῶν παλαιοτέρων τοὺς κακῶς ἐπιχειρήσαντας δεικνύναι ὅτι οὐκ ἔστι κενόν, ἵνα συνηγορήσας ὡς οἷόν τε τῷ λόγῳ τῷ εἰσαγαγόντι τὸ κενὸν τότε δείξῃ μηδαμῶς ὂν τὸ κενόν, ἵνα μὴ δόξῃ ἐρήμην τοῦ λόγου καταψηφίζεσθαι. Ἀναξαγόρας φησί, καὶ ὅσοι τὸ κενὸν ἐπειράθησαν δεῖξαι μὴ ὂν οὐ κατὰ θύρας ἀπήν- τησαν τῷ λόγῳ· οὐ γὰρ ὃ ὑπολαμβάνουσι κενὸν εἶναι οἱ ἄνθρωποι, τοῦτο ἔδειξε μὴ ὄν, οὐδὲ πρὸς αὐτὴν ἐνέστη τὴν τοῦ κενοῦ φύσιν, ἀλλ’ ὃ πλα- νώμενοι λέγουσιν εἶναι κενόν, τοῦτο ἀνεῖλεν, ἔδει δὲ πρὸς τὴν ἔννοιαν αὐτῶν τὰς ἀπαντήσεις ποιήσασθαι, οὐ πρὸς τὴν πεπλανημένην ὑπόληψιν. οἱ γὰρ εἶναι τιθέμενοι τὸ κενὸν διάστημά τι νομίζουσιν αὐτὸ εἶναι παντὸς φυσικοῦ σώματος ἐστερημένον, οἰόμενοι δὲ πὰν μὲν τὸ ὂν φυσικὸν εἶναι σῶμα αἰσθητόν, τὸν δὲ ἀέρα μὴ εἶναι αἰσθητὸν σῶμα οὔτε γὰρ ὄψει, οὔτε ἀκοῇ ὑποπίπτειν, οὔτε ταῖς λοιπαῖς αἰσθήσεσιν· οὐ γὰρ ἐναργεῖς ἔχει τὰς αἰσθητὰς διαφοράς), οὐδ’ εἶναί τι ὅλως τὸν ἀέρα ὑπειλήφασι, καὶ διὰ τοῦτο τὸ πλῆρες ἀέρος κενὸν εἶναί φασι. δέον οὖν αὐτούς, εἴ γε ὀρθῶς πρὸς τὴν δόξαν ταύτην ἀπήντων, δεῖξαι ὅτι ὅπερ φαντάζονται κενὸν οὐκ 15 ἔστι, λέγω δὴ διάστημά τι παντὸς ἐστερημένον φυσικοῦ σώματος, τοῦτο μὲν οὐ δεικνῦσιν, ὅτι δέ ἐστί τι σῶμα ὁ ἀὴρ δεικνῦσι. πληροῦντες γάρ, φησί, τοὺς ἀσκοὺς πνεύματος δεικνύουσιν ὅτι πρὶν μὲν πληρωθῶσι πνεύματος στρεβλοῦνται καὶ περιστρέφονται, μετὰ δὲ τὸ πληρωθῆναι οὐκέτι, ὅπερ οὐκ ἂν συνέβαινεν, εἰ μὴ ὁ ἀὴρ ἦν τι σῶμα ἰσχυρόν· εἰ γὰρ κενὸς ἦν ὁ ἀσκός, τί ἐκώλυεν αὐτὸν περιστρέφεσθαι, ὥσπερ καὶ πρὶν φυσηθῇ; καὶ ἐκ τῶν κλεψυδρῶν δὲ πάλιν τὸ αὐτὸ δεικνῦσιν ἐναπολαμβάνοντες τὸν ἀέρα. κλεψύδρα δέ ἐστιν ἀγγεῖόν τι ἐπ’ εὐθείας κατὰ δίμετρον διατρήσεις ἔχον, οὗπερ τὴν μίαν ὀπὴν ἐμφράξαντες καθιέντες ἐν ὕδατι δεικνύουσιν ὅτι οὐκ εἴσεισιν ὕδωρ, ὡς δὴ ἐντὸς πεπληρωμένου αὐτοῦ ἀέρος, οὐκ εἴσεισι δὲ διὰ τὸ μὴ δύνασθαι δύο σώματα ἐν τῷ αὐτῷ εἶναι, ἐπειδὰν δὲ ἀπο- φράξωσι τὴν ὀπήν, τότε καὶ εἴσεισι διὰ τῆς ἑτέρας τὸ ὕδωρ ὑπεξιόντος τῇ λοιπῇ τοῦ ἀέρος τῷ ὕδατι. τὸ δὲ διδάξαι ὅτι ἐστί τι ὁ ἀήρ, οὐκ ἔστιν ἀνελεῖν τὴν τοῦ κενοῦ φύσιν· δυνατὸν γὰρ ἐγκατεσπάρθαι μεταξὺ τοῦ ἀέρος τὸ κενόν, ὥσπερ ἔλεγον οἱ περὶ Δημόκριτον, ἢ καὶ ἔξω τοῦ οὐρανου εἶναι. οὗτοι μὲν οὖν, φησίν, ὅπερ εἶπον, οὐ κτὰ θύρας πρὸς τὸ πρόβλημα ἀπαντῶσιν, ἀλλὰ μᾶλλον εὐλογώτερον δοκοῦσι λέγειν οἱ τὸ κενὸν εἰσάγοντες. διὰ πέντε δὲ ἐπιχειρημάτων δεικνύειν πειρῶνται ὅτι ἔστι τὸ κενόν. πρῶτον μὲν ἐκ τῆς κατὰ τόπον τῶν σωμάτων κινήσεως, τῆς δὲ κατὰ τόπον κινήσεως διττῆς οὔσης (ἢ <γὰρ> καθ’ ὅλα ἐστὶ ἢ κατὰ μέρη, καθ’ ὅλα μὲν ὡς τὰ ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω φε- ρόμενα ἢ ἔμπαλιν ἢ ἐπὶ τὰ πλάγια, κατὰ μέρη δὲ ὡς ἐπὶ τῶν αὐξομένων), νῦν τέως ἐκ τῶν καθ’ ὅλα κινουμένων ὅτι ἔστι κενὸν κατασκευάζει. συνάγει δὲ τὸν λόγον κατὰ τὸν πρῶτον τῶν ὑποθετικῶν οὕτως· εἰ ἔστι κίνησις καὶ μὴ χωρεῖ σῶμα διὰ σώματος, ἔστι κενόν, ἀλλὰ μὴν ἔστι κίνησις καὶ οὐ χωρεῖ σῶμα διὰ σώματος, ἔστιν ἄρα κενόν. εἰ γὰρ ἔστι κίνησις, ἀνάγκη πᾶσα ἡ διὰ κενοῦ χωρεῖν τὰ κινούμενα ἢ διὰ σώματος· εἰ μὲν οὖν διὰ σώματος, δύο σώματα ἐν τῷ αὐτῷ ἔσται, τοῦτο δὲ ἀδύνατον· χωρηθήσεται γὰρ οὕτως ἐν τῷ σμικροτάτῳ τὸ μέγιστον· λείπεται οὖν διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι. ἔστιν ἄρα τὸ κενόν. τούτου δὲ τοῦ λόγου καὶ τὸν Μέλισσον ἐπιφέρεται μάρτυρα· καὶ γὰρ ὁ Μέλισσος διὰ τοῦτο ἐνόμισεν ἀκίνητον εἶναι τὸ πᾶν. διὰ τὸ ὑπολαμβάνειν μὴ εἶναι τὸ κενόν, ὡς δὴ μὴ ἂν ἄλλως κινήσεως γενέσθαι δυναμένης, εἰ μὴ διὰ κενοῦ. ὁ μὲν οὖν Μέκλεφύδρων λισσὸς τῇ ἀναιρέσει τῶν δήλων τὰ ἄδηλα κατασκευάζει· τὸ μὲν γὰρ εἶναι τὴν κίνησιν σαφὲς καὶ δῆλον τῷ αἰσθήσεως μετέχοντι, τὸ μέντοι εἶναι ἢ μὴ εἶναι τὸ κενὸν ἄδηλον. λαμβάνων οὖν τὸ ἄδηλον ὡς ὁμολογούμενον, οὕτως ἀναιρεῖ τὰ προφανῆ· εἰ γὰρ ἔστι, φησί, κίνησις, ἔστι κενόν, ἀλλὰ μὴν κενὸν οὐκ ἔστιν, οὐδὲ κίνησις ἄρα. εὐλογώτερον δὲ οἱ τὸ κενὸν εἰσά- γοντες τῇ θέσει τῶν ὁμολογουμένων κατασκευάζουσι τὸ ἀγνοούμενον· εἰ γὰρ ἔστι κίνησις, ἔστι κενόν, ἀλλὰ μὴν ἔστι τὸ πρότερον, καὶ τὸ δεύτερον ἄρα. τὸ δὲ τῆς πλάνης αἴτιον τούτοις πρόδηλον· οὐ γὰρ ἐπέστησαν τῇ ἀντιπεριστάσει τῶν σωμάτων. δεύτερον ἐπιχείρημα ἀπὸ τῶν κατὰ τὰ μόρια κινουμένων, οἷά ἐστι τὰ αὐξόμενα· οὐ γὰρ ἄν εἴη, φησίν, αὔξησις κενοῦ μὴ ὄντος. ἡ μὲν γὰρ αὔξησις διὰ σώματος γίνεται πάντῃ προσκρινομένης τῷ αὐξομένῳ σώματι <τῆς τροφῆς>· πῶς οὖν προσκρίνεται; ἀνάγκη γὰρ ἢ εἰς τὰ ἐνόντα κενὰ ἐν τῷ σώματι χωροῦσαν τὴν τροφὴν οὕτω προσκρίνεσθαι τῷ σώματι, ἢ σῶμα διὰ σώματος χωρεῖν. ὥστε εἰ τὸ δεύτερον ψεῦδος, τὸ πρότερον ἀνάγκη ἀληθὲς εἶναι, λέγω δὴ τὸ εἶναι κενὸν ἐν τῷ σώματι. πρὸς οὓς χαριέντως ἐν τῇ Περὶ γενέσεως ὁ Ἀριστοτέλης φησὶν ὅτι εἰ οὕτω γίνοιτο ἡ αὔξησις, καθ’ ὅλον αὑτὸ αὐξομένου τοῦ σώματος, συμβήσεται ὅλον τὸ σῶμα κενὸν εἶναι εἴ γε πάντῃ μὲν δεῖ τὴν τροφὴν προσκρίνεσθαι, προσκρίνεται δὲ διὰ τοῦ κενοῦ), καὶ προσέτι μὴ αὔξησιν εἶναι, ἀλλὰ μόνον τῶν κενῶν ἀναπλήρωσιν. οὕτω μὲν οὖν ἐκ τῆς κατὰ τόπον κινήσεως τῆς τε καθ’ ὅλα καὶ κατὰ τὰ μέρη δεικνύειν ἐπιχειροῦσιν ὅτι ἔστι κενόν. τρίτον ἐκ τῆς πυκνώσεως καὶ μανώσεως τῶν σω- μάτων· πῶς γὰρ ἄν, φασί, πύκνωσις ἐγένετο μὴ εἰς τὰ ἐνόντα κενὰ πιλου- μένου τοῦ σώματος; πῶς δ’ ἄν μάνωσις μὴ διισταμένων τῶν μορίων καὶ κενὰς χώρας μεταξὺ καταλειπόντων; τεκμήριον δὲ ἐναργὲς | καὶ τὸ ἐπὶ τοῦ οἴνου συμβαῖνον· ὁ γὰρ αὐτὸς πίθος, φησίν, ὅσον ἐδέξατο καθ’ αὑτὸν οἶνον, τοσοῦτον ἐν ἀσκῷ βληθέντα μετὰ τοῦ ἀσκοῦ χωρήσει, ὅπερ οὐκ ἄν συνέβη, φασίν, εἰ μὴ κενά τινα ἦν μεταξὺ τοῦ οἴνου, εἰς ἃ πιλούμενος ὁ οἶνος εἰς ἐλάττονα συνεστάλη ὄγκον. τοῦτο δὲ ἐπὶ τοῦ γλεύκους μόνον συμβαίνει, οὐ μὴν ἐπὶ παντὸς οἴνου, ὅθεν καὶ ἡ αἰτία δήλη. ἐροῦμεν δὲ πλατύτερον ἐν τῷ ἐφεξῆς, ἡνίκα αὐτὸς τὴν ἀπορίαν ἐπιλύεται. τέταρτον ἐπιχείρημα ἐκ παραδείγματος τοῦ ἐπὶ τῆς τέφρας καὶ τοῦ ὕδατος συμβαίνοντος. εἰ γὰρ πληρώσαις ποτήριον ὕδατος, εἶτα τὸ ὕδωρ εἰς ἕτερον μετα- βάλοις ἀγγεῖον καὶ πληρώσαις τὸ ποτήριον τέφρας, εἶτα ἐπιχέεις ἐν αὐτῷ τὸ ὕδωρ, δέξεται τὸ ποτήριον ὅλον τὸ ὕδωρ, ὅπερ ἦν πληρῶσαν αὐτὸ καὶ πρὶν τὴν τέφραν δέξασθαι, ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ κενά τινα ἐνυπῆρχε μεταξὺ τῶν σωμάτων τούτων τῆς τέφρας καὶ τοῦ ὕδατος. πέμπτον ἐπιχείρημα ἀπὸ ἐνδόξων προσώπων, λέγω δὴ τῶν Πυθαγορείων. καὶ γὰρ οὗτοί φασι τὸ κενὸν ἔξω τοῦ κόσμου εἶναι ἄπειρόν τι ὄν, ὅπερ εἰσπνεόμενον ὑπὸ τῶν τῇδε ἐπεισιέναι τῷ οὐρανῷ καὶ τὴν διάκρισιν ποιεῖσθαι τῶν πραγμάτων. οὐδὲν γὰρ ἄλλο εἶναι τῆς διακρίσεως αἴτιον ἢ τὸ κενόν· εἰ μὴ γὰρ ἦν τοῦτο τὸ κωλῦον αὐτὰ μεταξὺ παρεμπῖπτον μὴ συμπίπτειν ἀλλήλοις καὶ ἑνοῦσθαι, ἓν ἂν ἦν τὸ πᾶν καὶ συνεχές. εἰ τοίνυν διακέκριται ἀλλήλων τὰ πράγματα, ἡ δὲ διάκρισις ἐκ τῆς τοῦ κενοῦ παρεμπλοκῆς, ἔστιν ἄρα τὸ κενόν. οὐ μόνον δὲ τὸν κόσμον τοῦτον ἔλεγον μετέχειν τοῦ κενοῦ ἐπεισιόντος ἔξωθεν, ἀλλὰ πολλῷ πρότερον καὶ τοὺς ἀριθμούς (καὶ αὐτῶν γὰρ τῆς διακρίσεως τὸ κενὸν αἴτιον), μᾶλλον δὲ οὐδὲ εἶναι ὅλως ἀριθμοὺς μὴ τοῦ κενοῦ ὄντος· τὸ γὰρ αἴτιον τῆς τῶν μονάδων διακρίσεως τὸ κενὸν εἶναι. δῆλον δὲ ὅτι ὥσπερ εἰώθεσαν οἱ Πυθαγόρειοι διὰ συμβόλων πάντα λέγειν, οὕτω καὶ τοῦτο συμβολικῶς ἔλεγον. τὴν γὰρ διακρι- τικὴν τῶν ὄντων δύναμιν διὰ τοῦ κενοῦ ἐσήμαινον· ἔστι γὰρ δηλονότι ὥσπερ συγκριτική τις ἐν τῷ παντὶ δύναμις, οὕτω δὲ καὶ διακριτική. Καὶ πῶς ἔστιν ἢ τί ἐστιν. Πῶς μὲν ἔστι, πότερον ἔξω ἐστὶ τοῦ κόσμου αὐτὸ καθ’ αὑτὸ ἄπειρόν τι κενόν, ἢ ἐγκατέσπαρται τοῖς σώμασιν, ὥσπερ ἔλεγον οἱ τὰς ἀτό- μους δοξάζοντες μεταξὺ γὰρ κενῷ διείργεσθαι τὰς ἀτόμους συμφυῆναι ἢ ἅψασθαι μηδέποτε· ὥστε συνίστασθαι τὰ σώματα ἔκ τε τῶν ἀτόμων καὶ τοῦ μεταξὺ κατὰ μικρὰ παρεσπαρμένου κενοῦ), καὶ πότερον χωριστόν ἐστι τῶν σωμάτων ἢ ἀχώριστον. τὸ δὲ τί ἐστι, πότερον διάστημά τι καθ’ αὑτὸ μηδὲν ἔχον τῶν φυσικῶν σωμάτων, ἢ ὕλη ἐστὶ τῶν σωμάτων, η ἕτερον τι. Καὶ γὰρ παραπλησίαν ἔχει τὴν ἀπιστίαν καὶ τὴν πίστιν διὰ τῶν ὑπολαμβανομένων. Ὥσπερ, φησίν, ὁ τόπος ἐκ τῶν περὶ αὐτοῦ ὑπολήψεων ὁμοίως εἶναί τε καὶ μὴ εἶναι ἐδόκει οἱ γὰρ ἐφ’ ἑκάτερα λόγοι ἰσοσθενεῖς πὼς ἐδόκουν εἶναι, ὡς μηδὲν μᾶλλον πιστεύειν εἶναι ἢ μὴ εἶναι), οὕτω δὴ καὶ ἐπὶ τοῦ κενοῦ ἡ πίστις τε τοὐ εἶναι αὐτὸ καὶ ἡ ἀπιστία ἐκ τῶν ἐφ’ ἑκάτερα ἐπιχειρήσεων ἴσαι ὑπάρχουσιν. οὐ δεῖ δὲ τὸ παραπλησίαν ἀκριβῶς οὕτως ἐκλαμβάνειν, ὡς ἐξομοιοῦσθαι ἀκριβῶς τῇ πιθανότητι τὰς ἐφ’ ἑκάτερα ἐπιχειρήσεις τοῦ κενοῦ καὶ τόπου, ἀλλ’ ἐγγὺς ἔχειν τινὰ ὁμοιότητα περί τε τὴν πίστιν καὶ τὴν ἀπιστίαν· ἀσθενέστεροι γὰρ οἱ κατασκευάζοντες τὸ κενὸν λόγοι ἢ οἱ ἀναιροῦντες τὸ εἶναι τὸν τόπον. οἷον γὰρ τόπον τινὰ καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες. ἐπειδὴ εἶπεν ὅτι τὸν αὐτὸν τρόπον ἐστὶ τοὐ φυσικοῦ διαλαβεῖν περὶ κενοῦ, ὥσπερ καὶ περὶ τόπου, τὴν πίστιν τούτου διὰ τούτων ἐπήγαγεν, ὅτι οἱ τὸ κενὸν τιθέμενοι εἶναι οἷον τόπον καὶ ἀγγεῖον αὐτὸ τιθέασιν· ὥστε ὅσα περὶ τόπου ἐζήτηται, ταῦτα καὶ περὶ κενοῦ ζητηθήσεται. εἶτα συνα- πτέον “καὶ γὰρ παραπλησίαν ἔχει τὴν ἀπιστίαν καὶ τὴν πίστιν”· διὰ πάντων γὰρ τούτων τὴν συγγένειαν σημαίνει τῶν θεωρημάτων. Δοκεῖ δὲ εἶναι πλῆρες μέν, ὅταν ἔχῃ τὸν ὄγκον, οὗ δεκτικόν ἐστιν, ὅταν δὲ στερηθῇ, κενόν. Ὅτι τὸ κενὸν καὶ ὁ τόπος καὶ τὸ διάστημα καὶ τὸ πλῆρες τῷ μὲν ὑποκειμένῳ τὰ αὐτά εἰσι, τῇ δὲ σχέσει καὶ τῷ λόγῳ διάφορα. διάστημα μὲν οὖν λέγεται ὅταν αὐτὸ καθ’ αὑτὸ θεωρῆται ἀπολύτως καὶ οὐκ ἐν σχέσει, τόπος δὲ ὅταν σχέσιν ἀναδέξηται πρὸς τὸ σῶμα, κενὸν δὲ τόπος ἐστερημένος σώματος, πλῆρες δὲ ταὐτὸν μὲν εἶναι τῷ τόπῳ καὶ ἴσως οὐδὲν διαφέρει, εἰ δὲ δέοι τι διαφέρειν αὐτά, διαφέροι ἄν τῷ ἐν μὲν τῷ τόπῳ θεωρεῖσθαι ἄλλο τι τὸ δεξάμενον καὶ ἄλλο τὸ δεδεγμένον, ἐν δὲ τῷ πλήρει ὡς ἕν τι τὸ ὅλον θεωρεῖσθαι καὶ οἷον ὕλην εἶναι τοῦ σώματος τὸ τοπικὸν διάστημα. Καὶ τρίτον τὰς κοινὰς πἔρι αὐτῶν δόξας. Κἄν γὰρ μὴ ὑπάρχῃ τὸ κενὸν μηδὲ ἔχῃ τινὰ φύσιν ἐν τοῖς οὖσιν, ἀλλ’ οὖν ἐπειδὴ ὅλως περιφαντάζεται αὐτὸ ἡ διάνοια, δεῖ εἰπεῖν τί ποτε εἶναι αὐτὸ ὑπονοοῦσιν οἱ τῶν ὄντων αὐτὸ εἶναι λέγοντες, καὶ τί αὐτῷ ὑπάρχειν ἢ μή, οἷον ὅτι δοκεῖ διάστημα εἶναι καὶ τόπος ἐστερημένος σώματος καὶ οἷον ἀγγεῖον μηδὲν ἔχον. καὶ γὰρ περὶ τραγελάφου, καίπερ οὐκ ὄντος ἐν ὑποστάσει ὅμως ζητήσειέ τις, τί ποθ’ ἡ φαντασία περὶ αὐ- τοῦ ὑπονοεῖ. Καὶ ἐναπολαμβάνοντες ἐν ταῖς κλεψύδραις. Κλεψύδρας λέγει, ἤτοι τὰ παρὰ τοῖς μηχανικοῖς δι’ ὧν τοὺς συριγμοὺς ἀποτελοῦσι καὶ τὰς ἄλλας ποιὰς φωνάς, ἤ, ὅπερ καὶ μᾶλλον, κλεψύδρας φησίν, ὅπερ ἤδη εἶπον, τὸ ἀγγεῖον ὃ καλοῦσιν οἱ πολλοὶ ἁρ- πάγιον· τοῦτο γὰρ στενὸν μὲν ἔχει τὸ στόμα, τὸ δὲ ὑποκάτωθεν στενοτά- ταις ὀπαῖς τετρημένον. τὸ δὲ ἐναπολμβάνοντες, ἤτοι τὸ πνεῦμα ἐναπολαμβάνοντες διὰ τοῦ φράξαι τὸ στόμα· ὅταν γὰρ κενοῦ ὄντος τοῦ ἀγγείου ὕδατος ἀποφράξαντες τὸ στόμα καθίωμεν εἰς ὕδωρ, οὐ πληροῦται ὕδατος τοῦ πνεύματος ἐναπειλημμένου, διὰ τὴν εἰρημένην αἰτίαν ἢ γὰρ οὐδὲν ὅλως δέχεται, ἢ πάνυ βραχύ), ὅταν δὲ πλῆρες ᾖ ὕδατος, ἐναπολαμβάνοντες τὸ ὕδωρ τῷ αὐτῷ τρόπῳ δεικνύουσιν ὅτι ἔστιν ὁ ἀήρ· εἰ μὴ γὰρ ἦν, τί δήποτε ἀποφράττοντες μὲν τὴν τοῦ ἀέρος εἴσοδον κωλύομεν τὴν τοῦ ὕδατος ὁδόν, ἀφιέντες δὲ δίδομεν καὶ τῷ ὕδατι πάροδον; τοῦτο γὰρ δι’ οὐδὲν ἕτερον συμβαίνει ἢ διὰ τὸ μὴ ἐνδέχεσθαι κενὸν εἶναι. ὅταν οὖν δῶμεν τῷ ἀέρι πάροδον, ὡς ἀναπληροῦν τὸν τόπον τοῦ ἐξιόντος ὕδατος, τότε ἔξεισι τὸ ὕδωρ. ὥστε δι’ ἀμφοτέρων δείκνυται, ὅτι ἐστί τι ὁ ἀήρ. εὐλογώτερον δὲ τὸ ἐναπολαμβάνοντες τὸν ἀέρα μᾶλλον ἐξακούειν ἢ τὸ ὕδωρ· ἐβούλοντο γὰρ δεῖξαι, οὐχ ὅτι οὐκ ἔστι κενόν τι διάστημα, ἀλλ’ ὅτι ἐστί τι ὁ ἀήρ διὰ τοῦτο γὰρ καὶ ἐγκαλεῖ αὐτοῖς ὁ Ἀριστοτέλης), διὰ δὲ τοῦ προτέρου μᾶλλον δείκνυται ὅτι ἐστί τι ὁ ἀήρ. Οἱ δὲ ἄνθρωποι βούλονται κενὸν εἶναι διάστημα, ἐν ἐπειδή, φησί, κενὸν εἶναι νομίζουσι τὸ ἐστερημένον αἰσθητοῦ σώματος (αἰσθητοῦ δὲ εἶπε διὰ τὸ μαθηματικόν, τοιοῦτον δέ ἐστι καὶ κενὸν τριχῇ διαστατὸν ἄποιον), ἐπεὶ οὖν κενὸν λέγουσι τὸ ἐστερημένον αἰσθητοῦ σώματος, πᾶν δὲ τὸ ὂν σῶμα λέγουσιν εἶναι τὸ γὰρ μὴ ὂν σῶμα οὐδὲν εἶναι), διὰ τοῦτό φασιν ὅτι κενόν ἐστιν ἐν ᾧ μηδέν ἐστιν ὅλως. ἐπεὶ οὖν οὐκ ἐναργεῖς ἔχει τὰς αἰσθητὰς ποιότητας ὁ ἀήρ, διὰ τοῦτο οὐδὲ εἶναί τι αὐτόν φασιν, ἀλλὰ κενὸν εἶναι τὸ τοῦ ἀέρος διάστημα. Ἀλλ᾿ ὅτι οὐκ ἔστι διάστημα ἕτερον τῶν σωμάτων, οὔτε χωριστὸν οὔτε ἐνεργείᾳ ὄν, ὃ διαλαμβάνει τὸ πᾶν σῶμα, ὥστε μὴ εἶναι συνεχές. Χωριστὸν μὲν ἀντὶ τοῦ δυνάμενον χωρισθῆναι, λέγω δὴ διάστημα ἔχον μὲν σῶμα, δυνάμενον δὲ χωρισθῆναι καὶ εἶναι κενὸν καθ’ αὑτό, ἐνεργείᾳ δὲ διάστημα κενὸν σώματος. καὶ τοῦτο ἤτοι ἐγκατεσπαρμένον ἐν τοῖς σώμασι καὶ κωλῦον αὐτὰ συνεχῆ εἶναι, ὥσπερ ἔλεγον οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον, ἤγουν μὴ κατεσπάρθαι μὲν ἐν τοῖς σώμασιν, ἀλλ’ εἶναι συνεχῆ, ἔξω δὲ τοῦ οὐρανοῦ εἶναι κενόν τι καθ’ αὑτό, ὥσπερ μάλιστα καὶ ἡ τῶν πολλῶν ἔχει φαντασία ἄπειρόν τι νομίζουσα εἶναι κενὸν ἔξω τοῦ οὐρανοῦ, καὶ οἱ Πυθαγόρειοι δὲ οὕτως ἔλεγον, ὡς ἤδη εἶπε. φασὶ δὲ καὶ τοὺς περὶ Ζήνωνα τὸν Κιτιέα οὕτω δοξάζειν. Ἀλλ’ οἱ φάσκοντες εἶναι μᾶλλον. Μαλλὸν, φησί, πιθανώτερα λέγουσιν οἱ φάσκοντες εἶναι τὸ κενόν, ἢ οἱ πρὸς ταύτην ἐνστάντες τὴν δόξαν, ὧν καὶ Ἀναξαγόρας ὑπῆρχεν. Λέγουσι δὲ ἓν μὲν ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἄν εἴη. εἰπὼν τοὺς λόγους τοὺς δοκοῦντας ἀναιρεῖν τὴν τοῦ κενοῦ φὑσὶν, καὶ διελέγξας τοὺς “οὐ κατὰ θύρας’’ ποιησαμένους τὴν ἀπάντησιν, τίθησι νῦν καὶ τοὺς κατασκευάζοντας ὅτι ἔστι τὸ κενόν. καὶ πρώτως γε ὁ ἀπὸ τῆς κατὰ τόπον κινήσεως. ταύτης δὲ διττῆς οὔσης, τῆς μὲν καθ’ ὅλα τῆς δὲ κατὰ μέρη, ἀφ’ ἑκατέρας κινήσεως τὴν πίστιν ἐπάγουσι, καὶ γίνεται δύο τὰ ἀπὸ τῆς κινήσεως ἐπιχειρήματα. πρῶτον δὲ ἐκ τῆς καθ’ ὅλα κινήσεως ἐπιχειρεῖ. τὴν γὰρ διαφοράν, δι’ ἣν οὐκ ἂν εἴη τὸ λεχθέν, οὐκ ἔστιν εἰπεῖν. Ἐπειδὴ εἶπεν ὅτι εἰ δύο σώματα ἐν ταὐτῷ εἴη, ἐνδέχεται καὶ ὁποσαοῦν ἄλλα, τοῦτο κατασκευάζων ἐπήγαγε τὸ προκείμενον. ἀποκληρωτικόν, φησί, τὸ δύο μὲν λέγειν ἐν ταὐτῷ ἐνδέχεσθαι εἶναι σώματα, πλείονα δὲ ἢ ἄπειρα μὴ ἐνδέχεσθαι· τίνα γὰρ τούτου διαφορὰν ἀποδώσουσι, τοῦ δύο μὲν δύνασθαι πλείονα δὲ μή; οὐδὲ γὰρ μᾶλλον νῦν ἐστι πλῆρες ὅτε διπλοῦν γέγονεν, ἢ πρότερον ἡνίκα μόνον ὑπῆρχεν· ὁμοίως γὰρ ἦν συνεχὲς καὶ ὁμοίως μεστὸν καὶ πρὸ τούτου, ἀλλ’ ὅμως ἐδέξατο καὶ ἄλλο. διὰ τί οὖν οὐ πάλιν καὶ ἄλλο καὶ αὖθις ἄλλο; καὶ οὕτως ἔσται ἐν τῷ σμικροτάτῳ τὸ μέγιστον· δυνατὸν γὰρ κατατεμεῖν τὸ μέγιστον εἰς πολλὰ ἴσα μικρά. ὥστε, φησί, δυνατὸν πολλὰ ἴσα ἐν ταὐτῷ εἶναι. οὐ μόνον δέ, ὠὰ καὶ ἄνισα, ἄνισα δηλονότι οὐκ αὐτόθεν οὐ γὰρ ἄν τοῦτο ἴσον εἰς ἄνισα κατατμηθῆναι. Μέλισσος μὲν οὖν καὶ δείκνυσιν ὅτι τὸ πᾶν ἀκίνητον ἐκ τούτων. Ὅτι ἀνάγκη κινήσεως οὔσης κενὸν εἶναι, καὶ ἐκ τῆς Μελίσσου δόξης κατασκευάζει. κἀκεῖνος γοῦν εἴξας τῷ λόγῳ τῷ ἀναιροῦντι τὸ κενὸν εὐθὺς καὶ τὴν κίνησιν συνανεῖνος ἤγουν βουληθεὶς ἀκίνητον εἶναι τὸ πᾶν τῇ κινήσει καὶ τὸ κενὸν συνανεῖλεν, ὡς δὴ τῇ τῆς κινήσεως ἐννοίᾳ εὐθὺς καὶ τοῦ κενοῦ συνεισαγομένου, καὶ ἔμπαλιν τῇ ἀναιρέσει τοῦ κενοῦ συναναιρουμένην καὶ τῆς κινήσεως. ἀλλ’ ὁ μὲν Μέλισσος φανερὰν οὖσαν τὴν κίνησιν ἀνεῖλε διὰ τὸ δέξασθαι τὸ ἀφανές, λέγω δὴ τὸ μὴ εἶναι κενόν· πολλῷ οὖν εὐλογώτερον τῷ φανερῷ πειθομένους ἐκ τούτου τὸ ἀφανὲς συλλογίσασθαι. Ἔτι δὲ καὶ ἡ αὔξησις δύναται γενέσθαι διὰ κενοῦ. τρίτον ἐπιχείρημα τὸ ἀπὸ τῆς αὐξήσεως, ἔστι δὲ αὔξησις καὶ κίνησις κατὰ μέρος. εἰ γὰρ ἡ αὔξησις γίνεται προσκρινομένης τῷ αὐξομένῳ τῆς τροφῆς, ἔστι δὲ ἡ τροφὴ σῶμα, αὔξεται δὲ ὅλον δι’ ὅλου τὸ σῶμα, ἀδύνατον δὲ ὅλῳ προσχωρῆσαι τῷ σώματι τὴν τροφήν ἔσται γὰρ σῶμα ἐν σώματι), ἀνάγκη ἄρα κενά τινα εἶναι ἐν σώματι, ἐν οἷς χωρεῖ ἡ τροφή. Καὶ ἐπεισιέναι αὐτῷ τῷ οὐρανῷ ἐκ τοῦ ἀπείρου πνεύματος, ὡς ἄν ἀναπνέοντι καὶ τὸ κενόν, ὃ διορίζει τὰς φύσεις. Ἴσως τὸ ἔξω τοῦ οὐρανοῦ ἄπειρόν τι κενὸν ὑποτιθέμενοι, τοῦτο αὐτὸ καὶ πνεῦμα ἐκάλουν, ὡς ἐκ παραλλήλου τοῦ αὐτοῦ καὶ κενοῦ καὶ πνεύματος λεγομένου. τοῦτο οὖν τὸ κενόν φησιν ἐκ τῶν ἔξω τοῦ οὐρανοῦ ἐπεισιέναι τῷ οὐρανῷ, ὡς δὴ τοῦ οὐρανοῦ τὸ κενὸν ἀναπνέοντος. ἀνα- κενοῦ αἰτίου ὄντος τῆς διακρίσεως τοῖς πράγμασιν. Ὡς ὄντος τοῦ κενοῦ χωρισμοῦ τινος τῶν ἐφεξῆς καὶ τῆς διορίσεως. ’Ev τῷ πέμπτῳ λόγῳ ὁρίζεται τὰ ἐφεξῆς εἶναι ὧν μηδέν ἐστι μεταξὺ συγγενές. τοῖς οὖν ἐφεξῆς, φησί, τοῦ μὴ εἶναι συνεχέσιν, ἀλλὰ κεχωρισμένοις αἴτιον τὸ κενόν· χωρισμὸς γάρ τίς ἐστιν αὐτῶν καὶ διάκρισις τὸ κενόν, καὶ τῆς διορίσεως αὐτῶν αἴτιον. Πρὸς δὲ τῷ ποτέρως ἔχει δεῖ λαβεῖν τί σημαίνει τοὔ νομᾶ. Αὐτὸς ἐν τῇ Ἀποδεικτικῇ εἶπεν ὅτι ὅταν περί τινος σημαινομένου ὁμωνύμου φωνῆς ποιώμεθα τὸν λόγον, δεῖ διαστέλλεσθαι πρότερον τὰ διά- φορα σημαινόμενα τῆς φωνῆς, εἶτα ἀφορίζειν περὶ ποίου αὐτῶν ἡμῖν ἐστιν ὁ λόγος, καὶ μετὰ ταῦτα λοιπὸν ἀκολούθως τοῖς προβλήμασι προιτέον, πρῶιον ζητοῦντας τὸ εἰ ἔστι τι τοιοῦτον πρᾶγμα οἷον ὑπὸ τῆς φωνῆς ση- μαίνεται, εἶτα τί ἐστιν, ὁποῖόν τί ἐστι, διὰ τί ἐστιν. οἷον εἰ περὶ τραγε- λάφου ὁ λόγος ᾖ, πρότερον ζητήσωμεν τί ποτε σημαίνεται ὑπὸ τῆς φω- νῆς ταύτης, καὶ εἰ πλείω τὰ σημαινόμενα, περὶ ποίου νῦν αὐτῶν ἡμῖν ὁ λόγος, εἶτα εὑρόντες ἐφεξῆς ζητοῦμεν εἰ ἔστι τοιοῦτόν τι πρᾶγμα οἷον ὑπὸ τῆς φωνῆς σημαίνεται, εἶτα τὰ λοιπὰ ἀκολούθως. οὕτως οὖν καὶ ἐνταῦθα ὁ Ἀριστοτέλης τοὺς ἐφ’ ἑκάτερα λόγους θεὶς τῶν τε δοκούντων κατα- σκευάζειν ὅτι ἔστι τὸ κενὸν καὶ τῶν ἀναιρούντων, τραπεὶς ἐπὶ τὸ ἐκθέσθαι τὴν ἀληθῆ δόξαν ζητεῖ τί σημαίνει τὸ ὄνομα τοῦ κενοῦ. ἔοικε γὰρ οὐκ εἶναι ἁπλοῦν τι· φέρεται γὰρ καὶ ἐπὶ τῆς ὕλης, ὡς αὐτὸς προιὼν ἐρεῖ. οἱ μὲν οὖν, φησί, λέγουσι κενὸν εἶναι, ἐν ᾧ μηδέν ἐστι. πᾶν γὰρ τὸ ὄν, φησί, σῶμα ὑπολαμβάνουσιν εἶναι· ὥστε ἐν ῷ μηδέν ἐστι τοῦτο κενὸν εἶναί φασι. πᾶν δὲ σῶμα ἁπτὸν εἶναί φασι, πᾶν δὲ τὸ ἁπιὸν βάρος ἔχειν ἢ κουφότητα· ὥστε ἐκ συλλογισμοῦ, φησί, συμβαίνει αὐτοῖς λέγειν κενὸν εἶναι ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον. ἀλλ’ εἰ τοῦτό ἐστι, φησί, κενόν, ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον, ἐπεὶ καὶ ἐν τῇ στιγμῇ μηδέν ἐστι βαρὺ ἢ κοῦφον, καὶ ἡ στιγμὴ κενὸν ἂν εἴη. ἀλλ’ ἄτοπον τὴν στιγμὴν κενὸν λέγειν, τοῦτο δὲ συνέβη αὐτοῖς τὸ ἄτοπον διὰ τὸ μὴ προσθεῖναι, ὅτι κενὸν λέγομεν διάστημα ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον· κἂν γὰρ τὸν τόπον προστιθέασι λέγοντες ὅτι κενόν ἐστι τόπος ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον, οὐδὲν ἀνύουσιν, ἕως ἂν μὴ διορίζωσιν, εἰ τοιοῦτον λέγουσι τὸν τόπον ἐν ᾧ διάστημα * * * ἐστι βαρέος καὶ κούφου. ἀλλὰ κἂν οὕτως, φησί, τὸ κενὸν ὁρίσωνται, ὅτι διάστημα ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον, ἤτοι διάστημα δεκτικὸν βαρέος καὶ κούφου, τὴν μὲν στιγμὴν κενὸν λέγειν οὗτοι ἀπο|φεύξονται, εἰς ἕτερον δὲ ἀπορώτερον ἐμπεσοῦνται. εἰ γὰρ τὸ διάστημα τοῦτο, φησί, βάρος μὲν ἢ κουφότητα μὴ ἔχοι, χρῶμα δὲ ἔχοι ἢ ψόφον, τουτέστι σῶμα κεχρωσμένον ἢ ψοφητικόν, μήτε δὲ βάρος μήτε κουφότητα, οἷόν ἐστι τὸ οὐράνιον, τί ἐροῦσι; πότερον κενὸν εἶναι τὸ τοιοῦτον, ἢ οὔ; εἶτα ἀπολογούμενος ὑπὲρ αὐτῶν φησιν ὅτι ἴσως ἂν εἴποιεν, ὅτι εἰ μὲν τοῦτό ἐστι κενὸν τὸ δεκτικὸν βαρέος καὶ κούφου, κἂν ἄλλου τινὸς σώματος πλῆρες ᾖ, ἐροῦσιν αὐτὸ κενόν, εἰ δὲ ἁπλῶς τὸ δεκτικὸν μὲν τοῦ τυχόντος σώματος μήπω μηδὲν ἔχον σῶμα, οὐ κενὸν τὸ τοιοῦτον ἀλλὰ πλῆρες. ἀλλ’ εἴτε 〈πλλιρες εἴτε〉 κενὸν τὸ τοιοῦτον ἐροῦσιν, ἄτοπον· συμβήσεται γὰρ τὸ αὐτὸ καὶ κενὸν εἶναι καὶ πλῆρες. κενὸν μὲν γὰρ ἔσται, εἰ κενόν ἐστι τὸ μηδὲν ἔχον βαρὺ ἢ κοῦφον διάστημα, πλῆρες δὲ πάλιν ἔσται, ἐπειδὴ πεπλήρωκε τὸ διάστημα σῶμα καὶ ἕτερον δέξασθαι οὐ δύναται· εἴη γὰρ ἄν δύο σώματα ἐν ταὐτῷ. εἴη ἂν οὖν τὸ αὐτὸ καὶ πλῆρες καὶ κενόν, <ἢ> τὸν ὅρον τοῦ κενοῦ τὸν παρ’ αὐτῶν ἀποδοθέντα ἀναιρήσουσι, διάστημα λέγοντες ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον. καθ’ ἕνα μὲν οὖν τρόπον, φησίν, οὕτως ὁρίζονται τὸ κενόν, διάστημα ἐν ᾧ μηδέν ἐστι σῶμα ἁπτόν, ἁπτὸν δὲ τὸ βάρος ἔχον ἢ κουφότητα εἶναι, ἕτεροι δέ, φησίν, ἄλλον τρόπον ὁρίζονται τὸ κενόν, ἵνα ταῦτα ἐκφύγωσι τὰ ἄτοπα, λέγοντες κενὸν εἶναι διάστημα ἐν ᾧ μηδέν ἐστιν ὅλως σῶμα μηδὲ μηδὲ τις δωματική. οἱ αὐτοὶ δὲ οὗτοι, φησί, καὶ τὴν ὕλην τὸ κενὸν λέγουσιν αὕτη γὰρ οὐδέν ἐστιν ἐνεργείᾳ σῶμα), οἱ αὐτοὶ δὲ οὗτοι καὶ τόπον τὴν ὕλην φασί. τὸ μὲν οὖν τὴν ὕλην κενὸν λέγειν ἢ τόπον πάνυ γελοῖον· ἡ μὲν γὰρ ὕλη, φησί, οὐκ ἔστι χωριστὴ τῶν πραγμάτων, τὸ δὲ κενόν, φησίν, ὡς χωριστὸν ὂν τῶν πραγμάτων, οὕτω λέγουσιν εἶναι οἱ λέγοντες καὶ κατ’ ἐνέργειαν καθ’ αὐτὸ πεφυκὸς ὑφίστασθαι. τὰ αὐτὰ δὲ καὶ περὶ τοῦ τόπου εἴπομεν, καὶ ὅτι ὁ τόπος μὲν καὶ τὸ κενὸν οὐδέν ἐστι τοῦ πράγματος τοῦ ἐν αὐτῷ, ἡ ὕλη δὲ στοιχεῖόν ἐστι τοῦ πράγματος, καὶ ὅσα ἄλλα εἴρηται ἐν τοῖς ἔμπροσθεν. ὅτι δὲ οὐκ ἔστι τὸ κενὸν διάστημά τι ἐν ᾧ μηδέν ἐστιν ὅλως σῶμα, ὥσπερ ἀρτίως εἴρηται, δείκνυσιν ἐντεῦθεν, κέχρηται δὲ εἰς ἀναίρεσιν τοῦ κενοῦ τοῖς προαποδεδειγμένοις περὶ τοῦ τό- που. ἐπειδὴ γάρ, φησίν, οἱ λέγοντες εἶναι τὸ κενὸν οὐδὲν ἕτερον αὐτὸ λέγουσιν εἶναι ἢ τόπον διαστηματικὸν ἐστερημένον σώματος, ἐδείχθη δὲ ἐν τοῖς περὶ τοὐ τόπου λόγοις ὅτι τοιοῦτον εἶναι τὸν τόπον διάστημα ὄντα ἕτερον τῶν σωμάτων καὶ χωριστὸν ἀδύνατον, οὐδὲ τὸ κενὸν ἄρα ἔστι. τὸ γὰρ κενὸν καὶ ὁ τόπος τοῖς οὕτως αὐτὸν τιθεμένοις ἐπινοίᾳ μόνον ἀλλήλων διοίσουσιν, ὥσπερ εἰρήκαμεν, καθὸ τὸν μὲν τόπον, ὅταν ἤδη δέξηται σῶμα, νοοῦμεν τινὸς γὰρ ὁ τόπος), τὸ δὲ κενόν, ὅταν μήπω δέξηται σῶμα, ἐπεὶ τό γε εἶναι διαστήμασιν ἑτέροις παρὰ τὰ σώματα ἀμφοτέροις ὑπάρχει. καὶ γὰρ ἐκ τῶν αὐτῶν ἐξ ὧν εἰς ὑπόνοιαν τοῦ εἶναι διάστημα τὸν τόπον ἦλθον, ἐκ τούτων καὶ εἰς τὴν τοῦ κενοῦ ὑπόνοιαν ἦλθον· ἡ γὰρ κατὰ τό- πον κίνησις εἴς τε τὴν τοῦ τόπου ὑπόνοιαν ἤγαγε (τῷ γὰρ ὁρᾶν τὰ κινούμενα ἄλλοτε ἄλλον κατέχοντα τόπον, καὶ ἐν τῷ αὐτῷ ἄλλοτε ἄλλα γενόμενα μένα σώματα, εἰς ὑπόνοιαν ἦλθον τοῦ εἶναι διάστημά τι καθ’ αὑτὸ ἄλλοτε ἀγλα’ δεχόμενον σώματα), ἐκ τῆς αὐτῆς δὲ πάλιν ὑπονοίας καὶ τὸ κενὸν εἶναι τίθενται. ἐπεὶ γὰρ ἔστι κίνησις, φασί, καὶ σῶμα διὰ σώματος οὐ χωρεῖ, δεῖ κενὸν εἶναι δι’ οὗ χωρήσει τὸ κινούμενον, μήπω ἐπιστήσαντες τῇ ἀντιπεριστάσει τῶν σωμάτων. ἐπεὶ οὖν, φησί, καὶ τὸ κενὸν καὶ ὁ τόπος διαστηματικὸς τὸ αὐτό τέ ἐστι τῷ ὑποκειμένῳ καὶ ἡ αὐτὴ αἰτία εἰς τὴν ἔννοιαν αὐτῶν ἤγαγε, δι’ ὧν λόγων, φησίν, ἠλέγξαμεν ὅτι οὐκ ἔστιν ὁ τόπος διάστημα, διὰ τῶν αὐτῶν δείξομεν ὅτι οὐδὲ τὸ κενόν ἐστιν· εἰ γὰρ εἴη τοιοῦτό τι κενόν, ὅταν ἐγγένηται ἐν αὐτῷ σῶμα, χωρήσουσι δι’ ἀλλήλων τὰ διαστήματα, καὶ διαιρήσουσιν ἄλληλα εἰς ἄπειρα, καὶ ὅσα ἄλλα καὶ ἐν τῷ λόγῳ τῷ περὶ τοῦ τόπου συνήγετο. οὐκοῦν καὶ ἡμεῖς δι’ ὧν ἠλέγξαμεν τοὺς λόγους τοὺς ἀναιροῦντας διάστημα εἶναι τὸν τόπον, διὰ τούτων καὶ τοὺς ἀναιροῦντας τὸ οὕτω κενόν, ὅσον ἐπὶ τῷ ἰδίῳ λόγῳ, ἠλέγξαμεν. οὕτω μὲν οὖν καὶ διὰ τῶν ἤδη εἰρημένων ἐλέγχοιτ’ ἂν τὸ κενόν, ἐπειδὴ <δὲ> καὶ αἴτιον αὐτὸ κινήσεως εἶναι ὑπενόουν οἱ αἴτιον δὲ ὡς χώραν τινὰ ἐν ᾗ κινεῖται, βούλεται λοιπὸν ἐντεῦθεν δεῖξαι, ὅτι οὐδαμῇ οὐδαμῶς αἴτιόν ἐστι κινήσεως τὸ κενὸν κατ’ οὐδένα τῶν αἀτίων τρόπον. Πρὸς δὲ τὸ ποτέρως ἔχει δεῖ λαβεῖν τί σημαίνει τοὔνομα. ἐπειδὴ τοὺς ἐφ’ ἑκάτερα λόγους ἔθηκε, τρέπεται λοιπὸν ἐπὶ τὴν τοῦ ἀληθοῦς ζήτησιν, καί φησιν ὅτι πρὸς τὸ μαθεῖν ποτέρως ἔχει, τουτέστιν εἴτε ἔστιν εἴτε μὴ ἔστι, δεῖ πρότερον μαθεῖν τί σημαίνει τὸ τοῦ κενοῦ ὄνομα, πότερον ἕν τι ἢ πλείονα, καὶ τίνα ταῦτα. τούτου δὲ αἴτιον ὅτι τὸ ὂν σῶμα οἴονται εἶναι. Διὰ τοῦτο, φησί, ἦσί, κενὸν λέγουσι τὸν τόπον ἐν ᾧ μηδέν ἐστιν, ἐπειδὴ πάν τὸ ὂν σῶμα λέγουσιν εἶναι. ἐπεὶ οὖν κενόν ἐστιν, ἐν ᾧ μηδέν ἐστι σῶμα, πᾶν δὲ τὸ ὄν ἐστι σῶμα, <κενόν ἐστιν> ἐν ᾧ μηδέν ἐστι. συμβαίνει οὗν ἐκ συλλογισμοῦ τὸ εἶναι κενόν, ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον· " εἰ γὰρ κενόν ἐστι τόπος ἐν ᾧ μηδέν ἐστι, πᾶν δὲ τὸ ὂν σῶμά ἐστι, πᾶν δὲ σῶμα ἁπτόν, ἁπτὸν δὲ πᾶν | ὃ ἔχει βάρος ἢ κοῦφ’ ότητα, συνάγεται ὅτι κενόν ἐστι τόπος ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον. καλῶς δὲ εἶπεν ἐκ συλλογισμοῦ· οὐ γὰρ αὐτόθεν ἐκεῖνοι τοῦτο λέγουσιν, ἀλλὰ λέγουσι κενὸν εἶναι ἐν ᾧ μηδέν ἐστι σῶμα, ἐπειδὴ δὲ σῶμα πᾶν ἁπιόν ἐστιν, ἁπτὸν δέ φασι τὸ ἔχον βάρος ἢ κουφότητα, ἐκ τῶν παρ’ αὐτῶν λεγομένων συνήγαγεν, ὅτι συμβαίνει αὐτοῖς, ἐξ ὧν λέγουσι, κενὸν εἶναι τὸ μὴ ἔχον βαρύ τι [σῶμα] ἢ κοῦφον. Ἄτοπον δὲ εἰ στιγμὴ κενόν. Εἰπὼν ὅτι λέγουσι κενὸν εἶναι τόπον ἐν ᾧ. βαρὺ μηδέν ἐστι μηδὲ κοῦφον, ἐλέγχει τὸν ὅρον λέγων ὅτι οὕτως ἂν καὶ ἡ στιγμὴ κενὸν εἴη· ἐφαρμόζει γὰρ καὶ ἐπ’ αὐτῆς ὁ ὅρος· οὐδὲν γάρ ἐστιν ἐν αὐτῇ οὔτε βαρὺ οὔτε κουφον. Δεῖ γὰρ τόπον εἶναι, ἐν ᾧ σώματός ἐστι διάστημα ἁπτοῦ. Ἀντὶ τοῦ ‘ἔδει γὰρ οὕτως ὁρίσασθαι, ὅτι τόπος ἐστὶ διάστημα σώματος ἁπτοῦ.᾿ ἁπτὸν δὲ τὸ ἔχον βάρος ἢ κουφότητα· ὥστε τόπος ἂν εἴη διάστημα δεκτικόν βαρέος καὶ κούφου, ἢ διάστημα βαρέος καὶ κούφου. Ἀλλ’ οὖν φαίνεται λέγεσθαι τὸ κενὸν ἕνα μὲν τρόπον τὸ μὴ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. Τινὰ τὸ πλῆρες ἔχει. καὶ εἰ πλῆρες, πῶς κενόν; πλῆρες οὖν ἀντὶ τοὐ πληροῦται καὶ δεκτικόν ἐστι σώματος αἰσθητοῦ κατὰ τὴν ἁφὴν. Διὸ κἂν ἀπορήσειεν ἄν τις, τί ἄν φαῖεν, εἰ ἔχοι τὸ διάστημα χρῶμα ἢ ψόφον. Ὅτι κἂν οὕτως ὁρίσωνται, οὐδὲ οὕτως τὸ ἄτοπον ἐκφεύγουσιν· εἰ γὰρ τὸ διάστημα τοῦτο, φησί, χρῶμα ἔχοι ἢ ψόφον δίχα βάρους καὶ κουφότητος, τί ἐροῦσι; κενὸν εἶναι τὸ τοιοῦτον διάστημα, ἢ οὔ; οὐκ ἀδύ- νατος δὲ ἡ ὑπόθεσις. τὸ γὰρ οὐράνιον σῶμα τοιοῦτον· κέχρωσται γὰρ καὶ ψόφον ἀποτελεῖ κατὰ τοὺς Πυθαγορείους κινούμενον, βάρους δὲ καὶ κουφότητος ἐστέρηται. Ἤ δῆλον ὅτι εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν, εἰ δὲ μή, οὔ. ἐροῦσι, φησί, πρὸς τὸν λόγον τοῦτον, ὅτι εἰ μὲν κενὸν τοῦτο λέγεις, τὸ κεχωρισμένον ἁπτοῦ σώματος, ταὐτὸν δὲ εἰπεῖν βαρέος καὶ κούφου, κἄν ἄλλο τι σῶμα ἔχῃ, δῆλον ὅτι κενόν ἐστι πλῆρες γὰρ τοῦτό φα- μὲν τὸ ἔχον βάρος ἢ κουφότητα), εἰ δὲ κενὸν ἐρεῖς, ἐν ᾧ μηδέν ἐστιν ὅλως, οὐκ ἄν εἴη τὸ τοιοῦτον κενόν. τὸ δὲ συμβαῖνον ἑκατέρῳ εἴπομεν· ἢ γὰρ ὁ ὁρισμὸς τοῦ κενοῦ ἐλέγχεται, ἢ τὸ αὐτὸ πλῆρες ἔσται καὶ κενόν. Ἄλλον δὲ τρόπον, ἐν ᾧ μηδέν ἐστι, μηδὲ οὐσία τις σωματικη. Ὅτι κατ’ ἄλλον τρόπον ὁρίζονται τὸ κενόν, διάστημα ἐν ᾧ μηδέν ἐστι μήτε σῶμα μήτε σωματικόν τι, οἷον ποιότης ἢ δύναμις ἤ τι ἄλλο τῶν φυσικῶν. οὗτοι δέ, φησί, καὶ τὴν ὕλην κενὸν λέγουσι καὶ τόπον, ἐπειδὴ μηδέν ἐστιν ἐνεργείᾳ τῶν φυσικῶν σωμάτων, ὕλην δὲ δηλονότι οὐ τὴν πρώτην, ἀλλὰ τὴν πεποσωμένη. ὅτι δὲ οὐ ταὐτόν ἐστιν ἡ ὕλη τῷ τόπῳ ἢ τῷ κενῷ, πολλάκις δέδεικται. ἐπεὶ δὲ περὶ τοῦ τόπου διώρισται, καὶ τὸ κενὸν τόπον ἀνάγκη εἶναι, εἰ ἔστιν ἐστερημένον σώματος. Ἐντεῦθεν λοιπὸν δείκνυσιν ὅτι οὐκ ἔστι τὸ κενὸν “οὔτε κεχωρισμέ- νον οὔτε ἀχώιστου”. πρῶτον δέ φησιν, ὅτι οἷς ἀπεδείξαμεν μὴ εἶναι τὸν τόπον διάστημα, τούτοις δείκνυμεν ὅτι οὐδὲ τὸ κενόν· οὐδὲ γὰρ διαφέρει οὗτος ὁ τόπος τοῦ κενοῦ, εἰ μὴ ἐπινοίᾳ μόνον καὶ σχέσει, ἐπεὶ τῷ γε ὑποκειμένῳ τὰ αὐτά εἰσιν. ἐδείξαμεν δέ, φησίν, ὅτι ὁ τόπος, ὡς μὲν πέρας, ἔστιν, ὡς δὲ διάστημά τι αὐτὸ καθ’ αὑτὸ ἕτερον τῶν ἐγγινομένων σωμάτων, οὐκ ἔστιν. ὥστε οὐδὲ τὸ κενὸν ἂν εἴη. Φανερὸν ὅτι οὕτω μὲν κενὸν οὐκ ἔστιν, οὔτε κεχωρισμένον οὔτε ἀχώριστον. Κεχωρισμένον μέν, οἷον αὐτὸ καθ’ αὑτὸ πάντη σώματος ἐστερημένον, οἷον τὸ ἔξω τοῦ οὐρανοῦ τινες ἔλεγον, ἀχώριστον δέ, ἤιοι τὸ κατακεκερματισμένον ἐν τοῖς σώμασιν, οἷον οἱ τὰς ἀτόμους ὑποτιθέμενοι εἶναι ἔλεγον, οὗ τῆ παρεμπλοκῇ πρὸς τὰς ἀτόμους συνίστασθαι τὰ σώματα, ἤ, ὅπερ καὶ μᾶλλον, ὅτι οὐδὲ τοιοῦτον κενόν ἐστιν, ὅπερ ἰδίαν μὲν ἔχει φύσιν διά· στῆμα ὂν τριχῇ διαστατὸν ἕτερον παρὰ τὰ σώματα, ἀεὶ δὲ πλῆρές ἐστιν. ἀλλ’ εἰ ἐδείξαμεν ἡμεῖς ὅτι ὁ τόπος ἐστὶ τοιοῦτος τριχῇ ὢν διαστατὸς καθ’ αὑτόν, ἔστι δὲ τὸ κενὸν ταὐτὸν τῷ τόπῳ κατὰ τὸ ὑποκείμενον, δῆλον ὅτι ἐστὶ τὸ οὕτως ἀχώριστον κενόν, ὃ καθ’ αὑτὸ μὲν οὐδέποτέ ἐστι κεχωρισμένον σώματος, ἀλλ’ ἀεὶ πλῆρές ἐστιν, ἑτέραν μέντοι τὴν ὕπαρξιν ἔχει παρὰ τὰ ἐγγινόμενα ἐν αὐτῷ σώματα. Τὸ γὰρ κενὸν οὐ σῶμα, ἀλλὰ σώματος διάστημα βούλεται λεται εἶναι. ἐπειδὴ τὸ κενόν. φησί, διάστημά ἐστι σώματος, τουτέστι δεκτικὸν σώματος, τοιοῦτον δέ ἐστι καὶ ὁ τόπος κατὰ τοὺς τὸ διάστημα τόπον ἡγου- μένους εἶναι, δέδεικται δὲ ὅτι τὸ διάστημα τὸ τοπικὸν οὔτε χωριστὸν οὔτε ἀχώριστον δύναται εἶναι, δῆλον ὡς οὐδὲ τὸ κενὸν ἄν εἴη οὔτε ὡς χωριστὸν οὔτε ὡς ἀχώριστον. Διὸ καὶ τὸ κενὸν δοκεῖ τι εἶναι, ὅτι καὶ ὁ τόπος, καὶ διὰ τὰ αὐ τά. Ὅτι, φησί, ταὐτόν ἐστιν ὁ τόπος καὶ τὸ κενόν, δῆλον ἐξ ὧν καὶ δι’ ἃς αἰτίας εἰς ἔννοιαν ἦλθον τοῦ εἶναι τὸν τόπον διάστημα, διὰ τὰς αὐτὰς καὶ εἰς τὴν περὶ τοῦ κενοῦ ἔννοιαν ἦλθον· ἡ γὰρ κατὰ τόπον κίνησις καὶ τούτοις κἀκείνοις αἰτία τῆς ὑπονοίας γέγονεν. οἵ τε γὰρ τὸν τόπον διάστημα εἶναι λέγοντες ἐκ τοῦ ὁρᾶν ἄλλοτε ἄλλα ἐν τῷ αὐτῷ ἐγγινόμενα σώ· οἷον ἐν τῷ ἀμφορ·εῖ, εἰς τὴν ὑπόνοιαν ταύτην ἦλθον, καὶ οἱ τὸ κενὸν εἶναι λέγοντες διὰ τὸ μὴ ἄν εἶναι τὴν κατὰ τόπον κίνησιν, εἰ μὴ κενὸν ἦν· οὐ γὰρ χωρεῖν σῶμα διὰ σώματος. Αἴτιον δὲ τῆς κινήσεως οἴονται τὸ κενὸν οὕτως ὡς ἐν ῳ κινεῖται. Ὅτι οἱ τὸ κενὸν οἰόμενοι εἶναι αἴτιον αὐτὸ οἴονται εἶναι τῆς κινή- σεως οὕτως ὡς τὸ ἐν ᾧ κινεῖται, τουτέστιν ἐφ’ οὗ. καὶ ἐκ τούτου δὲ δῆλον ὅτι τὸ κενὸν τοιοῦτόν ἐστιν, οἷον καὶ τὸν τόπον φασὶν εἶναι. οὐδεμία δὲ ἀνάγκη, εἰ κίνησις ἔστιν, εἶναι κενόν. ἐλέγξας τὸ κενὸν τοῖς αὐτοῖς λόγοις οἷς καὶ τὸν τόπον τὸν ὡς διάστημα, ὁρμᾷ μὲν ἐντεῦθεν εἰς τὸ αὐτὸ καθ’ αὑτὸ τὸ κενὸν δεῖξαι ὅτι οὐ- δαμῇ οὐδαμῶς ἐστι, πρότερον δὲ τοὺς λόγους, δι’ ὧν ἐπεχείρουν δεῖξαι ὅτι ἔστι τὸ κενόν, βούλεται ἐλέγξαι καὶ δεῖξαι ὅτι οὐδὲν ἔχουσιν ἀναγκαῖον. ἦσαν δὲ τέσσαρες, ὁ ἀπὸ τῆς κινήσεως, ὁ ἀπὸ τῆς αὐξήσεως, ὁ ἀπὸ τοῦ γλεύκους, καὶ ὁ ἀπὸ τῆς τέφρας. καὶ τέως τὸν ἀπὸ τῆς κατὰ τόπον κινή- σεως λόγον δείκνυσι μηδὲν ἔχοντα ἀναγκαῖον. ἦν δὲ ὁ λόγος οὗτος· εἰ κίνησις ἔστι καὶ μὴ χωρεῖ σῶμα διὰ σώματος, ἔστι κενόν, ἀλλὰ μὴν τὸ πρότερον, καὶ τὸ δεύτερον ἄρα. πρῶτον μὲν γάρ, φησίν, εἰ καί τις κίνησις ἐδεῖτο κενοῦ, οἷον ἡ κατὰ τόπον, οὐ δήπου καὶ πᾶσα κτήσις κενοῦ δεῖται εἰς τὸ γενέσθαι. ἡ γοῦν ἀλλοίωσις τόπου παντελῶς οὐ προσδεῖται· τὸ γὰρ ἀλλοιούμενον, ὅσον ἐπὶ τῇ ἀλλοιώσει, οὐδενὸς προσδεῖται τόπου· καὶ γὰρ ἀκίνητον ὂν κτὰ τόπον ἀλλοιωθείη ἄν. ἀλλ’ οὐδὲ εἰ ἡ κατὰ τόπον εἴη κίνησις, εὐθὺς ἀνάγκη καὶ κενὸν εἶναι· δύναται γὰρ ἀντιμεθίστασθαι ἀλλήλοις τὰ σώματα ἀμείβοντα τοὺς ἀλλήλων τόπους, καὶ οὐ προσδεόμενα κενοῦ διαστήματος κεχωρισμένου αὐτῶν. καὶ τοῦτο μὲν καὶ ἐπὶ τῆς κατ’ εὐθεῖαν κινήσεως ἔστιν ἰδεῖν, μάλιστα δέ ἐστι προφανὲς ἐν ταῖς τῶν συνεχῶν δίναις, ὡς ἔχει ἐπὶ τῆς Ἀρατείας σφαίρας καὶ ἐπὶ τοῦ ἐν τῇ λεκάνῃ κινουμένου ὕδατος· ταῦτα γὰρ οὐ διὰ κενοῦ κινοῦνται τὸν γὰρ αὐτὸν κατέχουσι τόπον κατὰ τὰς οἰκείας ὁλότητας), ἀλλὰ κι- νοῦνται τῶν μερῶν αντιπαραχωρουντων αλληλοις τοὺς οἰκείους τόπους. καὶ τί λέγω ἐπὶ τῶν κύκλῳ κινούμενων; καὶ γὰρ τὰ κατ’ εὐθεῖαν κινούμενα, ὡς ἤδη εἶπον, τοῦτον κινεῖται τὸν τρόπον κενοῦ μὴ δεόμενα· ἐὰν γὰρ τὸν δάκτυλον καθεὶς ἐν ὕδατι κινήσω, καὶ ἁπλῶς πάντα τὰ ἐν ὕδατι κινούμενα κινεῖται μὲν κατὰ τόπον τὴν κατ’ εὐθεῖαν κίνησιν, οὐ διὰ κενοῦ δὲ κινεῖται οὐδέ ἐστι τηλικαῦτα κενὰ κεχωρισμένα ἐν τῷ ὕδατι, οἷά ἐστι τὰ τῶν ἰχθύων, τὰ τῶν κητῶν σώματα τοῦτο γὰρ ἐναργές), ἀλλ’ ἀντιμεθίσταται ἀεὶ τὸ ὕδωρ τῷ κινουμένῳ, καὶ ἑκάτερον τὸν τοῦ ἑτέρου τόπον καταλαμβάνει. εἰ μὲν γὰρ διὰ στερρῶν καὶ ἀντιτύπων σωμάτων ἐγίνετο ἡ κίνησις, εἰκότως ἐνομίσθη ἂν διὰ κενοῦ κινεῖσθαι τὰ κινούμενα, διὰ τὸ μὴ ῥᾳδίαν εἶναι ἐπὶ τούτων τὴν ἀντιπερίστασιν, εἰ δὲ δι’ ὑγρῶν ἡ κίνησις γίνεται, ὕδατος λέγω καὶ ἀέρος, οὐκ ἀναγκαῖον εἰσάγειν τὸ κενὸν διὰ τὴν κίνησιν· τεμνομένου γὰρ τοῦ δι’ οὗ ἡ κίνησις καὶ ἀντιπαραχωροῦντος τὸν ἑαυτοῦ τόπον τῷ κινουμένῳ, οὕτως ἡ κίνησις γίνεται. ἐκ δὲ τούτων τῶν ἐπιχειρημάτων, ὅτι μὲν οὐκ ἀναγκαῖον κινήσεως οὔσης εἶναί τι χωριστὸν κενὸν πάντῃ σώματος ἐστερημένον, δείκνυται, ὅτι δὲ ἁπλῶς οὐκ ἔστιν, οὐδέπω ἐκ τούτων δείκνυται· τί γὰρ εἰ καὶ μὴ διὰ κενοῦ μὲν ἡ κίνησις γίνοιτο, εἴη δέ τι καὶ ἄλλως κενὸν καθ’ αὑτὸ κεχωρισμένον; ὅτι μὲν ὦν, ὡς εἶπον, κινήσεως οὔσης ἐνδέχεται μὴ εἶναι κενὸν χωριστόν, ἱκανῶς διὰ τούτων δείκνυται, ὅτι δὲ οὐδὲ ἀχώριστόν ἐστι κενὸν κατὰ τὸν τρόπον ὃν ἐγὼ εἶπον, ὅπερ τῷ μὲν ἰδίῳ λόγῳ διάστημά ἐστι κενὸν παντὸς σώματος, οὐδέποτε δὲ χωρίς ἐστι σώματος, ἀλλ’ ἀεὶ πεπλήρωται σώματός τινος, οὐ δείκνυται διὰ τῶν λόγων τούτων, ἀλλὰ τοὐναντίον καὶ ἀναγκαῖον εἶναι ἐκ τῶν εἰρημένων· ὅταν γὰρ φῶμεν μὴ δεῖσθαι κενοῦ τὰ κινούμενα, ἀλλὰ ἀντιμεθίστασθαι καὶ ἀντιπαραχωρεῖν ἀλλήλοις τὰ μόρια τοὺς ἰδίους τόπους, τί ἄλλο φαμὲν ἀντιπαραχωρεῖν ἀλλήλοις ἢ τὰ δια- στήματα ἐν οἷς εἰσίν; εἴρηται δὲ ἱκανῶς ἐν τοῖς περὶ τόπου λόγοις περὶ τούτου. Δευτέρα ἦν ἀπορία ἡ ἐκ τῆς πυκνώσεως καὶ μανώσεως τῶν σωμάτων, ἧς ἦν παράδειγμα τὸ ἐπὶ τοῦ γλεύκους συμβαῖνον καὶ τῶν ἀσκῶν· ἔλεγον γὰρ πυκνουμένου τοῦ σώματος χωρεῖν εἰς τὰ ὑπάρχοντα | ὲν αὐτοῖς κενά. οἱ φησὶν οὖν ὅτι οὔτε ἀναγκαῖον οὔτε ἀληθὲς τὸ λέγειν οὕτω γίνεσθαι τὴν πύκνωσιν. ἐνδέχεται γάρ, φησί, πυκνοῦσθαι τὰ σώματα μὴ εἰς τὰ ἐνόντα κατ’ ἐνέργειαν κενά, ἀλλὰ τῷ ἐκθλίβειν καὶ ἐκπυρηνίζειν τὰ λεπτομερέστερα ἐν αὐτοῖς σώματα, εἶτα εἰς τὸν ἐκείνων τόπον χωρεῖν, ὅπερ καὶ ἐπὶτοῦ οἴνου γίνεται· τῇ γὰρ ἐκ τῶν ἀσκῶν πιλήσει ἐξακοντίζεται ἡ ἐναπει- λημμένη λεπτομερὴς οὐσία εἴτε ἀερώδης εἴτε καὶ ἄλλη τις, οἷον ἀτμιδώδης ἢ πενματώδης, τοιοῦτον δὲ τὸ γλεῦκος· ταύτῃ οὖν πιλούμενος ὁ οἶνος καὶ εἰς ἐλάττονα ὄγκον συστελλόμενος χωρεῖται ὑπὸ τοῦ αὐτοῦ πίθου μετὰ τοῦ ἀσκοῦ, ὃν καὶ πρὸ τοῦ ἀσκοῦ ἐπλήρουν. καὶ ἄλλως πολὺ τὸ πνευματῶδες ἐν τῷ γλεύκει, ὡς δηλοῖ καὶ ὁ ἀφρὸς <ὃς> κινούμενος τοῦ πνεύματος πολὺν μεταξὺ ἐναπολαμβάνει ἀέρα, ὡς δηλοῦσιν αἱ πομφό- λυγες· κωλυομένης οὖν τῆς κινήσεως ὑπὸ τῆς ἐκ τοῦ ἀσκοῦ πιλήσεως ἐκδιαφορεῖται, ὡς εἴρηται, ὁ ἐναπολαμβανόμενος ἀήρ, καὶ οὕτως εἰς τὸν ἐκείνου τόπον χωρεῖ τὰ τοῦ οἴνου μόρια. καὶ ἄλως δὲ ἀεὶ ἐγκέκραται λεπτότερόν τι σῶμα τῷ παχυμερεστέρῳ, διὸ ὕδωρ πιλοῦται ἀέρος ἐκθλιβο- μένου καὶ ἀὴρ πυρός, γῆ δὲ καὶ ὕδατος καὶ ἀέρος. “διὸ πυρὸς πίλησις οὐκ ἔστιν”, ὥς φησιν ὁ Θεμίστιος· οὐ γὰρ ἔχει τι λεπτομερέστερον ὃ ἐμπεριέξει. τρίτον ἦν τῶν ἀπόρων ‘εἰ αὔξησις ἔστιν, ἔστι κενόν· σῶμα γὰρ οὐ χωρεῖ διὰ σώματος. αὔξεται δὲ τὸ αὐξόμενον τῆς τροφῆς χωρούσης εἰς αὐτὸ καὶ προσκρινομένης τῷ αὐξομένῳ· ἀνάγκη οὖν, εἰ μὴ χωρεῖ σῶμα διὰ σώματος, ἐν τοῖς κενοῖς τοῦ αὐξομένου χωρεῖν τὸ αὗξον.᾿ ὁ οὖν Ἀριστοτέλης πρότερον αὔξησιν καταχρηστικῶς λαβὼν πᾶσαν ἁπλῶς τὴν ἐξ ἐλάττονος εἰς μείζονα μεταβολήν, οὕτως ἐλέγχει τὸν λόγον, ὕστερον δὲ οὐδὲ ἐπὶ τῆς κυρίως αὐξήσεως ἀναγκαίαν οὖσαν τὴν ἀπορίαν δείκνυσι. πρῶτον μὲν γάρ, φησίν, οὐκ ἀνάγκη πᾶσαν ἁπλῶς τὴν ἐξ ἐλάττονος εἰς μείζονα ἐπίδοσιν εἰσιόντος τινὸς ἐν τῷ αὐξομένῳ γίνεσθαι· ἐπὶ γὰρ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς μεῖζον μὲν ἐξ ἐλάττονος γέγονεν, οὐδενὸς δὲ ἐδεήθη τοῦ ἐπεισιόντος καὶ αὔξοντος. ὥστε οὐδὲ διὰ κενοῦ ἡ αὔξησις γέγονε· διὰ τοῦτο γὰρ ἐδόκει τῇ αὐξήσει ἀκολουθεῖν τὸ κενόν, διὰ τὸ εἰσιόντος τινὸς σώματος τὴν αὔξησιν γίνεσθαι. εἰ δέ τις εἴποι ‘ἀλλ’ ἔξωθεν μείζων ὁ ὄγκος γενόμενος κενάς τινας καταλαμβάνει χώρας’, οὐχ ἕξει τοῦτο ἐκ τοῦ λόγου δεικνύναι ἀναγκαῖον· ὥσπερ γὰρ τόδε τὸ ὕδωρ μεταβάλλον εἰς ἀέρα ἐξ ἐλάττονος εἰς μείζονα ὄγκον μετέβαλεν, οὕτως καὶ ἄλλος τις ἀὴρ εἰς ὕδωρ μεταβαλὼν εἰς ἐλάττονα ὄγκον συνεστάλη, καὶ οὕτως ἀνίσωσις καὶ ἀνταπόδοσις γίνεται. εἰκότως δὲ ὁ Ἀριστοτέλης οὐ μόνον ἐπὶ τῆς κυρίως αὐξήσεως ἐλέγχει τὸν λόγον, ὥσπερ ἐφεξῆς ποιεῖ, ὠὰ καὶ ἐπὶ τῆς ἐξ ἐλάττονος εἰς μείζονα ὄγκον μεταβολῆς, ἥτις γίνεται κατὰ γένεσιν καὶ φθοράν· οὐδὲ γὰρ ἐκεῖνοι τὸν τρόπον τῆς αὐξήσεως ζη- τοῦντες, ὅπως γίνεται τοῦτο ἠπόρουν οὐδεὶς γὰρ νῦν περὶ τούτου λόγος), ἀλλὰ δεῖξαι βουλόμενοι ὅτι ἔστι κενὸν ἐκέχρηντο τῷ ἐπὶ τῆς αὐξήσεως ἀπορουμένῳ, ὅτι εἰ γίνεται σῶμα ἐξ ἐλάττονος μεῖζον, ἀνάγκη δὲ τὴν εἰς τὸ μεῖζον τῶν σωμάτων ἐπίδοσιν σώματός τινος εἰσιόντος καὶ προσκρινομένου γίνεσθαι, ἀνάγκη κενὸν εἶναι. πρὸς οὖν τὸ δεῖξαι ὅτι ἔστι κενὸν οὐδὲν διαφέρει ὁ τῆς αὐξήσεως τρόπος, ἀλλ’ ὅτι ἁπλῶς ἔστι τις ἡ εἰς τὸ μεῖζον ἐπίδοσις, ταύτην δὲ ἀνάγκη διὰ κενοῦ γίνεσθαι. ὡς πρὸς ταύτην οὖν τὴν ἔννοιαν καὶ ταύτῃ ἐχρήσατο τῇ ἀπαντήσει. Καὶ ἄλλως εἰ μὲν αὔξησιν λέγοιεν πᾶσαν ἁπλῶς τὴν εἰς μείζονα ὄγκον ἐπίδοσιν, οὕτως ἐλεγχθήσονται, εἰ δὲ τὴν κυρίως λέγοιεν αὔξησιν, πρὸς ταύτην ταῦτά φησι. συμπεριλαμβάνει δὲ τῇ ἐκ τῆς αὐξήσεως ἀπορίᾳ καὶ τὴν ἐκ τοῦ εἰς τὴν τέφραν ἐκχεομένου ὕδατος, καὶ κοινῶς ἀμφότερα ἐλέγχει καί φησιν ὅτι ὁ περὶ τῆς αὐξήσεως λόγος καὶ τοῦ εἰς τὴν τέφραν ἐκχεομένου ὕδατος αὐτὸς ἑαυτὸν ἐμποδίζει, τουτέστι συμποδίζει καὶ καταβάλλει καὶ αὐτὸς δι’ ἑαυτοῦ ἐλέγχεται. κοινῆς γάρ, φησίν, οὔσης ἀπορίας τοῖς φυσικοῖς εἰς τὸν περὶ αὐξήσεως λόγον, καὶ δοκούντων τεσσάρων τινῶν ἀτόπων ἓν πάντως μὴ ἀποφυγγάνειν, ἢ μὴ εἶναι αὔξησιν ἢ μὴ σώματος εἶναι ἢ μὴ σώματι γίνεσθαι τὴν αὔξησιν ἢ σῶμα χωρεῖν διὰ σώματος, ἐπιχειροῦντες ἐκεῖνοι λύειν ταύτας τὰς ἀπορίας εἶναι μὲν τὸ κενὸν ὑπέθεντο, οὐδὲν δὲ μᾶλλον διὰ τούτου τὰς ἀπορίας ἔλυσαν, εἰ μὴ καὶ ἐπέτειναν· ὥστε οὔτε τὸ κενὸν δεικνύουσιν ὑπάρχον οὔτε τὰς ἀπορίας ἐπιλύονται. ἄνωθεν δὲ πάλιν λέγω· ζητοῦσιν οἱ φυσικοὶ πότερον ἔστιν αὔξησις ἢ οὐκ ἔστιν; ἀλλὰ τὸ εἶναι αὔξησιν ἐκ τῆς ἐναργείας ἀνάγκη ὁμολογεῖν. πότερον οὖν πάλιν σώματός ἐστιν ἡ αὔξησις ἢ ἀσωμάτου; ἀλλ’ ὅτι τὰ σώματά ἐστι τὰ αὐξόμενα ἡ ἐνάργεια μαρτυρεῖ. ἀρ’ οὖν τὸ αὖξον ὡς ὕλη σῶμά ἐστιν ἢ ἀσώματον; ἀλλὰ καὶ τοῦτο πρόδηλον· σῶμα γὰρ ἡ τροφή. εἰ τοίνυν καὶ αὔξησις ἔστι καὶ σώ ματος καὶ σώματι, τὸ δὲ αὖξον ὅλῳ προσκρίνεται τῷ αὐξανομένῳ, ἐπειδὴ καὶ ὅλον δι’ ὅλου αὔξεται τὸ αὐξόμενον, ἀνάγκη σῶμα διὰ σώματος χωρήσειν. τοῦτο δὲ ἀδύνατον· ἄπορος ἄρα πανταχόθεν ὁ περὶ αὐξήσεως λόγος. ταύτας οὖν, φησί, τὰς περὶ αὐξήσεως ἀπορίας ἐπιλύεσθαι βουλόμενοι ὑπόθεσιν ἀναπόδεικτον ὑποτίθενται, ὅτι ἔστι τὸ κενόν ὄντων γάρ, φασί, κενῶν ἐν τῷ σώματι ἡ τροφὴ εἰς ἐκεῖνα χωροῦσα, οὕτως ποιεῖται τὴν αὔξησιν), καὶ δοκοῦσι ταύτῃ καὶ τὰ ὑπάρχοντα τῇ αὐξήσει φυλάττειν, λέγω δὴ τὸ καὶ εἶναι αὔξησιν καὶ σώματος καὶ σώματι, καὶ τὸ ἄτοπον ἐκφεύγειν, τὸ χωρεῖν σῶμα διὰ σώματος. ἀλλ’ οὗτος, φ ἦσίν, ὁ λόγος αὐτὸς ἑαυτὸν καταβάλλει καὶ αὐτὸς ἑαυτὸν ἀναιρεῖ· ἐκεῖνοι μὲν γὰρ οἴονται ὅτι εἰ ὑπόθοιντο διὰ κενοῦ γίνεσθαι τὴν αὔξησιν, ι σῴζουσι τὸν περὶ αὐξήσεως λόγον, ὡς μὴ ἂν ἄλλως αὐξήσεως γενησομένης ἢ διὰ κενοῦ, αὐτὸς δὲ τοὐ ναντίον φησὶν ὅτι εἰ κενὸν εἴη καὶ δι’ αὐτοῦ ἡ αὔξησις γίνοιτο, οὐδ’ ἄν ὅλως εἴη αὔξησις. εἰ μὲν γὰρ ὅλον δι’ ὅλου αὔξεται τὸ αὐξόμενον, ὥσπερ καὶ ἡ ἐνάργεια ἔχει, δεῖ ὅλῳ προσκριθῆναι τὴν τροφήν, προσκρίνεται δὲ τῷ σώματι ἡ τροφὴ οὐκ λλ̓λως, ὥς φασιν, ἢ τῷ χωρεῖν εἰς τὰ ἐν αὐτῷ κενά, δεῖ ἄρα ὅλον δι’ ὅλου τὸ σῶμα κενὸν εἶναι· καθὸ γὰρ οὐκ ἔστι κενόν, οὐ προσκριθήσεται δηλονότι ἐκείνῳ ἡ τροφή, ὥστε οὐδὲ αὐξηθήσεται ἐκεῖνο. ἀλλὰ μὴν ὅλον δι’ ὅλου αὔξεται τὸ αὐξόμενον· δεῖ ἄρα ὅλον εἶναι κενόν. τοῦτο δὲ ἄτοπον. εἰ δὲ μὴ εἴη ὅλον δι’ ὅλου κενόν, ἡ εἰσιοῦσα τροφὴ ἀναπλήρωσις ἔσται τῶν κενῶν μόνον καὶ οὐκ αὔξησις· ἀδύνατον ἄρα διὰ κενοῦ γενέσθαι τὴν αὔξησιν. οὔτε ἄρα τὸ κενὸν ἔδειξαν ὑπάρχον, ἀλλ’ ἀναποδείκτως ὑπέθεντο, καὶ τἀς ἀπορίας τὰς περὶ αὐξήσεως οὐκ ἀνεῖλον, ἀλλὰ καὶ ἐπέτειναν. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῆς τέφρας· ἐπειδὴ γὰρ ὁρᾶται καὶ ἡ τέφρα ὅλη δι’ ὅλης ὑγραινομένη καὶ τὸ ὕδωρ ὅλον δι’ ὅλου υͅελαινόuι-:νον, ἀνάγκη πᾶσα ὅλον κενὸν. εἶναι τὸ ὕδωρ καὶ ὅλην κενὴν εἶναι τὴν τέφραν, εἴ γε εἰς τὰ κενὰ τὰ ἀλλήλων χωροῦσι, τοῦτο δὲ γελοῖον. καὶ εἰ εἰς τὰ κενὰ τὰ ἀλλήλων χωροῦσι τὸ ὕδωρ καὶ ἡ τέφρα, ἡ μὲν τέφρα εἰς τὰ τοῦ ὕδατος τὸ δὲ ὕδωρ εἰς τὰ τῆς ιέφ ῥᾶς, διὰ τί μὴ πολλῷ πρότερον εἰς τὰ κενὰ τὰ ἑαυτῶν ἐξ ἀρχῆς ἐχώρησαν; εὐλογώτερον γὰρ τὸ ὕδωρ ὑγρὸν ὂν εἰς τὰ κενὰ τὰ ἑαυτοῦ χωρεῖν, ἢ τὴν τέφραν εἰς τὰ τοῦ ὕδατος. Ὅλως μὲν οὖν πάσης κινήσεως οὐδαμῶς. Τέως τὸ καθόλου καὶ ἀπροσὸιόρισ-ον τῆς ἀποφάνσεως ἐλέγχει· ἔλεγον γὰρ ἁπλῶς οὕτως ὅτι εἰ ἔστι κίνησις, ἔστι κενόν. τὸ οὖν οἴεσθαι, φησίν, ἢ λέγειν πάσης κινήσεως αἴτιον εἶναι τὸ κενόν, γελοῖον· οὐ γὰρ δήπου καὶ ἡ ἀλλοίωσις κίνησις οὖσα τόπου ἢ κενοῦ προσδεήσεται. διὸ καὶ Μέλισσον ἔλαθε· κἀκεῖνος γὰρ ἄπειρον εἶναι τὸ πᾶν ὑποτιθέμενος ἀπεφαίνετο καὶ ἀκίνητον εἶναι οὐ γὰρ ἔχειν ποῦ κινηθῆναι)· ἔλαθεν οὖν κἀκεῖνον ὅτι ἀλλοιοῦσθαι ἠδύνατο τόπου μὴ προσδεόμενον, καὶ οὕτως οὐκ ἄν ἦν ἀκίνητον. οὐ μόνον δέ, φησίν, ἀλλοιοῦσθαι δυνατὸν ἑτέρου τόπου μὴ προσδεόμενον παρὰ τὸν ἐν ᾧ ἐστιν, ἀλλὰ καὶ κατὰ τόπον κινεῖσθαι, ἐπειδὴ καὶ περὶ τῆς κατὰ τόπον κινήσεως ἐκεῖνοι ἐδόκουν λέγειν. καὶ τοῦτο σαφὲς ἐπὶ τῶν κατὰ κύκλον κινουμένων ἐν τῷ αὐτῷ γὰρ στρέφεται τόπῳ), ἀλλὰ καὶ κατ’ εὐθεῖαν κινεῖσθαι δυνατὸν κενοῦ μὴ ὄντος, ἀντιπεριισταμένων ἀλλήλοις τοῦ τε κινουμένου καὶ τοὐ ἐν ᾧ ἡ κίνησις γίνεται. ἐνδέχεται δὲ καὶ πυκνοῦσθαι μὴ εἰς τὸ κενόν, ἀλλὰ διὰ τὸ τὰ ἐνόντα ἐκπυρηνίζειν. Ὅτι οὐδὲ ἡ δευτέρα ἀπορία ἔχει τι ἀναγκαῖον, ἡ ἀπὸ τοῦ οἴνου καὶ τῶν πίθων· ἐνδέχεται γὰρ πιλεῖσθαι τὸν οἶνον οὐκ εἰς προϋπάρχοντα ἐν αὐτῷ κενά, ἀλλ’ εἰς τοὺς τόπους τῶν ἐκπυρηνισθέντων ἐξ αὐτοῦ λεπτομε- ρεστέρων σωμάτων. τὸ δὲ ἐκπυρηνίζειν ἐκ μεταφορᾶς τῶν πυρήνων εἴρηται, τῶν ὑπὸ τῆς θλίψεως τῶν δακτύλων ἐξακοντιζομένων. πυρῆνες δὲ λέγονται κυρίως τὰ τῶν ἐλαιῶν γίγαρτα, ἐκ τούτων δὲ καὶ πολλὰ ἄλλα. Καὶ αὐξάνεσθαι οὐ μόνον εἰσιόντος τινὸς ἀλλὰ καὶ ἀλλοιώσει, οἷον εἰ ἐξ ὕδατος γίνοιτο ἀήρ. Τρίτον τὸν ἀπὸ τῆς αὐξήσεως ἐλέγχει λόγον, καὶ τέως, ὡς εἶπον, κοινότερον κέχρηται τῇ αὐξήσει, πᾶσαν ἁπλῶς τὴν εἰς μείζονα ὄγκον μεταβολὴν αὔξησιν λέγων. Ἤ γὰρ οὐκ αὐξάνεται ὁτιοῦν, ἢ οὐ σώματι. H τῶν φυσικῶν ἀπορία, ἣν λύειν ἐπιχειροῦντες τὸ κενὸν ὑπετίθεντο. ταύτην οὖν, φησί, τὴν ἀπορίαν ἀξιοῦσι λύειν οἱ τὸ κενὸν ὑποτιθέμενοι, οὐ μέντοι δεικνύουσιν, ὅτι ἔστι κενόν. οὐ γὰρ ἐπειδὴ ἔστιν αὔξησις, ἀνάγκη κενὸν εἶναι, ἀλλ’ ἡ αἰτία τοῦ τρόπου τῆς αὐξήσεως ζητητέα· οὐδὲ γὰρ ὑποτιθέμενοι εἶναι τὸ κενὸν λύουσι τὴν περὶ τῆς αὐξήσεως ἀπορίαν. Ἢ πᾶν εἶναι τὸ σῶμα ἀναγκαῖον κενόν, εἰ πάντῃ αὐξάνετια καὶ αὐξάνεται διὰ κενοῦ. Ὅτι οὐ λύεται ἡ ἀπορία ὑποτεθέντος τοῦ κενοῦ· εἰ γὰρ διὰ κενοῦ τινος γίνοιτο ἡ αὔξησις, ἀνάγκη τὸ ὅλον κενὸν εἶναι, εἴ γε παντὶ τῷ σώματι προσκρίνεται. τὰ αὐτὰ καὶ ἐπὶ τῆς τέφρας ἐροῦμεν. Ὅτι δὲ οὐκ ἔστι κενὸν οὕτω κεχωρισμένον, ὡς ἔνιοί φασι, λέγωμεν πάλιν. Δείξας ὅτι οἱ τὸ κενὸν συνάγοντες λόγοι οὐδὲν ἔχουσιν ἀναγκαῖον, βούλεται λοιπὸν ἐντεῦθεν αὐτὴν ἀνελεῖν τὴν τοῦ κενοῦ φύσιν. καὶ ἐπειδὴ τὸ κενὸν ἤτοι κεχωρισμένον ἔλεγον εἶναι οἱ λέγοντες ἢ ἀχώριστον, ἀχώ- ριστον δὲ ἤτοι τὸ δυνάμει καὶ κατὰ τὸν ἑαυτοῦ λόγον κενὸν ἀεὶ δὲ πλῆρες σώματος, ὡς ἄν οἱ τὸ διάστημα λέγοντες εἶναι τόπον εἴποιεν ἂν εἶναι κενόν, ἢ τὸ κατεσπαρμένον ἐν τοῖς σώμασιν, ὡς οἱ | περὶ Δημόκριτον ἔλεγον, πρότερον δεικνύει ὅτι οὐκ ἔστι κενὸν κεχωρισμένον καὶ μηδὲν ἔχον σῶμα. καὶ ἐπειδὴ οἱ τὸ κενὸν λέγοντες εἶναι αἴτιον αὐτὸ κινήσεως ἔλεγον εἷναι οὐ γὰρ ἄν εἶναι κίνησιν μὴ ὄντος κενοῦ), δείκνυσι πρότερον ὅτι οὐδαμῇ οὐδαμῶς αἴτιον κινήσεως δύναται εἶναι τὸ κενόν, οὔτε ὡς ποιητικὸν οὕτε ὡς τελικὸν οὔτε ὡς τὸ ἐν ᾧ, ἤτοι τὸ δι’ οὗ, λέγω δὴ ὅτι ὥσπερ φαμὲν νῦν τὴν κίνησιν ἐν μεγέθει γίνεσθαι, οὐχ οὕτως καὶ διὰ κενοῦ δυνατὸν ἂν γενέσθαι. καὶ πρότερόν γε δείκνυσιν, ὅτι οὐκ ἐνδέχεται εἶναι τὸ κενὸν ποιητικὸν αἴτιον κινήσεως. ἐπεὶ γὰρ τὸ κενὸν πάντη ὅμοιον αὐτὸ ἑαυτῷ ἐστι καὶ διαφορὰν οὐδεμίαν ἔχει πρὸς ἑαυτό, ὁρῶμεν δὲ τὰ κατὰ φύσιν κινούμενα διαφόρους κινήσεις κινούμενα τὸ μὲν γὰρ πῦρ κατὰ φύσιν ἄνω κινεῖται, ἡ δὲ γῆ κάτω), δῆλον ὅτι οὐκ ἄν τῶν διαφόρων, μᾶλλον δὲ ἐναντίων, τὸ αὐτὸ ποιητικὸν εἴη αἴτιον· τῶν γὰρ ἐναντίων τὰ ἐναντία ἐστὶ ποιητικὰ αἴτια. νῦν μὲν γὰρ ἡμεῖς τὰς φυσικὰς ῥοπὰς ποιητικὰ αἴτια τῶν κινήσεων λέγοντες τὰς ἐναντίας τῶν ἐναντίων αἰτίας ἀποδιδόαμεν (τὸ μὲν γὰρ κοῦφον τῆς ὄνω κινήσεως αἴτιον, τὸ δὲ βαρὺ τῆς κάτω), εἰ δὲ τὸ κενὸν ποιητικὸν ἦν αἴτ·ιον τῆς κινήσεως, οὐκ ἄν ἦν δίφορος κίνησις, μᾶλλον δὲ οὐδ’ ἂν ἦν ὅλως κίνησις. ποῦ γὰρ κινήσει τὸ ἐντεθὲν ἐν αὐτῷ σῶμα ; εὔλογον πανταχοῦ· πάντῃ γὰρ ὅμοιον τὸ κενόν. ὥστε ἅμα καὶ ἄνω καὶ κάτω τὸ πῦρ κινήσει καὶ τὰ λοιπά, τοῦτο δὲ ἀδύνατον. ὥστε στάσεως μᾶλλον ἂν ἦν αἴτιον τὸ κενόν, οὐ κινήσεως. ἀδύνατον ἄρα ποιητικὸν αἴτιον κινήσεως εἷναι τὸ κενόν. ἀλλ’ οὐδὲ ὡς τελικὸν ἄν εἴη κινήσεως αἴτιον, λέγω δὴ ὡς ἐφετόν· τὰ αὐτὰ γὰρ πάλιν ἐροῦμεν. αἱ μὲν γὰρ φυσικαὶ κινήσεις διάφοροι· διάφορα ἄρα καὶ τὰ τέλη· τὸ δὲ κενὸν πάντῃ ἐστὶν ἀδιάφορον· . τί οὖν μᾶλλον τὸ ·πδρ ἐπὶ τὸ ἄνω ἢ τὸ κάτω κ̓̀ινrιθŕισεται·̀ πανταχοῦ γὰρ τὸ τέλος καὶ τὸ ὀρεκτόν. ἢ οὖν οὐδ’ ὅλως κινήσεται (ὅμοιον γὰρ τὸ κενὸν ἑαυτῷ, ὥστε ὅπου δἂν ἐντεθῇ, ἔχει τὸ τέλος καὶ τὸ ὀρεκτόν), ἡ εἰ κινή- σεται, ἐντεῦθεν πανταχοῦ κινήσεται· τί γὰρ μᾶλλον ἄνω ἢ κάτω ἢ ἐπὶ τὰ λοιπά; τὸ γὰρ ὀρεκτόν, ὡς εἶπον, πανταχοῦ. ὥστε διασπασθήσεται. καὶ περὶ τῶν μερῶν ὁ αὐτὸς λόγος, καὶ τοῦτο ἐπ’ ἄπειρον. τὰ αὐτὰ δέ, φησίν, ἅπερ ἐπὶ τοῦ κενοῦ εἴπομεν, ταῦτα καὶ ἐπὶ τοῦ τόπου λέγειν ἔχ̀ο- ἔχομεν πρὸς τοὺς τὸν τόπον διάστημα εἶναι οἰομένους. εἰ γὰρ τὸ διάστημα τὸ τοπικὸν ταὐτόν ἐστι τῷ κενῷ, ἃ ἐπὶ θατέρου λέγεται, ταῦτα καὶ ἐπὶ τοὺ λοιποῦ λεχθείη ἄν· εἰ γὰρ ὁ τόπος διάστημά ἐστιν ἄποιον καὶ ἀσώ ματον, πῶς οἰσθήσεται ἕκαστον ἐπὶ τὸν ἑαυτοῦ τόπον; ἡμεῖς μὲν γὰρ λέγοντες εἶναι τὸν τόπον πέρας τοὐ περιέχοντος, ἐπειδὴ φυσ-́κοὗ σώματος λέγομεν εἶναι αὐτὸ πέρας, φυσικὰς δυνάμεις ἐναποτιθέμεθα εἶναι ἐν αὐτῷ καὶ έδιότητας, καὶ διὰ τοῦτο ὡς πρὸς συγγενὲς ἕκαστον ἐπὶ τὸν ἑαυτοῦ κινεῖται τόπον, εἰ δὲ διάστημα εἴη ὁ τόπος ἄποιον ὂν καθ’ αὑτό, τί μᾶλλον ὧδε ἢ ὧδε κινήσεται ; οὐδὲ γὰρ ἔστι τις ὸ·αφορὰ̣ καθ’ ἣν τὸ μὲν ὧδε κινηθήσεται, τὸ δὲ ὧδε. πῶς δὲ ἔσται τῶν τόπων ὁ μὲν ἄνω ὁ δὲ κάτω; ἀδιάφορον γὰρ τὸ διάστημα. νὺν μὲν γὰρ ἐπειδὴ τὰ σώματα διαφέρει ὧν τὰ πέρατα τόποι, καὶ τὰ πέρατα αὐτῶν διαφέρει οἷς περιέχει τὰ συγγενῆ (οὐ γὰρ καθ’ αὑτὰ τὰ πέρατα τόποι, ὥσπερ αἱ μαθηματικαὶ τὸ διάστημα λέγοντες εὐθὺς χωριστὸν αὐτὸ βούλονται εἶναι τῶν φυσικῶν καὶ ἁπλῶν σωμάτων· οὐδὲν οὖν διοίσει τὸ δεξάμενον τὸ ὕδωρ διάστημα τοῦ δεξαμένου τὸ πῦρ. Ἀλλὰ πρὸς ταῦτα εἴποιμι ἂν ὅτι τὸ μὲν εἶναι διάστημα ἕτερον τῶν φυσικῶν σωμάτων χωριστὸν αὐτῶν κατ’ οὐσίαν τὸ δεξάμενον αὐτά, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν δέδεικται, πρὸς δὲ τὰ νῦν εἰρημένα φημί, ὅτι μάλιστα μὲν οὐκ ἀνάγκη τὸν δεξάμενον ἕκαστον τῶν σωμάτων τόπον δύναμίν τινα ἔχειν καὶ ποιότητα. οὐδὲ γὰρ ἐπειδὴ ἀγαθὸν ἑκάστῳ τὸ ὧδε ἢ ὧδε εἶναι, δύναμιν δεῖ τινα τούτῳ ἐν ᾧ καὶ πέφυκεν εἶναι ἐναποτίθεσθαι· οὐδὲ γὰρ ἐπειδὴ τὸ σῶμα τοῦ οὐρανοῦ κύκλῳ συνέστηκε καὶ τοῦτο ἀγαθὸν αὐτῷ, ἔχειν τινὰ φήσειε δύναμιν αὐτὸς γοῦν ὁ Ἀριστοτέλης τὸν κύκλῳ, ἧς ἐφιέμενον τὸ οὐράνιον σῶμα κύκλῳ ἐστίν, ὁπότε γε οὐδὲ τόπον εἶναι τὸν κύκλῳ φησίν. λέγω οὗν ὅτι οὐχ ὡς δύναμίν τινα ἔχοντος τοῦδε τοῦ μορίου τοῦ κενοῦ ἤτοι γοῦν διαστήματος, οὕτω κατείληφε τὸ οὐράνιον σῶμα τόδε αὐτοῦ τὸ μέρος, οἷον τὸ κύκλῳ καὶ ἔσχατον, ἀλλ’ ὅτι φύσις τῷ οὐρανῷ τὸ κύκλῳ πάντα περιειληφέναι καὶ πάντα ἐντὸς ἔχειν· ἐπεὶ οὖν τοῦτο αὐτῷ φύσις, εἰκότως καὶ τῆς χώρας τὸ οὕτως ἔχον καταλαμβάνει. συμβαίνει οὖν οὐ διὰ τὴν οἰκείαν τοῦ διαστήματος δύναμιν, ἀλλὰ διὰ τὸ οὕτως πεφυκέναι τὸν οὐρανόν, λέγω δὴ πάντων εἶναι περιεκτικόν, τὴν ἐξωτάτω τοῦ διαστήματος καταλαμβάνειν μοῖραν ὥσπερ οὖν ἐπὶ τῆς τῶν ζῴων γενέσεως ἄλλο μόριον ἄλλου τινὸς τοπικοῦ μορίου ἐφάπτεται, εἴτε τοῦ πέρατος τοῦ περιέχοντος κατὰ Ἀριστοτέλην, εἴτε τοῦ διαστήματος ὡς ἐμοὶ δοκεῖ καὶ ὁ λόγος ἀπέδειξεν, οἷον ἡ μὲν κεφαλὴ τοῦδε τοῦ μορίου τῆς ἐπιφανείας τοῦ ἀέρος ἐφάπτεται, κἄν μὴ κατ’ ἐνέργειαν διῄρηται, αἱ δὲ χεῖρες ἄλλου καὶ οἱ πόδες καὶ τὰ λοιπά, καὶ οὐ δήπου φησί τις ὅτι διὰ τὸ δύναμίν τινα ἔχειν τὸ πέρας τοῦ ἀέρος τὸ ἐφαπτόμενον τῆς κεφαλῆς παρὰ τὸ ἐφαπτόμενον τῶν ποδῶν ἢ τῶν χειρῶν, οὕτως ὡς ἐφέσει αὐτοῦ ἡ κεφαλὴ μὲν τόδε κατείληφεν ἄλλο δὲ μόριον ἄλλο τι πέρας τοῦ ἀέρος, ἀλλ’ ὅτι πέφυκεν ἡ κεφαλὴ ὑπερανέχειν τοῦ λοιποῦ σώματος καὶ ἄλλο ἄλλως τῶν μορίων τετάχθαι διὰ τὸ τοῦτο εἶναι τῷ ζῴῳ ἀγαθόν, διὰ τοῦτο συνέβη τοῦδε μὲν τὴν κεφαλὴν ἐφάπτεσθαι, ἄλλου δὲ ἄλλο, τοῦ ἀέρος ἀδιαφόρου ὄντος πρὸς ἑαυτόν· τοῦτο καὶ ἐπὶ τοῦ παντός φημι (καὶ γὰρ μέγα τι ζῷόν ἐστιν ὁ κόσμος), ἐπειδὴ ἀγαθὸν ἦν πρὸς τὴν τοῦ ὅλου κόσμου σύστασιν τοιάνδε σχέσιν ἔχειν πρὸς ἄλληλα τὰ τὸν κόσμον συμπληροῦντα σώματα, εἰκότως ἕκαστον τῶν σωμάτων ὁρμήν τινα φυσικὴν ἔχον τὸ ἐφίεσθαι τῆς τοιᾶσδε πρὸς τὰ λοιπὰ σχέσεως, ἐπειδὴ τοῦτο συμβαίνει αὐτῷ τόδε τὸ μόριον τοῦ διαστήματος καταλαβόντι, εἰκότως ἐφίεται τούτου, οὐ διὰ τὸ ἐκεῖνο ἔχειν τινὰ δύναμιν, ἀλλ’ ὅτι καὶ τῷ παντὶ ἀγαθὸν καὶ ἑκάστῳ τό τε εἶναι καὶ τὸ εὖ περίεστιν, ὅταν ὑπείκῃ μὲν τῷδε, ὑπερανέχῃ δὲ τοῦδε. ἐφίεται οὖν τοῦ τοπικοῦ διαστήματος οὐ δι’ αὐτό, ἀλλὰ διὰ τὴν πρὸς τὰ λοιπὰ σχέσιν. ὥσπερ οὖν, ὡς αὐτὸς ὁ Ἀριστοτέλης φησίν, εἰ φυσικόν τι πρᾶγμα ἦν ἡ οἰκίῃ οὐκ ἂν ἄλλως ἐγένετο ἢ ὡς νῦν ὑπὸ τῆς τέχνης, γίνεται δὲ τῆς μὲν ὀροφῆς ὑπερανεχούσης ὑποκειμένων δὲ τῶν θεμελίων καὶ τῶν τοίχων τὴν μέσην εἰληχότων τάξιν, δῆλον ὅτι καὶ εἰ φυσικὸν ἦν, αὐτοφυῶς ἐχώρησεν ἂν ἡ μὲν ὀροφὴ ἐπὶ τόδε τὸ μέρος τοῦ ἀέρος, καὶ τὰ λοιπὰ ὡς νῦν ἔχει. ὥσπερ οὗν νῦν οὐ διὰ τὸ διαφοράν τινα ἔχειν πρὸς ἑαυτὸν τὸν ἀέρα ἄλλο μέρος τῆς οἰκίας ἄλλο μόριον τοῦ ἀέρος κατείληφεν ἀλλ’ ὅτι τὸ ἀγαθὸν τότε ἔχει ἡ οἰκία, ὅταν τοιάνδε σχέσιν πρὸς ἄλληλα τὰ μόρια ἔχωσιν, οὕτω δὲ καὶ ἐπὶ τῶν κατὰ μέρος ζῴων καὶ ἐπὶ τοὐ κατείληφεν ζῴου τοῦ κόσμου ἔχει, τὸ μὲν κοσμικὸν διάστημα, ὅπερ καὶ χώρα ἐστὶ τοῦ παντὸς καὶ τόπος, αὐτὸ πρὸς ἑαυτὸ διαφορὰν οὐδεμίαν ἔχει, τῶ δὲ τὰ κοσμικὰ σώματα τοιάνδε σχέσιν ἀναλαβεῖν πρὸς ἄλληλα ἡ διαφορὰ γέγονε τοῦ ἄνω καὶ τοῦ κάτω, καὶ τὸ μὲν τὴν μεσαιτάτην ἀναλαβὸν σχέσιν κάτω φαμέν, τὸ δὲ τὴν ἐξωτάτω καὶ περιέχουσαν ἄνω. ἐκ τούτων δὲ καὶ τοὺς τόπους κεκλήκαμεν, τὸ μὲν μέρος τοῦ διαστήματος ὃ κατείληφεν τὸ μέσον κάτω, ὃ δὲ κατείληφεν τὸ πέριξ ἄνω. ἐφίεται οὖν ἕκαστον τοὐ συγγενοῦς, ὡς καὶ αὐτὸς εἶπεν, ὅταν ἀποσπασθῇ τούτου. φέρεται οὖν ἐπὶ τοῦτο προηγουμένως, φερόμενον δὲ ἐπὶ τοῦτο φέρεται καὶ ἐπὶ τὸ διάστημα ὃ κατείληφεν, ἡ δὲ συγγενὴς ὁλότης κατεγͅηφ̔ε τόδε τὸ διάστηῳ, ὡς εἴρηται, διὰ τὴν πρὸς τὸ πᾶν σχέσιν. Eἰ γάρ ἐστι φορά τις τῶν ἁπλῶν σωμάτων φύσει. Ὅτι οὐκ ἔστι ποιητικὸν αἴτιον κινήσεως τὸ κενόν. εἰ ἕκαστον, φησίν, 5 οἰκείαν τινὰ φορὰν ἔχει κατὰ φύσιν διαφέρουσαν τῶν λοιπῶν, οὐκ ἂν εἴη τὸ κενὸν ποιητικὸν αἴτιον τῆς κινήσεως· τῶν γὰρ διαφόρων κινήσεων διάφορ δεῖ εἷναι καὶ τὰ αἴτια, τὸ δὲ κενὸν ἀδιάφορον, οὐκ ἄρα αἴτιον τῶν φυσικῶν κινήσεων τὸ κενόν. τίνος οὖν, φησίν, αἴτιον ἄν εἴη κινήσεως; εἰ γὰρ ἧς μάλιστα δοκεῖ εἶναι, λέγω δὴ τῆς κατὰ τόπον, ταύτης δέδεικται μὴ εἶναι, σχολῇ δήπου γε ἄλλης εἶναι κινήσεως αἴτιον. ὥστε οὐδεμιᾶς κινήσεως αἴτιον τὸ κενόν. Ἔτι εἰ ἔστι τι οἷον τόπος ἐς τερη μένος σώματος, ὅταν ᾖ κενόν, ποῦ οἰσθήσεται τὸ ἐντεθὲν εἰς αὐτὸ σῶμα; οὐ γὰρ δὴ εἰς ἅπαν. Τοῦτο τὸ ἐπιχείρημα τοῦ πρὸ αὐτοῦ [διακρίνειν] οὐκ ἂν ἄλλως διακριθείη, ἢ τοῦ μὲν προτέρου πρὸς τὴν ὑπόθεσιν τὴν λέγουσαν ποιṃικὸν εἶναι τὸ κενὸν αἴτιον λεγομένου, τούτου δὲ πρὸς τὴν τελικὸν αὐτὸ αἴτιον ὑποτιθεμένην. καὶ ἔχει γε τὸ εὔλογον ἡ τοιαύτη διάκρισις· ἄνω μὲν γὰρ ἔλεγεν ὅτι ἑκάστῳ φορᾶς οὔσης κατὰ φύσιν ἰδίας τὸ κενὸν ἀδιάφορον ὂν οὐκ ἂν εἴη τῶν διαφόρων κινήσεων αἴτιον, νῦν δέ φησιν ἀποίου ὄντος τοὐ κενοῦ ποῦ οἰσθήσεται τὸ ἐντεθέν; τὸ δὲ φερόμενον ἐπί τι ὡρισμένως, ὡς ἐπὶ τέλος τι καὶ ὀρεκτόν, φέρεται. καὶ εὔλογόν γε προθέμενον δεῖξαι ὅτι οὐκ ἔστι κινήσεως αἴτιον τὸ κενόν, δεῖξαι ὅτι κατ’ οὐδένα τῶν τρόπων τῶν αἰτίων αἴτιόν ἐστιν. Ὁ δὲ αὐτὸς λόγος καὶ πρὸς τοὺς τὸν τόπον οἰομένους εἶναι τι κεχωρισμένον, εἰς ὃ φέρεται. Ὥσπερ τοὺς περὶ τοῦ τόπου λόγους ἐφήρμοσε τῷ κενῷ, οὕτως καὶ τοὺς περὶ τοῦ κενοῦ ἐφαρμόζει τῷ τόπῳ εὐλόγως. εἶπε γὰρ ἤδη ὅτι ὁ τόπος καὶ τὸ κενὸν ταὐτόν ἐστι τῷ ὑποκειμένῳ• τὸ γὰρ κενὸν τόπος ἐστὶν ἐστερημένος σώματος κατὰ τοὺς τὸ διάστημα τόπον οἰομένους. καὶ ἐπὶ τοῦ τόπου οὖν, φησίν, εἰ διάστημα εἴη ὁ τόπος, ζητήσωμεν, ἐπειδὴ ἕκαστον ὁρῶμεν τοῦ οἰκείου τόπου ἐφιέμενον, τὰ μὲν κοῦφα τοὐ ἄνω τὰ δὲ βαρέα τοῦ κάτω, πῶς ἀδιαφόρου ὄντος τοῦ διαστήματος ὡς ἐπὶ διαφόρους τόπους ἄλλα ἀλλαχοῦ φέρεται. διὰ τί γὰρ τὸ πῦρ τοῦ ἄνω ἐφίεται μᾶλλον ἢ τοῦ κάτω καὶ δεξιὰ καὶ ἀριστερά; ἔδει γάρ. εἴπερ τὸ διάστημα τόπος· ἀδιάφορον δὲ τοῦτο. πῶς δὲ ὅλως ἕξει τὸ διάστημα τὸ ἄνω καὶ τὸ κάτω ἀδιάφορον ὄν; διάφορα γάρ, μᾶλλον δὲ ἐναντία, τὸ ἄνω καὶ τὸ κάτω. Καὶ ἐπὶ τοῦ κενοῦ ὁ αὐτὸς ἁρμόσει λόγος. Εἰπὼν ὅτι ὁ αὐτὸς λόγος, ὃς ἐπὶ τοῦ κενοῦ εἴρηται, ἁρμόσει καὶ πρὸς τὸν τόπον, εἰ διάστημα λέγοιτο εἶναι, πάλιν ἀντιστρέφει τὰ ἐπὶ τοῦ τόπου εἰρημένα καὶ ἐπὶ τοῦ κενοῦ, ἵνα δείξῃ τὴν συγγένειαν. καὶ τὴν αἰτίαν ἐπάγει, ὅτι ταὐτὸν ὁ τόπος καὶ τὸ κενόν. ὥστε ἅμα καὶ συνεισάγονται καὶ συναναιροῦνται.| Καὶ πῶς δὴ ἐνέσται ἢ ἐν τόπῳ ἢ ἐν τῷ κενῷ; οὐ γὰρ συμβαίνει, ὅταν ὅλον τεθῇ, ἐν κεχωρισμένῳ καὶ ὑπομένοντι σώματι· τὸ γὰρ μέρος, ἐὰν μὴ χωρὶς τεθῇ, οὐκ ἔσται ἐν τόπῳ, ἀλλ’ ἐν τῷ ὅλῳ. Τὸ αὐτὸ ἤδη εἶπε καὶ ἐν τοῖς περὶ τοῦ τόπου λόγοις, ἀλλ’ ἐκεῖ μὲν πάνυ ἀμυδρῶς καὶ ἀσαφῶς, ἐνταῦθα δὲ σαφέστερον. ἔνθεν γὰρ κἀκεῖνο τὸ χωρίον νενόηται, ἔνθα οὕτως· “εἰ δὲ ἦν τι διάστημα τὸ πεφυκὸς κὸς καἲ μένον ἐν τῷ αὐτῷ, ἄπειροι ἂν ἦσαν οἱ τόποι· μεθισταμένου γὰρ τοῦ ὕδατος καὶ τοῦ ἀέρος ταὐτὸ ποιήσει τὰ μόρια πάντα ἐν τῷ ὅλῳ, ὅπερ ἅπαν τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ.” ὅπερ οὗν εἶπον, τὴν τούτου τοῦ χωρίου ἐξήγησιν ἐκ τῶν ἐνταῦθα εἰρημένων νενοήκαμεν. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἀδύνατον, φησίν, ἐντεθῆναί τι ἢ ἐν τῷ κενῷ ἢ ἐν τῷ τόπῳ, εἰ διάστημα εἴη. νῦν μὲν γὰρ ἡ κοινὴ ἔχει ἔννοια, ὅτι τὰ μόρια τῶν συνεχῶν οὐκ εἰσὶ καθ’ αὑτὰ ἐν τόπῳ τοῦ ὅλου ἐν τόπῳ ὄντος· οὐ γὰρ γίνεται καθ’ αὑτὸ ἐν τόπῳ τὸ μόριον, εἰ μὴ διαιρεθείη τοῦ ὅλου. ἀλλ’ ἔστιν ὡς ἐν ὅλῳ κατὰ συμβεβηκὸς δὲ διὰ τό ὅλον καὶ τὰ μόρια ἐν τόπῳ εἶναι λέγεται. ταύτης οὖν οὔσης τῆς τοῦ ἐν τόπῳ ἐννοίας, οὐ συμβαίνει τοῦτο, ὅταν σῶμά τι ἐν κεχωρισμένῳ καὶ διαστηματικῷ τόπῳ ἐντεθῇ, λέγω δὴ τὸ μὴ εἶναι τὰ μόρια αὐτοῦ καθ’ αὑτὸ ἐν τόπῳ· χωρούντων γὰρ δι’ ἑαυτῶν τῶν διαστημάτων, ὥσπερ τὸ ὅλον σῶμα τὸ ὅλον κατέσχε διάστημα, οὕτω καὶ ἕκαστον τῶν μορίων αὐτοῦ μόριόν τι τοῦ διαστήματος κατέσχε, περιέχεται καθ’ αὑτὸ ὑπ’ ἐκείνου, καί, ὅπερ ἔμπροσθεν ἔλεγεν, ἐπ’ ἄπειρον ὄντων τῶν μεγεθῶν διαιρετῶν συμβήσεται καὶ τὸν τόπον καὶ τὸ ἐν τόπῳ ἐνεργείᾳ ἐπ’ ἄπειρον διῃρῆσθαι. τοῦτο δέ, φησίν, ἀδύνατον· οὐκ ἐνδέχεται γὰρ τὸ μόριον καθ’ αὑτὸ γενέσθαι ἐν τόπῳ, εἰ μὴ ἀποτμηθῇ τοῦ ὅλου καὶ οὕτω καθ’ αὑτὸ χωρὶς τεθῇ. οὕτω, εἰ τοῦτο ἀδύνατον, ἀδύνατον ἄρα ἐντεθῆναι σῶμά τι ἐν τῷ τόπῳ ἢ ἐν τῷ κενῷ· ταὐτὸν γὰρ ἄμφω, ὡς εἴρηται. Συμβαίνει δὲ τοῖς λέγουσιν εἶναι ὡς ἀναγκαῖον, εἴπερ ἔσται κίνησις, τοὐναντίον μᾶλλον, ἐάν τις ἐπισκοπῇ. Δείξας ὅτι οὐκ ἔστιν αἴτιον κινήσεως τὸ κενὸν οὔτε ὡς ποιητικὸν οὔτε ὡς τελικόν. βούλεται λοιπὸν δεῖξαι ὅτι οὗτε ὡς τὸ δι’ οὗ αἴτιον κινήσεως τὸ κενὸν ἐνδέχεται εἶναι, οἷον ὀργανικόν, πρότερον δὲ ἀναλαμβάνει τὰ εἰρημένα καὶ δείκνυσι τὸ ἐκ τούτων ταῖς ἐκείνων ὑποθέσεσιν ἑπόμενον. τοῖς γὰρ λέγουσι, φησί, τὸ κενὸν κινήσεως εἶναι αἴτιον τοὐναντίον συμβαίνει ἢ λέγουσιν· ἐκεῖνοι μὲν γάρ φασιν ἱεῖ ἔστι κίνησις, ἀνάγκη κενὸν εἶναι’, ἐκ δὲ τῶν εἰρημένων αὐτὸ τὸ ἐναντίον δείκνυται, ὅτι εἰ ἦν κενόν, οὐκ ἄν ἦν κίνησις. ὥσπερ γάρ, φησί, λέγουσί τινες τὴν γῆν ἠρεμεῖν διὰ τὸ πανταχόθεν ὑπὸ τοῦ ὁμοίου περιέχεσθαι (οὐ γὰρ δύνασθαι κινηθῆναί που τοῦ πέριξ παντὸς ὁμοίου ὄντος· τί γὰρ μᾶλλον ὧδε ἢ ὧδε; ὑπὸ γὰρ τῆς ἰσότητός τε καὶ ὁμοιότητος πανταχόθεν ὡσαύτως εἴργεται), τοῦτο ἀκολουθεῖ καὶ τοῖς τὸ κενὸν τιθεμένοις εὐλογώτερόν γε δήπου πολύ· ὒ γὰρ ἔστιν οὗ μᾶλλον ἢ ἧττον κινηθήσεται ὁμοίου πανταχόθεν ὄντος τοῦ κενοῦ. δείξας οὖν ὅτι κενοῦ γε ὄντος ἀδύνατον κίνησιν εἶναι τὴν κατὰ φύσιν, δείκνυσιν ὅτι οὐδὲ τὴν παρὰ φύσιν ἐνδέχεται, καὶ πρῶτον μὲν ὡς ἑπόμενον τοῖς εἰρημένοις αὐτὸ κατασκευάζει, εἶτα καὶ αὐτὸ καθ’ αὑτὸ κατασκευάζει ὅτι οὐκ ἐνδέχεταί τι παρὰ φύσιν ἐπὶ κενοῦ κινηθῆναι. πᾶσα γὰρ παρὰ φύσιν κίνησις, φησίν, ὑστέρα ἐστὶ τῆς κατὰ φύσιν, καὶ ἐκτροπὴ τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν· οὐδὲ γὰρ ἄν εἴη παρὰ φύσιν καὶ βίαιος κίνησις μὴ ἀντικειμένη τῇ κατὰ φύσιν. ἐπεὶ οὖν κατὰ φύσιν κίνησιν κενοῦ ὄντος γενέσθαι ἀδύνατον, εὔδηλον ὡς οὐδὲ παρὰ φύσιν δυνατόν· ἐν οἷς γὰρ τὸ παρὰ φύσιν, ἐν τούτοις πολὺ πρότερον προυπῆρξε τὸ κατὰ φύσιν. ὅτι δὲ κατὰ φύσιν κίνησιν ἐν τῷ κενῷ γενέσθαι ἀδύνατον, καὶ ἤδη ἔδειξε καὶ πάλιν ἀναλαμβάνει τὸν λόγον. εἰ γὰρ μὴ ἔστι φησί, διαφορὰ μηδεμία ἐν τῷ ἀπείρῳ κενῷ, οὐκ ἂν οὐδὲ διάφορος εἴη κίνησις ἐν αὐτῷ· καθὸ μὲν γὰρ ἄπειρον λέγουσι τὸ κενόν, ἀναιροῦσι τὸ ἄνω καὶ τὸ κάτω καὶ ὅλως τὸ μέσον καὶ τὸ πέριξ, ἐφ’ ἃ κατὰ φύσιν τοῖς σώμασιν ἡ κίνησις τοῖς φυσικοῖς, καθὸ δὲ κενόν, πᾶσαν αὐτοῦ διαφορὰν ἀφαιροῦσιν. ὥσπερ γάρ, φησί, τοῦ μηδενὸς οὐκ ἄν εἴη διαφορά τις πρὸς ἑαυτό, οὕτως οὐδὲ τοῦ κενοῦ, μὴ ὂν δέ τι καὶ στέρησις τὸ κενόν. εἰ τοίνυν διαφορὰ μὴ ἔστιν ἐν αὐτῷ, οὐδὲ διάφορος ἂν εἴη κίνησις κενοῦ ὄντος· ἀλλὰ μὴν αἱ κινήσεις αἱ φυσικαὶ διάφοροι· ἀνάγκη ἄρα τῶν δύο θάτερον, ἢ κενὸν μὴ εἶναι, ἢ εἰ ἔστι κενόν, μὴ εἶναι κίνησιν κατὰ φύσιν. εἰ δὲ μὴ ἔστιν ἡ κατὰ φύσιν κίνησις κενοῦ ὄντος, οὐδ’ ἄν ἡ παρὰ φύσιν εἴη. εἰ τοίνυν μήτε κατὰ φύσιν μήτε παρὰ φύσιν κίνησιν ἐν τῶ κενῷ δυνατὸν γενέσθαι, ἔοικεν ἄρα κενοῦ ὄντος μηδὲ ὅλως εἶναι κίνησιν. οὕτως οὖν δείξας ἑπόμενον τοῖς εἰρημένοις τὸ μηδὲ τὴν παρὰ φύσιν κίνησιν ἐν τῷ κενῷ ἂν γενέσθαι, δείκνυσι καὶ αὐτὸ καθ’ αὑτὸ ὁ Ἀριστοτέλης ὅτι ἀδύνατον ἐν τῷ κενῷ κίνησιν εἶναι, οὕτως· πᾶσα παρὰ φύσιν κίνησις ἢ παρόντος καὶ βιαζομένου τοῦ κινοῦντος 638 PHILOPONI IN PHYSICORUM IT 8 [Arist. p. 214 1^ 28] γίνεται, ἢ ἀφισταμένου καὶ οὐχ ἁπτομένου τοῦ τὴν ἀρχὴν ἐνδιδόντος, ὡς ἐπὶ τῶν ῥιπτούντων καὶ τοξευόντων. ἀλλὰ κινεῖται τὰ ῥιπτούμενα βίᾳ, ἤτοι, φησίν, ἀντιπεριισταμένου τοῦ ἀέρος ὑπὸ τῆς ῥύμης τοῦ ῥιπτουμένου ὠθούμενος γὰρ ὑπὸ τοὐ ῥιπτουμένου ὁ ἀὴρ καὶ διαχεόμενος εἰς τὰ πλάγια ἀντιπεριίσταται αὐτῷ εἰς τοὐπίσω καὶ οὕτως ὠθεῖ, καὶ μέχρι τοσού|του γίνεται ἡ ἀντιπερίστασις, μέχρις ἂν ἡ ῥύμη χαλασθῇ τοῦ ῥιπτουμένου), εἷς μὲν οὗν τρόπος τῆς παρὰ φύσιν κινήσεως τοιοῦτος δοκεῖ εἶναι, ἕτερος δὲ τῷ τὸν ὠσθέντα ἀέρα μετὰ τοῦ ῥιπτουμένου θάττονα κινεῖσθαι κίνησιν τῆς τοῦ ὠσθέντος κατὰ φύσιν φορᾶς, ἣν φέρεται ἐπὶ τὸν οἰκεῖον τόπον, καὶ οὕτως ὠθεῖν αὐτό. εὐκίνητος γὰρ ὢν ὁ ἀήρ, εἰ μόνον ἀρχὴν λάβοι, πρόεισιν ἐπὶ πλεῖστον τὴν ἐνδοθεῖσαν κίνησιν διαφυλάττων, καὶ τῷ ὀξύτερον, ὥσπερ εἶπον, κινεῖσθαι τῆς κατὰ φύσιν τοῦ φερομένου φορᾶς, ταύτῃ ὠθῶν κινεῖ παρὰ φύσιν. δύο οὖν τούτων ὄντων τῶν τρόπων τῆς παρὰ φύσιν κινήσεως, κατ’ οὐδένα τῶν τρόπων δυνατὸν ἐν τῷ κενῷ κινεῖσθαι παρὰ φύσιν. οὔτε γὰρ ἀντιπεριίστασθαι δύναται τὸ κενὸν οὔτε ὠθεῖσθαι· οὐ γάρ ἐστι σῶμα τὸ κενόν. ἀδύνατον ἄρα παρὰ φύσιν ἐν τῷ κενῷ κινεῖσθαι, εἰ μὴ ὡς τὰ ὀχούμενα, φησί, τοιαῦτα δέ ἐστι τὰ συμπαρομαρτοῦν ἔχοντα τὸ πρῶτον κινῆσαν. τοῦτο δὲ εἰρωνευόμενος εἶπεν. ὡς ὀχούμενα δὲ κινεῖται, οἷον τὰ ἐπὶ ὕδατος, ὡς ὅταν κάρφος τι ἐποχῆται τῷ ὕδατι κινουμένῳ· παρὰ φύσιν γὰρ κινεῖται τοῦτο οὔτε ὠθούμενον οὔτε τῇ ἀντιπεριστάει τοῦ ὕδατος, ἀλλ’ ἐποχούμενον τῷ ὕδατι. οὐ κυρίως δὲ αὕτη παρὰ φύσιν ἄν λεχθείη κίνησις, ἀλλὰ μᾶλλον κατὰ συμβεβηκός. οὐδὲ ταύτην δὲ ἐνδέχεται ἐν τῷ κενῷ κινεῖσθαι τὴν κίνησιν· τὰ γὰρ ὀχούμενα ἐπὶ σώματος ὀχεῖται, οὐκ ἐπὶ κενοῦ, καὶ δεῖ τὸ ὀχοῦν δυσδιαίρετον εἶναι τοῦ ὀχουμένου· ἀδύνατον ἄρα ἐπὶ τοῦ κενοῦ ὀχεῖσθαι. καὶ ἄλλως δέ, φησί, μέχρι τίνος κινούμενον στήσεται; νῦν μὲν γὰρ τὴν αἰτίαν τῆς στάσεως εἰπεῖν ἔχομεν διὰ τὸ ἐκλυθῆναι τὸν τόνον τοῦ ὠσθέντος ἀέρος, τὸ δὲ ἐν τῷ κενῷ παρὰ φύσιν κινούμενον ποῦ στήσεται ἢ ὑπὸ τίνος; ἀνάγκη ἄρα ἢ μηδὲ ὅλως κινεῖσθαι, ἢ πανταχοῦ φέρεσθαι, εἰ μή τι κρεῖττον ἐμΤαῦτα ποδίσει. Ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης δεικνὺς ὅτι οὐδὲ τὴν βίαιον καὶ παρὰ φύσιν κίνησιν δυνατὸν ἦν γενέσθαι, εἰ κενὸν ἦν, ἐμοὶ δὲ οὐδὲν ἀναγκαῖον ἔχειν δοκεῖ οὐδὲ τοῦτο τὸ ἐπιχείρημα. πρῶτον μὲν γὰρ ὄντως δέδεικται ἱκανῶς οὐδέν, ὥστε ἀποπλῆσαι ἡμῶν τὴν διάνοιαν, ὅτι τῆς παρὰ φύσιν καὶ βιαίου κινήσεως εἷς τῶν ἀπηριθμημένων τρόπων ἐστὶν αἴτιος. καὶ εἴρηται μέν μοι πρὸς τοῦτο τὸ θεώρημα μέτρια ἐν ταῖς σχολαῖς τοῦ ὀγδόου ταύτης τῆς πργματείας, ἔνθα τὸν περὶ τούτων προηγουμένως ἐκίνησε λόγον ὁ Ἀριστοτέλης, πῶς τὰ παρὰ φύσιν κινούμενα κινεῖται, οὐδὲν δὲ χεῖρον καὶ νῦν διὰ βραχέων ὑπομνῆσαι τὰ ὑποπίπτοντα πρὸς τὸν λόγον τοῦτον ἀπίθανα. ἐν γὰρ τῇ ἀντιπεριστάσει, ἤτοι ὁ ὠσθεὶς ἔμπροσθεν ὑπὸ τοῦ ῥιφέντος ἀὴρ ἤτοι βέλους ἢ λίθου εἰς τοὐπίσω παλινδρομεῖ καὶ πντιπεριίσταται τῷ βέλει ἢ τῷ λίθῳ, καὶ οὕτως ὄπισθεν αὐτοῦ γενόμενος ὠθεῖ αὐτόν, καὶ οὕτως ἐφεξῆς μέχρις ἂν ἡ ὁρμὴ τοῦ ῥιφέντος ἐξασθενήσῃ, ἢ οὐχ ὁ ἔμπροσθεν ὠθούμενός ἐστιν ὁ ἀντιπεριιστάμενος, ἀλλ’ ὁ ἐκ πλαγίων· ὠσθέντος γὰρ τοῦ βέλους ὑπὸ τοῦ συνωσθέντος ἐξ ἀρχῆς ὑπὸ τῆς νευρᾶς ἀέρος ἀντιπεριίσταται εἰς τὸν τοῦ βέλους τόπον ὁ ἐκ πλαγίων ἀήρ, ὃς συνωσθεὶς ὑπὸ τοῦ κατ’ ἀρχὴν ὠσθέντος ἀέρος κινεῖ τὸ βέλος, καὶ οὕτως 20 πάλιν εἰς τὸν ἀντιπεριιστάμενον τῷ βέλει ἀέρα τὸ αὐτὸ δράσει, καὶ τὸ ἐφεξῆς μέχρις ἄν ἐξασθενήσῃ ἡ ἐνδοθεῖσα ἐξ ἀρχῆς ὁρμὴ τῆς κινήσεως· εἰ μὲν οὖν κατὰ τὸν πρότερον τρόπον εἴπωμεν γίνεσθαι τὴν ἀντιπερίστασιν, λέγω δὴ τὸν ὠσθέντα ἔμπροσθεν ὑπὸ τοῦ βέλους ἀέρα ἀντιπεριστῆναι αὐτῷ εἰς τοὐπίσω καὶ ὠθῆσαι αὐτόν, ἀπορήσοι ἄν τις, τί τὸ βιασάμενον τὸν ἀέρα ἅπαξ εἰς τὸ ἔμπροσθεν ὠσθέντα μηδενὸς ἀντιπαίοντος παλινδρομῆσαι εἰς τοὐπίσω, δηλονότι κατὰ πλάγια τοῦ βέλους, καὶ ἐλθόντα ὄπισθεν ἀνακάμψαι πάλιν καὶ ὦσαι τὸ βέλος. τρεῖς γὰρ ἀνάγκη κινήσεις κινηθῆναι· ὠσθῆναι γὰρ δεῖ ὑπὸ τοῦ βέλους εἰς τὸ ἔμπροσθεν, εἶτα παλινδρομῆσαι δρομῆσαι καὶ τὴν αὐτὴν ἀνακάμψαι πάλιν. καίτοι εὐκίνητος ὢ ὁ ἀὴρ καὶ λαβὼν ἀρχὴν κινήσεως ἵεται ἐπὶ πλεῖστον. πῶ οὖν ὁ ὠσθεὶς ὑπὸ τοῦ βέλους ἀὴρ οὐ κινεῖται κατὰ τὴν ἐνδοθεῖσαν ἀρχήν, ἀλλὰ παλινδρομήσας ὥσπερ ἐξ ἐπιτάγματος τὴν αὐτὴν ἀνακάμπτει πάλιν, καὶ παλινδρομήσας οὐ ὸιασκ̀εδἁννυται εἰς τὸ ἀχανές, ἀλλ’ ἀκριβῶς τῆς γλυφίδος τοῦ βέλους καταστοχασάμενος αὖθις παλινδρομεῖ πρὸς αὐτὴν καὶ αὐτῆς ἔχεται; ταῦτα μὲν οὖν παντελῶς ἀπίθανα καὶ πλάσμασιν ἐοικότα μᾶλλον. ἔπειτα ὠσθεὶς ὑπὸ τοῦ βέλους ὁ ἔμπροσθεν ἀὴρ δῆλον ὅτι κινεῖταί τινα κίνησιν, κινεῖκινεῖται δὲ συνεχῶς καὶ τὸ βέλος· πῶς οὖν οἷόν τε τὸν ὠσθέντα ὑπὸ τοῦ βέλους ἀέρα ἀν-ιπο͂ρισγ͂ͅναι τῷ βέλει καὶ γενέσθαι εἰς τὸν τόπον, ὃν κατέλειψε τὸ βέλος; πρὶν γὰρ παλινδρομῆσαι τοῦτον, ὅ τε ἐκ πλαγίων τοῦ βέλους ἀὴρ καὶ <ὁ> ὄπισθεν συμπεσοῦνται καὶ ἀναπληρώσουσι τὸν κατλειφθέντα ὑπὸ τοῦ βέλους τόπον ἀχρόνως διὰ τὴν τοῦ κενοῦ βίαν, καὶ μάλιστά γε ὁ ὄπισθεν συγκινούμενος τῷ βέλει. εἰ δέ τις εἴποι ὅτι ὁ ὠσθεὶς ὑπὸ τοῦ βέλους ἀὴρ παλινδρομήσας ὠθεῖ τὸν ἀντιπεριστάντα τῷ βέλει ἀέρα, καὶ οὕτως ὄπισθεν τοὐ βέλους γενόμενος εἰς τὸν τοῦ ὠσθέν. τος τόπον ὠθεῖ τὸ βέλος, μάλιστα μὲν οὖν ἀνάγκη ἦν μὴ συνεχῶς κινεῖ. σθαι τὸ βέλος· πρὶν γὰρ ὠσθῇ ὁ ἐκ πλαγίων ἀντιπεριστὰς ἀήρ, δῆλον ὅτι οὐκ ἐκινεῖτο τὸ βέλος· οὐ γὰρ ἐκίνει οὗτος ὁ ἀήρ. εἰ δὲ καὶ οὗτος ἐκίνει, τίς χρεία τὸν ἔμπροσθεν τͅαλινδρομ γ͂ͅσαι ; πῶς δὲ ὅλως ἢ ὑπὸ τίνος ὁ ὠσθεὶς ἔμπροσθεν ἀὴρ ἀρχὴν ἔλαβε τῆς εἰς τὸ ἔμπαλιν κινήσεως ; εἰ γὰρ ὅλως ὠθεῖν δύναται τὸν προσπίπτοντα ἀέρα, ὥσπερ νῦν τὸν ἐκ πλαγίων ὤθησε, διὰ τί μὴ πρὸς τὴν ἀρχὴν τῆς κινήσεως, ἣν ἐ̣κ τοῦ βέλους ἔλαβεν, ἐπὶ πλεῖστον τοῦτο ποιεῖ καὶ ὠθεῖ τὸν ἔμπροσθεν προσ-ιίrτον-α ἀεὶ ἀέρα, ἀλλὰ διαύλους καὶ τριαύλους ἐκτὸς τῆς κινούσης αἰτίας ποιεῖ; πολλὰ μὲν οὖν ἐνῆν λέγειν καὶ ἐλέγχειν τὸ πλασματῶδες τῆς ὑποθέσεως, ἱκανὰ δὲ καὶ ταυτ’ ὡς πρὸς τὸ προκείμενον. Πρὸς δὲ τὴν ἑτέραν | ὑπόθεσιν, τὴν ἀντιπεριίστασθαι λέγουσαν τὸν ἐκ πλαγίων ἀέρα, καὶ τοῦτον ὠσθέντα ὑπὸ τοῦ ἐξ ἀρχῆς ὠσθέντος ἀέρος τοῦ καὶ τὸ βέλος ὤσαντος, οὕτω καὶ αὐτὸν τὸ βέλος ὠθεῖν, φημὶ ὅτι εἰ καὶ ὁ ἐκ πλαγίων ἀὴρ ἀκίνητος ὢν ἀντιπεριίσταται τῷ βέλει καὶ γίνεται εἰς τὸν αὐτοῦ τόπον, πολὺ δήπου εὐλογώτερον τὸν ὠθοῦντα ἀέρα τὸ βέλος ὄπισθεν καὶ οὕτως ὀξέως κινούμενον ὥστε καὶ ἄλλον τὸν ἐκ πλαγίων ἀντιπεριιστάμενον κινεῖν, αὐτὸν ἀεὶ τῷ βέλει ἀντιπεριίστασθαι καὶ ὠθεῖν, μέχρις ἄν ἡ ἐξ ἀρχῆς ἐνδοθεῖσα αὐτῷ τῆς κινήσεως ἀρχὴ ἐκλυθῇ. Ταῦτα μὲν πρὸς τὸν λόγον, τὸν τῇ ἀντιπεριστάσει τοῦ ἀέρος λέγοντα κινεῖσθαι τὰ βίᾳ κινούμενα, πρὸς δὲ τὸν ἕτερον λόγον, τὸν λέγοντα ὅτι ὁ ὠσθεὶς ἐξ ἀρχῆς ἀὴρ ἀρχὴν λαβὼν κινήσεως καὶ ὀξύτερον κινούμενος τῆς τοῦ ῥιφέντος κατὰ φύσιν φορᾶς, οὕτως αὐτὸν ὠθεῖ συμπαρομαρτῶν, μέχρις ἄν ἐκλυθῇ ἡ ἐνδοθεῖσα αὐτῷ κινητικὴ δύναμις, ἔχοντα μᾶλλον τὸ πιθανόν, ταῦτα ἔστιν εἰπεῖν, ὁ δὲ λεχθησόμενος λόγος ἁρμόσει καὶ πρὸς τὸν ἐκ τῆς ἀντιπεριστάσεως. ἐρωτητέον δὲ πρότερον τοὺς ταῦτα λέγοντας· ἆρα ὅταν τις ῥιπτῇ βίᾳ λίθον, τῷ ὠθεῖν τὸν κατόπιν τοῦ λίθου ἀέρα, οὕτως βιάζεται τὸν λίθον ἐπὶ τὴν παρὰ φύσιν κίνησιν; ἢ ἐνδίδωσί τινα καὶ τῷ λίθῳ δύναμιν κινητικὴν ὁ ὠθῶν; εἰ μὲν οὖν μηδεμίαν ἐνδίδωσι τῷ λίθῳ δύναμιν, ἀλλὰ μόνον τῷ ὠθεῖν τὸν ἀέρα οὕτω κινεῖ τὸν λίθον ἢ τὸ βέλος ἡ νευρά, τίς ἦν χρεία ἢ ἅπτεσθαι τῆς χειρὸς τὸν λίθον ἢ τῆς γλυφίδος τοῦ βέλους τὴν νευράν; δυνατὸν γὰρ ἦν καὶ μὴ ἁψάμενον τούτων, ἀλλ’ οἷον στήσαντα τὸ βέλος ἐπ’ ἄκρου ξύλου, οἷον ἐπί τινος λεπτῆς γραμμῆς, ὁμοίως δὲ καὶ τὸν λίθον, μυρίαις μηχαναῖς πολύν τινα κινεῖν ὄπισθεν ἀέρα. καὶ δῆλον ὅτι ὅσῳ πλείων καὶ πλείονι βίᾳ ὁ ἀὴρ ἐκινεῖτο, μᾶλλον ὠθεῖν ὤφειλε καὶ ἐπὶ πλεῖον ἐξακοντίζειν. νῦν δὲ οὐδ’ ἂν ὡς ἐπὶ ἀπλατοῦς τῶ ὄντι γραμμῆς ἢ σημείου στήσῃς τὸ βέλος ἢ τὸν λίθον, καὶ τὸν πάντα πάσῃ 25 ῥύμῃ κινήσῃς ὄπισθεν ἀέρα, οὐδ’ ἂν πηχυαῖον διάστημα κινηθείη τὸ βέλος. εἰ τοίνυν πλείονι ῥύμῃ κινηθεὶς ὁ ἀὴρ οὐκ ἐκίνησεν, εὔδηλον ὅτι οὐδὲ ἐπὶ τῶν ῥιπτούντων ἢ τοξευόντων ὁ ὠθούμενος ὑπὸ τῆς χειρὸς ἢ τῆς νευρᾶς ἀὴρ οὗτός ἐστιν ὁ κινῶν· τί γὰρ μᾶλλον ἁπτομένου τοῦ ῥιπτοῦντος τοῦ ῥιπτουμένου ἢ μή, τοῦτο συμβαίνειν ὤφειλε; καὶ ἄλλως εἰ συνεχές ἐστι τὸ ἁπτόμενον τὸ βέλος τῆς νευρᾶς καὶ ἡ χεὶρ τοῦ λίθου, καὶ οὐδέν ἐστι τὸ μεταξύ, ποῖος ἄν εἴη ὁ ἐξόπισθεν κινούμενος ἀήρ; εἰ δὲ ὁ ἐκ πλαγίων κινεῖται, τί πρὸς τὸ ῥιπτούμενον; ἐκπίπτει γὰρ αὐτοῦ ἐκεῖνος. ‘Εκ τούτων δὴ καὶ πολλῶν ἄλλων συνιδεῖν ἔστιν ὡς ἀδύνατον τούτῳ κινεῖσθαι τῷ τρόπῳ τὰ βία κινούμενα, ἀλλ’ ἀνάγκη κινητικήν τινα δύναμιν ἀσώματον ἐνδίδοσθαι ὑπὸ τοῦ ῥιπτοῦντος τῷ ῥιπτουμένῳ, καὶ ἢ μηδ’ ὅλως τὸν ὠσθέντα ἀέρα πρὸς ταύτην τὴν κίνησιν συμβάλλεσθαι, ἢ βραχύ τι. εἰ δὲ ταύτῃ κινεῖται τὰ βίᾳ κινούμενα, δῆλον δήπου ὅτι κἄν ἐπὶ κενοῦ ῥιπτῇ τις βέλος ἢ λίθον βία καὶ παρὰ συσὶν, τὸ αὐτὸ πολλώ μᾶλλον συμβήσεται, καὶ οὐ δεήσεταί τινος ἔξωθεν τοῦ ὠθοῦντος. καὶ οὐ δήπου ἀπορώτερος ἔσται οὗτος ὁ λόγος ὑπὸ τῆς ἐναργείας μαρτυρούμενος λέγω δὴ ὅτι ἐνέργειά τις ἀσώματος κινητικὴ ἐνδίδοται ὑπὸ τοῦ ῥιπτοῦντος τῷ ῥιπτουμένῳ, ὅθεν δεῖ τὸν ῥιπτοῦντα ἅπτεσθαι τοῦ ῥιπτουμένου) τοῦ ἐνεργείας τινὰς ἀφικνεῖσθαι τῶν ὁρατῶν πρὸς τὰς ὄψεις, ὡς Ἀριστοτέλει δοκεῖ. ὁρῶμεν γὰρ καὶ ἐκ τῶν χρωμάτων ἐνεργείας τινὰς ἀσωμάτως ἀφικνουμένας καὶ χρωννυούσας τὰ προκείμενα στερεὰ σώματα, ὅταν ἀκτὶς ἡλίου διὰ τῶν χρωμάτων προσβάλῃ, ὥσπερ ἔστιν ἐναργῶς ἰδεῖν, ὅταν διὰ τῶν κεχρωματισμένων σπέκλων προσβάλῃ ἀκτὶς ἡλιακή· ᾧ γὰρ ἄν στερεῷ σώματι προσπέσῃ ἡ διὰ τοῦ σπέκλου προσπίπτουσα ἀκτίς, τοῦτο χρώννυσιν ὁμοίως τῷ δι’ οὗ προσέπεσε χρώματι. δῆλον οὖν ὅτι ἐπιγίνονται ἐνέργειαί τινες ἀσωμάτως ἐξ ἄλλων εἰς ἄλλα. ἔπειτα εἰ τὸ μὲν ῥιπτούμενόν ἐστιν ὁ λίθος ἢ τὸ βέλος, τὸ δὲ κινοῦν καὶ ἀποβιαζόμενον ὁ ἄνθρωπος, τί ἐκώλυε καὶ κενοῦ ὄντος τοῦ μεταξὺ ῥῖψαί τι; εἰ γὰρ νῦν σώματος ὄντος τοῦ μεταξὺ καὶ τοῦ ἐμποδίζοντος ταῖς κινήσεσι τῶν σωμάτων καὶ δεομένων τῶν κινουμένων διελεῖν τὸ μεταξὺ ὅμως κινοῦνται, τί ἐκώλυε κενοῦ ὄντος τοῦ μεταξὺ ῥῖψαι βέλος ἢ λίθον ἤ τι τοιοῦτον ὄντος καὶ τοῦ ῥιπτοῦντος καὶ τοῦ ῥιπτουμένου καὶ τῆς χώρας; Ἀνάγκη δὲ ἄνπερ ᾖ βίαιος, <εἶναι καὶ τὴν κατὰ ἡ μὲν γὰρ βίαιος> παρὰ φύσιν. ’Επειδὴ διεῖλε τὴν κίνησιν εἰς τὴν βίαιον καὶ τὴν κατὰ φύσιν, συμβάλλεται δὲ αὐτῷ πρὸς τὴν δεῖξιν ἡ παρὰ φύσιν, διὰ τοῦτό φησιν ὅτι ἐὰν ᾖ βίαιος κίνησις, ἔστι καὶ ἡ παρὰ φύσιν· οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ βίᾳ ἢ παρὰ φύσιν. εἰ τοίνυν ἔστι παρὰ φύσιν κίνησις κενοῦ ὄντος, δεῖ προηγεῖσθαι τὴν κατὰ φύσιν· ἀλλὰ μὴν ἡ κατὰ φύσιν οὐκ ἔστιν, οὐδὲ ἡ παρὰ φύσιν ἄρα. δείκνυσι δὲ ἐφεξῆς πῶς οὐκ ἔστιν ἡ κατὰ φύσιν, ἀλλ’ ἐπειδὴ τὸ μὴ εἶναι τὴν κατὰ φύσιν κίνησιν ἐπὶ τοῦ κενοῦ οὐδεὶς λόγος ἀναγκαῖος ἀπέδειξεν, οὐκ ἄν ταύτῃ ἀναιροῖτο ἡ παρὰ φύσιν. καὶ οὐ δήπου λέγω ὅτι κενόν ἐστιν ἐνεργείᾳ τὸ δι’ οὗ κινοῦνται τὰ κινούμενα, ἀλλ’ ὅτι κἄν κενὸν ἦν, οὐδὲν ἐκώλυεν εἶναι κίνησιν. To δὲ κενὸν μὴ ὄν τι καὶ στέρησις δοκεῖ εἶναι. | Οὐχ ὅτι μηδαμῇ μηδαμῶς ὄν ἐστιν, ἀλλ’ ὥσπερ ἡ ὕλη καὶ στέρησις λέγεται καὶ τὸ μὴ ὂν τῷ μηδὲν εἶναι τῶν φυσικῶν σωμάτων ἐνεργεία, οὕτω δὴ καὶ τὸ κενὸν τῷ μηδὲν εἶναι τῶν πεφυκότων ἐγγίνεσθαι ἐν αὐτῷ σωμάτων καὶ στέρησις λέγοιτ’ ἂν καὶ τὸ μὴ ὄν. ‘Η δὲ φύσει φορὰ διάφορος. Τὰ μὲν γὰρ ἄνω κατὰ φύσιν κινεῖται, τὰ δὲ κάτω· ὥστε διάφοροι αἱ φυσικαὶ κινήσεις. Ὥστε ἔσται τὰ φύσει διάφορα. Τουτέστι τὰ φύσει κινούμενα. εἰ δὲ τὰ κινούμενα κατὰ φύσιν διάφορα, ἐν δὲ τῷ κενῷ οὐδεμία ἐστὶ διαφορὰ ἐφ’ ὃ κινοῦνται, δυοῖν ἀνάγκη θάτερον, ἢ μὴ γίνεσθαι ἐπὶ κενοῦ κίνησιν, ἢ μηδὲν κατὰ φύσιν κινεῖσθαι. Ἔτι νῦν μὲν κινεῖται τοῦ ὤσαντος οὐχ ἁπτομένου. Ἔνθεν αὐτὸ καθ’ αὑτὸ κατασκευάζει τὸ μὴ ἂν γενέσθαι ἐν τῷ κενῷ παρὰ φύσιν κίνησιν. τὸ δὲ οὐχ ἁπτομένου τοῦ ὤσαντος ἀντὶ τοῦ οὐ μέχρις ἂν κινῆται ἁπτομένου, ἐπείτοι γε ἐν τῷ ὠθεῖν δηλονότι ἥπτετο τοῦ βέλους ἢ τοῦ λίθου. ἐπειδὴ δὲ οὐκ ἐναπολαβοῦσα ἡ χεὶρ μεταξὺ ἑαυτῆς καὶ τοῦ λίθου ἀέρα τινά, οὕτως τῷ ὠθεῖν τὸν ἀέρα ὠθεῖ τὸν λίθον, ὁμοίως δὲ οὐδὲ ἡ νευρὰ μεταξὺ ἑαυτῆς καὶ τοῦ βέλους, ἀλλ’ ἐφαρμόζουσιν αἱ ἐπιφάνειαι ἀλλήλαις, ἥ τε τοῦ ῥιπτοῦντος καὶ ἡ τοῦ ῥιπτουμένου, πότερον πρὶν ἅψασθαι τοῦ ῥιπτουμένου ὄπισθεν τὸν ἀέρα, καὶ οὕτως ὠθῆσαι αὐτό, γίνεταί τις κίνησις τῷ λίθῳ ὑπ’ αὐτῆς τῆς χειρὸς ἀμέσως ἢ τῷ βέλει ὑπὸ τῆς νευρᾶς, ἢ οὔ; εἰ μὲν οὖν μηδεμία ὦσις γίνεται ὑπὸ τῆς χειρὸς ἢ τῆς νευρᾶς, οὐκ ἔδει ἐν τῷ ὠθεῖσθαι τὸν λίθον ἐπὶ τὸν παρὰ φύσιν τόπον διίστασθαί ποτε τῆς χειρός· οὔτε γὰρ ὑπὸ τῆς ἐμφύτου ὁρμῆς ἐπὶ τὸ παρὰ φύσιν φέρεται, οὔτε ἡ χεὶρ ἀμέσως ὠθῆσαι αὐτὸν δύναται. νῦν δὲ ὠθεῖται μηδενὸς μεταξὺ ἐναπειλημμένου ἀέρος· ὥστε εἰ μὴ ἐστι μεταξύ τις ἀήρ, τὸ πρώτως ὠθῆσαν ἡ χείρ ἐστιν ἢ ἡ νευρά, εἰ καὶ ὁ ἀὴρ λοιπόν, ὥς φασι, τὴν ὤθησιν διαδέχεται. εἰ δὲ ἐνδέχεται ὅλως ὑπὸ τῆς χειρὸς ἀμέσως γενέσθαι ὤθησιν, τί κωλύει καὶ ἐπὶ κενοῦ τὸ αὐτὸ τοῦτο γενέσθαι; οὐδὲν γάρ μοι διαφέρει τὸ ἐπὶ πλέον ἢ ἔλαττον διὰ κενοῦ ἢ διὰ σώματος γενέσθαι. Ἔτι οὐδεὶς ἄν εἰπεῖν ἔχοι [ὅτι] διὰ τί κινηθὲν στήσεται. Ἕτερον τοῦτό ἐστιν ἐπιχείρημα, ὅτι οὐδὲν κινεῖται ἐν τῷ κενῷ παρὰ φύσιν. φημὶ δὲ ἐγὼ ὅτι ὥσπερ σὺ ὁ τὴν ὤθησιν τοῦ ἀέρος αἰτιώμενος τῆς παρὰ φύσιν κινήσεως μέχρι τοσούτου λέγεις κινεῖσθαι αὐτό, μέχρις ἄν ἐκλυθῇ ἡ ἐνδοθεῖσα τῷ ἀέρι κινητικὴ δύναμις ἐκ τοῦ τὴν ἀρχὴν ὤσαντος, οὕτω δηλονότι κἄν εἰ ἐπὶ κενοῦ παρὰ φύσιν κινηθείη τι, μέχρι τοσούτου ἐκινεῖτο, μέχρις ἂν ἐξασθενήσῃ ἡ ἐνδοθεῖσα αὐτῷ κινητικὴ δύναμις ὑπὸ τοὐ τὴν ἀρχὴν ὤσαντος. Ἔτι νῦν μὲν εἰς τὸ κενὸν διὰ τὸ ὑπείκειν φέρεσθαι δοκεῖ. ἐν δὲ τῷ κενῷ πάντῃ ὁμοίως <τὸ> τοιοῦτον. Ἕτερον τοῦτο ἐπιχείρημα ἐξ αὐτῶν ὧν λέγουσιν οἱ τὸ κατεσπαρμένον κενὸν ὑποτιθέμενοι ἐν τοῖς σώμασιν, οἵτινές εἰσιν οἱ περὶ Δημόκριτον. νῦν μὲν γάρ, φησί, τὴν αἰτίαν ἀποδίδοτε τοῦ μᾶλλον μὲν κινεῖσθαι ἐν n ἀέρι ἧττον δὲ ἐν ὕδατι ἐν δὲ τῇ γῇ μηδαμῶς, ἐπειδὴ πάντα μὲν ἐκ τῆς τοῦ κενοῦ συμπλοκῆς καὶ τῶν ἀτόμων συνέστηκεν, οὐχ ὁμοία δὲ ἐν πᾶσιν ἡ συμπλοκή, ἀλλ’ εἰσὶ τὰ κενὰ ἢ μείζονα ἢ ἐλάττονα ἐν τοῖς σώμασι. διὰ τοῦτο ἐν μὲν τῷ ἀέρι θᾶττον κινεῖται, διότι μεγαλομερῆ ἐστι τὰ τοῦ ἀέρος κενά· ὠθούμεναι οὖν αἱ τοῦ ἀέρος ἄτομοι ὑπὸ τοῦ κινουμένου ῥᾳδίως εἰς τὰ κενὰ χωροῦσι καὶ διδόασι τὴν πάροδον τῷ κινουμένῳ. ἐν δὲ τῷ ὕδατι βραδυτέρα ἡ κίνησις· μικρότερα γὰρ τὰ κενά, καὶ ἡ πίλησις οὖν ἡ εἰς αὐτὰ χρονιωτέρα. ἐν δὲ τῇ γῇ διὰ τὸ πάνυ μικρομερῆ εἶναι τὰ κενὰ κίνησις οὐ γίνεται· οὐ γὰρ δύνανται εἰς αὐτὰ πιληθῆναι αἱ ἄτομοι. εἰ τοίνυν, φησίν, ἐπὶ τούτων οὕτως ἡ κίνησις γίνεται, ἐὰν ὅλον ᾖ κενόν, ποῦ οἰσθήσεται, φησίν; οὐ γὰρ ἄλλο ἄλλου μέρος τοῦ κενοῦ μᾶλλον ὑπεικτικόν, ἀλλὰ πάντῃ οὐδὲν ἐμποδίσει· ὥστε πανταχοῦ ὁμοίως σἰσθήσεταινῦν μὲν γὰρ ὅπῃ τῷ ὠθοῦντι παρείκουσιν αἱ ἄτομοι, κινεῖται τὰ κινούμενα ἢ ἄνω ἢ κάτω ἢ ἀλλαχοῦ, ἐν δὲ τῷ κενῷ πάντῃ ὁμοίως ὄντος ὑπεικτικοῦ, εἰ δεῖ ὑπεικτικὸν εἰπεῖν τὸ κενόν, μᾶλλον δὲ μηδαμῇ μηδαμῶς ἐμποδίζοντος, εὔλογον τὸ πανταχοῦ φέρεσθαι τὸ κινούμενον, καὶ μηδὲν μᾶλλον ὧδε ἢ ὧδε. τοῦτο δὲ ἄλογον καὶ ἀδύνατον. καὶ εἰ ὅσῳ μεγαλομερῆ εἰσι τὰ κενά, τοσούτῳ θᾶττον ἡ κίνησις, ἐὰν ἄρα ὅλον ᾐ κενόν, ἀχρόνως ἐν αὐτῷ κινηθήσεται. τοῦτο δὲ τὸ ἐπιχείρημα δυνατὸν μὲν καὶ ὡς συνεχὲς τοῖς ἀνωτέρω λαβεῖν, ὅτι νῦν μὲν ἴσως τοῦ τὰ παρὰ φύσιν κινούμενα μὴ ὁμοίως διὰ παντὸς φέρεσθαι ταύτην ἄν ἀποδοῖεν τὴν αἰτίαν, ἐὰν δὲ ὅλον ᾖ κενόν, τί ἄν εἴποιεν; ἢ γὰρ ἀχρόνως οἰσθήσεται ἢ πανταχοῦ. μᾶλλον <δὲ> διὰ τοῦτο τὸ ἐπιχείρημα εἴρηται ὅτι οὔτε ὡς τὸ οὗ δυνατὸν διὰ κενοῦ γενέσθαι τὴν κίνησιν. οὔτε γὰρ τὸ θᾶττον ἔσται ἐν αὐτῷ καὶ βραδύτερον, οὔτε τὸ ὧδε μᾶλλον ἢ ὧδε· πανταχοῦ γὰρ ὁμοίως. ὥστε τοῖς ἑξῆς μᾶλλον συντακτέον αὐτό, οὐ τοῖς ἔμπροσθεν. | Ἔτι δὲ ἐκ τῶνδε φανερὸν τὸ λεγόμενον· ὁρῶμεν γὰρ τὸ αὐτὸ βάρος καὶ σῶμα θᾶττον φερόμενον διὰ δύο αἰτίας. Δείξας ὅτι οὔτε ὡς ποιητικὸν αἴτιόν ἐστι κινήσεως τὸ κενὸν οὔτε ὡς τελικόν, βούλεται λοιπὸν δεῖξαι ὅτι οὔτε ὡς τὸ δι’ οὗ αἴτιόν ἐστι κινήσεως, οἷον ὅτι αἴτιον τὸ κενὸν ὡς δι’ αὐτοῦ φερομένων τῶν σωμάτων, ὥσπερ νῦν δι’ ἀέρος ἢ δι’ ὕδατος ἡ τῶν σωμάτων γίνεται κίνησις. εἰ γὰρ δειχθῇ ὅτι οὐδ’ οὕτως ἐστὶ κινήσεως αἴτιον, οὐδὲ ἐνδέχεται κενοῦ ὄντος κίνησιν δι’ αὐτοῦ γενέσθαι τὴν κατὰ φύσιν. δέδεικται δὲ ὅτι οὐδὲ τὴν παρὰ φύσιν· ἔοικεν ἄρα κενοῦ ὄντος μὴ ἐνδέχεσθαι κίνησιν εἶναι. ἀλλὰ μὴν ἔστι κίνησις· κενὸν ἄρα οὐκ ἔστιν, ὅπερ ἐξ ἀρχῆς προέκειτο δεῖξαι. δείκνυσι δὲ ὅτι ἀδύνατον διὰ κενοῦ κίνησιν εἶναι ἐκ τῆς ἀνίσου κινήσεως• ἔστι γάρ τις κίνησις ἡ μὲν θάττων ἡ δὲ βραδυτέρα. ὁρῶμεν οὖν, φησίν, ἐξ αὐτῶν τῶν πραγμάτων, ὅτι αἱ ἄνισοι κινήσεις διὰ δύο γίνονται αἰτίας, ἢ τῷ διαφἐρεῖν τὸ δι’ οὗ (τὸ γὰρ αὐτὸ βάρος δι’ ὕδατος μὲν κινούμενον βραδύτερον κινηθήσεται, δι’ ἀέρος δὲ ταχύτερον), κἀν τὸ αὐτὸ πάλιν ᾖ δι’ οὗ φέρεται, μὴ ὡσαύτως δὲ ἔχον, ἄνισος γίνεται κίνησις· ὥσπερ γὰρ βραδύτερον δι’ ὕδατος ἐκινεῖτο διὰ τὸ δυσδιαιρετώτερον εἶναι τοῦ ἀέρος διὰ τὴν παχύτητα καὶ δαπανᾶσθαι χρόνον ἐν τῇ διαιρέσει, οὕτως κἄν τὸ αὐτὸ ᾖ δι’ οὗ κινεῖται, οἷον ὁ ἀήρ, φέρηται δὲ νῦν μὲν δι’. ἑστῶτος αὐτοῦ ἄλλοτε δὲ ἀντικινουμένου, θᾶττον φέρεται δι’ ἑστῶτος· ἀνακρουόμενον γὰρ ὑπ’ αὐτοῦ ἐμποδίζεται τοῦ πρόσω· δυσχερεστέρα γὰρ ἡ διαίρεσις γίνεται διὰ τὸ ἐξολισθαίνειν κινούμενον τὸν ἀέρα καὶ διὰ τὴν ἀντώθησιν. οὕτω μὲν οὖν ἄνισος ἡ κίνησις γίνεται τοῦ μὲν κινουμένου τοῦ αὐτοῦ ὄντος τοῦ δὲ δι’ οὗ κινεῖται οὐ τοῦ αὐτοῦ, κἄν τὸ αὐτὸ δὲ τὸ δι’ οὗ ᾖ τὸ κινούμενον δὲ μὴ τὸ αὐτό, καὶ οὕτως ἄνισος γίνεται ἡ κίνησις. τὸ γὰρ λιτριαῖον βάρος ἐπὶ τοῦ αὐτοῦ ἀέρος θᾶττον καταφέρεται τοῦ ἡμιλιτριαίου· ἡ γὰρ μείζων ῥοπὴ θᾶττον διαιρεῖ. κἀν ἡ αὐτὴ δὲ ῥοπὴ ᾖ, οἷον διλιτριαία, τοῖς σχήμασι δὲ διαφέρῃ, καὶ τὸ μὲν σφαιρικὸν ᾖ τὸ δὲ πλατύ θᾶττον τὸ σφαιρικὸν τοῦ πλατέος κατενεχθήσεται διὰ τοῦ αὐτοῦ ἀέρος· ὅσον γὰρ ἂν ᾖ πολυγωνιώτερον, τοσοῦτον θᾶττον ποιεῖται τὴν διαίρεσιν, τὸ δὲ πολυγώνιον προκόπτον ἥξει εἰς τὸ ἀγώνιον, λέγω δὴ τὸ σφαιρικόν. πάντων οὖν ταχύτερον τὸ σφαιρικὸν σχῆμα καταφέρεται (κατὰ σημεῖον γὰρ ποιεῖται τὴν τομήν), τὸ δὲ πλατὺ ἅτε ὑπὸ πλείονος ἀέρος ἀνεχόμενον βραδυτέραν ποιεῖται τὴν τομήν, ὥσπερ τῶν μαχαιρίων τὰ ἀμβλέα. διὸ ὅσῳ σφαιροειδές τι ᾖ, εὐκύλιστον μᾶλλόν ἐστιν, οἷον ὁ κύλινδρος καὶ τὰ πολυγώνια τῶν σχημάτων. διὸ σφαῖρα πάντων μᾶλλον εὐκύλιστος (κατὰ σημεῖον γὰρ ἅπτεται τοὐ ἐπιπέδου), ὁ δὲ κύβος πάντων μᾶλλον δυσκύλιστος· πολλὴν γὰρ τοῦ ἐπιπέδου κατέχει μοῖραν. οὕτως οὖν καὶ ἐπὶ τῶν καταφερομένων τὰ σφαιρικὰ θάττονα ποιεῖ τὴν κίνησιν διὰ τὸ ὑπὸ ὀλίγου ἀνέχεσθαι ἀέρος, τὸ δὲ ὀλίγον τοῦ πλείονος εὐδιαιρετώτερον τὸ αὐτὸ ὂν. Αἱ μὲν οὖν αἰτίαι τῆς ἀνίσου κινήσεως αὗται, ἀδύνατον δέ, φησίν, εἰ διὰ κενοῦ γίνοιτο ἡ κίνησις, τὴν αἰτίαν δι’ ἣν ἄνισοι γίνονται αἱ κινήσεις ἀποδοῦναι· ἀνάγκη γὰρ ἰσοταχῶς ἐπὶ κενοῦ πάντα κινεῖσθαι, μᾶλλον δὲ μηδὲ ὅλως δυνατὸν εἶναι κίνησιν ἐπὶ κενοῦ γενέσθαι. δείκνυσι δὲ τοῦτο οὕτως· λαμβάνει δύο τινὰ διαστήματα ἴσα τῷ μήκει, οἷον σταδιαῖα, ἀέρα καὶ ὕδωρ, καὶ ἕν τι καὶ τὸ αὐτὸ δι’ ἀμφοτέρων κινούμενον, ἢ δύο ἰσόρροπα καὶ ἰσοσχήμονα (οὐδὲν γὰρ διαφέρει), οἷον δύο σφαίρας χρυσοῦ λιτριαίας τῷ βάρει· ἐὰν οὖν ἡ μὲν διὰ τοῦ ἀέρος κινηθείη ἡ δὲ διὰ τοῦ ὕδατος, ἐπειδὴ λεπτομερέστερος ὁ ἀὴρ τοῦ ὕδατος, θᾶττον δηλονότι διελεύσεται ἡ ἑτέρα τὸν σταδιαῖον ἀέρα ἢ ἡ ἑτέρα τὸ ὕδωρ. ἕξουσι δή, φησί, τοῦτον τὸν λόγον πρὸς ἀλλήλους οἱ χρόνοι τῶν κινήσεων, ὃν λόγον ἔχει ὁ ἀὴρ πρὸς τὸ ὕδωρ παχύτητι καὶ λεπτότητι. εἰ γὰρ διπλασίονι λόγῳ λεπτομερέστερος εἴη ὁ ἀὴρ τοῦ ὕδατος, ἀνάγκη καὶ τοὺς χρόνους τῶν κινήσεων τὸν αὐτὸν λόγον ἔχειν ἀντεστραμμένως πρὸς ἀλλήλους· διπλασίων γὰρ ἔσται ὁ χρόνος ἐν ᾧ κινεῖται διὰ τοῦ ὕδατος τοῦ χρόνου ἐν ὧ κινεῖται διὰ τοῦ ἀέρος, καὶ ὅσῳ λεπτεμερέστερόν ἐστι τὸ δι’ οὗ ἡ κίνησις, τοσούτῳ ὁ χρόνος τῆς κινήσεως μειοῦται. τούτων τοίνυν οὕτως ἐχόντων δείκνυσιν ὅτι ἀδύνατον κίνησιν διὰ κενοῦ γενέσθαι, τούτῳ τῷ τρόπῳ· δείκνυσι δὲ ἐπὶ καταγραφῆς, καλεῖ δὲ τὸ μὲν κινούμενον ἁ, τὸν δὲ ἀέρα δ, τὸ δὲ ὕδωρ β (??), χρόνον δὲ τὸν μὲν τῆς διὰ τοῦ ὕδατος κινήσεως γ (??) τὸν δὲ τῆς διὰ τοῦ ἀέρος ἑ, λαμβάνει δὲ ἴσον τῷ ὕδατι καὶ τῷ ἀέρι κενόν, ὃ καλεῖ ζ. εἰ οὖν ἐνδέχεται κινηθῆναι διὰ κενοῦ, ἐπειδὴ πᾶσα κίνησις ἐν χρόνῳ, κεκινήσθω τὸ ἁ ἔν τινι χρόνῳ διὰ τοῦ κενοῦ τοῦ ζ, καὶ ἔστω, φησίν, ὁ χρόνος ἐν ᾧ κινεῖται διὰ τοῦ κενοῦ ὁ ἡ. ἐπεὶ οὖν παντὸς χρόνου πεπερασμένου πρὸς πάπα χρόνον πεπερασμένον λόγος τις, ἀνάγκη καὶ τὸν χρόνον ἐν ᾧ ἐκινήθη διὰ τοῦ κενοῦ ἔχειν τινὰ λόγον πρὸς τὸν χρόνον ἐν ᾧ ἐκινήθη διὰ τοῦ σώματος. εἰ δὲ ὁ χρόνος πρὸς τὸν χρόνον ἔχει λόγον, ὡς δ’ ἄν ἔχωσι πρὸς ἀλλήλους οἱ χρόνοι, οὕτως ἀνάγκη ἔχειν καὶ τὰ δι’ ὧν ἡ κίνησις, καὶ ἔμπαλιν ὃν ἄν ἔχωσι λόγον δι’ ὧν ἡ κίνησις, τοῦτον ἀνάγκη τὸν λόγον ἔχειν καὶ τοὺς χρόνους, εὔδηλον ὅτι ὃν λόγον ἔχει ὁ χρόνος τῆς κινήσεως ὁ διὰ τοῦ κενοῦ πρὸς τὸν χρόνον τῆς κινήσεως τὸν διὰ τοῦ πλήρους, οἷον τοῦ ὕδατος, τοῦτον τὸν λόγον ἔχει τὸ κενὸν πρὸς τὸ πλῆρες, οἷον εἰ δεκαπλασίων ἐστὶν ὁ χρόνος ἐν ᾧ ἐκινήθη διὰ τοῦ ὕδατος τοῦ χρόνου τοῦ διὰ τοῦ κενοῦ, δεκαπλασίως παχύτερόν ἐστι τὸ ὕδωρ τοῦ κενοῦ, καὶ τὸ κενὸν δηλονότι δεκαπλασίως λεπτομερέστερον τοῦ ὕδατος. ἀλλ’ ἀδύνατον τὸ κενὸν πρὸς τὸ σῶμα λόγον τινὰ ἔχειν. καὶ κατασκευάζει τοῦτο ἐναργῶς. τὸ γὰρ ὑπερέχον, φησί, τινὸς ἔχει | αὐτό τε ἐκεῖνο ὅλον οὗ ὑπερέχει, καὶ τὴν ὑπεροχὴν ᾗ ὑπερέχει αὐτοῦ. οἷον τὰ τέσσαρα ὑπερέχει τῶν τριῶν μονάδι· ἔχει οὖν τὰ τέσσαρα τά τε τρία αὐτὰ ὧν ὑπερέχει, καὶ τὴν ὑπεροχὴν ᾗ ὑπερέχει αὐτῶν, λέγω δὴ τὴν μονάδα. ὥσπερ οὖν ὁ ἀριθμὸς τοῦ μηδενὸς οὐχ ὑπερέχει οὐδὲ ἔχει λόγον τινὰ πρὸς τὸ μηδέν εἰ γὰρ ὑπερέχει τοῦ μηδενὸς ὁ ἀριθμός, σύγκειται δηλονότι ἐκ τῆς ὑπεροχῆς καὶ τοῦ ὑπερεχομένου, ὥστε συγκέοιτο ἄν ἡ τετρὰς ἔκ τε τῶν τεσσάρων· τούτοις γὰρ ὑπερέχει του μηδενὸς· καὶ ἐκ τοῦ μηδενός· αὐτοῦ γὰρ ὑπερέχει. τίς οὖν ἡ διαφορὰ τῆς συντιθείσης τετράδος πρὸς τὴν συντιθεμένην;), ὥσπερ οὖν ἀνόητον τὸ λέγειν ὅτι ὁ ἀριθμὸς πρὸς τὸ μηδὲν λόγον τινὰ ἔχει καὶ ὑπερέχει αὐτοῦ, οὕτως δηλονότι καὶ ὡσαύτως καταγέλαστον ἄν εἴη τὸ λέγειν σῶμά τι πρὸς τὸ κενὸν λόγον ἔχειν καὶ ὑπερέχειν αὐτοῦ κατὰ παχύτητα· σύγκειται γὰρ ἔκ τε του κένου καὶ τῆς ὑπεροχῆς, ὥστε τὸ ὕδωρ ἐκ τοῦ κενοῦ καὶ τοῦ ὕδατος συνεστηκεν. ἀλλὰ γελοῖον· ἀδύνατον ἄρα λόγον τινὰ ἔχειν τὸ κενὸν πρὸς τὸ σῶμα. εἰ δὲ τὰ δι’ οὗ μηδένα λόγον ἔχωσι πρὸς ἄλληλα, οὐδὲ αἱ κινή σεῖς δηλονότι, οὐδὲ ὁ χρόνοι τῶν κινήσεων λόγον ἕξουσι πρὸς ἀλλήλους· ἐδείχθη γὰρ ὅτι ὡς ἔχουσι πρὸς ἄλληλα τὰ δι’ ὧν αἱ κινήσεις, οὕτω καὶ οἱ χρόνοι ἔχουσι, καὶ ἔμπαλιν ὡς οἱ χρόνοι, καὶ τὰ δι’ ὧν. εἰ τοίνυν μηδένα λόγον ἔχει τὸ κενὸν πρὸς τὸ σῶμα, οὐδὲ ὁ χρόνος ἐν ᾧ διὰ τοῦ κενοῦ κινεῖται πρὸς τὸν χρόνον ἐν ᾧ διὰ τοῦ σώματος· ἐν οὐδενὶ ἄρα χρόνῳ κινηθήσεται διὰ τοῦ κενοῦ. παντὸς γὰρ χρόνου πεπερασμένου πρὸς πάντα χρόνον πεπερασμένον λόγος τίς ἐστιν· οὐκ ἄρα ἐν χρόνῳ διὰ τοῦ κενοῦ κινεῖται. οὐδὲ κινηθήσεται ἄρα οὐδὲν διὰ τοῦ κενοῦ· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ· οὐ γὰρ ἔστιν ἄχρονος κίνησις. πρῶτον μὲν οὖν ἐπιχείρημα τοῦτο, δεύτερον δὲ τοιοῦτον. εἰ κινεῖταί τι ἐν χρόνῳ διὰ τοῦ κένου, ἐν ἐλάττονι δηλονότι κινηθήσεται οὗ κινεῖται διὰ τοῦ πλήρους, οἷον τοῦ ἀέρος, τῶν αὐτῶν ὄντων, ὡς εἴρηται, διαστημάτων. φέρε γὰρ εἰ ἐν δύο ὥραις κινοῖτο ἐν τῷ ἀέρι, ἐν ἐλάττονι δηλονότι διὰ τοῦ κενοῦ κινηθήσεται, φέρε εἰπεῖν ἐν ἡμίσει ὥρας. ἀλλ’ ἐν τῷ ἡμίσει τούτῳ ἐν ᾧ ἐκινήθη διὰ τοῦ κενοῦ παντός, καὶ τοῦ ἀέρος μόριόν τι δηλονότι κατὰ ἀναλογίαν κινηθήσεται, καλεῖ δὲ τὸ μόριον τοῦ ἀέρος θ. συμβήσεται οὖν ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ διὰ κενοῦ καὶ πλήρους κινηθῆναι, ὅπερ ἄτοπον μετὰ τοῦ μένειν καὶ τὸ πρότερον ἄτοπον, λέγω δὴ τὸ ἔχειν λόγον τινὰ τὸ κενὸν πρὸς τὸ πλῆρες· ὃν γὰρ λόγον ἔχει τὸ μέρος τοῦ ἀέρος πρὸς τὸν ὅλον ἀέρα, 20 τοῦτον τὸν λόγον ἔχει τὸ ὅλον κενὸν πρὸς τὸν ὅλον ἀέρα ἐπειδὴ καὶ ὁ χρόνος τοῦ μέρους τοῦ ἀέρος καὶ (6) ὅλου τοῦ κενοῦ τὸν αὐτὸν λόγον ἔχουσι πρὸς τὸν τοὐ ὅλου ἀέρος χρόνον), καὶ πάλιν ὃν λόγον ἔχει πλῆρες πρὸς πλῆρες τὸ μέρος τοῦ ἀέρος πρὸς ὅλον τὸν ἀέρα, τοῦτον τὸν λόγον ἕξει καὶ κενὸν πρὸς πλῆρες τὸ ὅλον κενὸν πρὸς ὅλον τὸν ἀέρα, διότι καὶ οἱ χρόνοι τοῦ κενοῦ καὶ τοῦ μέρους τοῦ ἀέρος τὸν αὐτὸν λόγον ἔχουσι πρὸς ὅλον τὸν ἀέρα. ἀλλ’ αὐτὸς μὲν τοῦτο παραλιμπάνει τὸ ἄτοπον, ὡς δῆλον, λέγω δὴ τὸ πρότερον τὸ διὰ κενοῦ καὶ διὰ πλήρους ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ μέγεθος κινεῖσθαι· ἵνα δὲ μή τις εἴπῃ ‘ἀλλ’ εἰ καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ διὰ πλήρους ἐκινήθη καὶ διὰ κενοῦ, ἀλλ’ οὐ τὰ αὐτὰ διαστήματα· τὸ τέταρτον γὰρ τοῦ ἀέρος ὑπεθέμεθα κεκινῆσθαι ἐν τῷ αὐτῷ χρόνῳ, ἐν ᾧ τὸ πᾶν κενὸν ἐκινήθη, ἴσον δὲ τῷ ὅλῳ ἀέρι τὸ κενόν· τετραπλάσιον ἄρα διάστημα διὰ τοῦ κενοῦ ἐκινήθη ἐν τῷ αὐτῷ χρόνῳ, καὶ τοῦτό γε οὐδὲν ἄτοπον <τὸ> τὸ μεῖζον, λεπτομερέστερον δέ, ἐν ἴσῳ τῷ ἐλάττονι καὶ παχυτέρῳ τὸ αὐτὸ μέγεθος κινηθῆναι’, διὰ τοῦτο ἐφεξῆς δείκνυσιν ὅτι ἀνάγκῃ, εἰ διὰ κενοῦ γένοιτο κίνησις, ἴσον διάστημα διὰ πλήρους καὶ διὰ κενοῦ τὸ αὐτὸ ἐν ἴσῳ χρόνῳ κινηθήσεται, ὅπερ ἀδύνατον. ἐὰν γάρ, φησίν, ἐπινοήσωμεν λεπτότερόν τι σῶμα τοῦ ἀέρος τοῦτον τὸν λόγον ἔχον πρὸς αὐτόν, ὅνπερ εἶχεν ὁ χρόνος ὁ ἐπὶ τοῦ ἀέρος, ὅσπερ ἦν ὁ ἑ, πρὸς τὸν χρόνον τὸν ἐπὶ τοῦ κενοῦ, ὅσπερ ἦν ὁ ἡ φέρε εἰπεῖν, εἰ τετραπλασίων ἦν ὁ ἑ χρόνος τοῦ ἡ, τετραπλασίως λεπτομερέστερόν τι σῶμα τοῦ ἀέρος), τοῦτο δὲ τὸ σῶμα ἀποθώμεθα ἐν τῷ κενῷ, τῶν αὐτῶν δηλονότι μενόντων διαστημάτων, ἐν τοσούτῳ, φησί, χρόνῳ κινηθήσεται τὸ ᾱ διὰ τοῦ λεmοτάτου σώματος, ὃ ἀπεθέμεθα ἐν τῷ κενῷ, ἐν ὅσῳ ἐκινεῖτο τὸ μέρος τῆς διαστάσεως τοῦ ἀέρος, ὅπερ ἦν τὸ θ, τοῦτο δὲ ἦν τὸ τέταρτον αὐτοῦ. ἀλλὰ μὴν ἐν τῷ αὐτῷ χρόνῳ καὶ πρότερον ἐκινεῖτο ἐπὶ τοῦ κενοῦ καὶ νῦν ἐπὶ τοῦ λεπτοτάτου σώματος τὴν αὐτὴν ἔχοντος τῷ κενῷ διάστασιν· ἐν τῷ αὐτῷ ἄρα χρόνῳ τὸ αὐτὸ μέγεθος τὸ ᾱ διὰ κενοῦ καὶ διὰ πλήρους κινηθήσεται ἴσων ὄντων τοῖς διαστήμασιν, ὅπερ ἄτοπον. ὥστε, φησί, τὴν ὑπόθεσιν ἀναιρετέον ἐξ ἧς τὸ ἄτοπον συνήχθη αὕτη δὲ ἦν τὸ ὑποθέσθαι διὰ κενοῦ κίνησιν γινομένην. ἡ δὲ αἰτία, φησί, τῆς εἰς ἄτοπον ἀπαγωγῆς δήλη. ἐπειδὴ γὰρ πᾶσα κίνῆσις ἐν χρόνῳ, παντὸς δὲ χρόνου πρὸς πάντα χρόνον, ἂν ὦσι πεπερασμένοι, λόγος ἐστί, δῆλον δήπου ὅτι καὶ εἰ ἐπὶ κενοῦ κίνησις γένοιτο, ἐν χρόνῳ τε ἔσται καὶ σχήσει πρὸς κινήσεως τινος χρόνον λόγον τινά· ὡς δ’ ἂν ἔχωσιν οἱ χρόνοι τῶν κινήσεων πρὸς ἀλλήλους, οὕτως ἀνάγκη ἔχειν καὶ δι’ ὧν αἱ κινήσεις· ἕξει ἄρα καὶ τὸ κενὸν λόγον τινὰ πρὸς τὸ πλῆρες. ἀλλ’ ἀδύνατον τὸ κενὸν λόγον ἔχειν πρὸς πλῆρες παντὸς γὰρ ὑπερβάλλει λόγου), ἔνθεν ἄρα συνῆκται τὸ ἄτοπον· λαμβανομένου γὰρ τοῦ κίνησιν 25 ἐπὶ κενοῦ γίνεσθαι συνάγεται τὸ καὶ τὸ κενὸν πρός τι πλῆρες λόγον ἔχειν, τοῦτο δὲ ἀδύνατον. τῷ μὲν οὖν Ἀριστοτέλει μέχρι τῶν ἐνταῦθα πρόεισιν ὁ λόγος ἐκ τῆς ἀνισότητος τῶν κινουμένων τῆς παρὰ τὸ δι’ οὗ ἡ κίνησις γινομένης, κατασκευάζοντι ὡς οὐκ ἂν ἐνδέχοιτο εἰ κενὸν ἦν, κίνησιν δι’ αὐτοῦ γενέσθαι, ὅτῳ δὲ σκοπὸς τῆς ἀληθείας πανταχοῦ τυχεῖν, περιαθρείτω ὅση δύναμις μήπου τῇ δεινότητι καὶ τῷ δυσθεωρήτῳ τῶν ἐπιχειρημάτων τοῦ σκοποῦ διαμάρτοι. κάλλιον δὲ ἴσως | πρῶτον τὸν πάντα διελθεῖν περὶ τοῦ κενοῦ λόγον, εἶτα οὕτως ἀναλαβόντας ἐξ ἀρχῆς ἕκαστον ἐπισκέψασθαι τῶν ἐπιἀληθείας τὸ τοῦ ἀνδρὸς ὑπειλημμένον ἐπίπροσθεν θέντας. Οἷον δι’ ὕδατος ἡ γῆς. Παραδείγματος ἕνεκεν τὴν γῆν ἔλαβεν, οὐχ ὡς δι’ αὐτῆς γινομένης κινήσεως. ἢ γῆν φησι χωρίον τι τελματῶδες, ὅθεν ἐπὶ σαφέστερα παραδείγματα μεταβαίνων τὸν ἀέρα λαμβάνει καὶ τὸ ὕδωρ. Ἢ τῷ διαφέρειν τὸ φερόμενον, ἂν τὰ ἄλλα τὰ αὐτὰ ὑπάρχῃ, διὰ τὴν ὑπεροχὴν τοὺ βάρους ἢ τῆς κουφότητος. Εἰπὼν τὸ ἓν τῆς ἀνίσου κινήσεως αἴτιον, λέγω δὴ τὴν διαφορὰν τοὐ δι’ ’ οὗ, λέγει νῦν καὶ τὸ λοιπόν, λέγω δὴ τὴν διαφορὰν τῶν φερομένων· κἀν γὰρ τὸ δι’ οὗ τὸ αὐτὸ ᾖ, διαφέρῃ δὲ τὰ φερόμενα βαρύτητι καὶ κουφότητι (κουφότητα δὲ λέγω τὴν ἥττονα βαρύτητα, οἷον εἰ τὸ μὲν λιτριαῖον ᾖ τὸ δὲ ἡμιλιτριαῖον) κἂν διὰ τοῦ αὐτοῦ φέροιντο ἀέρος, οὐκ ἐν ἴσῳ χρόνῳ ἐνεχθήσονται. τὸ δὲ <ἂν> τὰ ἄλλα τὰ αὐτὰ ὑπάρχῃ, οἷον μὴ τοῖς σχήμασι διαφέροιεν· δυνατὸν γὰρ τὸ βαρύτερον ἐν ἴσῳ χρόνῳ διὰ τοῦ αὐτοῦ διαστήματος τῷ κουφοτέρῳ κινηθῆναι, εἰ τὸ μὲν βαρύτερον πλατὺ ᾖ τὸ δὲ κουφότερον σφαιρικόν. δυνατὸν δὲ καὶ οὕτως ἀκούειν τῶν ῥητῶν· τὸ μὲν τῷ διαφέρειν τὸ φερόμενον διαφέρειν ἀκουσόμεθα ἢ μεγέθει ἢ σχήματι, τὸ δὲ ἀν’ τἄλλα τὰ αὐτὰ ὑπάρχῃ, οἷον εἰ μὲν μεγέθει διαφέρει, καὶ σχῆμα εἶναι τὸ αὐτὸ καὶ τὸ δι’ οὗ, εἰ δὲ σχήματι, καὶ μέγεθος τὸ αὐτὸ καὶ τὸ δι’ οὗ· οὕτω γὰρ ἄνισος ἂν γένοιτο κίνησις. Tὸ μὲν οὖν δι’ οὗ φέρεται αἴτιον, ὅτι ἐμποδίζει μάλιστα μὲν ἀντιφερόμενον, ἔπειτα δὲ καὶ μένον. Σημειωτέον ὅτι τὸ δι’ οὗ γίνεται ἡ κίνησις αἴτιον τῆς ἀνίσου κινήσεως, φησίν, ὡς ἐμποδιστικόν. ἐμποδίζει δὲ τῇ κινήσει ἢ τὴν ἐναντίαν τῷ κινουμένῳ φερόμενον (ὡς ὅταν ἢ δι’ ἀέρος τι φέρηται τὴν ἐναντίαν ὑπὸ πνευμάτων κινουμένου ἢ δι’ ὕδατος ἔμπαλιν τῷ κινουμένῳ φερομένου τοῦ ῥεύματος, οἷον εἰ ἐπὶ ποταμοῦ τις νήχοιτο ἢ πλοῖον φέροιτο ἐναντίως τῷ ῥεύματι), καὶ μὴ κινούμενον δέ, φησί, τὸ δι’ οὗ, ἀλλὰ μένον, ἐμποδίζει τῷ διαιρεῖσθαι. εἰ δὲ καὶ ἡ διαίρεσις ἐμποδίζει, μᾶλλον ἐμποδίσει τὸ δυσδιαιρετώτερον. Τὸ δὴ ἐφ’ οὗ ᾱ οἰσθήσεται διὰ τοὺ β τὸν τὸν ἐφ’ ᾧ γ χρόνον· Εἰπὼν πόσα ἐστὶ καὶ τίνα τὰ τῆς ἀνίσου κινήσεως αἴτια, διὰ καταγραφῶν βούλεται δεῖξαι πῶς τὸ δι’ οὗ ἀνίσου κινήσεως αἴτιον γίνεται (ἐρεῖ γὰρ μετὰ ταῦτα περὶ τοῦ κινουμένου), ᾱ δὲ καλεῖ τὸ κινούμενον. κινείσθω οὖν τοῦτο, φησί, διὰ τῆς β διαστάσεως, ἔστω δὲ αὕτη ὕδωρ, ἐν χρόνῳ τινι, οἶον τῳ γ· Διὰ δὲ τοῦ δ λεπτομεροῦς ὄντος, <εἰ> ἴσον τὸ μῆκος τοῦ β τῷ δ, κατὰ τὴν ἀναλογίαν τοῦ ἐμποδίζοντος σώματος. Ἡ διάνοια τῆς λέξεως καὶ ἡ σύνταξις αὕτη· κινείσθω, φησί, τὸ ἐφ’ οὗ a, ὅπερ ἐστὶ τὸ κινούμενον, διὰ τοῦ δ λεπτομερεστέρου σώματος, κινείσθω δὲ τὸ ἴσον μῆκος, ὅσον ἐστὶ τὸ τοῦ β, ἐν τῷ δ, κινείσθω δὲ κατὰ τὴν ἀναλογίαν τοῦ ἐμποδίζοντος, ἐν μὲν παχυτέρῳ διὰ πλείονος χρόνου, ἐν δὲ λεπτοτέρῳ δι’ ἐλάττονος. καλεῖ δὲ τὸ μὲν β ὕδωρ τὸ δὲ δ ἀέρα. ὅσῳ δὴ λεπτότερον ἀὴρ ὕδατος καὶ ἀσωματώτερον, τοσούτῳ θᾶττον τὸ ἁ διὰ τοὐ δ οἰσθήσεται ἢ διὰ τοῦ β εἰ γὰρ ἐμποδιστικὸν τὸ δι’ οὗ τῷ διαιρεῖσθαι, ὅσῳ ἄν ᾖ τι εὐδιαιρετώτερον, τοσούτῳ θᾶττον οἰσθήσεται δι’ αὐτοῦ τὸ φερόμενον· εὐδιαίρετον δὲ τὸ λεπτότερον, λεπτότερον δὲ ἀὴρ ὕδατος καὶ ὡς ἐν σώμασιν ἀσωματώτερος• ὥστε ὅσῳ ἄν ᾖ λεπτότερος ἢ μανότερος ὁ ἀὴρ τοῦ ὕδατος, τοσούτῳ μᾶλλον καὶ εὐδιαίρετος. ὥστε τοσούτῳ θάττον δι’ αὐτοῦ κινηθήσεται τὸ α ἢ διὰ τοῦ ὕδατος. ὃν ἄρα λόγον ἔχουσι τὰ μεγέθη πρὸς ἄλληλα, τοῦτον τὸν λόγον καὶ αἱ κινήσεις αἱ δι’ αὐτῶν καὶ οἱ χρόνοι τῶν κινήσεων, οἷον εἰ διπλασίως λεπτότερος ὁ ἀὴρ τοὐ ὕδατος, διπλασίῳ λόγῳ καὶ ἡ κίνησις θάττων ἡ ἐπὶ τοῦ ἀέρος ἢ <ἡ> ἐπὶ τοῦ ὕδατος. καὶ ὁ χρόνος ἄρα τῶν κινήσεων ἀντεστραμμένως τὸν αὐτὸν ἕξει λόγον· διπλασίων γὰρ ἔσται ὁ χρόνος τῆς κινήσεως τῆς διὰ τοῦ ὕδατος τοῦ χρόνου τῆς κινήσεως τῆς διὰ τοὐ ἀέρος. ’Ev διπλασίῳ χρόνῳ τὴν τὸ β δίεισιν ἢ τὴν τὸ γ. Τὴν τὸ β γ, τουτέστ τὴν διάστασιν τὴν ἔχουσαν τὸ β ἢ τὸ γ. Καὶ ἀεὶ δὴ ὅσῳ ἂν ᾖ ἀσωματώτερον καὶ ἧττον ἐμποδιστικόν, ἀλλ’ εὐδιαιρετώτερον. Τὸν ἀλλά σύνδεσμον ἀντὶ τοῦ ‘καί’ τέθεικεν, ἐπειδὴ καὶ ἰσοδύναμος· εἰ διὰ τοῦ λεπτοτέρου, φησί, θᾶττον φέρεται, ὅσῳ ἄν ᾖ τι ἀσωματώτερον καὶ εὐδιαιρετώτερον, καὶ διὰ τοῦτο ἧττον ἐμποδιστικόν, θᾶττον δι’ ἐκείνου ἐνεχθήσεται. To δὲ κενὸν οὐδένα ἔχει λόγον ᾧ ὑπερέχεται ὑπὸ τοῦ σώματος, ὥσπερ <οὐδὲ> τὸ μηδὲν πρὸς ἀριθμόν. Δείξας τὴν ἐπὶ τῶν σωμάτων τῶν κινήσεων ἀναλογίαν, ἔρχεται λοιπὸν ἐπ᾿ αὐτὸ τὸ προκείμενον, ὅτι | ἀδύνατον διὰ κενοῦ κίνησιν γενέσθαι. εἰ γὰρ πᾶσα μὲν κίνησις ἐν χρόνῳ, καὶ ἡ διὰ κενοῦ ἄρα κίνησις ἐν χρόνῳ ἂν εἴη· παντὸς δὲ χρόνου πρὸς πάντα χρόνον πεπερασμένον ἐστὶ λόγος τις ἢ γὰρ ἴσος ἐστὶ χρόνος χρόνῳ ἢ ἥμισυς ἡ διπλάσιος ἢ ἐπίτριτος ἢ κατὰ ἄλλον τινα λόγον), ὡς δ’ ἄν οἱ χρόνοι τῶν κινήσεων ἔχωσιν, ἀνάγκη ἔχειν καὶ τὰ δι’ ὧν ἡ κίνησις· ἔξει ἄρα καὶ τὸ κενὸν πρός τι πλῆρες λόγον, τοῦτο δὲ ἀδύνατον. εἰ τοίνυν ἀδύνατον λόγον τινὰ ἔχειν τὸ κενὸν πρὸς σῶμά τι, οὐδὲ ὁ χρόνος τῆς δι’ αὐτοῦ κινήσεως πρὸς τὸν τῆς σώματός τινος κινήσεως χρόνον ἕξει λόγον. ἀλλ’ ἀδύνατον· παντὸς γὰρ χρόνου πρὸς πάντα χρόνον πεπερασμένον λόγος τίς ἐστιν. ἐν οὐδενὶ ἄρα χρόνῳ διὰ τοῦ κενοῦ κινεῖται τοῦτο δὲ πάλιν ἀδύνατον· πᾶσα γὰρ κίνηις ἐν χρόνῳ. οὐκ ἄρα ἐνδέχεται κίνησιν διὰ κενοῦ γενέσθαι. Εἰ γὰρ τὰ τέτταρα τῶν τριῶν ὑπερέχει ἑνί, πλέον δὲ τοῖν δυοῖν. Εἰπὼν ὅτι ὥσπερ οὐδείς ἐστι λόγος τοῦ μηδενὸς πρὸς τὸν ἀριθμόν, οὕτως οὐδὲ τοῦ κενοῦ πρὸς τὸ σῶμα, τοῦτο αὐτὸ διὰ τούτων κατασκευάζει, πῶς τὸ μηδὲν οὐκ ἔχει λόγον τινὰ πρὸς τὸν ἀριθμόν, παράδειγμα δὲ τίθησι τῶν ἐχόντων πρὸς ἄλληλα λόγον. τὰ γὰρ τέτταρα, φησί, τῶν μὲν τριῶν μονάδι ὑπερέχει, τῶν δὲ δύο πλέον ἢ μονάδι (δυάδι γὰρ τῶν δύο ὑπερέχει), τῆς δὲ μονάδος πάλιν πλείονι ὑπεροχῇ ὑπερέχει ἤπερ τῆς δυάδος (τριάδι γὰρ τῆς μονάδος ὑπερέχει), τοῦ δὲ μηδενὸς οὐκέτι οὐδεμιᾷ ὑπεροχῇ ὑπερέχει. διὰ τί δὲ οὐχ ὑπερέχει τοῦ μηδενός, διὰ τῶν ἑξῆς προστίθησιν, εἴπομεν δὲ ἤδη καὶ ἡμεῖς ἐντελῶς. Διὸ οὐδὲ γραμμὴ στιγμῆς ὑπερέχει, εἰ μὴ σύγκειται ἐκ στιγμῶν. Ἵνα μή τις εἴπῃ ‘ἀλλὰ κακῶς ἔλαβες εἰς παράδειγμα τοῦ κενοῦ τὸ μὴ ὄν· οὐ γάρ ἐστι τὸ κενὸν τῶν μὴ ὄντων. διὰ τοῦτο ταῦτα προστίθησιν, ὅτι οὐ μόνον τὸ μὴ ὂν πρὸς τὸ ὂν οὐδένα λόγον ἔχει, ἀλλ’ οὐδὲ τὰ ὄντα, ἀνομογενῆ δέ, λόγον τινὰ ἔχει πρὸς ἑαυτά. οὐδὲ γὰρ [ἡ] γραμμὴ πρὸς στιγμὴν ἔχει λόγον, ἐπειδὴ μὴ σύγκειται ἐκ στιγμῶν ή γραμμή, οὺδὲ γραμμὴ πρὸς ἐπιφάνειαν. οὐδὲ αὕτη πρὸς σῶμα· μυρία γὰρ σὴ μαῖα προστεθέντα οὐ ποιεῖ τὴν γραμμὴν μείζονα, οὐδὲ αἱ γραμμαὶ τὴν ἐπιφάνειαν, οὐδὲ αἱ ἐπιφάνειαι τὸ σῶμα· οὐδὲ γὰρ σύγκεινται ἐκ τούτων. ἀλλὰ τὰ ὁμοειδῆ <ἐστι> τὰ συγκρινόμενα πρὸς ἄλληλα καὶ λόγον ἔχοντα· γὰρ πρὸς γραμμὴν ἔχει λόγον, καὶ ἐπιφάνεια πρὸς ἐπιφάνειαν, καὶ σῶμα πρὸς σῶμα. ὥστε κἄν τῶν ὄντων ἐστὶ τὸ κενόν, ἐπειδὴ πάντῃ τῶν σωμάτων ἐστὶν ἕτερον, μᾶλλον δὲ καὶ ἀντικειμένως ἔχον ὡς ἕξις καὶ στέρησις (τὸ μὲν γὰρ κενόν, τὸ δὲ πλῆρες), οὐκ ἄν ἔχοι λόγον τινὰ πρὸς τὸ σῶμα ᾗ κενόν ἐστι. τοὺς γὰρ λόγους τῶν συστάσεων νῦν ζητοῦμεν, ὅτι ὁ ἀὴρ μὲν τοσήνδε ἔχει σύστασιν, διπλασίονα δὲ ταύτης τὸ ὕδωρ· τοῦ οὖν κενοῦ μηδεμίαν ἔχοντος τοιαύτην σύστασιν, πῶς οἷόν τε λόγον τινὰ αὐτὸ ἔχειν καὶ σύγκρισιν πρὸς τὰ σώματα; ὥστε οὐδὲ ὁ τῆς κινήσεως τῆς δι’ αὐτοῦ χρόνος λόγον ἄν ἔχοι πρὸς χρόνον τινὰ τῆς διὰ σώματος κινήσεως, οὕτως δ’ ἂν οὐδὲ κίνησις εἴη διὰ κενοῦ, ὡς πολλάκις εἴρη τᾶι. Ἀλλ’ εἰ διὰ τοῦ λεπτοτάτου ἐν τοσῷδε τὴν τοσήνδε φέρεται διὰ τοῦ κενοῦ, παντὸς ὑπερβάλλει λόγου. Εἰ διὰ τοῦ λεπτοτάτου, φησί, σώματος ἐν τοσῷδε χρόνῳ τήνδε τὴν διάστασιν ἐκινήθη, καὶ ἀεὶ λεπτυνομένου τοῦ σώματος μειοῦται ὁ τῆς κινήσεως χρόνος, τῶν ἄλλων δηλονότι πάντων τῶν αὐτῶν μενόντων, εἰ ἐν μηδενὶ σώματι γένοιτο ἡ κίνησις, ἀλλ’ ἐν κενῷ, οὐδένα ἕξει λόγον ὁ χρόνος ὁ διὰ τοῦ κενοῦ πρὸς τὸν διὰ τοῦ πλήρους, ταὐτὸν δὲ εἰπεῖν ἀχρόνως διὰ τοῦ κενοῦ κινηθήσεται, ταὐτὸν δὲ εἰπεῖν οὐδὲ ὅλως κίνησις ἐπὶ κενοῦ ἔσται. ὥσπερ γὰρ ἐπὶ τῆς Ἀρατείας σφαίρας, μᾶλλον δὲ τῆς τοῦ παντός, τὰ ἐν τῷ μεγίστῳ κύκλῳ ζῴδια θᾶττον τῶν λοιπῶν κινοῦνται, τὰ δὲ ἐν τοῖς ἐλάττοσι βραδύτερον, καὶ τοσαύτη γίνεται τῆς βραδυτῆτος ἡ ἀναλογία, ὅση καὶ ἡ τῶν κύκλων ἐφ’ ὧν κινοῦνται μείωσις (ὃν γὰρ ἔχουσι λόγον οἱ κύκλοι πρὸς τοὺς κύκλους οἱ ἐλάττονες πρὸς τοὺς μείζονας, τοσούτῳ βραδύτερον κινοῦνται τὰ ἐν τοῖς ἐλάττοσι κύκλοις τῶν ἐν τοῖς μείζοσι καὶ ἐπὶ τοσοῦτον προβαίνει ἡ μείωσις τῶν τε κύκλων καὶ τῆς ἐπ’ αὐτῶν κινήσεως, ἕως καταδαπανηθέντων τῶν ἐπὶ τῆς σφαίρας λαμβανομένων κύκλων καταντήσωμεν εἰς τοὺς πόλους, οἵτινες παντελῶς εἰσιν ἀκίνητοι· διὸ καὶ Ἄρατος περὶ τοῦ Κριοῦ, ὃς ἐν τῷ μεγίστῳ ἐστὶ κύκλῳ, λέγω δὴ τῷ ὶσημερινῷ, ταῦτάφησιν· καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι, ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου, ἥτις ἐν βραχεῖ κύκλῳ δινεῖται, ἀλλ’ ὅμως ὁ ἐν τῷ μεγίστῳ κινούμενος τῇ ἐν τῷ ἐλαχίστῳ κινουμένῃ ἅμα ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίσταται τῇ σμικρότητι τοὐ κύκλου συμμειουμένης καὶ τῆς κινήσεως), οὕτως οὖν καὶ ἐπὶ τοῦ προκειμένου, εἰ ὅσῳ προκόπτει ἡ λεπτότης τοῦ σώματος, μειοῦται ὁ τῆς κινήσεως χρόνος ἐπὶ τὸ ταχύτερον αὐτῆς προϊούσης, ἐὰν ἄρα μηδὲν ᾖ σῶμα, ἀλλὰ κενόν, ὁ πᾶς καταδαπανηθήσεται χρόνος καὶ οὐκ ἔσται κίνησις οὐδεμία. ἔστω γὰρ τὸ ζ κενόν, ἴσον δὲ τῶ μεγέθει τοῖς β καὶ δ. Ἐκθέμενος τὴν ἐπὶ τῶν σωμάτων, ὅταν δι’ αὐτῶν κινῆταί τι, γινομένην ἀναλογίαν, καὶ εἰπών, μᾶλλον δὲ δείξας, ὅτι οὐχ ἕξει τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδεμίαν ἀναλογίαν, ᾧ ἠκολούθει τὸ μηδὲ κίνησιν ἐνδέχεσθαι δι’ αὐτοῦ γενέσθαι, σαφέστερον ποιῆσαι βουλόμενος ἐκτίθεται πάλιν διὰ καταγραφῶν τὴν τῶν κινήσεων καὶ δι’ ὧν γίνονται ἀναλογίαν, καὶ ζητεῖ εἰ καὶ ἐπὶ κενοῦ δυνατὸν τοιαύτην τινὰ φυλαχθῆναι ἀναλογίαν. πρότερον μὲν γὰρ τὸ ὕδωρ καὶ τὸν ἀέρα ἐκθέμενος ἐζήτει τί συμβαίνει κινήσεως ἐπὶ τούτων γινομένης, νῦν δὲ λαβὼν ταῦτα ὡμολογημένα ποίαν πρὸς αὐτὸ τὸ κενόν, εἰ δυνατόν, σχοίη <ἂν> ἀναλογίαν, εἰ κινοῖτό τι ἐπ’ αὐτοῦ. καὶ ὑποθέμενος ἐπ’ αὐτοῦ γινομένην κίνησιν, ἀπάγει εἰς ἄτοπον τὸν λόγον. ὑποτίθεται οὖν τὸ κενὸν ἴσον κατὰ τὸ μέγεθος τῷ β καὶ δ, τουτέστι τῷ ἀέρι καὶ τῷ ὕδατι. To δὴ ἁ εἰ δίεισι, καὶ κινηθήσεται. Τὸ αὐτό, φησίν, d ὅπερ ἐκινεῖτο καὶ ἐπὶ ὕδατος καὶ ἐπὶ ἀέρος, εἰ καὶ ἐπὶ τοῦ κενοῦ κινηθείη, ἔν τινι μέν, φησί, χρόνῳ κινηθήσεται, οἷον ἐν τῷ ἡ (καλεῖ γὰρ τὸν χρόνον, ἐν ᾧ διὰ τοῦ κενοῦ κινεῖται, (??)), δὲ ἀνάγκη τὸν χρόνον τοῦτον εἶναι τοῦ χρόνου, ἐν ᾧ διὰ τοῦ ἀέρος ἐκινεῖτο, οὗτος δέ ἐστιν ὁ ἑ. εἰ τοίνυν, φησίν, ἐν ἐλάττονι χρόνῳ κινεῖται διὰ κενοῦ ἢ διὰ τοῦ ἀέρος, ἕξει δηλονότι λόγον τινὰ ὁ χρόνος ἐν ᾧ κινεῖται διὰ τοῦ κενοῦ, λέγω δὴ ὁ ἡ, πρὸς τὸν χρόνον ἐν ᾧ κινεῖται διὰ τοῦ ἀέρος, οὗτος δέ ἐστιν ὁ ἑ· ὃν οὖν λόγον ἔχουσιν οὗτοι πρὸς ἀλλήλους, τοῦτον ἕξει τὸν λόγον καὶ τὸ πλῆρες καὶ τὸ κενόν. Ἀλλ’ ἐν τοσούτῳ χρόνῳ, ὅσος ἐφ’ οὗ τὸ ἡ, τῆς δ τὸ ἁ δίεισι τὴν θ. Τὸ δεύτερον ἐπιχείρημα. ἐν τοσούτῳ, φησί, χρόνῳ, ὅσος ἐστὶν ἐν ᾧ διὰ τοῦ κενοῦ ἐκινήθη, ἔστι δὲ οὗτος ὁ ἡ, κινηθήσεται τὸ ἁ μέρος τι τῆς δ διαστάσεως, λέγω δὴ τοῦ ἀέρος, ἔστω δὲ τοῦτο ἡ διάστασις ἐφ’ ἧς τὸ θ. τὸ δ’ ἑπόμενον τούτῳ ἄτοπον παραλιπὼν μέτεισιν εἰς τὸ λοιπὸν ἐπιχείρημα (ἔστι δὲ τοῦτο τὸ ἐν τῷ αὐτῷ χρόνῳ τῷ ἡ πλῆρές τε κινηθῆναι τὸ θ, ὅπερ ἦν τοῦ ἀέρος μέρος, καὶ κενόν, ὅπερ ἦν <ζ>), [ἄτοπον καὶ] πλῆρές τε καὶ κενὸν τὸν αὐτὸν ἕξουσι λόγον πρὸς ἄλληλα, λέγω δὴ τὸ ζ καὶ τὸ θ, ὅπερ ἄτοπον· ὃν γὰρ λόγον ἔχει τὸ θ πρὸς τὸ δ, λέγω δὴ τὸ μέρος τοῦ ἀέρος πρὸς ὅλον τὸν ἀέρα, τοῦτον τὸν λόγον ἕξει καὶ τὸ ζ πρὸς πρὸς τὸ δ, λέγω δὴ τὸ κενὸν πρὸς τὸν ὅλον ἀέρα, ἐπειδὴ καὶ ὁ χρόνος τοῦ ζ καὶ τοῦ θ, ὅσπερ ἐστὶν ὁ ἡ, τὸν αὐτὸν λόγον ἔχει πρὸς τὸν χρόνον τοῦ δ, ὅσπερ ἐστὶν ὁ ἑ, ὃν δ’ ἄν ἔχωσιν οἱ χρόνοι πρὸς ἀλλήλους λόγον, τοῦτον καὶ τὰ δι’ οὗ ἔχουσι· τὸν αὐτὸν ἄρα λόγον ἔχουσι τὸ ζ καὶ τὸ θ πρὸς τὸ δ. τὰ δὲ πρὸς τὸ αὐτὸ τὸν αὐτὸν λόγον ἔχοντα, καὶ πρὸς ἄλληλα ἕνα καὶ τὸν αὐτὸν ἔχει λόγον· τὸ ἄρα ζ, ὅπερ ἐστὶ τὸ κενόν, καὶ τὸ θ, ὅπερ ἐστὶ πλῆρες, τὸν αὐτὸν ἔχει πρὸς ἄλληλα λόγον· τοῦτο δὲ ἄτοπον, πλῆρες πρὸς κενὸν τὸν αὐτὸν ἔχειν λόγον, ὃν καὶ τὸ. κενὸν πρὸς τὸ πλῆρες· ταὐτὰ γὰρ ἔσονται ἀλλήλοις κατὰ τὴν σύστασιν (κατὰ τοῦτο γὰρ καὶ νῦν ἡ ἀναλογία), καὶ οἷον μανούμενον τὸ θ, λέγω δὴ τὸ μέρος τοῦ ἀέρος, ἐγένετο ἄν ὅπερ τὸ κενόν. Δίεισι δέ γε, κἄν ἡ τι λεπτότητι διαφέρον τοῦ ἀέρος ἐφ’ ᾧ τὸ ζ, ταύτην τὴν ἀναλογίαν ἣν ἔχει ὁ χρόνος ἐφ’ ᾧ ἑ. Τὸ τρίτον ἐπιχείρημ(??) ἐν ᾧ δείκνυται ὅτι εἰ κινεῖταί τι διὰ κενοῦ, συμβήσεται ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ διάστημα πλῆρές τε καὶ κενὸν κινηθῆναι. τὸ αὐτὸ δὲ ζ, ὅπερ ἦν πρὸ τούτου κενόν, νῦν πλῆρες ποιεῖ λεπτοτάτου σώματος, τοῦτον ἔχοντος τὸν λόγον πρὸς τὸν ἀέρα, ὅνπερ ἔχει ὁ ἡ χρόνος ὁ τοῦ κενοῦ πρὸς τὸν ἑ χρόνον τὸν τοῦ ἀέρος. ἐὰν γὰρ ᾖ τοσούτῳ λεπτότερον τὸ ἐφ’ ᾧ ζ σῶμα τοῦ δ, ὅσῳ ὑπερέχει τὸ ἑ τοῦ ἡ. ἐάν, φησί, τὸ ἐντεθὲν ἐν τῷ κενῷ σῶ μὰ τοσούτῳ λεπτότερον ᾖ τοῦ ἀέρος, ὅσῳ ὑπερέχει ὁ χρόνος ὁ τῆς κινήσεως τῆς ἐπὶ τοῦ ἀέρος τοῦ χρόνου τῆς κινήσεως τῆς ἐπὶ τοῦ κενοῦ, ἀντεστραμμένως, φησί, δίεισι τῷ τάχει ἐν τοσούτῳ, ὅσον τὸ ἡ, τὴν ζ τὸ ἐφ’ οὗ a? ἐὰν φέρηται, τουτέστιν ὅσῳ ὑπερέχει ὁ τοῦ ἀέρος χρόνος τὸν τοῦ κενοῦ, τοσούτῳ ἀντιστρόφως ταχύτερον διελεύσεται τὸ ἁ ἐπὶ τοῦ ζ ἐν τῷ ἡ χρόνῳ ἤπερ ἐπὶ τοῦ δ. ἀντεστραμμένως δὲ εἶπεν, ὅτι ἐπὶ μὲν τῶν χρόνων ὁ τοῦ ἀέρος χρόνος ὑπερεῖχε τοῦ χρόνου τοῦ κενοῦ, λέγω δὴ τὸ ἑ τοῦ ἡ πλείων γὰρ ἦν ὁ ἑ), ἐπὶ δὲ τῆς κινήσεως πλείων ἐστὶ τῷ τάχει κατὰ τὴν αὐτὴν ἀναλογίαν ἡ ἐν τῷ ἡ χρόνῳ κίνησις τῆς ἐν τῷ ἑ. καλῶς δὲ προσέθηκε τὸ ἐὰν φέρηται, τουτέστιν ἐὰν ὅλως πέφυκε δι’ ἐκείνου τοῦ σώματος κινεῖσθαι τοῦ ἐντεθέντος ἐν τῷ κενῷ τοιούτου ὄντος, οἷον ὑπεθέμεθα, κατὰ τὴν εἰρημένην ἀναλογίαν κινηθήσεται ἐν αὐτῷ τὸ ᾶ. ἐὰν τοίνυν μηδὲν ᾖ σῶμα ἐν τῷ ζ, ἔτι θᾶττον. ἀλλ’ " ἦν ἐν τῷ ἡ· ὥστ’ ἐν ἴσῳ χρόνῳ δίεισι πλῆρές τε ὂν καὶ κενόν· ἀλλ’ ἀδύνατον. Δύο ἄτοπα ἑπόμενα τῇ ὑποθέσει ἐν τῷ συμπεράσματι συνήγαγεν. ἐδείχθη μὲν γὰρ ὅτι τὸ ἁ ἐν τῷ ἡ χρόνῳ κινηθήσεται ἐπὶ τοῦ λεπτοτάτου σώματος τοῦ ἐντεθέντος ἐν τῷ κενῷ, ὑπέκειτο δὲ καὶ ἐξ ἀρχῆς ἐν τῷ κενῷ διὰ τοῦ η χρόνου κεκινημένον τὴν αὐτὴν διάστασιν, ἐν ἴσῳ ἄρα χρόνῳ τὸ αὐτὸ ἁ πλῆρές τε ὂν καὶ κενὸν τὸ αὐτὸ διάστημα τὸ ζ κινηθήσεται, ὅπερ ἀδύνατον. τοῦτο μὲν οὖν αὐτὸς ὕστερον ἐπήγαγεν, ἄλλο δὲ πρὸ τούτου συνήγαγεν ἄτοπον, ὅτι τὸ αὐτὸ ἐν ἴσῳ καὶ ἐλάττονι χρόνῳ κινηθήσεταρ, ὅπερ ἄτοπον. εἰ γὰρ ἐν τῷ ἡ χρόνῳ ἐκινήθη τὴν ζ διάστασιν σώματος πλήρη, δῆλον δήπου ὅτι εἰ κενὴ ὑπάρχει | ἡ αὐτὴ διάστασις, ἐν ἐλάττονι ἄν αὐτὴν ἐκινήθη (ἀκόλουθον γάρ)· ὑπέκειτο δὲ τὴν ζ διάστασιν κενὴν οὖσαν ἐν τῷ ἡ χρόνῳ κεκινῆσθαι· τὸ αὐτὸ ἄρα ἐν πλείονι καὶ ἐν ἐλάττονι χρόνῳ κινηθήσεται, ὅπερ ἄτοπον. Φανερὸν τοίνυν ὅτι εἰ ἔσται τις χρόνος ἐν ᾧ τοῦ κενοῦ ὁτιοῦν οἰσθήσεται. Δῆλον, φησίν, ὅτι τῇ ὑποθέσει τῇ λεγούσῃ κινεῖσθαί τι διὰ κενοῦ ἠκολούθησε τοῦτο τὸ ἀδύνατον, τὸ ἐν ἴσῳ χρόνῳ πλῆρές τε διεξιέναι καὶ κενόν. καὶ τοῦτον ἀναλαμβάνων τὸν λόγον συντόμως κατασκευάζει· ἔσται γάρ τι, φησίν, ἀνάλογον σῶμα ἕτερον πρὸς ἕτερον ὡς χρόνος πρὸς χρόνον, τουτέστι δυνατὸν ἀναλογίαν τινὰ σωμάτων λαβεῖν τοιαύτην, ἣν ἔχει χρόνος πρὸς χρόνον ἀναλογίαν. ὥστε εἰ λάβω λεπτομερὲς σῶμα τοῦτον τὸν λόγον ἔχον πρὸς ἀέρα, ὃν ἔχει ὁ χρόνος ἐν ᾧ ἐκινεῖτο διὰ τοῦ ἀέρος πρὸς τὸν χρόνον ἐν ᾧ ἐκινεῖτο διὰ τοῦ κενοῦ, συμβήσεται τὰ εἰρημένα. Ὡς δὴ ἐν κεφαλίῳ εἰπεῖν, δῆλον τὸ τοῦ συμβαίνοντος αἴτιόν ἐστι. τὴν αἰτίαν, ἐξ ἧς τῇ ὑποθέσει τοῦ κενοῦ ἠκολούθησε τὰ εἰρημένα ἄτοπα, προστίθησι. διὰ τοῦτο γὰρ ἠκολούθησε τῇ ὑποθέσει τοῦ κενοῦ τὸ ἄτοπον, διότι δεδωκότες ἐν κενῷ κίνησιν γίνεσθαι δίδομεν εὐθὺς καὶ τὸ κενὸν λόγον ἔχειν πρὸς πλῆρες· ἀνάγκη γὰρ πάσης κινήσεως π.ρὸς κίνησιν λόγον ἐχούσης, διότι ἐν χρόνῳ πᾶσα κίνησις, καὶ τοῦ χρόνου πρὸς τὸν χρόνον ἀκολούθως καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες λόγον ἔχειν. ἐπεὶ οὖν οὐκ ἔστι λόγος τις τοῦ κενοῦ πρὸς σῶμα, ὑποτιθέμεθα δὲ τὸ μὴ ὅν, εἰκότως ψευδεῖ ὑποθέσει τὸ ἄτοπον ἕπεται. Κατὰ δὲ τὴν τῶν φερομένων ὑπεροχὴν τάδε. εἰπὼν ὅτι παρὰ δύο αἰτίας συμβαίνει τὸ ἀνισοταχῶς κινεῖσθαι, “ἢ τῶ διαφέρειν τὸ δι’ οὗ, ἢ τῷ διαφέρειν τὸ φερόμενον ἄν τἄλλα τὰ αὐτὰ ᾖ’’, δείξας οὖν ἐκ τῶν δι’ ὧν γίνεται κίνησις, ὅτι ἀδύνατον κενοῦ ὄντος κίνησιν εἶναι, βούλεται νῦν ἐπὶ τὸ λοιπὸν μετελθεἰν καὶ δεῖξαι ἐξ αὐτῶν τῶν κινουμένων, ὅτι εἰ κενὸν ἦν, ἀδύνατον ἦν κίνησιν εἶναι. τῆς γὰρ ἀνίσου τῶν κινουμένων φορᾶς ἡμεῖς μέν, ὅσοι μὴ διὰ κενοῦ λέγομεν τὴν κίνησιν γίνεσθαι, φυσικωτάτας ἀποδιδόναι τὰς αἰτίας ἔχομεν ἐκ τῆς διαφορᾶς τῶν δι’ οὗ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῶν κινουμένων τῆς ἑτερότητος· κἂν γὰρ τὸ αὐτὸ ᾖ δι’ οὗ ἡ κίνησις, διάφορα δὲ τὰ κινούμενα ἢ τῷ βάρει ἢ τοῖς σχήμασι. θᾶττον καταφέρεται τὸ βαρύτερον, ἐὰν τοῖς σχήμασι τὰ αὐτὰ ᾖ. καὶ ἡ αἰτία δήλη· ἐπεὶ γὰρ διὰ 30 σώματος ἡ κίνησις, τὸ δὲ βαρύτερον μᾶλλον διαιρεῖ τῇ δυνάμει, εἰκότως καὶ θᾶττον καταφέρεται. κἄν τὸ αὐτὸ δὲ βάρος ἔχῃ, τοῖς σχήμασι δὲ διαφέρῃ ἀλλήλων, καὶ τὸ μὲν ἢ σφαιρικὸν ἢ ὀξὺ τύχῃ, τὸ δὲ πλατὺ καὶ πεταλῶδες, κἄν τὸ ἴσον ἔχωσι βάρος, θᾶττον τὸ ὀξὺ καὶ σφαιρικὸν καταφέρεται τοῦ πλατέος· τὸ μὲν γὰρ πλατὺ ὑπὸ πλείονος ἀνέχεται σώματος, βράδιον δὲ τὸ πλεῖον κατασπᾶται ἢ διαιρεῖται ὑπὸ τῆς ἀμβλύτητος τοῦ σχήματος, τὰ δὲ ὀξέα καὶ τὰ σφαιρικὰ ὑπὸ ἐλάττονος ἀνέχεται σώματος, διὸ θᾶττον διαιρεῖται τὰ ὑποκείμενα. καὶ ταῦτα καὶ οἱ τὰς βαναύσους τέχνας μετοίντες ἐπίστανται· τὰς γοῦν μολιβδίδας οἱ ναῦται διὰ τοῦτο βαρείας ἐξαρτῶσι, διὰ τὸ θᾶττον καταφέρεσθαι, καὶ οἱ ἁλιεῖς τοῖς λίνοις διὰ τοῦτο προσπλέκουσι τὸν μόλιβδον. ἡμεῖς μὲν οὖν, φησί, ταύτην ἀποδίδομεν τῆς ἀνισοταχοῦς κινήσεως τὴν αἰτίαν, ὅσοι δὲ διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι λέγουσι, τίνα αἰτίαν τῆς ἀνισότητος τῶν κινήσεων ἀποδοῖεν; τί γὰρ ἕξει πλέον διὰ κενοῦ κινούμενος ὁ μόλιβδος τοῦ φελλοῦ; ὁμοίως γὰρ ἀμφοτέροις εἴκει τὸ κενόν, μᾶλλον δὲ οὐδὲ εἴκει (σωμάτων γὰρ τὸ εἴκειν), ἀλλ’ ἀμφότερα ὁμοίως δι’ αὐτοῦ χωρεῖ ὑπὸ μηδενὸς ἐμποδιζόμενα. ἰσοταχῆ ἄρα πάντα ἔσται ἐπὶ τοῦ κενοῦ κινούμενα. ἀλλ’ ἀδύνατον· οὐκ ἄρα κίνησις ἐν κενῷ γένοιτ’ ἄν. οἱ μὲν εἰσάγοντες, φησί, τὸ κενόν, ἐκ τῆς κατὰ τόπον κινήσεως ᾤοντο δεικνύναι ὅτι ἔστι κενόν, ὁ δὲ λόγος τοὐναντίον ἔδειξεν ὅτι εἰ ἔστι κενόν, ἀδύνατον εἶναι κίνησιν. οὕτω μὲν οὗν ἐκ τῆς κατὰ τόπον κινήσεως ἔδειξεν ὅτι τὸ κενὸν οὐκ ἔστι, καὶ αὐτὸ δέ, φησί, καθ’ αὑτὸ ἐπισκοποῦσι τὸ κενὸν δειχθείη, φησίν, ὡς ἀληθῶς κενόν, τουτέστι μάταιον καὶ εἰς οὐδὲν τοῖς οὖσι συμβαλλόμενον. ἐπειδὴ γὰρ οἱ τὸ κενὸν εἰσάγοντες καὶ ὡς τόπου χρείαν παρέχον τοῖς οὖσιν, οὕτως αὐτὸ ἐτίθεντο, δείκνυσιν ὅτι οὐδὲ οὕτως ἐνδέχεται εἶναι τὸ κενόν. λημμάτιον δὲ προλαμβάνει τοιοῦτον· ἐάν, φησί, ξύλινος κύβος ἐντεθῇ ἐν ὕδατι, τοσοῦτον ὕδωρ ὑπείκει τῷ κύβῳ, ὅσος ἐστὶν αὐτὸς ὁ ξύλινος κύβος. ὁμοίως κἄν ἐν ἀέρι, κἂν ἐν οἱῳδήποτε ὑπεικτικῷ σώματι. ὅταν οὖν ἐν τῷ κενῷ ἐντεθῇ ὁ κύβος, πότερον ὑπεξίσταται τῷ κύβῳ ἴσον κενὸν τῷ μεγέθει τοῦ κύβου; καὶ πῶς ἂν ἐκσταίη τὸ κενόν; εἰ δὲ μὴ ὑπεξίσταται ἐντεθέντι τῷ κύβῳ ἀλλὰ μένει, τοσοῦτον δηλονότι τοὐ κενοῦ καθέξει | διάστημα ὁ κύβος, ὅσον καὶ αὐτός ἐστιν· ὥστε τὸ τοῦ κύβου διάστημα χωρήσει διὰ ἴσου διαστήματος τοῦ κενοῦ, καὶ ἐφαρμόσουσιν ἀλλήλοις τὰ διαστήματα. ὥσπερ γάρ, φησίν, εἰ μὴ μεθίστατο τῷ κύβῳ τὸ ὕδωρ ἢ ὁ ἀήρ, ἐντιθέμενος ἄν ἐν αὐτῷ διὰ τοσούτου ὕδατος ἢ ἀέρος ἐχώρει, ὅσος ἐστὶν αὐτός, οὕτως εἰ μηδέν ἐστιν ἐν τῷ κενῷ τὸ ὑπεξιστάμενον, τὸ ἴσον ἑαυτῷ ὁ κύβος τοῦ κενοῦ κατασχήσει διάστημα. διάστημα δέ, φησί, διαστήματος κατ’ αὐτὸ τοῦτο οὐδὲν διοίσει· κἂν γὰρ ἔχῃ ποιότητας τὸ τοῦ κύβου διάστημα ἐπισυμβάσας αὐτῷ, ἀλλ’ οὐχ ᾗ πεποίωται, ταύτῃ ἐστὶν ἐν τόπῳ, ἀλλὰ μόνον ᾗ διαστάσεις ἔχει· ὥστε κἂν χωρισθῇ πάντων τῶν παθῶν, λευκότητος θερμότητος ἀντιτυπίας βάρους καὶ τῶν λοιπῶν, καὶ μείνῃ μόνον τὸ διάστημα, οὐδὲν ἧττον ἐν τόπῳ ἐστὶ καὶ ἴσον ἑαυτῷ κατέχει τοῦ κενοῦ μέρος· κατ’ οὐδὲν γὰρ τούτων ἐν τόπῳ ἦν, οὐχ ὡς λευκὸς οὐχ ὡς θερμός οὐχ ὡς βάρος ἔχων, ἀλλὰ καθὸ διαστάσεις ἔχει. ἐπεὶ οὖν καὶ τοῦτό ἐστιν ἐν τόπῳ, ἐὰν χωρισθῇ πάντων τῶν ἄλλων, ἃ μηδὲν αὐτῷ εἰς τὸ ἐν τόπῳ εἶναι συμβάλλονται, τί διοίσει τοὐ διαστήματος τοῦ κενοῦ, ὃ γέγονεν αὐτῷ τόπος; εἰ δὲ μηδὲν διοίσει κἀκεῖνο γὰρ διάστημά ἐστιν ἀπαθὲς καὶ τοῦτο), τί ἐδέησεν ἔξωθεν ἕτερόν τι διάστημα περιβαλεῖν τοῖς σώμασιν; εἰ γὰρ οἴκοθεν ἔχει τὸ διάστημα ἕκαστον τῶν σωμάτων, τί ἐδέησεν ἔξωθεν ἄλλου διαστήματος; μάταιον ἄρα τὸ ἔξωθεν διάστημα καὶ περιττόν, αὐτοῦ ἑκάστου ἐν ἑαυτῷ περιφέροντος τὸ διάστημα. καὶ εἰ δύο διαστήματα ὅμοια ἐχώρησαν δι’ ἀλλήλων καὶ ἐφήρμοσαν ἀλλήλοις, διὰ τί μὴ καὶ τρία καὶ ἄπειρα; καὶ εἰ τὸ κενὸν διάσημα ὃν οὐδὲν διοίσει τοῦ ἐγγινομένου ἐν αὐτῷ διαστήματος, κενὸν ἄρα ἐν κενῷ γέγονεν. ἔτι δὲ εἰ μεθίσταται ὁ κύβος κατ’ οὐδὲν ἄλλο ἀλλ’ ἢ καθὸ διάστημά ἐστιν, ἐπεὶ καὶ καθὸ διάστημά ἐστι μεταβάλλει τόπον ἐκ τόπου, κινούμενα δὲ τὰ σώματα τὸ οἰκεῖον συμμεταφέρει διάστημα, τὸ δὲ διάστημα κατ’ αὐτὸ τοῦτο οὐδὲν διαφέρει τοῦ ὡς κενοῦ διαστήματος, περιττὸν ἄρα καὶ μάταιον ἄλλο διάστημα τοῖς σώμασιν ἔξωθεν ἐπινοεῖν, ἑκάστου τὸ ἴδιον συμπεριφέροντος διάστημα· εἰ γὰρ ὁ τόπος διάστημα, τὸ δὲ ἑκάστου διάστημα ἐν ἑκάστῳ ἐστί, μηδὲν διαφέρον γε κατὰ τοῦτο τοῦ ἔξω διαστήματος, μάταιον τὸ ἕτερον παρεισκυκλεῖν διάστημα ἔξωθεν παρὰ τὸ ἐνυπάρχον ἑκάστῳ. τί γὰρ λυσιτελεῖ τὸ ὅμοιον ἐν τῷ ὁμοίῳ γενέσθαι; καὶ εἰ τὰ σώματα ᾗ διαστήματά ἐστιν ἑτέρων διαστημάτων δεῖται, καὶ τὸ κενὸν διάστημα ὂν δέοιτο ἂν ἑτέρου διαστήματος· ὥστε γένοιτ’ ἂν τὸ κεν·ὸν ἐν κενῷ, καὶ τοῦτο ἐπ’ ἄπειρον. οὐκ ἄρα οὐδ’ ὡς τόπον ἐνδέχεται εἶναι τὸ κενόν. εἰ τοίνυν μήτε τὴν τοὐ τόπου χρείαν παρέχει μήτε κινήσεως αἴτιόν ἐστι, τοὐναντίον δὲ καὶ ὂν ἀναιρεῖ τὴν κίνησιν, ἔοικε μηδαμῶς εἶναι τὸ κενόν. Ὁρῶμεν γὰρ τὸ μείζω ῥοπὴν ἔχον βάρους ἢ κουφότητος, ἐὰν τἄλλα ὁμοίως ἔχῃ τοῖς σχήμασι. Τοῦ αὐτοῦ γὰρ ὄντος δι’ οὗ φέρονται, καὶ ὁμοιοσχήμων ὄντων τῶν φερομένων, ἀνίσων δὲ τοῖς βάρεσιν, ἣν ἀναλογίαν ἔχει τὸ βάρος πρὸς τὸ βάρος, ταύτην ἀνάγκη ἔχειν καὶ τὴν κίνησιν πρὸς τὴν κίνησιν· ὅσῳ γὰρ ὑπερέχει τὸ βαρύτερον, τοσούτῳ θᾶττον κατενεχθήσεται. ἐὰν δὲ τοῖς σχή- σφαιροειδοῦς ἐν ἴσῳ χρόνῳ διὰ τοῦ αὐτοῦ διαστήματος κταφέρεσθαι· εἰκὸς δὲ καὶ ἐν πλείονι κατὰ τὴν ἀναλογίαν τῆς τε τοῦ βάρους ὑπεροχῆς καὶ του σχήματος. Ἢ γὰρ σχήματι διαιρεῖ ἢ ῥοπῇ. Ἢ γὰρ τῷ βάρει ὠθούμενος ὁ ἀὴρ ὑπεξιστάμενος σχίζεται, ἢ τῇ ὀξύτητι τοῦ σχήματος εὐδιαίρετος ὢν μερίζεται. καὶ ἡ σφαῖρα κατὰ σημεῖον ἄρχεται τῆς τομῆς. διὰ τοῦτο χαλκός τε καὶ μόλιβδος πλατέα μὲν ἐποχεῖσθαι δύναται ἐν ὕδατι, σφαιρικὰ δὲ ὄντα ἢ κυλινδρικὰ οὐκέτι, κἂν πολλῷ μικρότερα ᾖ τῷ βάρει. εἰ οὖν τὸ δι’ οὗ ἡ κίνησις γίνεται κενὸν ἦν, ἰσοταχῶς δηλονότι πάντα ἂν κατηνέχθη· τί γὰρ ἦν τὸ κωλῦον μὴ ἰσοταχῶς κινεῖσθαι μηδενὸς ὄντος τοὐ κωλύοντος τῇ διαιρέσει; ἀλλ’ ἀδύνατον ἰσοταχῶς πάντα κινεῖσθαι· ὥστε καὶ κενὸν εἶναι ἀδύνατον. Καὶ καθ’ αὑτὸ δὲ σκοποῦσι φανείη τὸ λεγόμενον κενὸν ὡς ἀληθῶς κενόν. Καθ’ αὑτό, τουτέστι χωρὶς τῆς κατὰ τόπον κινήσεως· ἀνωτέρω γὰρ ἐκ τοῦ μὴ δύνασθαι δι’ αὐτοῦ γενέσθαι τὴν κατὰ τόπον κίνησιν ἀνῄρει ὅτι ἔστι κενόν, νῦν δὲ οὕτως αὐτὸ σκοπεῖ, ὡς ἂν εἰ καὶ μὴ ἦν ἡ κατὰ τόπον κίνησις. ἢ ἐπειδὴ εἶπεν ὅτι οἱ λέγοντες εἶναι τὸ κενὸν διὰ τὸ κίνησιν εἶναι “ἀποκεκριμένον” καὶ | καθ’ αὑτὸ ὑπάρχον τὸ κενὸν ὑποτίθενται, οἱ δὲ τοῦτο λέγοντες οὐδὲν διαφέρουσι τῶν τὸν τόπον διάστημα εἶναι λεγόντων, ὥστε δεδειγμένου τοῦ μὴ εἶναι τὸν τόπον διάστημά τι κεχωρισμένον καθ’ αὑτὸ συναποδεδειγμένον ἄν εἴη τὸ μηδὲ κενὸν εἶναι, διὰ τοῦτο ἐπήγαγεν ὅτι καὶ αὐτὸ καθ’ αὑτό, χωρὶς τοῦ συνανῃρῆσθαι αὐτὸ τῷ διαστηματικῷ τόπῳ, δειχθείη ἂν μὴ δυνάμενον ὑπάρχειν. οὕτω καὶ ἐν ἀέρι· ἀλλὰ τῇ αἰσθήσει ἄδηλον. Καὶ ἐπὶ τοῦ ἐν ἀέρι, φησίν, ἐντιθεμένου σώματος τὸ αὐτὸ συμβαίνει· ὑπεξίσταται γὰρ τοσοῦτος ἀὴρ τῷ ἐντεθέντι σώματι, ὁπόσον ἐστὶ καὶ τὸ σῶμα, ἀλλ’ ἐπειδὴ μὴ ἀντιλαμβάνεται ἡ ἡμετέρα αἴσθησις τοῦ ἐξισταμένου ἀέρος διὰ τὸ ἄχρουν, ταύτῃ δοκεῖ μηδὲν ὑπεξίστασθαι. ἀλλ’ εἰ καὶ τῆ αἰσθήσει ἄδηλον τοῦτο, ἀλλ’ οὖν τῷ λόγῳ πάνυ ἐστὶ πρόδηλον· εἰ γὰρ σῶμα ὁ ἀήρ, ἀδύνατον δὲ δύο σώματα ἐν τῷ αὐτῷ εἶναι, ἀνάγκη " ἄρα πᾶσα ὑπεξίστασθαι τὸν ἀέρα τῷ ἐντιθεμένῳ ἐν αὐτῷ σώματι. Καὶ ἀεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ’ ὃ πέφυκε συνίστασθαι, ἀν’ ἄγκη, ἄν μὴ συμπιλῆται, μεθίστασθαι. Ἔχοντι μετάστασιν εἶπε διὰ τὰ μαθηματικὰ μεγέθη· ταῦτα γὰρ δηλονότι μετάστασιν οὐκ ἔχει, ἐπεὶ μηδὲ βάρος μηδὲ κουφότητα· ἐξ ἀξαιρέσεως γάρ ἐστι καὶ ἐν ἐπινοίᾳ. ἐν παντὶ οὖν σώματι, φησίν, ἐν ᾧ ἄν τεθῇ ὁ κύβος, ἐπ’ ἐκεῖνο ὑπεξίσταται τῷ κύβῳ τὸ σῶμα, ἐφ’ ὃ καὶ πέφυκε φέρεσθαι, οἷον εἰ ἐν ὕδατι ἐντεθῇ, ἐπὶ τὸ κάτω ὑπεξίσταται τῷ κύβῳ τὸ ὕδωρ κατώφορον γὰρ τὸ ὕδωρ), εἰ δὲ ἐν πυρὶ τεθῇ λίθινος κύβος, ἐπὶ τὸ ἄνω ἐξίσταται καὶ μεταχωρεῖ τῷ λίθῳ τὸ πῦρ· ἀνώφορον γὰρ δηλονότι, εἰ μὴ ἄρα βιάζοιτο· εἰ γὰρ μὴ ἔχοι τὸ πῦρ ποῦ χωρῆσαι ἐπὶ τὸ ἄνω κωλύοντος στερεωτέρου σώματος τὴν ἐπὶ τὸ ἄνω πρόοδον, ἐπὶ τὸ κάτω δηλονότι χωρεῖ ἀντιπαραχωρῆσαν τῷ ἐντεθέντι. ὁμοίως καὶ ἐν τῷ ὕδατι τῷ ἐν τῇ λεκάνῃ οὐκ ἐπὶ τὸ κάτω μεταστήσεται τὸ ὕδωρ κωλύεται γὰρ ὑπὸ τοῦ ἀνέχοντος σώματος στερεωτέρου ὄντος), ἀλλ’ ἐπὶ τὸ ἄνω διὰ τὴν βίαν. τὸ δὲ ἂν μὴ συμπιλῆται, οἷον ὡς ἐπὶ τοῦ ἐρίου· τοῦτο γὰρ συμπιλούμενον εἰς ἑαυτὸ ἀντιπαραχωρεῖ μὲν τῷ ἐντεθέντι, οὐ μέντοι ἐπὶ τὸ κάτω ἢ ἐπὶ τὸ ἄνω κινεῖται, ἀλλὰ μόνον εἰς ἑαυτὸ συμπιλεῖται. κἂν ἀὴρ δὲ τὸ αὐτὸ ὑπομείνειεν· δυνατὸν γὰρ ἅμα τῷ ἐντεθέντι κύβῳ τὸν ἀέρα μήτε ἄνω μήτε κάτω χωρῆσαι, ἀλλὰ πυκνωθῆναι εἰς ἑαυτὸν συμπιλούμενον, οὐχ ὡς τὸ ἔριον δηλονότι, ἀλλὰ ἀλλοιούμενον τῷ πυκνότερον γίνεσθαι. τὸ δὲ ἢ ἐπ’ ἄμφω, εἰ τὸ ἐν ᾧ ἐντίθεται μήτε ἄγαν βαρὺ μήτε μὴν κοῦφον, ἀλλ’ οἷον μέσον πὼς καὶ δυνάμενον ῥαδίως ἐφ’ ἑκάτερα χωρῆσαι, οἶός ἐστιν ὁ ἀήρ· εἰ γὰρ ἐν τούτῳ ἐντεθείη ὁ κύβος, δυνατὸν τὸν ἀέρα καὶ ἐπὶ τὸ ἄνω θλιβόμενον χωρῆσαι καὶ ἐπὶ τὸ κάτω, ὅποι ἂν ῥᾳδίαν εὕροι τὴν πάροδον. τὸ δὲ ἢ ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον, εἰ μὲν οὕτως ἔχοι ἡ γραφή, λέγοι ἄν περὶ τοῦ σχήματος τοῦ ἐντιθεμένου, ὅτι τὸ αὐτὸ συμβήσεται, κἄν μὴ κύβος ᾗ τὸ ἐντεθέν, ἀλλὰ ἄλλο ὁποιονοῦν σχῆμα. εἰ δὲ ἔστιν ὅποι ἄν ᾖ, τουτέστιν ἐφ’ ὃ ἄν ἔχοι τὴν κίνησιν τὸ ἐντιθέμενον, λέγοι ἄν ὅτι τὸ σῶμα ἐν ᾧ ἐντίθεται ὁ κύβος, ἐπὶ τοῦτο χωρήσει, ἐφ’ ὃ ἄν καὶ τὸ ἐντιθέμενον χωρῇ, δηλονότι δραστικωτέρας οὔσης τῆς ῥοπῆς τοῦ ἐντιθεμένου· εἰ γὰρ μὴ εἴη δραστικωτέρα ἡ τοῦ ἐντιθεμένου δύναμις, οὐδὲ ὑποχωρήσει αὐτῷ τὸ ἐν ᾧ ἐντίθεται. εἰ μὲν γὰρ ἀνώφορον ᾖ τὸ ἐντιθέμενον, ἐπὶ τὸ ἄνω κἀκεῖνο ὠθήσει· ὁμοίως καὶ εἰ κατώφορον, ἐπὶ τὸ κάτω. τὸ δὲ ἢ ἐπ’ ἄμφω οὐ πάνυ ἁρμόσει κατὰ ταύτην τὴν ἐξήγησιν. ἢ τὸ ἐπ’ ἄμφω ὡς ἐν ὑποθέσει εἴρηται, ὅτι εἰ εἴη τοιοῦτον, ὥστε καὶ ἄνω καὶ κάτω χωρεῖν. τὸ δὲ ἐφ’ ὃ πέφυκε συνίστασθαι ἴσον ἐστὶ τῷ μεθίστασθαι. τὸ δὲ ἔχοντι μετάστασιν, τουτέστι πεφυκότι μετακινεῖσθαι· ἄν γὰρ ἀκίνητον ᾖ, οὐδ’ ὅλως γενήσεται ἐν τῷ τόπῳ αὐτοῦ τὸ ἐντιθέμενον. ’Ev δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον. To ὑπεκστῆναι δηλονότι τῷ ἐντιθεμένῳ σώματι· οὐ γάρ ἐστι σῶμά τι τὸ κενόν, ἵνα καὶ ὑπεκστῇ τῶ κύβω ἐντιθεμένῳ ἐν αὐτῷ. ἀνάγκη οὖν ἐντιθεμένου τοῦ κύβου μὴ μετακινεῖσθαι τὸ κενόν, ἀλλὰ μένειν· πῶς γὰρ ἂν τὸ κενὸν κινηθείη; εἰ δὲ μένει, δῆλον ὅτι ἴσον διάστημα τοῦ κενοῦ, ὅσον ἐστὶ καὶ τὸ τοῦ κύβου, ἐχώρησε δι’ ὅλου τοῦ κύβου, ἤτοι καὶ τὸ τοῦ κύβου διάστημα διὰ ἴσου διαστήματος τοῦ κενοῦ· ταὐτὸν γάρ ἐστι. Ὃ εἰ καὶ θερμὸν καὶ ψυχρόν ἐστιν ἡ βαρὺ ἢ κοῦφον, οὐδὲν ἧττον ἕτερον τῷ εἶναι πάντων τῶν παθημάτων ἐστί. | Ἐπειδὴ εἶπεν ὅτι ὥσπερ ἂν εἰ μὴ ὑπεξίσταται τῷ κύβῳ τὸ ὕδωρ, ἐχώρησαν ἂν δι’ ἀλλήλων τὰ δύο σώματα, οὕτως ἐπειδὴ τὸ κενὸν οὐχ ὑπεξίσταται, χωρήσουσι δηλονότι δι’ ἀλλήλων τό τε τοῦ κύβου διάστημα καὶ τὸ τοῦ κενοῦ, ἵνα μή τις εἴπῃ ἀλλὰ σῶμα μὲν διὰ σώματος ἀδύναιον χωρῆσαι, τὸ μέντοι κενὸν σῶμα μὲν οὐκ ἔστιν (ἀπαθὲς γάρ), διάστημα δέ· ὥστε οὐκ εἰ σῶμα διὰ σώματος χωρῆσαι ἀδύνατον, ἤδη διὰ τοῦτο καὶ διάστημα <διὰ> διαστήσαντος ἀδύνατον χωρῆσαι’, φησὶν ὅτι κατ’ οὐδὲν ἄλλο ἐν τόπω ἐστὶ τὰ σώματα ἢ καθὸ διαστήματά εἰσιν. εἰ γὰρ καὶ συμβέβηκε τῷ ἐν τόπῳ τὺ ἔχειν βάρος ἢ κουφότητα ἢ τῶν ὤων τινὰ ποιοτήτων, ἀλλ’ οὐχ ᾗ πεποίωται, ταύτῃ ἐν τόπῳ ἐστίν, ἀλλ’ ᾗ διάστημα ἔχει· φέρει μὲν γὰρ ἡ βαρύτης ἢ ἡ κουφότης εἰς τὸν αὐτοῦ τόπον, τὸ δὲ ἐν τόπῳ εἶναι κατ’ οὐδὲν ἄλλο ἔχει ἢ κατὰ τὸν ὄγκον. καὶ τὰ σώματα γοῦν ἀδύνατόν φαμεν χωρεῖν δι’ ἀλλήλων, οὐχ ὅτι πεποίωται, ἀλλ’ ὅτι διάστημα ἔχει. τὸ οὗν ἀδύνατον τοῦτό ἐστι, τὸ χωρῆσαι δύο διαστηματα δι’ ἀλλήλων. ἐπεὶ τοίνυν ἕτερόν ἐστι τῷ κύβῳ τὸ διαστήματι εἶναι καὶ ἕτερον τὸ πεποιῶσθαι, ἐν τόπῳ δέ ἐστιν οὐχ ᾗ πεποίωται, ἀλλ’ ᾗ ὄγκον ἔχει, ἐὰν γυμνωθῇ πασῶν τῶν ποιοτήτων, οὐδὲν διοίσει τοῦ διαστήματος τοῦ κενοῦ· ὥστε εἰ δύο διαστήματα ὅμοια ἐχώρησαν δι’ ἀλλήλων, καὶ πλείονα δηλονότι δυνατὸν χωρῆσαι. τοῦτο δὲ ἀδύνατον· εἰ γὰρ διάστη.μα ἐν διαστήματι δυνατὸν χωρῆσαι, καὶ σῶμα ἐν σώματι χωρῆσαι δυνατόν· κατ’ οὐδὲν γὰρ ἄλλο τὰ σώματα ἐν τόπῳ ἐστὶν ἢ κατὰ τοὺς ὄγκους· εἰ οὖν δυνατὸν ὄγκον ἐν ὄγκῳ εἶναι, τά γε ἄλλα συμβεβηκότα οὐδὲν κωλύει τὸ σῶμα ἐν σώματι εἶναι. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οὐδ’ ἄρα σῶ μὰ ἐν κενῶ δυνατὸν εἶναι· ὄγκοι γὰρ ἀμφότερα μόνῳ τῷ πεποιῶσθαι ἢ μὴ διαφέροντι ὥστε εἰ τὸ κενὸν ὑφιστᾶσιν, ἵνα δέξηται τὰ σώματα καὶ ἡ κίνησις δι’ αὐτοῦ γένοιτο, ταῦτα δὲ ἀδύνατον ἐν τῷ κενῷ γενέσθαι, μάταιον ἄρα τὸ κενόν. ἔτι δὲ φανερὸν ὅτι τοῦτο ὁ κύβος ἕξει καὶ ὃ καὶ τὰ ἄλλα σώματα πάντα ἔχει. Ἄλλη ἐπιχείρησις. ἕκαστον, φησί, τῶν σωμάτων κινούμενον καὶ μεταβαλλόμενον κατὰ τόπον συμμεταφέρει ἑαυτῷ καὶ τὸ οἰκεῖον διάστηιαα· εἰ τοίνυν τὸ ἐν ἑκάστῳ διάστημα χωριζόμενον τῷ λόγῳ τῶν παθῶν οὐδὲν διαφέρει τοῦ κενοῦ, κινούμενα δὲ τὰ σώματα σὺν τοῖς οἰκείοις κινεῖ τᾶι διαστήμασιν, τί δεῖ τοῖς σώμασιν ἄλλων τοιούτων ἔξωθεν διαστημάτων; εἰ γὰρ τὸ διάστημα ὁ τόπος, ἕκαστον δὲ ἐν ἑαυτῷ ἔχει τὸ οἰκεῖον διά- στῆμα, μάταιον τὸ ἄλλο ἔξωθεν ὅμοιον ἐπινοεῖν· εἰς οὐδὲν γὰρ αὐτῷ συμβάλλεται. ὅτι δὲ καὶ ἀδύνατον, εἴπομεν ἤδη· εἰ γὰρ ᾗ διάστημά ἐστιν ἕκαστον ἑτέρου δεῖται διαστήματος, διάστημα δὲ καὶ τὸ κενόν, καὶ αὐτὸ ἄλλου δεηθήσεται διαστήματος, καὶ ἐκ τούτου ἐπ’ ἄπειρον. ἔσται δὲ καὶ τὸ κενὸν ἐν κενῶ. εἰσὶ δέ τινες οἳ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ οἴονται φανερὸν εἶναι ὅτι ἔστι κενόν. Δείξας ὅτι οὐκ ἔστι τὸ χωριστὸν κενόν, νῦν βούλεται δεῖξαι ὅτι οὐδὲ τὸ κατεσπαρμένον κενὸν ἔστιν. ἐπειδὴ δὲ οἱ τὸ κενὸν τὸ κατεσπαρμένον λέγοντες εἶναι ἐκ τῆς μανώσεως καὶ πυκνώσεως τῶν σωμάτων τοῦτο ἐπειρῶντο δεικνύναι, τίθησι πρῶτον μὲν τοὺς λόγους δι’ ὧν ἐπειρῶντο κατασκευάζειν ὅτι ἔστι κατεσπαρμένον κενὸν ἐν τοῖς σώμασι. δεύτερον δὲ πρὶν ἐλέγξει τοὺς λόγους αὐτῶν δείκνυσιν ὅτι ἀδύνατον εἶναι τὸ κατεσπαρμένον κενόν, καὶ τρίτον δείκνυσιν ὅτι καὶ κενοῦ μὴ ὄντος ἐνδέχεται εἶναι μάνωσιν καὶ πύκνωσιν, ἐξ ὧν καὶ τοὺς λόγους δι’ ὧν κατεσκεύαζον εἶναι τὸ κενὸν ἐλέγχει. εἰσὶν οὖν οἱ λόγοι, δι’ ὧν κατεσκεύαζον εἶναι τὸ κενόν, τοιοῦτοι· εἰ μὴ ἔστι, φησί, τὸ κενόν, οὐκ ἔστι μάνωσις καὶ πύκνωσις, ἀλλὰ μὴν ἔστι μάνωσις καὶ πύκνωσις, ἔστιν ἄρα τὸ κενόν. κατασκευάζει δὲ τὴν πρόσληψιν, λέγω δὴ ὅτι ἔστι μάνωσις καὶ πύκνωσις, οὕτως· εἰ γὰρ μὴ ἔστι, φησί, μάνωσις καὶ πύκνωσις, οὐδὲ συνιέναι καὶ πιλεῖσθαι εἰς ἑαυτὰ τὰ σώματα δύναται οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ πύκνωσις ἢ πίλησις εἰς ἑαυτὰ τῶν σωμάτων), εἰ δὲ μὴ ἔστι πίλησις, ἀνάγκη πᾶσα ἢ μὴ εἶναι ὅλως κίνησιν, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν, ἢ εἰ κίνησις εἴη, ἀνάγκη κυμαίνειν τὸ πᾶν. καὶ ἔτι πρὸς τούτοις, ἢ οὐκ ἔσται εἰς ἄλληλα τῶν στοιχείων μεταβολή, ἢ εἰ ἔσται, ἢ εἰς ἰσόογκα γενήσεται ἡ τῶν στοιχείων μεταβολή, οἷον τὸν κυαθιαῖον ἀέρα εἰς κυαθιαῖον ὕδωρ μεταβάλλειν καὶ τὸ ὕδωρ ὁμοίως εἰς ἴσον ἀέρα, ἤγουν ὅσον ἐνταῦθα μεταβέβληται εἰς ἀέρα ὕδωρ, τοσοῦτον ἀλλαχοῦ ἀνάγκη ἀέρα μεταβαλεῖν εἰς ὕδωρ. ὁ μὲν οὖν Ἀριστοτέλης τὴν πρόσληψιν μόνον τοῦ συλλογισμοῦ κατασκευάζει, ὡς τοῦ συνημμένου δήλου ὄντος, ἳν δὲ σαφέστερον ποιήσωμεν τὸν λόγον ἄνωθεν εἴπωμεν οὕτως· εἰ ἔστι μάνωσις καὶ πύκνωσις, ἔστι κενόν, ἀλλὰ μὴν τὸ πρότερον, καὶ τὸ δεύτερον ἄρα. πόθεν δὲ ὅτι εἰ ἔστι μάνωσις καὶ πύκνωσις, ἔστι κενόν; ὅτι ἡ πύκνωσις πίλησίς ἐστι καὶ συνίζησις εἰς ἑαυτὰ τῶν σωμάτων, τὰ δὲ πιλούμενα καὶ εἰς ἑαυτὰ συνιζάνοντα εἰς τὰ κατεσπαρμένα ἐν αὐτοῖς κενὰ συνιζάνει, ὡς ἐπὶ σπόγγου καὶ ἐρίου καὶ τῶν τοιούτων· εἰ γὰρ μὴ εἰς κενά τινα συνιζάνει τῶν πιλουμένων τὰ μόρια, εἰς ἑαυτὰ χωρήσει, ἀδύνατον δὲ σῶμα διὰ σώματος χωρῆσαι. τὰ αὐτὰ καὶ ἐπὶ μανώσεως ἐροῦμεν· τὸ γὰρ μανούμενον καὶ εἰς μείζονα ὄγκον ἐκτεινόμενον, εἰ μὴ τῷ ἐναπολαμβάνειν κενά τινα ἐν αὑτῷ, ταύτῃ μανότερον γίνοιτο, συμβήσεται πρὶν μανωθῆναι σῶμα εἶναι ἐν σώματι· τὰ γὰρ μόρια | τὰ νῦν ἄλλον κατειληφότα τόπον, εἰ μὴ ἐν κενῷ πρὸ τούτου ἦν, δι’ ἀλλήλων δήπου ἐχώρει. ἀλλὰ καὶ ὃν κατειλήφασι τόπον κενὸν ἀνάγκη πρὸ τούτου εἶναι. Τὸ μὲν οὗν συνημμένον ἐκ ταύτης κατεσκεύαζον τῆς ἐννοίας, τὴν δὲ πρόσληψιν, λέγω δὴ τὸ ‘ἀλλὰ μὴν ἔστι μάνωσις καὶ πύκνωσις’, κατασκευάζει ὁ Ἀριστοτέλης οὕτως· εἰ μὴ ἔστι μάνωσις καὶ πύκνωσις, οὐδὲ πίλησις ἔστι τῶν σωμάτων, εἰ δὲ μὴ ἔστι πίλησις, ἢ παντελῶς ἀνῄρηται ἡ κατ’ εὐθεῖαν κίνησις τὰ γὰρ κινούμενα κατ’ εὐθεῖαν τῷ ὠθεῖν τὸν ἔμπροσθεν ἀέρα ἢ τὸ ὕδωρ οὕτω κινεῖται· ὠθούμενον οὖν τὸ σῶμα δι’ οὗ ἡ κίνησις γίνεται καὶ συστελλόμενον εἰς τὰ παρακείμενα κενὰ παρέχει χώραν τοῖς δι’ αὐτοῦ διιοῦσιν, ὥσπερ ἔχει καὶ ἐπὶ τῶν διὰ πλήθους βαδιζόντων), εἰ τοίνυν μὴ πυκνοῦται τὰ σώματα μηδὲ συμπιλεῖται εἰς τὰ κατεσπαρμένα κενά, ἢ παντελῶς ἀναιρεθήσεται ἡ κίνησις ἡ κατ’ εὐθεῖαν (ποῦ γὰρ κινηθήσεται χώρας οὐκ οὔσης, οὐδὲ ἔχοντος τοῦ ὠθουμένου ὅποι χωρῆσαν ἀκώλυτον τῷ κινουμένῳ παρέχοι τὴν δίοδον;), ἢ εἰ ἔστι κίνησις, ἀνάγκη, φασί, κυμαίνειν τὸ πὰν, τουιέστιν ἐξίστασθαι καὶ ὑπερεκπίπτειν τῶν οἰκείων ὅρων· ἀνάγκη γὰρ κινουμένου τινὸς τὸ ἔμπροσθεν ὠθεῖσθαι σῶμα, κἀκεῖνο ἐφεξῆς ὠθεῖν, καὶ τοῦτο μέχρι τοῦ ἐσχάτου, καὶ οὕτω λοιπὸν οἷον ὑπερεκχεῖσθαι τὸν οὐρανὸν εἰς τὰ ἔξω καὶ οἷον σαλεύειν, ὅπερ καὶ ἐν ταῖς κολυμβήθραις συμβαίνει, ὅταν τι κινῆται ἐν αὐταῖς σῶμα. ταῦτα δὲ ἔλεγον διὰ τὸ μήπω ἐπιστῆσαι τῇ ἀντιπεριστάσει τῶν σωμάτων. οὐ μόνον δὲ ταῦτα τῇ ἀναιρέσει τοῦ κενοῦ ἕψεται τὰ ἄτοπα, λέγω δὴ τὸ ἀναιρεῖσθαι μάνωσιν καὶ πύκνωσιν, καὶ διὰ τὸ ταύτην ἀναιρεῖσθαι ἢ μηδ’ ὅλως εἷναι τὴν κατ’ εὐθεῖαν κίνησιν ἢ κυμαίνειν τὸ πᾶν, ἀλλὰ πάλιν ἀνάγκη κενοῦ ἀνῃρημένου ἢ μηδ’ ὅλως εἶναι μεταβολὴν εἰς ἄλληλα τῶν σωμάτων, ἢ εἰ τοῦτο ἐναργές, ἢ εἰς ἰσόογκα τὴν μεταβολὴν τῶν σωμάτων γίνεσθαι, λέγω δὴ ἵνα ὁ κυαθιαῖος ἀὴρ μεταβαλὼν εἰς ὕδωρ κυαθιαῖον ποιήσῃ ὕδωρ, ὁμοίως δὲ καὶ τὸ ὕδωρ ἴσον ἀέρα ποιήσῃ (ποῦ γὰρ χωρήσει τὸ μεῖζον σῶμα μηδενὸς ὄντος κενοῦ;), ἢ εἰ τοῦτο παρὰ τὴν ἐνάργειαν ὁρᾶται γὰρ ἡ εἰς μεῖζον τῶν σωμάτων μεταβολή· πόθεν γὰρ ῥήγνυνται ὑπὸ τοῦ γλεύκους οἱ πίθοι τε καὶ οἱ ἀσκοί, εἰ μὴ εἰς πνεῦμα τοῦ γλεύκους μεταβάλλοντος, ὅπερ διὰ τὸ μεῖζον εἶναι τοῦ μεταβεβλημένου μὴ χωροῦντα τὰ ἄγγη ῥήγνυνται, ὅπερ καὶ ἐπὶ τῶν ἁπτομένων συμβαίνει;), ἀλλ’ εἰ εἰς μεῖζον ἡ μεταβολή πάλιν δύο ἀτόπων θάτερον οὐκ ἐκφεύξεται· ἢ γὰρ ἀνάγκη ὅσον ἐνταῦθα μεταβάλλει ὕδωρ εἰς ἀέρα, ἀλλαχοῦ τοσοῦτον ἀέρα μεταβάλλειν εἰς ὕδωρ ὅπερ καὶ αὐτὸ πλασματῶδες, τὸ λέγειν ὅτι ἐπειδὴ δοκεῖ μοι νῦν ἐξατμίσαι τοσόνδε ὕδωρ ἕψοντα, ἀνάγκη ἀλλαχοῦ τοσοῦτον μεταβαλεῖν ἀέρα, κἄν πλεῖόν μοι δόξῃ, πλείω καὶ ἀέρα μεταβάλλειν), ἢ πάλιν εἰ μὴ τοῦτο, ἀνάγκη κυμαίνειν τὸ πᾶν, ὅπερ καὶ αὐτὸ μὲν καθ’ αὑτὸ γελοῖον, ἐπειδὴ κεκίνηται τόδε τι, τὸν οὐρανὸν τῶν οἰκείων ἐξίστασθαι τόπων, καὶ ὅτι φεύγοντες τὸ ἔλαττον κενὸν ὁμολογεῖν τὸ πλέον ἐξ ἀνάγκης δώσουσι. ποῦ γὰρ κυμαίνει ὁ οὐρανός; εἰς σῶμα μὲν γὰρ ἀδύνατον· ἀνάγκη οὖν εἰς κενὸν ἀθρόον ἔξωθεν περικεχυμένον τῷ οὐρανῷ. εἰ τοίνυν πάντα ταῦτα ἄτοπον, ἀνάγκη δήπου εἶναι τὸ κατεσπαρμένον κενὸν ἐν τοῖς σώμασιν. οἱ μὲν οὖν δι’ ὧν κατεσκεύαζον τὸ κενὸν λόγοι τοιοῦτοί εἰσιν, ἐφεξῆς δὲ δείκνυται ὅτι ἀδύνατον εἶναι τὸ κατεσπαρμένον κενόν. ἀνάγκη γὰρ τοῦτο, φησίν, ἤτοι μεγαλομερὲς εἶναι ἐν τοῖς σώμασιν, ὡς δύνασθαι ἕτερον σῶμα χωρεῖν ἐν αὐτῷ, ἢ κατὰ σμικρὰ πάνυ διεσπαρμένον, ὡς μὴ ἐνδέχεσθαι παρείσδυσιν ἐν αὐτῷ γενέσθαι σώματος, οἷόν τι ἔλεγον καὶ οἱ τοὺς πόρους ὑποτιθέμενοι. εἰ μὲν οὗν ἀμερὲς εἴη τὸ κενόν, οὐδὲν διοίσει τοῦτο κεχωρισμένου κενοῦ· τοῖς αὐτοῖς οὖν λόγοις καὶ τοῦτο ἀναιρήσομεν, οἷσπερ κἀκεῖνο. οὐδὲν γὰρ διοίσει τὸ οὕτω κατακερματίζειν αὐτοὺς τὸ κενὸν πρὸς τὸ διαφυγεῖν ἐκείνας τὰς ἀπορίας, αἷς περιέπιπτον οἱ τὸ ἀθρόον κενὸν ὑπο- τιθέμενοι· διάστημα γὰρ ποιοῦσι κεχωρισμένον καὶ οὗτοι. εἰ δ’ οὕτω λέγοιεν τὸ κενὸν ἐγκατεσπάρθαι τοῖς σώμασι λωπτομερῶς, ὡς ἄν εἴποι τις ἐγκεκρυμμένον καὶ συγκεχυμένον τοῖς σώμασι τοῖς μανοτέροις, καὶ οἱονεὶ ποιότητα αὐτῶν εἶναι, λέγουσι μέν τι, φησί, πιθανώτερον οἱ οὕτω λέγοντες, οὐ μὴν ἀληθές. ἐπεὶ δέ, φησίν, οἱ οὕτω τὸ κενὸν ὑποτιθέμενοι αἴτιον αὐτὸ κινήσεως ὑποτίθενται, πρῶτον μὲν ἰστέον ὅτι ἀδύνατον ἄλλως αὐτὸ κινήσεως αἴτιον ὑποθέσθαι ἢ ὡς ποιητικόν. οὐ γὰρ ὡς τόπος οὐδὲ ὡς τὸ δι’ οὗ κινήσεως ἄν εἴη αἴτιον· οὐ γὰρ χωρεῖ ἐν ἑαυτῷ σῶμά τι, τοιαῦτα δὲ ἦν τὰ ἤτοι ὡς τελικὰ κινήσεως αἴτια, λέγω δὴ οἱ κατὰ φύσιν τόποι, ἢ ὡς [τὸ] δι’ ὧν ἡ κίνησις. μόνως ἄρα ὡς ποιητικὸν ἄν εἴη κινήσεως αἴτιον. καὶ λέγουσί γε οὕτως οἱ τοῦτο ὑποτιθέμενοι· φασὶ γὰρ τὰ κοῦφα τῶν σωμάτων τῇ τοῦ κενοῦ παρεμπλοκῇ τοιαῦτα εἶναι, καὶ ὅσῳ πλείονα ὑπάρχει τὰ κατεσπαρμένα κενά, τοσούτῳ κουφότερά ἐστι τὰ σώματα. πρῶτον μέν, φησίν, τοῦ κούφου ταύτην λέγοντες εἶναι τὴν ποιτητικὴν αἰτίαν, τοῦ βαρέος τίνα φήσουσιν αἰτίαν εἶναι; ἔδει γὰρ ὥσπερ τὸ κενὸν παρεσπαρμένον τοῖς κούφοις τῶν σωμάτων, οἷον τῷ πυρί, ποιεῖ αὐτὰ κοῦφα, οὕτως καὶ ἄλλο τι τοῖς βαρέσι κατεσπαρμένον βαρέα αὐτὰ ποιεῖν. ἔπειτα εἰ τὸ κενόν φασι κοῦφον εἶναι, καὶ τῷ αὐτὸ φέρεσθαι ἐπὶ τὸ ἄνω, οὕτω φέρειν τὰ σώματα οἷς καιέσπαρθαι, πολλὰ ἄτοπα συμβήσεται· πρῶτον μὲν γὰρ τίς ἄν ἐπινοηθείη κενοῦ κίνησις; ἔπειτα συμβήσεται τὸ κενὸν ἐν κενῷ γενέσθαι. καὶ πῶς οἷόν τε κενοῦ τόπον εἶναι ἢ κενὸν ἐν κενῷ γίνεσθαι; ἔπειτα εἰ ὅσῳ μανότερόν τί ἐστι, ταὐτὸν δὲ εἰπεῖν ὅτι ὅσῳ πλείονα ἔχει τὰ κατεσπαρμένα κενά, τοσούτῳ κουφότερόν ἐστι πλείονος οὔσης τῆς ἀνωφόρου αἰτίας, λέγω δὴ τοῦ κενοῦ, δῆλον ὅτι, φησίν, ἐὰν ὅλον ᾖ κενόν, τάχιστα οἰσθήσεται. ἀλλ’ ἀδύνατον, φησί, τὸ κενὸν κινηθῆναι· τῷ γὰρ αὐτῷ λόγῳ δειχθήσεται, ᾧπερ καὶ πρότερον ἐχρησάμεθα. εἰ γὰρ κινοῖτο τὸ κενόν, ἕξει λόγον τινὰ πρὸς τὸ πλῆρες, τοῦτο δὲ ἀδύνατον· ἀδύνατον ἄρα κινεῖσθαι τὸ κενόν. ἀλλ’ οὕτω μὲν ὁ Ἀριστοτέλης ἐλέγχει τοὺς λέγοντας παρεσπάρθαι τοῖς σώμασι τὸ κενὸν διὰ τὸ τοὺς οὕτω λέγοντας κινήσεως αὐτὸ αἴτιον ὑποτίθεσθαι, εἰ δέ τις λέγοι κατεσπάρθαι μὲν τοῖς σώμασι τὸ κενὸν διὰ τὴν μάνωσιν, μὴ μέντοι κινήσεως αὐτὸ αἴτιον εἶναι, τί ἐροῦμεν; φημὶ ὅτι ἅπερ ὁ αὐτὸς Ἀριστοτέλης πολλαχοῦ εἴρηκεν, ὅτι πρῶτον μὲν ἀναιρεθήσεται ἡ τῶν σωμάτων συνέχεια, ἀναιρεθήσεται ἡ συναίσθησις, ἀναιρεθήσεται τροφὴ καὶ αὔξησις (πλήρωσις γὰρ ἔσται τῶν κενῶν, οὐ τροφὴ οὐδὲ αὔξησις), καὶ ὅσα ἀγλα’ αὐτὸς ἐν τῷ Περὶ γενέσεως πρὸς ταύτην εἴρηκε τὴν δόξαν. El δὲ τοῦτο, ἢ ὅλως κίνησις οὐκ ἔσται, ἢ κυμανεῖ τὸ ὅλον, ὥσπερ ἔφη Ξοῦθος. Εἰ τοῦτο, τουτέστιν εἰ μὴ ἔστι πίλησις τῶν σωμάτων καὶ συνίζησις εἰς ἑαυτά. Ξοῦθος δὲ σοφιστής τις ἦν. Ἢ εἰς ἴσον ἀεὶ μεταβάλλειν ἀέρα καὶ ὕδωρ, λέγω δὲ οἷον εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀήρ, ἅμα ἐξ ἴσου ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι. Τὸ μὲν λέγειν εἰς ἴσον ἀεὶ μεταβάλλειν ἀέρα καὶ ὕδωρ δόξειεν ἄν εἰς ἰσόογκα μεταβάλλειν τὸν ἀέρα καὶ τὸ ὕδωρ, τὸ κυαθιαῖον ἀέρα κυαθιαῖον γίνεσθαι ὕδωρ, ἐμοὶ δὲ οὐ τοῦτο δοκεῖ λέγειν, ἀλλ’ ὅτι εἰς ἴσον ὕδωρ μεταβάλλει, ὅσον ἦν καὶ τὸ εἰς τὸν ἀέρα μεταβάλλον, ἵνα οὕτως ἐξίσωσις γένηται τῶν ὄγκων καὶ ἀνταπόδοσις. καὶ ὅτι τοῦτο λέγει, ἐσαφήνισε δι’ ὧν ἐπήγαγεν· οἷον, φησίν, εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀήρ, καὶ οὐκ εἶπε ‘γέγονεν τοσοῦτος ἀήρ’, δεῖ, φησίν, ἅμα ἐξ ἴσου ἀέρος, ὅσος ἦν ὁ μεταβάλλων ἐκ τοῦ ὕδατος, ὕδωρ γενέσθαι, ἐπεί, φησίν, εἰ μὴ τοῦτο εἴη, ἀλλὰ μόνον μεταβάλλοι τὸ ὕδωρ εἰς ἀέρα, ἐπειδὴ προφανῶς εἰς μεῖζον σῶμα μεταβάλλει, ἀνάγκη πᾶσα κενὸν εἷναι εἰς ὃ ἐχώρει τὸ γινόμενον σῶμα. καὶ ἄλλως εἰ μὴ τοῦτο ἔλεγεν, ἀλλ’ ὅτι εἰς ἰσόογκα ἔσται ἡ μεταβολὴ τῶν σωμάτων, ὥσπερ καὶ Θεμιστίῳ ἔδοξεν, ἤρκει εἰπεῖν ὅτι ἐξ ὕδατος κυάθου γενήσεται ἀὴρ τοσοῦτος, καὶ μὴ προσθεῖναι ὅτι ἅμα καὶ ἐξ ἀέρος τοσοῦτον ὕδωρ γενήσεται. εἰ γὰρ εἰς ἰσόογκα γίνεται ἡ μεταβολή, κἂν τὸ ὅλον ὕδωρ μετέβαλεν εἰς ἀέρα, οὐδὲν ἀδύνατον ἠκολούθει τὸν αὐτὸν τόπον κατέχοντος τοῦ ἀέρος, ὅνπερ καὶ τὸ ὕδωρ, νῦν δὲ εἰπὼν εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀὴρ πρὸς τῷ μὴ προσθεῖναι ὅτι τοσοῦτος, ὅσον ἦν καὶ τὸ ὕδωρ (καίτοι ἔδει γε προσθεῖναι, εἰ τοῦτο ἐβούλετο λέγειν), εἶτα καὶ ἐπήγαγεν ὅτι ἅμα ἐξ ἴσου ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι, ἢ κενὸν εἶναι ἐξ ἀνάγκης. καίτοι εἰ εἰς ἰσόογκα μεταβάλλουσι, κἄν τὸ ὕδωρ μόνον μεταβάλλοι, οὐδὲν τῶν ἄλλων ἕψεται, οὔτε δὲ κενὸν ἀνάγκη εἶναι, ὥσπερ εἶπον· τὸν αὐτὸν γὰρ καθέξει τόπον ὁ ἀήρ, ὅνπερ καὶ τὸ ὕδωρ πρὶν μεταβληθῆναι. ὅτι μὲν οὖν τοῦτο λέγει, σαφὲς οἶμαι εἶναι ἐξ αὐτῶν τῶν Ἀριστοτελικῶν λέξεων, τοῦτο δὲ οὐχ ὡς ἑπόμενον τῷ ἀνῃρῆσθαι τὴν μάνωσιν ἐπήγαγεν τῆ γὰρ ἀναιρέσει τῆς μανώσεως εἵπετο ἡ μὴ κίνησιν εἶναι ἢ κυμαίνειν τὸ πᾶν), ἀλλ’ ἤτοι ἁπλῶς <ὡς> τῇ ἀναιρέσει τοῦ κενοῦ ἑπόμενον, ἢ ἵνα ὡς ἐκ προάγηται ὁ λόγος. οἷον ἢ ἔστι μάνωσις καὶ πύκνωσις, ἢ οὐκ ἔστιν· εἰ μὲν οὖν <μὴ> ἔστιν, ἕψεται τὰ εἰρημένα, εἰ δὲ [μὴ] ἔστιν, ἢ κενὸν ἔσται εἰς συστέλλεται τὰ πυκνούμενα καὶ ἐξ οὗ διαστέλλεται τὰ μανούμενα, μᾶλλον δὲ καὶ εἰς ὃ ἔξωθεν ὃν χωρεῖ, ἢ ἀνάγκη ἅμα τό τε ὕδωρ μεταβάλλειν εἰς ἀέρα καὶ τοσοῦτον ἀέρα μεταβάλλειν εἰς ὕδωρ, καὶ τοῦτο δοκεῖ πλασματῶδες εἶναι. Εἰ μὲν οὖν τὸ μανὸν λέγουσι τὸ πολλὰ κενὰ κεχωρισμενα ἔχον. ἐντεῦθεν δείκνυσιν ὅτι ἀδύνατον εἶναι τὸ κατεσπαρμένον κενόν, φησὶ δὲ ὅτι <εἰ> οὕτως ὑποτίθενται ἐν τοῖς σώμασι κατεσπάρθαι τὸ κενόν, ὡς εἶναι ἐν τῳ μανῷ σώματι διαστήματα κενὰ κεχωρισμένα σώματος τηλικαῦτα, ὡς δύνασθαι εἰς αὐτὰ χωρεῖν ἕτερον, οἷοί εἰσι καὶ οἱ τῶν σπόγγων <πόροι>, εἰ καὶ ἀέρος εἰσὶ πλήρεις, οἱ αὐτοί, φησίν, ἁρμόσουσι ἐπὶ τούτων λόγοι, οἵτινες καὶ πρὸς τοὺς τὸν τόπον διάστημα οἰομένους εἶναι, καὶ πρὸς τοὺς τὸ ἀθρόον κενὸν καὶ κεχωρισμένον ὑποτιθεμένους. Εἰ δὲ μὴ χωριστόν, ἀλλ’ ὅμως ἐνεῖναί τι κενόν, ἧττον μὲν ἀδύνατον. Τουτέστιν εἰ μὴ εἴη ἀποκεκριμένον, ἀλλ’ οἷον εἰς οὕτω λεπτὰ καταεἰπὼν κεκερματισμένον, ὡς μὴ δύνασθαι παρείσδυσιν ἄλλου σώματος γενέσθαι ἐν αὐτῷ, οἷον εἰ ἐπινοήσεις σφαιρικάς τινας ἀτόμους ἁπτομένας ἀλλήλων. δῆλον γὰρ ὅτι τῷ μὴ καθ’ ὅλην τὴν περιφέρειαν ἅπτεσθαι ἀλλήλων, ἀλλὰ κατὰ σημεῖον, ἔστι μεταξύ τινα κενὰ λεπτά, ἐγγενέσθαι δὲ ἐν αὐτοῖς ἄλλην ἄτομον ἀδύνατον· οὐ χωρήσει γὰρ διὰ τὴν λεπτότητα. αὕτη δέ, φησίν, ἡ ὑπόθεσις, εἰ καὶ ἧττον δοκεῖ ἀδύνατος, ἀλλ’ οὖν καὶ αὐτὴ ὡς ἀδύνατος ἐλεγχθήσεται. Ἀλλ’ ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐτοὶ ἄνω φέρουσι τὸ συνεχές, οὕτω τὸ κενὸν ἀνώφορον. οὐχ οὕτω, φησίν, αἴτιον κινήσεως τὸ τοιοῦτον κενὸν ὥσπερ αἴτιον λέγεται τὸ διάστημα ἐν ᾧ κινεῖται, ἀλλ’ ὥσπερ οἱ ἀσκοὶ οἱ ἔχοντες ὴρτημένον τι βάρος ὑποβρύχιον ἐν ὕδατι ἢ καὶ ἐπικείμενον τῷ φέρεσθαι | αὐτοὶ εἰς τὴν ἐπιφάνειαν τοῦ ὕδατος φέρουσι κἀκεῖνο, οὕτως ἄν μόνως εἴη καὶ τὸ τοιοῦτον κενὸν κινήσεως αἴτιον τοῖς μανοῖς σώμασι• τῷ γὰρ φέρεσθαι αὐτὸ ἄνω φέροι ἄν κἀκεῖνα. οὕτω δὲ δῆλον ὅτι ὡς ποιητικὸν ἄν ειη αἴτιον. Καίτοι πῶς οἷόν τε φορὰν εἶναι κενοῦ ἢ τόπον; κενοῦ γὰρ γίνεται κενόν, εἰς ὃ φέρεται. Ἀνάγκη γάρ, εἰ κινεῖται τὸ κενόν, τόπον ἐκ τόπου μεταβάλλειν• ὥστε ἐν ἄλλῳ κενῷ γενήσεται. καὶ τί τούτου καταγελαστότερον; βουλόμενος δὲ πληκτικώτερον ποιῆσαι τὸν λόγον, οὐκ εἶπε 'κενοῦ γὰρ γίνεται τόπος εἰς ὂν φέρεται’, ἀλλὰ κενοῦ γίνεται κενόν· τὸν γὰρ τόπον καὶ τὸ κενὸν ταὐτὸν ὑπολαμβάνουσιν εἶναι οἱ οὕτω λέγοντες. Ἔτι δὲ καὶ πῶς ἐπὶ τοῦ βαρέος ἀποδώσουσι τὸ φέρεσθαι κάτω; Εἰ γὰρ τῆς ἐπὶ τὸ ἄνω φορᾶς τοῖς κούφοις αἴτιον τὸ κενόν, τί ἔσται τῆς ἐπὶ τὸ κάτω κινήσεως τοῖς βαρέσι τὸ αἴτιον; εἰ γὰρ εἴποιεν τὴν φύσιν τῶν βαρέων σωμάτων ἐξαρκεῖν· πρὸς τὸ κάτω φέρεσθαι, διὰ τί μὴ καὶ τοῖς κούφοις ἡ φύσις εἰς τὴν ἄνω φορὰν ἐξήρκεσε καὶ οὐδὲν τοῦ κενοῦ ἐδεήθησαν; ἤλεγξε δὲ ἐν ἄλλοις τοῦτον τὸν λόγον ἱκανῶς ὁ Ἀριστοτέλης. Καὶ δῆλον ὅτι εἰ ὅσῳ ἄν μανότερον καὶ κενώτερον ᾖ Ἕτερον ἐπιχείρημα. εἰ τὸ πλείονα ἔχον κενὰ μᾶλλον ἐπὶ τὸ ἄνω κινεῖται, τὸ ὅλον κενὸν τάχιστα ἂν κινηθήσεται· ἀλλ’ ἀδύνατον κινεῖσθαι τὸ κενὸν. Λόγος δ’ ὁ αὐτός, ὥσπερ ὅτι καὶ ἐν κενῷ κενῷ ἀκίνητα πάντα, οὕτω καὶ τὸ κενὸν ὅτι ἀκίνητον· ἀσύμβλητα τὰ γὰρ ταῦτα. Ὢι λόγῳ, φησίν, ἐδείξαμεν ὅτι ἀδύνατον ἐπὶ κενοῦ κινηθῆναι (διότι λόγον οὐκ εἶχε τὸ κενὸν πρὸς τὸ πλῆρες, ἀνάγκη δὲ τὸν αὐτὸν λόγον εἶναι τῶν χρόνων καὶ τῶν κινήσεων, οἷος ἦν καὶ ὁ τῶν μεγεθῶν· συνέβαινεν οὖν ἀχρόνως ἐπὶ κενοῦ κινεῖσθαι, τοῦτο δὲ ταὐτὸν ἦν τῷ μὴ κινεῖσθαι), τῷ αὐτῷ οὖν λόγῳ δειχθήσεται ὅτι οὐδὲ κινηθῆναι οἷόν τε τὸ κενόν. τὸ γὰρ πάντη κενὸν οὐδένα ἕξει λόγον πρὸς τὸ κενά τινα κατεσπαρμένα ἔχον· ὥστε ἐν χρόνῳ ἐκείνου κινουμένου τὸ πάντη κενὸν ἀχρόνως κινηθήσεται. οὐδεμία δὲ ἄχρονος κίνησις· ἀδύνατον ἄρα τὸ κενὸν κινηθῆναι, καὶ οὐδὲν διοίσει εἴτε κεχώρισται εἴτε κατέσπαρται πρὸς τὸ μὴ πεφυκέναι κινεῖσθαι ὅλως. Τὰ ἄλλα δὲ ἠπορῆσθαι καλῶς. Εἰ καὶ τὸ εἶναι κενόν, φησίν, ἀνείλομεν, ἀλλ’ οὖν ἐπειδὴ ἔχουσι τὸ πιθανόν πὼς καὶ τὸ εὔλογον αἱ ἀπορίαι, οὐ δίκαιον οὐδὲ ταῦτα περιιδεῖν. διὰ τοῦτο γοῦν καὶ ἀναλαμβάνει αὐτάς, ἵνα εὐθὺς καὶ τὴν λύσιν ἐπάγῃ. Ἢ ἀεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ ἀὴρ ἐξ ὕδατος· δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίνεται. Καὶ ἐντεῦθεν δῆλον τὸ παρ’ ἐμοῦ ἔμπροσθεν εἰρημένον, ὅτι οὐκ εἰς ἰσόογκα μεταβάλλει τὰ σώματα, ἀλλα, ἀνταπόδοσιν γίνεσθαι· τἠν γὰρ αἰτίαν τούτου ἐπάγων φησὶ γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίνεται· ἀνάγκη οὖν ἅμ γενέσθαι τὴν ἀνταπόδοσιν τοῦ ἀέρος εἰς ὕδωρ μεταβάλλοντος, εἴπερ μὴ ἔστι κενόν. ἔτι δὲ σαφέστερον προ·ιὼν αὐτὸ τοῦτο ἐδήλωσεν εἰπών· ἢ ἄλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ. οὐκ ἀεὶ δὲ εἰς τὸ κύκλῳ ἡ φορά, ἀλλὰ καὶ εἰς εὐθύ. El μὲν γὰρ πάντα κύκλῳ ἐκινεῖτο, οὐδὲν τούτων ἀνάγκη ἦν συμβαίνειν, ὧν ἀπηριθμήσατο (οὐ γὰρ ἀμείβει τὸν τόπον τὸ κύκλῳ κινούμενον), ἐπειδὴ δὲ ἔστι καὶ ἡ κατ’ εὐθεῖαν κίνησις, ἀνάγκη πᾶσα ἢ κενὸν εἶναι ἢ τῶν ἀπηριθμημένων ἄτοπόν τι συμβήσεσθαι. Μέχρι μὲν οὖν τῶν ἐνταῦθα πέρας ἔχουσι τῷ Ἀριστοτέλει οἱ περὶ τοῦ κενοῦ λόγοι, δεῖ δὲ ἡμᾶς ἄνωθεν ἀναλαβόντας τὸν λόγον ἕκαστον τῶν ἐπιχειρημάτων ἐπισκέψασθαι. ποιησόμεθα δὲ τὴν ἀρχὴν οὐκ ἐξ οὗ τὸν περὶ κενοῦ καὶ αὐτὸς ἤρξατο ποιεῖσθαι λόγον (πρὸς τινὰ γὰρ ἔφθημεν ἤδη τῶν ἐπιχειρημάτων ἐν τῷ ἑκάστου τόπῳ ὑπαντήσαντες), ἀλλ’ ὅθεν ἤρξατο ἐπιχειρεῖν ὡς οὐ δυνατὸν κενοῦ ὄντος δι’ αὐτοῦ γενέσθαι κίνησιν, ὡς νῦν δι’ ἀέρος ἢ δι’ ὕδατος, ἅπερ μάλιστα τῶν ἐπιχειρημάτων γλαφυρά τέ ἐστι καὶ πάντας σχεδὸν εἷλε τῆ πιθανότητι, λέγω δὴ τὰ ἐκ τῆς ἀνισοταχοῦς τῶν κινουμένων κινήσεως. πρὶν δὲ τοῦ λόγου ἄρξασθαι, ἐκεῖνό φημι ὅπερ ἤδη καὶ ἐν τοῖς περὶ τοῦ τόπου λόγοις εἶπον, ὅτι ὁ παρ’ ἡμῶν λόγος οὐ τοῦτο κατασκευάζειν βούλεται, ὅτι ἔστι τι κενὸν αὐτὸ καθ’ αὑτὸ κεχωρισμένον καὶ μηδὲν ἔχον σῶμα, καὶ δι’ αὐτοῦ τὴν κίνησιν γίνεσθαι· οὐδαμῶς, ἀλλ’ ὅτι μὲν οὐδὲν ἔστι κενὸν κεχωρισμένον πάντῃ σώματος καὶ αὐτὸς ὁμολογῶ πειθόμενος ἔκ τε τῆς καλουμένης τοῦ κενοῦ βίας καὶ πολλῶν ἄλλων, ἡ δὲ ἔνστασίς μοι | πρὸς τὰ Ἀριστοτέλους ἐπιχειρήματα δεικνύναι πειρωμένου, ὅτι εἰ ἦν κενόν, οὐκ ἂν ἐκινήθη τι δι’ αὐτοῦ, καὶ ὅτι εἰ καὶ μὴ κενὸν ἔστι κεχωρισμένον πάντῃ τῶν σωμάτων, ἀλλ’ οὖν ἔστι τὸ ὡς πεπληρωμένον κενόν. ὅπερ καὶ ὀπὸς ἐστὶ τῶν σωμάτων, ὡς λόγους δείξομεν οὐδεμίαν ἀνάγκην ἔχοντας, εἰ καὶ τῷ πιθανῷ συναρπάζουσι. πρῶτον δὲ ἐν συντόμῳ τῶν ἐπιχειρημάτων ἐπιμνησθῆναι ἀναγκαῖον. τῆς ἀνίσου τῶν σωμάτων κινήσεως δύο εἰσὶν αἰτίαι, μία μὲν τὸ διάφορον εἶναι τὸ δι’ οὗ κινοῦνται, κἀν ἴσα καὶ ὅμοια ᾖ τὰ κινούμενα, ἑτέρα δὲ ἡ τῶν κινουμένων διαφορά, κἄν τὸ δι’ οὗ κινοῦντι ἓν ᾖ καὶ τὸ αὐτό. λαμβάνει οὖν πρῶτον μὲν τὸ κινούμενον τὸ αὐτό, φερόμενον δὲ τοῦτο ποτὲ μὲν δι’ ὕδατος ποτὲ δὲ δι’ ἀέρος ἴσων ὄντων τοῖς διαστήμασι, καὶ εὑρίσκει ὅτι ἐν πλείονι χρόνῳ κινεῖται διὰ τοῦ ὕδατος ἢ διὰ τοῦ ἀέρος, καὶ λαμβάνει ὅτι ὃν λόγον ἔχει ὁ χρόνος πρὸς τὸν χρόνον, τοῦτον τὸν λόγον ἔχει καὶ τὸ ὕδωρ πρὸς τὸν ἀέρα κατὰ τὴν σύστασιν· ὅσῳ γὰρ ὑπερέχει ὁ διὰ τοῦ ὕδατος χρόνος τοῦ χρόνου τοῦ διὰ τοῦ ἀέρος, τοσούτῳ παχύτερον καὶ δυσδιαιρετώτερον τὸ ὕδωρ τοῦ ἀέρος. οὔσης οὖν, φησί, ταύτης τῆς ἀναλογίας τῶν κινήσεων καὶ τῶν χρόνων αὐτῶν καὶ ἔτι τῶν δι’ ὧν κινοῦντι εἰ γὰρ ἔστι, φησί, διὰ κενοῦ κίνησις, ἐν χρόνῳ πάντως γενήσεται), ἕξει οὖν λόγον τινὰ ὁ χρόνος ὁ διὰ τοῦ κενοῦ πρὸς τὸν χρόνον τὸν διὰ τοῦ πλήρους. οὐκοῦν καὶ τὸ κενὸν πρὸς τὸ σῶμα ἕξει λόγον τινά. τοῦτο δὲ ἀδύνατον· οὐδένα γὰρ λόγον ἐνδέχεται ἔχειν τὸ μηδὲν πρὸς τὸ ὄν· οὐδὲ ἄρα οἱ χρόνοι τῶν κινήσεων ἕξουσι λόγον πρὸς ἀλλήλους. ἀλλὰ μὴν πᾶς χρόνος πεπερασμένος πρὸς πάντα χρόνον πεπερασμένον λόγον ἔχει τινά· ἐν οὐδενὶ ἄρα χρόνῳ διὰ τοῦ κενοῦ κινηθήσεται, ταὐτὸν δὲ εἰπεῖν οὐ κινηθήσεται· οὐδεμία γὰρ κίνησις ἄχρονος. καὶ τὸ ἕτερον δὲ ἐπιχείρημα δῆλον, ὅτι εἰ διὰ κενοῦ κίνησις εἴη, συμβήσεται διὰ κενοῦ καὶ διὰ πλήρους τὸ αὐτὸ διάστημα κινηθῆναι, ὅπερ ἄτοπον. ἐὰν γὰρ λάβω λεπτομερέστερον τοῦ ἀέρος σῶμα τοῦτον τὸν λόγον ἔχον πρὸς τὸν ἀέρα, ὃν ὁ χρόνος τοῦ κενοῦ λόγον ἔχει πρὸς τὸν χρόνον τοῦ ἀέρος, καὶ ἐναποθῶμαι τοῦτο ἐν τῷ διαστήματι τοῦ κενοῦ, ἐν τοσούτῳ χρόνῳ κινηθήσεται διά τοῦ λεπτοτάτου σώματος, ἐν ὅσω ἐκινεῖτο διὰ τοῦ κενοῦ· ὥστε ἐν τῶ αὐτῷ χρόνῳ ἴσον διάστημα πλῆρές τε ὂν καὶ κενὸν κινηθήσεται, ὅπερ ἀδύνατον. ταῦτα μὲν οὖν τὰ ἐπιχειρήματα ἐκ τῆς διαφορᾶς τῶν δι’ οὗ ἡ κίνησις τίθησιν, ἀλλὰ κἄν τὸ αὐτὸ μὲν λάβωμεν δι’ οὗ ἡ κίνησις, διάφορα δὲ τὰ κινούμενα, εὑρήσομεν πάλιν, φησίν, ἀδύνατον τὸ ἐπὶ κενοῦ κίνησιν γενέσθαι. ἡμεῖς μὲν γάρ φησίν, ὅταν ἐπὶ τοῦ αὐτοῦ δύο ἄνισα ἢ ἀνόμοια κινῶνται μὴ ἐν τῷ αὐτῷ χρόνῳ, ἔχομεν τὴν αἰτίαν ἀποδιδότοῦτο] ναι, ὅτι τὸ βαρύτερον θάττον διαιροῦν τὸ μεταξὺ ἐν ἐλάττονι χρόνῳ καταμέρεται φέρεται (ὁμοίως δὲ καὶ ἐν τοῖς ἰσοόγκοις, ἀνομοιοσχήμοσι δέ, τὸ πλείονα διαιροῦν ἄερα, τοιοῦτον δέ ἐστι τὸ πλατύ, βραδύτερον καταφέρεται, τὸ δὲ ἐλάττονα ταχύτερον· θάττον γὰρ ὁ ἐλάττων διαιρεῖται ἢ ὁ πλείων), εἰ δὲ διὰ κενοῦ εἴη ἡ κίνησις. μηδενὸς ὄντος τοῦ διαιρουμένου πάντα ἰσοταχῆ ἔσται· διὰ τί γὰρ τὸ μὲν μᾶλλον, τὸ δὲ βραδύτερον κινηθήσεται; ἀλλ’ ἀδύνατον ἰσοταχῶς πάντα κινεῖσθαι· ἀδύνατον ἄρα ἐπὶ κενοῦ γενέσθαι κίνησιν. Τὰ μὲν οὖν ἐπιχειρήματα, δι’ ὧν ἐκ τῆς κινήσεως ἀν·αιρεῖ τὸ εἶναι κενόν, ταῦτά ἐστι, πρῶτον δὲ τὸ τελευταῖον ἐπισκεψώμεθα, λέγω δὴ εἰ ἀνάγκη κενοῦ ὑποτεθέντος ἰσοταχῆ εἶναι πάντα τὰ δι’ αὐτοῦ κινούμενα, ὡς ἔνθω τὸ εἶναι κίνησιν διὰ κενοῦ ἀνῃρῆσθαι. ἐκείνῳ δὲ τέως ἐπιστῆσαι χρή, ὅτι δι’ ὧν τοῦτο κατασκευάζει, αὐτὸς τὰς ἑαυτοῦ θέσεις ἀναιρεῖ· εἰ γὰρ ἡ διαφορὰ τῶν κινήσεων γίνεται μὴ μόνον παρὰ τὸ διαφέρειν τὰ σώματα δι’ οὗ ἡ κίνησις, ἀλλὰ καὶ παρ’ αὐτὰ τὰ κινούμενα, εἰ τὸ μὲν βαρύτερον εἴη τὸ δὲ κουφότερον, ἔστι τις δηλονότι καὶ ἐν τοῖς κινουμένοις αἰτία τῆς ἀνίσου κινήσεως καὶ παρὰ τὴν ἐγγινομένην τῆς κινήσεως διαφορὰν ἐκ τοῦ διαφέρειν τὰ σώματα δι’ ὧν ἡ κίνησις γίνεται. εἰ δὲ τοῦτο, κἂν διὰ κενοῦ δηλονότι κινῷντο, διαφόρου οὔσης τῆς κινητικῆς ἐν αὐτοῖς αἰτίας δίφορον ἀνάγκη εἶναι καὶ τὴν κίνησιν. εἰ δὲ δύο ἀνίσων ὄντων ὄγκων, τοῦ μὲν εἰ τύχοι ταλαντιαίου τοὺ δὲ λιτριαίου, καὶ ἐπὶ κενοῦ γινομένης αὐτῶν τῆς κινήσεως οὐοεμια γίνεται ἀυτῶν αυτων κάτα τὸ θᾶττον καὶ βραδύτερον, ἀλλὰ τῶν ἀνίσων ἰσοταχὴς ἡ κίνησις γίνεται ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς φύσεως τοῦ κενοῦ γινομένη, ἐὰν ἄρα τὸ κενὸν τοῦτο, δι’ οὗ τὰ ἀνισόρροπα ἰσοταχῶς κινοῦνται, πληρώσωμεν ἀερίου σώματος, εὔλογον καὶ διὰ τοῦ ἀέρος ἰσοταχῶς αὐτὰ κινεῖσθαι, οὐ γὰρ δὴ ἡ τοῦ ἀέρος φύσις ἐπεισελθοῦσα δέδωκέ τι τῇ οὐσίᾳ αὐτῶν, καὶ ἐποίησε τὸ μὲν μᾶλλον κατώφορον τὸ δὲ ἧττον· οὐδὲν γὰρ ἔδρασέ τι εἰς τὴν οὐσίαν αὐτῶν, οὐδὲ μείζονα ῥοπὴν ἔν τινι αὐτῶν ἐνεποίησεν. ἀλλὰ τοῦτο ἀδύνατον, ἰσοταχῶς ἐπὶ τοῦ αὐτοῦ κινεῖσθαι τὰ ἄνισα. εἰ δὲ προσφιλονεικοῦντες λέγοιεν ὅτι ναί, τὰ ἄνισα διὰ μὲν κενοῦ κινούμενα ἰσοταχῶς κινηθήσονται, διὰ δὲ σώματος ἀνισοταχῶς, εὔδηλον δήπου ὅτι τὸ ὑποτεθὲν σῶμα δι’ οὗ ἡ κίνησις μόνον τῆς ἀνίσου κινήσεως αἴτιον οὐδεμιᾶς οὔσης διαφορᾶς παρ’ αὐτὰ τὰ κινούμενα οὗ γὰρ ἀναιρεθέντος ἡ διαφορὰ τοῦ θάττονος καὶ βραδυτέρου ἀνῄρηται, τοῦτο τῆς διαφορᾶς ταύτης μόνον ἂν εἴη αἴτιον· μόνον ἄρα τὸ δι’ οὗ ἡ κίνησις τῆς ἀνίσου κινήσεως αἴτιον ἔσται), τοῦτο δέ, πρὸς τῷ καὶ τὰς αὐτοῦ Ἀριστοτέλους ἀναιρεῖν θέσεις, καὶ ψεῦδος προφανῶς ὂν ἐλέγχεται. εἰ γὰρ τοῦτο ᾦ μόνον τῆς ἀνίσου κινήσεως αἴτιον, ἔδει τὰ ἄνισα σώματα κατὰ τὰς ῥοπὰς δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ κινούμενα σώματος ἰσοταχῶς κινεῖσθαι μηδεμιᾶς γινομένης παρὰ τὰς ῥοπὰς διαφορᾶς, μόνον δὲ γίνεσθαι ἄνισον κίνησιν | διαφόρων ὄντων τῶν δι’ οὗ, τοῦτο δὲ παρὰ τὴν ἐνάργειαν· ἐναργῶς γὰρ τὰ ἄνισα διὰ τοῦ αὐτοῦ κινούμενα ἀνισοταχῶς κινοῦντι, ὡς δὴ διαφόρων οὐσῶν ἐν αὐτοῖς τῶν κινητικῶν αἰτιῶν, ἃς ἀνάγκη διαφόρους οὔσας αὐτὰς δι’ ἑαυτὰς διαφόρους ποιεῖσθαι καὶ τὰς ἐνεργείας, κἄν μὴ διὰ σώματος ἀλλὰ διὰ κενοῦ κινῶσι τὰ ὑποκείμενα αὐταῖς σώματα. ἄλλως τε αὐτὸς εἰρηκὼς δύο εἶναι αἰτίας τῆς ἀνισοταχοῦς κινήσεως, τό τε διαφέρειν τὸ δι’ οὗ καὶ τὸ διαφέρειν τὸ φερόμενον, πῶς ἐστι τὸ δι’ οὗ διαφόρου κινήσεως αἴτιον προσέθηκε· “τὸ μὲν οὖν δι’ οὗ φέρεται” φησιν “αἴτον, ὅτι ἐμποδίζει καὶ ἀντιφερόμενον καὶ μένον, διὰ τὸ δεῖσθαι διαιρέσεως. εἰ τοίνυν δύο μὲν αἴτια τοῦ μὴ ἰσοταχῶς πάντα κινεῖσθαι τὰ κινούμενα, ἥ τε διαφορὰ τῶν δι’ οὗ καὶ ἡ διαφορὰ τῶν φερομένων, ἡ δὲ παρὰ τὸ δι’ οὗ αἰτία ὡς ἐμποδιστικὴ αἰτία ἐστίν, ἡ ἄρα παρὰ τὴν διαφορὰν τῶν κινουμένων αἰτία ὡς ποιητικὴ αἰτία ἔσται· οὐ γὰρ ἂν ἄλλην ἐπινοήσειέ τις. ἐὰν ἄρα ὑπεξαιρεθῇ τὸ ἐμποδίζον, μένει οὐδὲν ἧττον ἡ ἐν τοῖς κινουμένοις τῆς ἀνίσου κινήσεως αἰτία ποιητικὴ οὖσα. οὐ γὰρ δὴ ἡ βαρύτης ἐν σχέσει ἄλλου τὸ εἶναι ἔχει· ποιότης γάρ ἐστιν αὐτὴ καθ’ αὑτὴν ὑπάρχουσα τοῖς σώμασιν. ἐπεὶ οὖν ἡ βαρύτης τὸ ποιητικόν ἐστιν αἴτιον τῆς ἐπὶ τὸ κάτω κινήσεως, ὡς καὶ αὐτῷ δοκεῖ, ὄντος καὶ διαστήματος δι’ οὗ ἐνεχθείη τὸ κινούμενον, λέγω δὴ τοῦ κενοῦ, οὔσης καὶ τῆς ποιητικῆς αἰτίας τῆς κινήσεως διαφόρου, καὶ μηδενὸς ὄντος τοῦ ἐμποδίζοντος, ἀνάγκη πᾶσα ἄνισον γενέσθαι καὶ τὴν διὰ τοῦ κενοῦ κίνησιν· ὥστε καὶ εἰ κενὸν ἦν, οὐκ ἀνῄρητο ἡ ἄνισος κίνησις. καὶ ἄλλως εἰ μὴ αὐτὰ καθ’ αὑτὰ τὰ ἄνισα σώματα, κἄν μὴ διὰ σώματος κινῶνται ἀλλὰ διὰ κενοῦ, ἔχουσι τὸ αἴτιον τῆς ἀνίσου κινήσεως, τί δήποτε διὰ τοῦ ἀέρος κινουμένου τοῦ ταλαντιαίου βάρους καὶ τοῦ λιτριαίου θᾶττον καταφέρεται τὸ ταλαντιαῖον; ὁμοίου γὰρ ὄντος ἑαυτῷ τοῦ ἀέρος, καὶ τῶν σωμάτων αὐτῶν καθ’ αὑτὰ ἰσοταχῶν ὄντων, τί ἐστι τῆς ἀνίσου κινήσεως τὸ αἴτιον; εἷς γὰρ ὢν καὶ αὐτὸς ὁ ἀὴρ τῶν αὐτῶν αἴτιος ὤφειλεν εἶναι. δῆλον οὖν ὅτι αἱ ῥοπαὶ τῶν σωμάτων πεφυκυῖαι ἡ μὲν μᾶλλον φέρεσθαι κάτω ἡ δὲ ἧττον, ταύτῃ τὴν διαφορὰν τῆς ἀνίσου κινήσεως ἴσχουσιν· ἡ γὰρ μᾶλλον κατώφορος μᾶλλον διαιρεῖ. τίνα γὰρ ἄλλην ἀποδώσομεν αἰτίαν τοῦ θᾶττον διαιρεῖσθαι ὑπὸ τοῦ βαρυτέρου τὸν ἀέρα, ἢ ὅτι τὸ μείζονα ἔχον τὴν ῥοτὴν τὴν βαρεῖαν μᾶλλον κατώφορόν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν, κἂν μὴ διὰ σώματος κινῆται: μᾶλλον δὲ κατώφορον ὂν μᾶλλον ὠθεῖ τὸν ἀέρα τῇ βίᾳ τῆς ῥύμης, μᾶλλον δὲ ὠθούμενος ὁ ἀὴρ θάττον ὑπεξίσταται. ὥστε εἰ τῷ μᾶλλον κατώφορον εἶναι μᾶλλον τέμνει, κἄν μηδὲν ᾖ τὸ τεμνόμενον, μᾶλλον ἔσται κατώφορον οὐδὲν ἧττον. οὐδὲ γὰρ τὸ μείζονα ῥοπὴν ἔχον διὰ τὸ μᾶλλον τέμνειν μᾶλλόν ἐστι κατώφορον, ἀλλὰ διὰ τὸ μᾶλλον εἶναι κατώφορον μᾶλλον τέμνει· ἕπεται γὰρ οὐ τὸ φέρεσθαι τῷ τέμνειν, ἀλλὰ τὸ τέμνειν τῷ φέρεσθαι, ὅταν διὰ σώματος ἡ φορὰ γίνηται. εἰ δὲ τὸ μᾶλλον εἶναι κατώφορα ἢ ἧττον ἐξ αὑτῶν ἔχει τὰ σώματα, κἄν ἐπὶ κενοῦ δηλονότι κινηθῶσιν, ἕξουσιν ἐν ἑαυτοῖς τὴν τοιαύτην διαφοράν, καὶ κινηθήσεται τὸ αὐτὸ διάστημα κενὸν ὂν τὸ βαρύτερον ἐν ἐλάττονι χρόνῳ ἐν πλείονι δὲ τὸ ἧττον βαρύ, οὐ διὰ τὸ ἧττον ἐμποδίζεσθαι ἢ μᾶλλον, ἀλλὰ διὰ τὸ κατώφορον εἶναι μᾶλλον ἢ ἧττον κατὰ τὴν ἀναλογίαν τοῦ ἐμφύτου βάρους. οὐ γὰρ τῶν πρός τι αἱ ποιότητες, οὐδὲ ἐν σχέσει τῇ πρὸς ἀλλήλας τὸ εἶναι ἔχουσιν, ὥσπερ τὸ ὁρατὸν καὶ ἡ ὄψις. τὸ γοῦν χρῶμα ὡς μὲν ὁρατὸν τῶν πρός τί ἐστιν, ὡς μέντοι χρῶμα λευκὸν ἢ μέλαν ἄλλο τί ἐστι καὶ οὐ τῶν πρός τι· οὐ γὰρ τὸ εἶναι χρώματι αὐτῷ " δι’ ἄλλο ὕπαρχε, ἀλλὰ δι’ αὑτό· ποιότης γὰρ τὸ χρῶμα. οὕτω καὶ ἡ βαρύτης καὶ ἡ κουφότης οὐ δι’ ἄλλο τι ὑπάρχει τοῖς ἔχουσι βάρος ἢ κουφότητα, ἢ δι’ αὑτά, ἔστι δὲ βαρύτης μὲν ποιητικὸν αἴτιον τῆς ἐπὶ τὸ κάτω φορᾶς, κουφότης δὲ τῆς ἐπὶ τὸ ἄνω, ὅταν οὖν ἐν τῷ παρὰ φύσιν ὑπάρχωσι τόπῳ τὰ ἔχοντα βάρος ἢ κουφότητα μηδενὸς ὄντος τοὺ ἐμποδίζοντος. ἡ γὰρ ἀνεχομένη βῶλος ἢ κρεμαμένη ἐν τῷ ἀέρι, ἐν τῷ παρὰ φύσιν οὖσα τόπῳ, ὅμως οὐ φέρεται ἐπὶ τὸ κάτω διὰ τὸ ἐμποδίζον. καὶ ἐν τῷ ὕδατι δὲ τὸ ξύλον οὐ πέφυκε κινεῖσθαι καὶ φέρεσθαι ἐπὶ τὸ κάτω, ἀλλ’ ἐποχεῖται τῷ ὕδατι διὰ τὸ μανότερον εἶναι κατὰ τὴν τῶν μορίων θέσιν, καὶ πολὺν ἔχειν κατεσπαρμένον ἐνεργείᾳ ἀέρα· ἐπεὶ οὗν οὐ πέφυκεν ὑφιζάνειν τῷ ὕδατι ὁ ἀήρ, ἐπιπολάζειν δὲ αὐτῷ, διὰ τοῦτο οὐ φέρεται τὸ ξύλον δι’ ὕδατος ἐπὶ τὸ κάτω, ἀλλ’ ἀνέχεται ὑπὸ τοῦ ἐν αὐτῷ ἀέρος πολλοῦ ὄντος, ὅπερ καὶ ἐπὶ τῶν πεφυσημένων ἀσκῶν γίνεται. ὥστε καὶ ἐν τούτοις βιαιότερον ὂν τὸ ἐμποδίζον, ὁ ἀήρ, κωλύει τὴν κτὰ φύσιν τοῦ ξύλου ἐπὶ τὸ κάτω φορὰν ἐν τῷ ὕδατι, ἐν μέντοι τῷ ἀέρι φέρεται τὸ ξύλον, ἐπειδὴ ἕκαστον ἐν τῇ ἑαυτοῦ ὁλότητι ὂν οὐ πέφυκεν ἐνεργεῖ κατὰ τὴν ἔμφυτον ῥοπήν· τοῦ οὖν ἐν τῷ ξύλῳ ἀέρος ἐν τῷ ἀέρι μὴ ἐνεργοῦντος κατὰ τὴν ἔμφυτον ῥοπήν, ἡ φυσικὴ τοῦ ξύλου βαρύτης διὰ τὸ ἐν τῷ παρὰ φύσιν εἶναι τόπῳ κινεῖ ἐπὶ τὸ κάτω τὸ ξύλον. καὶ ὅτι ὁ κατεσπαρμένος ἐν τοῖς ξύλοις ἐνεργεία ἀὴρ οὗτος μὴ πεφυκὼς ὑφιζάνειν τῷ ὕδατι φέρεται ἐπὶ τὴν οἰκείαν ὁλότητα, καὶ ταύτῃ τὸ ξύλον ἐπιπολάζειν ποιεῖ τῷ ὕδατι (ὅπερ, ὡς εἶπον, καὶ ἐπὶ τῶν ἀσκῶν συμβαίνει), δείκνυσι τὰ πυκνότερα τῶν ξύλων, οἷον πύξος καὶ ἔβενος· τῇ γὰρ πυκνότητι τῆς οὐσίας οὐκ ἔχουσαι ἐγκατεσπαρμένον ἀέρα τὸν ἀνωθοῦντα, φέρονται ἐπὶ τὸ κάτω καὶ δι’ ὕδαιος ὑπὸ τῆς ἐμφύτου βαρύτητος μηδενὸς ἐμποδίζοντος. οὕτως ἄρα πανταχοῦ ἡ ἔμφυτος ῥοπὴ φέρεται ἐπὶ τὸ οἰκεῖον δι’ οὐδὲν ἕτερον ἡ δι’ ἑαυτήν, εἰ μὴ εἴη τι τὸ ἐμποδίζον. εἰ τοίνυν τὸ | κατώφορον ἢ ἀνώφορον ἔχουσιν " αἱ ῥοπαὶ οὐ διὰ τὴν πρὸς ἄλλο σχέσιν, ἀλλὰ δι’ ἑαυτάς, διαφόρου οὔσης τῆς βαρύτητος ἐν τοῖς σώμασι διάφορον ἀνάγκη καὶ τὴν κάτω φορὰν εἶναι, οὐ δι’ ἄλλο τι ἢ δι’ ἑαυτήν· οὐδεμία γὰρ ῥοπὴ τῶν πρός τι. τὰ αὐτὰ καὶ ἔπι κουφότητος ἐροῦμεν. Ὅτι μὲν οὖν καὶ εἰ διὰ κενοῦ ἐγίνετο ἡ κίνησις, οὐκ ἦν ἀνάγκη ἰσοταχῶς πάντα κινεῖσθαι, οὐδὲ ἔχει τι ἀναγκαῖον τὸ ἐπιχείρημα δι’ οὗ τοῦτο δοκεῖ κατασκευάζειν ὁ Ἀριστοτέλης, μετρίως δέδεικται, τούτου δὲ δεδειγμένου καὶ τὸ πρότερον πρόβλημα ἄν εἴη συναποδεδειγμένοι, λέγω δὴ ὅτι ἐνδέχεται διὰ κενοῦ κίνησιν γενέσθαι ἐν χρόνῳ. εἰ γὰρ ὅλως τὸ θᾶττον καὶ βραδύτερον τῶν κινήσεων καὶ κενοῦ ὄντος οὐδὲν ἧττον σῴζεται, τὸ δὲ θάττον καὶ βραδύτερον χρόνῳ κρίνεται (τὸ γὰρ ἐν πλείονι χρόνῳ τὸ αὐτὸ κινηθὲν διάστημα βραδυκινητότερον, ὥσπερ οὖν τὸ ἐν ἐλάττονι ταχυκίνητον), δῆλον ὅτι καὶ τὰ ἐπὶ κενοῦ κινούμενα, εἴ γε κενὸν ἦν δι’ οὗ ἡ κίνησις ἐγίνετο, ἐν χρόνῳ πάντως ἄν ἐκινήθη θῆ. ὅτι δὲ οὐδ’ ἃ δοκεῖ συνάγειν ἄτοπα ὁ Ἀριστοτέλης ὡς ἑπόμενα τῷ λόγῳ τῷ λέγοντι διὰ κενοῦ δύνασθαι κίνησιν γενέσθαι, οὐχ ἕπεται τῷ λόγῳ τούτῳ, δείξομεν ἐφεξῆς. εἰ γὰρ τὸ κατώφορα εἶναι τὰ σώματα μὴ δι’ ἄλλο τι ἔχουσιν ἢ διὰ τὰς ἐμφύτους ῥοπάς, καὶ διὰ τοῦτο τὸ μᾶλλον βαρὺ ἐν πλείονι χρόνῳ καταφέρεται. κἂν διὰ κενοῦ ἡ κίνησις γίνηται, καὶ ἔτι εἰ τὸ σῶμα, δι’ οὗ κινοῦνται τὰ διὰ σώματος κινούμενα, ἐμποδιστικόν ἐστι τῶν φερομένων, ἔστι δηλονότι ὁ χρόνος, ὃς δαπανᾶται ἐν ἑκάστῃ κινήσει, κατὰ τὴν ἀναλογίαν τῶν ἐνυπαρχουῶν ῥοπῶν ἐν τοῖς σώμασι, κἂν μηδὲν ᾖ τὸ ἐμποδίζον, λέγω δὴ σῶμά τι δι’ οὗ ἡ κίνησις γίνεται, οἷον ἀὴρ ἢ ὕδωρ. εἰ γὰρ τὸ δι’ οὗ ὡς ἐμποδιστικὸν τῆς ἀνίσου κινήσεως αἴτιόν ἐστιν, αἱ ἄρα φυσικαὶ ῥοπαὶ ὡς ποιητικαὶ αἰτίαι ἂν εἶεν. ὥστε κἂν ἀναιρεθῇ τὸ ἐμποδίζον, δαπανᾶταί τις χρόνος ἐν τῇ ἑκάστου κινήσει κατὰ τὴν ἀναλογίαν τῆς μείζονος ἢ ἐλάττονος ῥοπῆς ἢ πλείων ἢ ἐλάττων. εἰ δὲ δαπανᾶταί τις χρόνος δι’ ἑκάστην τῶν ῥοπῶν αὐτὴν καθ’ αὑτὴν ἐν τῆ κινήσει, οὐδέποτε συμβήσεται ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἴσον διάστημα πλῆρές τε ὂν καὶ κενὸν ἓν καὶ τὸ αὐτὸ κινηθῆναι. εἰ γὰρ σταδιαῖόν τι διάστημα κινηθείη τι πεπληρωμένον ἀέρος, καὶ μὴ ἔστι τὸ κινούμενον καθ’ ἓν καὶ τὸ αὐτὸ νῦν ἔν τε τῇ ἀρχῇ τοῦ σταδίου καὶ ἐν τῷ τέλει, δαπανᾶται μέν τις χρόνος καὶ διὰ ταῦτα καθ’ αὑτὰ τὰ] φερόμενα σώματα, καὶ εἰ κενὸν ἦν τὸ διάστημα, μέχρις ἂν ἐκ τῆς ἀρχῆς ἀφίκηται ἐπὶ τὴν τελευτήν (οὐ γάρ, ὡς εἶπον, ἐν τῷ αὐτῷ νῦν ἐν ἀμφοτέροις ἐστὶ τοῖς ἄκροις), δαπανᾶται δέ τις καὶ ἄλλος χρόνος διὰ τὸ ἐμποδίζον· ἡ γὰρ ὦσις, ἤγουν διαίρεσις, δυσκινητότερον ποιεῖ τὸ φερόμενον. ὥστε ὅσῳ ἂν λεπτομερέστερος ἐπινοηθείη ὁ ἀὴρ δι’ οὗ κινεῖται, τᾶι, τοσούτῳ καὶ ὁ χρόνος ὃν ἐδαπάνα εἰς διαίρεσιν τοῦ ἀέρος μειωθήσεται, κἄν ἐπ’ ἄπειρον λεπτύνηται τὸ σῶμα, ἐπ’ ἄπειρον καὶ ὁ χρόνος μειωθήσεται (ἐπ’ ἄπειρον γὰρ διαιρετὸς ὁ χρόνος), οὐδέποτε μέντοι ἥξει, κἀν ἐπ’ ἄπειρον λεπτύνηται τὸ σῶμα, εἰς τοῦτον τὸν χρόνον ὃν καὶ οἶά κενοῦ κινούμενον τοῦ σταδιαίου διαστήματος ἐδαπάνα. σαφέστερον δὲ δι’ ὑποδειγμάτων ποιήσω τὸν λόγον. εἰ λίθος εἴη τὸ κινούμενον, καὶ κινηθείη ἐπὶ τοῦ σταδιαίου διαστήματος κενοῦ ὄντος, ἔσται μέν τις ἐξ ἀνάγκης χρόνος, ὃν δαπανήσει κινούμενος σταδιαῖον διάστημα, οἷον ὥρα. ἐὰν δὲ τοῦτο τὸ σταδιαῖον διάστημα πλῆρες ὕδατος ἐπινοήσωμεν, οὐκέτι ἐν τῇ μιᾷ κινηθήσεται ὥρᾳ τὸ σταδιαῖον, ὠὰ προστεθήσεταί τις καὶ ἄλλος χρόνος διὰ τὸ ἐμποδίζον. δαπανάσθω οὖν εἰς διαίρεσιν τοῦ ὕδατος ἑτέρα μία ὥρα. ὥστε τὸ αὐτὸ βάρος διὰ κενοῦ μὲν ἐν ὥρᾳ κεκίνηται, δι’ ὕδατος δὲ ἐν δύο ὥραις. ἐὰν οὗν λεπτύνῃς τὸ ὕδωρ καὶ ποιήσῃς ἀέρα, εἰ διπλασίως εἴη λεπτότερος τοῦ ὕδατος ὁ ἀήρ, τοσούτῳ καὶ ὁ χρόνος μεινθήσεται ὃν ἐδαπάνα ἐν τῇ τοῦ ὕδατος διαιρέσει· ἦν δὲ ὥρα μία· ἐν τῆ ἄρα καὶ ἡμισείᾳ ὥρᾳ τὸ αὐτὸ διάστημα δι’ ἀέρος κινηθήσεται. κἄν πάλιν τὸν ἀέρα λεπύνῃς διπλασίως, ἐν μιᾷ καὶ ιειάρτῳ ὥρας κινηθήσεται. κἄν ἐπ’ ἄπειρον λεπτύνῃς τὸ σῶμα, ἐπ’ ἄπειρον μὲν μειώσεις τὸν χρόνον ὃν ἐδαπάνα εἰς τὴν τοῦ σώιαατος διαίρεσιν, λέγω δὴ τὴν μίαν ὥραν, δὐδέποτε δὲ δαπανήσεις· ἐπ’ ἄπειρον γὰρ ὁ χρόνος διαιρετός. εἰ δὲ μηδέποτε δαπανᾷς τὸν χρόνον λεπτύνων τὸ σῶμα, ἀλλ’ ἀεὶ ἐπὶ σώματος γινομένης τῆς κινήσεως προστίθεται μόριόν τι καὶ τῆς ἄλλης ὥρας κατὰ τὴν ἀναλογίαν τῆς λεπτότητος τοῦ σώματος, εὔδηλον δήπου ὅτι οὐδέποτε ἐν ἴσῳ χρόνῳ τὸ στάδιον διὰ κενοῦ καὶ διὰ πλήρους κινηθήσεται. διὰ κενοῦ μὲν γὰρ ἐν μιᾷ ὥρᾳ ἐκινεῖτο, διὰ σώιuαιος δὲ ἐν μιᾷ καὶ μορίῳ. ὅσον γὰρ ἂν λεπτότερον ἐπινοηθείη τὸ σῶμα, οὐδέποτε δαπανᾶται ἡ ὥρα. ὥστε οὐδέποτε ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ διάστημα πλῆρές τε ὂν διεξελεύσεται καὶ κενόν. τοῦτο δὲ συνήγαγεν ὁ Ἀριστοτέλης διὰ τὸ τὰς ἰδίας ὑποδέσεις θέσεις ἀνελεῖν, λέγω δὴ τὸ γίνεσθαι διαφόρους τὰς κινήσεις καὶ παρ’ αὐτὴν τὴν τῶν κινουμένων διαφοράν. εἰ γὰρ γίνεταί τις χρόνος καὶ παρὰ τὰς διαφόρους ῥοπὰς διάφορος, γίνεται δέ τις καὶ ἄλλος χρόνος διὰ τὴν τοῦ σώματος διαίρεσιν δι’ οὗ ἡ κίνησις γίνεται, οὐδέποτε τὸ αὐτὸ διάστημα ἐν ἴσῳ χρόνῳ κινηθήσεταί τι πλῆρές τε ὂν καὶ κενόν. τὸ γὰρ λέγειν ὅτι <εἰ> ἐν δύο ὥραις τὸ στάδιον διὰ σώματος κινεῖται, ἐν δὲ μιᾷ διὰ ἐὰν λάβω τοσοῦτον λεπτομερέστερον σῶμα, οἷον διπλασίως λεπτόν, τὸ αὐτὸ ὦ διάστημα ἐν τῷ ἡμίσει τοῦ χρόνου, λέγω δὴ ἐν μιᾷ ὥρᾳ, διὰ του λεπτομερεστέρου σώματος κινηθήσεται· ἐκινεῖτο δὲ καὶ διὰ κενοῦ τὸ αὐτὸ διάστημα (??) τοῦτο δὲ παντελῶς ψεῦδος καὶ παρὰ τὴν ἐνάργειαν αὐτήν ἐστιν. οὐ γὰρ ἀληθῶς λαμβάνει ὅτι ὃν λόγον ἔχει πρὸς ἄλληλα τὰ δι’ ὧν ἡ κίνησις, τοῦτον τὸν λόγον ἔχουσι καὶ οἱ χρόνοι τῶν κινήσεων πρὸς ἀλλήλους, καὶ ἔμπλλιν ὃν οἱ χρόνοι τῶν κινήσεων λόγον ἔχουσι πρὸς ἀλλήλους, τοῦτον καὶ τὰ δι’ ὧν ἡ κίνησις τὸν λόγον ἕξουσι πρὸς Μήλα· πιθανὸν μὲν γὰρ εἶναι δοκεῖ τοῦτο· καὶ τὸν ἔλεγχον | αὐτόθεν οὐκ εὐφώρατον ρατον ἔχει διὰ τὸ μὴ δύνασθαι λαμβάνειν ποῖον λόγον ἔχει ὁ ἀὴρ πρὸς τὸ ὕδωρ κατὰ τὴν σύστασιν οἷον πόσῳ μέτρῳ παχύτερόν ἐστι τοῦ ἀέρος τὸ ὕδωρ ἢ ὅδε ὁ ἀὴρ ἄλλου ἀέρος, ἐξ αὐτῶν δὲ τῶν κινουμένων ἔστι τοῦτο ἐλέγξαι. εἰ γὰρ ὃν λόγον ἔχουσιν οἱ χρόνοι τῶν κινήσεων πρὸς ἀλλήλους, τοῦτον ἔχειν ἀνάγκη τὸν λόγον καὶ τὰ δι’ ὧν ἡ κίνησις ἑνὸς καὶ τοῦ αὐτοῦ ὄντος τοῦ κινουμένου δι’ ἀμφοῖν, ἐπειδὴ ἡ διαφορὰ τῶν κινήσεων οὐ μόνον παρὰ τὰ δι’ οὗ γίνεται, ἀλλὰ καὶ παρ’ αὐτὰ τὰ φερόμενα, εὔλογον δήπου, εἰ ἓν ἦν καὶ τὸ αὐτὸ δι’ οὗ ἡ κίνησις, διάφορα δὲ τὰ κινούμενα κατὰ τὰς ῥοπάς, ὃν λόγον ἔχουσιν αἱ ῥοπαὶ πρὸς ἀλλήλας, τοῦτον ἔχειν τὸν λόγον καὶ τοὺς χρόνους τῶν κινήσεων πρὸς ἀλλήλους, οἷον εἰ διπλασίων ἡ ῥοπή, ἐν τῷ ἡμίσει χρόνῳ γενέσθαι τὴν κίνησιν, καὶ εἰ τὸ διλιτριαῖον βάρος ἐν ὥρα σταδιαῖόν τι διάστημα δι’ ἀέρος καταφέρεται, τὸ λιτριαῖον ἐν ἡμιωρίῳ κατενεχθήσεται τὸ αὐτὸ διάστημα, καὶ ἔμπαλιν ὃν οἱ χρόνοι λόγον ἔχουσι πρὸς ἀλλήλους, τοῦτον ἔχειν ἀνάγκη καὶ τὰ κινούμενα τὸν λόγον. τοῦτο δὲ παντελῶς ἐστι φεῦδος. καὶ τοῦτο ἔστι πιστώσασθαι κρεῖττον πάσης διὰ λόγων ἀποδείξεως ἐξ αὐτῆς τῆς ἐναργείας. πολλῷ γὰρ πάνυ μέτρῳ διαφέροντα ἀλλήλων δύο βάρη ἅμα ἀφεὶς ἐκ τοῦ αὐτοῦ ὕψους ὄψει ὅτι οὐχ ἕπεται τῇ ἀναλογίᾳ τῶν βαρῶν ἡ ἀναλογία τοῦ χρόνου τῶν κινήσεων, ἀλλὰ πάνυ ἐλαχίστη τις ἡ διαφορὰ κατὰ τοὺς χρόνους γίνεται, ὡς εἰ μὴ πολλῷ πάνυ μέτρῳ διαφέροιεν ἀλλήλων τὰ βάρη, ἀλλ’ οἷον τὸ μὲν διπλάσιον εἴη τὸ δὲ ἥμισυ, οὐδὲ διαφοράν τινα σχήσουσιν οἱ χρόνοι τῶν κινήσεων, ἤ, εἰ καὶ σχήσουσιν, οὐκ αἰσθητὴν ἕξουσι, καίτοι τῶν βαρῶν οὐ τοιαύτην ἐχόντων τὴν διαφοράν, ἀλλὰ διπλασίῳ λόγῳ ἔχοντος τοῦ ἑτέρου πρὸς τὸ ἕτερον. εἰ δὲ διαφόρων ὄντων τῶν κινουμένων, ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ δι’ οὗ κινοῦνται, οὐχ ὃν λόγον ἔχουσι πρὸς ἄλληλα τὰ σώματα, τοῦτον ἔχουσι πρὸς ἀλλήλους τὸν λόγον καὶ οἱ χρόνοι τῶν κινήσεων, καὶ ἔμπαλιν οὐχ ὃν λόγον ἔχουσιν οἱ χρόνοι, τοῦτον καὶ τὰ κινούμενα, εὔλογον δήπου, κἂν τὰ αὐτὰ μὲν καὶ ὅμοια ᾖ τὰ κινούμενα, διάφορα δὲ τὰ δι’ ὧν κινοῦνται, οἷον ἀὴρ καὶ ὕδωρ, μὴ ὃν λόγον ἔχουσι πρὸς ἄλληλα ὁ ἀὴρ καὶ τὸ ὕδωρ, τοῦτον ἔχειν τὸν λόγον καὶ τοὺς χρόνους τῶν κινήσεων τὸν διὰ τοῦ ἀέρος καὶ τὸν διὰ τοῦ ὕδατος, μηδὲ ὃν λόγον ἔχουσιν οἱ χρόνοι πρὸς ἀλλήλους, τοῦτον ἔχειν καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα δι’ ὧν ἡ κίνησις. εἰ δὲ μὴ ἕπεται τῷ λόγῳ τῆς διαφορᾶς τῶν σωμάτων ἡ διαφορὰ τῶν χρόνων, ἐὰν ἄρα διπλασίως λε- πιόν τι σῶμα ληφθῇ, οὐκ ἐν τῷ ἡμίσει χρόνῳ κινηθήσεται, ἀλλ’ ἐν πλείονι, καί, ὅπερ ἐν τοῖς ἔμπροσθεν εἶπον, ὅσῳ ἄν λεπτύνηται τὸ σῶμα, μειοῦται μὲν ὁ χρόνος ὁ προστιθέμενος ἐκ τῆς τοῦ σώματος διαιρέσεως, οὐδέποτε δὲ δαπανᾶται καὶ μειοῦται κατὰ τὴν ἀναλογίαν τῆς λεπτύνσεως, ὡς εἴρηται· οὐδὲ γὰρ τὸ διπλασίως λεπτὸν ἐν τῷ ἡμίσει κινηθήσεται χρόνῳ. ὥστε εἰ μὴ ὅσῳ λεπτύνεται τὸ σῶμα, τοσούτῳ μέτρῳ μειοῦται ὁ χρόνος, μειούμενός τε τῷ τὸ σῶμα λεπτύνεσθαι οὐδέποτε δαπανᾶται ὁ χρόνος ὁ ἐκ τῆς διαιρέσεως τοῦ δι’ οὗ γίνεται ἡ κίνησις σώματος προστι- θεμένου, οὐδέποτε ἄρα ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ διάστημα πλῆρές τε ὂν καὶ κενὸν κινηθήσεταί τι. τούτων δεδειγμένων κἀκεῖνο ἔσται ὅτι οὐδέποτε τὸ κενὸν λόγον τινὰ ἕξει πρὸς τὸ πλῆρες, οὐδὲ ἕπεται τοῦτο τῷ λέγειν διὰ κενοῦ δύνασθαι γενέσθαι ·κίνησιν. Οτι μὲν οὖν τὸν αὐτὸν λόγον οὐδέποτε ἕξει τὸ κενὸν πρὸς τὸ πλῆρες, πρόδηλον, ἐπεὶ μηδὲ τοὺς χρόνους τοὺς αὐτοὺς ἐνδέχεται εἶναι, τόν τε διὰ κενοῦ καὶ τὸν διὰ πλήρους, ἴσων ὄντων τῶν διαστημάτων, καὶ ὅτι τῶν χρόνων λόγον τινὰ ἐχόντων πρὸς ἀλλήλους οὐκ· ἀνάγκη καὶ τὰ δι’ ὧν ἡ κίνησις τοῦτον ἔχειν τὸν λόγον πρὸς ἄλληλα, εἴρηται· ὅτι δὲ οὐδ’ ὅλως λόγον τινὰ τὸν τυχόντα ἕξει τὸ κενὸν πρὸς τὸ πλῆρες, κἄν οἱ χρόνοι τῶν κινήσεων πρὸς ἀλλήλους λόγον τινὰ ἔχωσι, δῆλον ἐντεῦθεν. εἰ γὰρ ἡ διαφορὰ τῶν κινήσεων μὴ μόνον παρὰ τὰ δι’ οὗ γίνεται, ἀλλὰ καὶ παρ’ αὐτὰ τὰ φερόμενα. τὸ δὲ δι’ οὗ αἴτιον γίνεται τοῦ χρόνου τῆς κινήσεως ἐμποδιστικόν, ἐμποδίζει δὲ τῇ συστάσει τῆς σωματότητος χρόνου δεομένης ἵνα διαιρεθῇ, ὅταν δὲ διὰ κενοῦ γίνηται ἡ κίνησις, χρόνος μὲν δαπανᾶται, διότι ἁπλῶς πᾶσα κίνησις ἐν χρόνῳ, διὰ τὸ μὴ ἐνδέχεσθαι τὸ κινούμενον ἅμ εἶναι ἐν ἀμφοτέροις τοῖς ἄκροις, τοσόσδε μέντοι ἢ τοσόσδε χρόνος διὰ τὴν οἰκείαν ἑκάστου ῥοπὴν γίνεται, δι’ αὐτὸ δὲ τὸ κενόν, ᾗ κενόν ἐστιν, οὐδένα οαπανᾳ χρόνον τὰ κινουμενα ὡς διὰ τὸ σωμα, ὅταν οἴα σώματος κινῶνται οὐδὲ γὰρ ὅλως ἔστι τις σύστασις τοιαύτη τοῦ κενοῦ, οἷον σωματότης τις, ὥστε καὶ δεῖσθαι διαιρέσεως, ἀλλὰ μόνον ὑπόκειται ὡς διάστημα ἀσώματον τῷ φερομένῳ καὶ χώρα μηδὲν αὐτῷ τὸ σύνολον ἐμποδίζον), πῶς οἷόν τε λέγειν ὅτι εἰ διὰ κενοῦ εἴη κίνησις, λόγον τινὰ ἕξει τὸ κενὸν πρὸς τὸ πλῆρες κατὰ τὴν σύστασιν; εἰ γὰρ διὰ μὲν τὴν σωματικὴν σύστασιν καὶ παχυμέρειαν δαπανᾶταί τις χρόνος ἐν τῇ κινήσει, διὰ δὲ οὐδὲ εἶς δαπανᾶταί χρόνος χρόνων μὴ ὄντων τῶν συγκρινομένων πρὸς ἀλλήλοις, λέγω δὴ τοῦ διὰ κενὸν καὶ τοῦ διὰ τὸ σῶμα, ἀλλ’ ἑνὸς μόνου ὄντος χρόνου, οὐδὲ ἂν τὸ κενὸν συγκρίνοιτο ἂν καὶ λόγον ἔχοι τινὰ πρὸς τὸ πλῆρες. εἰ γὰρ διὰ τὸ τοὺς χρόνους ἔχειν πρὸς ἀλλήλους λόγον δυνῆξεν ὁ Ἀριστοτέλης καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες λόγον ἔχειν τινά, ἐπειδὴ δέδεικται ὅτι διὰ μὲν τὸ σῶμα ὡς σῶμα χρόνος τις προστίθεται τοῖς διὰ σώματος κινουμένοις, διὰ δὲ τὸ κενὸν ὡς κενὸν οὐδὲ εἷς προστίθεται χρό- νος τοῖς διὰ κενοῦ κινουμένοις, ἀνάγκη τῶν χρόνων τοῦ κενοῦ καὶ τοῦ πλήρους μηδέν ἐχόντων λόγον πρὸς ἀλλήλους, διὰ τὸ μηδὲ εἶναι ὅλως δύο χρόνους ἀλλ’ ἕνα αὐτὸν διὰ τὸ σῶμα, μηδὲ τὸ κενὸν καὶ τὸ σῶμα λόγον τινὰ ἔχειν πρὸς ἄλληλα. ὡς μὲν γὰρ διαστήματα ἁπλῶς τὸ κενὸν καὶ τὸ πλῆρες, οἷον | πηχυαῖα ἢ σταδιαία ἔχουσι λόγον πρὸς ἄλληλα καθ’ αὑτὰ μόνα τὰ ἀσώματα μεγέθη καὶ αὐτὸ τὸ ποσόν καὶ γὰρ καὶ οἱ χρόνοι τῶν δι’ αὐτῶν κινουμένων ὡς διὰ τοσῶνδε ἁπλῶς διαστημάτων ἔχουσι πρὸς ἀλλήλους λόγον), εἰ μέντοι τὸ μὲν πεπληρωμένον εἴη σώματος τὸ δὲ κενόν, οὐκέτι ἀνάγκη τὸ πεπληρωμένον μένον λόγον τινὰ ἔχειν πρὸς τὸ κενὸν κατ’ αὐτὴν τὴν ὑπόστασιν καὶ οἷον παχυμέρειαν καὶ σωματότητα, ἐπειδὴ μηδὲ χρόνοι εἰσὶ τούτων αὐτῶν δι’ αὐτά, ᾗ τοιαῦτά ἐστι, συγκρινόμενοι πρὸς ἀλλήλους, ὥσπερ εἴρηται, ἀλλὰ διὰ μὲν τὸ σῶμα, ᾗ τοιοῦ- τόν ἐστι, προστίθεται χρόνος τις ἐν τῇ κινήσει, διὰ δὲ τὸ κενόν, ᾗ κενόν ἐστιν, οὐδὲ εἷς προστίθεται χρόνος. ὥστε τοῦ προστεθέντος χρόνου διὰ τὸ σῶμα μηδένα λόγον ἔχοντος πρὸς ἄλλον τινὰ χρόνον διά τινα σύστασιν τοῦ κενοῦ προστεθέντα, οὐδ’ ἄν τὸ κενὸν πρὸς τὸ σῶμα λόγον ἔχοι τινά, ᾗ τοιαῦτά ἐστι. συνέβη δὲ ὁ παραλογισμός, διότι ἀπλῶς τόν τῶν χρόνων ὁπωσοῦν λαμβανομένων λόγον ἐβουλήθη πάντως μετενεγκεῖν καὶ ἐπὶ ταῦτα ὧν ὁ χρόνος κατηγορεῖται· ἐπειδὴ γάρ φαμεν, εἰ τύχοι, διπλασίονα εἶναι τὸν χρόνον τῆς κινήσεως διὰ τοῦ ἀέρος τοῦ χρόνου τῆς κινήσεως τῆς διὰ τοὐ κενοῦ, ἀνάγκη, φησί, τὸν αὐτὸν λόγον καὶ τὸν ἀέρα πρὸς τὸ κενὸν ἔχειν κατ’ αὐτὴν τὴν σωματικὴν σύστασιν, καὶ εἶναι οἷον διπλασίως αὐτοῦ παχύτερον. τοῦτο δὲ οὐκ ὀρθῶς εἴληπται· εἴποιμι γὰρ ἄν ταύτῃ κἀγώ, ἐπειδὴ ἐν τῷ διανοεῖσθαι τόδε τὸ θεώρημα χρόνος τις διαγέγονεν, οἷον ὥρα μία, καὶ ἔστι χρόνος τις τῆς τοιαύτης διανοήσεως ἡ μία ὥρα, καὶ λίθου τινὸς κινηθέντος διάστασίν τινα δι’ ὁδαῖος διαγεγόνασιν ὧραι δύο, ἀνάγκη δήπου, τῶν χρόνων ἐχόντων λόγον πρὸς ἀλλήλους, καὶ τὰ ὧν ὁ χρόνος κατηγορεῖται τὸν αὐτὸν λόγον ἔχειν πρὸς· ἄλληλα· ἐχέτω οὖν τὸν διπλασίονα λόγον κατὰ σύστασιν τὸ ὕδωρ πρὸς τὴν διάνοιαν καὶ ἡ κίνησις πρὸς τὴν διανόησιν καὶ ὁ λίθος πρὸς τὸ θεώρημα, τοῦτο δὲ καταγέλαστον. καίτοι οἱ χρόνοι αὐτῶν λόγον ἔχουσι πρὸς ἀλλήλους, καὶ οὐδ’ ἄν οὕτω τις μανείη, ὡς καὶ ταῦτα φάναι λόγον τινὰ σχήσειν πρὸς ἄλληλα ἢ τὸν αὐτὸν ἢ ἄλλον ὁντιναοῦν. καὶ τί λέγω ἐπὶ τῶν ἀνομογενῶν κινήσεων; οὐδὲ γὰρ εἰ τὸ μὲν θερμαίνοιτο ἐπὶ ὥραν μίαν, ἄλλο δὲ μελαίνοιτο ἐπὶ ὥρας δύο, ἢ καὶ εἰ ἀμφότερα μελαίνοιτο, τὸ μὲν ἐπὶ μίαν ὥραν τὸ δὲ ἐπὶ δύο, ἀνάγκη ὡς ἔχουσιν οἱ χρόνοι πρὸς ἀλλήλους οὕτως ἔχειν καὶ τὰ κινούμενα κατὰ τὴν σύστασιν, οὐδὲ πάλιν ἐπειδὴ ὁ μὲν χρόνος τῆς σεληνιακῆς κινήσεως λόγον τινὰ ἔχει πρὸς τὸν χρόνον τῆς κινήσεως τοῦ ‘Ερμοῦ, ἀνάγκη ἤτοι τὰς σφαίρας τὸν αὐτὸν λόγον ἔχειν πρὸς ἀλλήλας κατὰ τὴν σύστασιν, ἢ τοὺς τόπους ἐφ’ ὧν κινοῦνται, οὐδ’ αὖ πάλιν ἐπειδὴ πάσης εὐθυφορικῆς διὰ σώματος γινομένης κινήσεως ὁ χρόνος λόγον τινὰ ἔχει πρὸς τὸν χρόνον τῆς κινήσεως τῆς σεληνιακῆς σφαίρας, ἀνάγκη δήπου καὶ τὰ ἐφ’ ὧν κινοῦνται, οἷον ὁ ἀὴρ καὶ ἡ ἐπιφάνεια ἡ περιέχουσα τὴν σελήνην, τὸν αὐτὸν λόγον ἔχειν πρὸς ἄλληλα, ἢ ὅλως συμβλητὰ εἶναι· οὐ γὰρ συμβλητὰ τὰ ἀνομοιογενῆ, ὡς καὶ αὐτὸς εἶπε. διὰ πάντων ἄρα δῆλον γέγονεν, ὅτι οὐκ ἀνάγκη, εἰ χρόνοι τινὲς λόγον ἔχουσι πρὸς ἀλλήλους, ἤδη καὶ τὰ ὧν εἰσὶν οἱ χρόνοι λόγον τινὰ ἔχειν πρὸς ἄλληλα· χρόνου μὲν γὰρ μία καὶ ἡ αὐτὴ φύσις ἥτις πᾶσαν παραμετρεῖ κίνησιν, οὐ πᾶσα δὲ κίνησις πάσῃ κινήσει συμβλητή, οὐδὲ πᾶν δι’ οὗ ἡ κίνησις παντὶ συμβλητόν· οὐδὲ γὰρ ἡ ἀλλοίωσις τῇ αὐξήσει συμβλητή, οὐδὲ τὸ κατ’ ἐπιστήμην ἀλλοιούμενον τῶ λευκαινομένῳ ἢ μελαινομένῳ συμβλητόν. ὥσπερ οὖν ἐπὶ τούτων οἱ μὲν χρόνοι λόγον ἔχουσι πρὸς ἀλλήλους, τὰ δὲ ὧν ὁ χρόνος κατηγορεῖται διὰ τὸ ἀνομοιογενῆ εἶναι οὐκ εἰσὶ συμβλητά, οὕτω φημὶ καὶ ἐπὶ τοῦ προκειμένου, τὸν μὲν χρόνον τὸν διὰ τοῦ κενοῦ πρὸς τὸν χρόνον τὸν διὰ τοῦ σώματος λόγον ἔχειν τινά, διότι καὶ πᾶς χρόνος πρὸς πάντα χρόνον πεπερασμένον λόγον τινὰ ἔχει, τὸ μέντοι κενὸν πρὸς τὸ πλῆρες οὐδένα ἔχειν λόγον· ἀνομογενῆ γὰρ ταῦτα ἀλλήλοις. Τὰ μὲν οὖν ἐκ τῆς κατὰ τόπον κινήσεως ἐπιχειρήματα ἱκανῶς διεξήλθεν ὁ λόγος, τελευταῖον δέ ἐστιν ἐπιχείρημα, ὅτι οὐδὲ τόπου χρείαν τοῖς σώμασι πληροῖ τὸ κενόν, ὡς ἐκ τούτου συμβαίνειν μάτην αὐτὸ εἶναι, μᾶλλον δὲ μηδὲ εἶναι· οὐδὲν γὰρ μάτην ἐν τοῖς γεγονόσιν. εἰ γὰρ εἴη, φησί, τὸ κενόν, ἀνάγκη τὸ ἐντιθέμενον ἐν αὐτῷ σῶμα διὰ τοσούτου χωρεῖν τοὐ κενοῦ διαστήματος, ὅσον ἐστὶν αὐτό· ὥστε, φησίν, ἐπειδὴ κατ’ οὐδὲν ἄλλο ἐστὶν ἐν τόπῳ τὸ σῶμα ἢ καθὸ διάστημά ἐστιν, ἒν χωρίσωμεν αὐτοῦ πάντα καθ’ ἃ μὴ ἔστιν ἐν τόπῳ, οἷον τὸ χρῶμα τὸ βαρὺ καὶ τὰ ἄλλα πάντα, οὐδὲν καταλειφθήσεται πλὴν τοῦ διαστήματος· ὥστε οὐδὲν διοίσει τοῦ διαστήματος τὸ κενόν. εἰ δὲ μηδὲν διαφέρουσιν ἀλλήλων τό τε τοῦ σώματος διάστημα καὶ τὸ τοῦ κενοῦ, τί ἐδέησεν ἔξωθεν ἄλλο διάστημα περιβαλεῖν τοῖς σώμασιν ἔχοντος οἴκοθεν ἑκάστου σώματος τὸ οἰκεῖον διάστημα; οὐδὲν ἄρα τοῦ κενοῦ τοῖς σώμασι χρεία. καὶ εἰ δύο διαστήματα ὅμοια ἐχώρησαν δι’ ἀλλήλων, καὶ δύο σώματα χωρήσουσι. τὰ γὰρ σώ· μάτα κατ’ οὐδὲν ἄλλο ἢ καθὸ διαστήματά εἰσιν οὐχ οἷά τέ εἰσι χωρεῖν δι’ ἀλλήλων· οὐ γὰρ καθὸ πεποίωνται οὐ χωροῦσι δι’ ἀλλήλων πολλὰς γὰρ κατὰ ταὐτὸν ποιότητας οὐδὲν κωλύει εἶναι), ἀλλὰ καθὸ διαστήματά ἐστι. καὶ εἰ ὅλως δύο, διὰ τί μὴ καὶ πλείονα; καὶ εἰ τὸ διάστημα ᾗ διάστημά ἐστιν ἑτέρου δεῖται διαστήματος, καὶ τὸ κενὸν ἑτέρου κενοῦ δεηθήσεται (διάστημα γὰρ τὸ κενόν), ὥστε κενὸν ἐν κενῷ ἔσται. ἐγὼ δὲ πρὸς ταῦτα πρῶτον μὲν ἐκεῖνό φημι, ὅτι εἰ δέδεικται ἡμῖν ἐν τοῖς περὶ τοῦ τόπου λόγοις, ὅτι ἐξ ἀνάγκης ἐστὶν ἐν τοῖς οὖσι τοιοῦτον διάστημα κενὸν παντὸς σώματος τῷ ἰδίῳ λόγῳ, ὅπερ καὶ τόπος ἐστὶ τῶν σωμάτων, μάταιον τὸ λέγειν ὅτι ὄντος ἐν ἑκάστῳ τῶν σωμάτων διαστήματος περιττὸν τὸ ἔξωθεν ἄλλο διάστημα περιβαλεῖν τοῖς σώμασιν· οὐ γὰρ ἡμεῖς πλάττομεν τὰς τῶν πραγμάτων φύσεις, ἀλλ’ ὅπως ἔχουσι τὰ πράγματα, γνῶναι σπουδάζομεν, οὐδ’ ἐὰν τὰς αἰτίας τῶν γινομένων μὴ δυνηθῶμεν ἀποδοῦναι, | ἀναιρεῖν καὶ τὸ εἶναι αὐτῶν ὀφείλομεν. ὥστε καὶ νῦν ἢ τοὺς λόγους ἐλεγχέτωσαν δι’ ὧν ἐδείξαμεν ὑπάρχον τὸ τοιοῦτον διάστημα; ἤ, εἰ οἱ λόγοι ἀληθεῖς, μάταιον τῷ ὄντι τὸ ἀναιρεῖν τὸ ὂν διὰ τὸ μὴ δύνασθαι τὰς αἰτίας τοῦ εἶναι αὐτὸ ἀποδιδόναι ἢ τὰ δοκοῦντα δυσχερῆ εἰς τὸν περὶ αὐτοῦ λόγον μὴ δύνασθαι ἐπιλύειν, ὥσπερ ἄν εἰ καὶ μορίου τινὸς τῶν ἐν τῷ ζῴῳ μὴ δυνάμενός τις τὴν αἰτίαν ἀποδοῦναι μηδὲ εἶναι αὐτὸ λέγοι. ὄντος οὗν τοὐ πράγματος τὰ δυσχερῆ εἰς τὸν περὶ αὐτοῦ λόγον πειρατέον λύειν, οὐ διὰ ταῦτα τὴν φύσιν αὐτοῦ ἀναιρεῖν. ἔπειτα κακῶς τὸ κενὸν εἰς ταὐτὸν ἄγει τῷ σώματι· κἄν γὰρ πᾶσαν ἀνέλῃς τοῦ σώματος ποιότητα, οὐδ’ οὕτως ταὐτὸν ἔσται τὸ σωματικὸν διάστημα τῷ κενῷ. κἄν γὰρ ἀρέλωμεν πᾶσαν ποιότητα τοῦ σώματος, καταλειφθήσεται ἡ ὀγκωθεῖσα ὕλη καὶ τὸ ἄποιον σῶμα, ὅπερ σύγκειται ἐξ ὕλης καὶ τοῦ κτὰ ποσὸν εἴδους, τὸ δὲ κενὸν οὐ σύγκειται ἐξ ὕλης καὶ εἴδους· οὐδὲ γάρ ἐστι σῶμα, ἀλλὰ ἀσώματον καὶ ἄυλον, καὶ χώρα μόνη σώματος. εἰ τοίνυν τοῦ μὲν σώματος ἀφαιρεθεισῶν τῶν ποιοτήτων οὐδὲν ἧττον σῶμα τὸ καταλειπόμενον, τὸ δὲ κενὸν οὐκ ἔστι σῶμα, οὐδέποτε συμβήσεται σῶμα ἐν σώματι εἶναι, εἰ ἐν τῷ κενῷ ὡς ἐν τόπῳ εἴη τὸ σῶμα. ἀλλὰ ‘ναί’, φησιν· ‘εἰ γὰρ τὸ διάστημα καθὸ διάστημά ἐστιν ἐν τόπῳ ἐστίν, ὑφῃρήσθω αὐτοῦ καὶ ἡ ὕλη, ἥτις τῷ οἰκείῳ λόγω ἀσώματος οὖσα οὐδὲ ἔστιν ἐν τόπῳ· ὥστε ταύτῃ τὸ τοῦ σώματος διάστημα οὐδὲν διοίσει τοῦ κενοῦ.’ ἀλλ’ ἴστω ὁ τοιοῦτος ἀδύνατα αἰτῶν· οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ σῶμα, ὅπερ ἐν τόπῳ λέγομεν εἶναι καὶ χωρεῖν δι’ ἄλλου σώματος μὴ δύνασθαι, ἢ τὸ ἐξ ὕλης καὶ εἴ- δους συνεστηκός. ὑφαιρεθείσης οὖν τῆς ὕλης οἴχεται εὐθὺς καὶ τὸ τοῦ σώματος εἶδος· ἐν γὰρ τῇ ὕλῃ τὸ εἶναι ἔχει. ὥσπερ οὖν τὸ λευκὸν διακριτικὸν εἶναι λέγοντες ὄψεως οὐκ ἄλλως τοῦτο αὐτῷ ὑπάρχειν φαμὲν ἢ ἐν ὑποκειμένῳ τῷ σώματι ὄντι καὶ ὅταν λέγωμεν τὰ ἐναντία μὴ δύνασθαι ἐν τῷ αὐτῷ εἶναι, τὰ ἐν ὑποκειμένοις τοῖς σώμασιν ὑπάρξαντα ἐναντία φαμέν, οἷον τὸ ἐν σώματι ψυχρὸν καὶ θερμόν, καὶ εἴ γε ἐκτὸς τοῦ σώματος μάτος αὐτὰ ἐπινοήσομεν, εὐθὺς καὶ τὸ οὕτως εἶναι αὐτῶν συναφῃρήμεθα· εἰ γὰρ μὴ ἐν ὑποκειμένῳ σώματι τὰ ἐναντία ἐπινοήσομεν, οὐδὲ μαχοῦνται ἀλλήλοις, καὶ κατὰ ταὐτὸν εἶναι αὐτὰ οὐδὲν κωλύει· ἔν τε γὰρ τῷ γένει δέδεικται ὡς οὐδὲν κωλύει εἶναι τὰ ἐναντία ἐνεργείᾳ, καὶ μία καὶ ἡ αὐτὴ ψυχὴ κατὰ ταὐτὸν τοὺς λόγους αὐτῶν ἔχει, ἀλλὰ καὶ μία τῶν ἐναντίων ἡ ἐπιστήμη), καὶ οὔτε τὸ λευκὸν διακριτικὸν ἔσται ὄψεως μὴ ὂν ἐν δώματι, οὔτε τὸ μέλαν συγκριτικόν, οὕτως οὖν κἀν σωματικὸν διάστημα ἐκτὸς ὕλης ἐπινοήσῃς, οὐκέτι δὲ ἐν τόπῳ ἔσται οὐδὲ γὰρ φυσικὸν ἔτι), οὔτε τὸ τοιοῦτον λέγοιτο ἄν μὴ χωρεῖν διὰ σώματος. ἀλλ’ οὐδὲ ὅλως διαστα- τὸν ἔσται, εἰ μὴ τῷ λόγῳ, μᾶλλον δὲ οὐδὲ ἔστιν ὅλως τοιοῦτόν τι σῶμα ἐν ὑποστάσει, εἰ μή τις τὸ παράδειγμα λέγοι ἢ τὸν ὁριστικὸν λόγον, περὶ ὧν οὐδεὶς νῦν λόγος· περὶ γὰρ τῶν φυσικῶν ἡ πραγματεία. ἀνάγκη ἄρα πᾶσα τὸ ἐν τόπῳ σῶμα λεγόμενον εἶναι μὴ ἄλλο εἶναι ἢ τὸ φυσικόν, τοῦτο δέ ἐστι τὸ ἐξ ὅλης καὶ εἴδους. τούτου οὖν ἐν τῷ κενῷ ὡς ἐν τόπῳ ὄντος οὐκ ἄν ἕποιτο τὸ σῶμα ἐν σώματι εἶναι οὐδὲ γὰρ σῶμα τὸ κενόν), οὐδὲ μάτην εἶναι τὸ κενόν, εἴ γε τόπος ἐστὶ τῶν σωμάτων. ἀλλ’ οὐδὲ ᾗ διάστημα τὸ σῶμα ἐν ἑτέρῳ ἔσται διαστήματι, ἀλλ’ ᾗ σωματικὸν διάστημα ἐν τοπικῷ. ὥστε οὐκ ἀνάγκη καὶ τὸ κενὸν ἐν ἄλλῳ διαστήματι εἶναι, εἴ γε μὴ καθὸ διάστημα τὸ σῶμα, ἀλλὰ καθὸ σῶμά ἐστιν, ἐν το- πικῷ ἐστι διαστήματι, ἐδείξαμεν δὲ καὶ ἐν τοῖς περὶ τοῦ τόπου λόγοις ἱκανῶς, ὅτι οὐχ ἕπεται τὸ σῶμα χωρεῖν διὰ σώματος, εἰ τὸ σῶμα μὲν ἐν κενῷ ὡς ἐν τόπῳ εἴη. εἰ δὲ λέγεις ὅτι ὄντος ἐν ἑκάστῳ τοῦ διαστήμαἔστι τος καὶ συμμετακινουμένου τοῖς σώμασι τίς χρεία ἔξωθεν ἕτερον διάστημα περιβάλλειν τοῖς σώμασι; φημὶ ὅτι διὰ τὸ τὰ φυσικὰ σώματα καὶ ἐν τόπῳ πάντως εἶναι καὶ κινεῖσθαι καὶ ἠρεμεῖν· ἀδύνατον γάρ φημι μὴ ὄντος τοιούτου τινὸς διαστήματος τὴν κατὰ τόπον γενέσθαι κίνησιν. εἰ τοίνυν τὸ ἐν τόπῳ εἶναι τὰ σώματα κατὰ κοινὴν ἔννοιαν πάντες ὁμολογοῦμεν, ἐδείξαμεν δὲ ἔμπροσθεν ὅτι ὁ τόπος τῶν φυσικῶν σωμάτων οὐκ ἄλλο τί έστιν ἢ τὸ τοιοῦτον διάστημα τὸ γὰρ σῶμα ᾗ σῶμά ἐστιν ἐν τόπῳ ἐστί, σῶμα δέ ἐστι κατὰ τὰς τρεῖς διαστάσεις, καὶ ἐν τόπῳ ἄρα ἐστὶ κατὰ τὰς τρεῖς διαστάσεις· εἰ δὲ τοῦτο, καὶ τὸν τόπον τριχῇ διεστάναι ἀνάγκη, ἵνα τὸ τριχῇ διαστατὸν κατὰ τὰς τρεῖς ἑαυτοῦ διαστάσεις δέξηται), ὥστε εἰ ἀνάγκη εἶναι τόπον τοῖς φυσικοῖς σώμασι καὶ τοῦτο ἡ κοινὴ ὁμολογεῖ ἔννοια, τόπος δὲ τὸ διάστημα ἐδείχθη, ἀναγκαῖον ἄρα τὸ εἶναι τὸ τοιοῦτον διάστημα. δείξομεν δὲ ἐπιόντες, ὅ οὐδὲ ἄν κίνησις ἦν ἡ κατὰ τόπον τούτου μὴ ὄντος, καὶ οὐ δήπου λέγω κεχωρισμένου ὄντος τοῦ κενοῦ καὶ αὐτοῦ καθ’ αὑτό (τοῦτο γὰρ πολλάκις ἐπεσημειωσάμην), ἀλλὰ τῷ μὲν ἰδίῳ λόγῳ τοιούτου ὄντος, ἀεὶ δὲ πλήρους σώματος. τὸ δὲ λέγειν ὅτι ἱεῖ δύο διαστήματα ἐχώρησαν δι’ Μήλων, διὰ τί μὴ καὶ τρία;’ μάταιον τῷ ὄντι. οὔτε γὰρ σωματικὸν διάστημα διὰ σωματικοῦ διαστήματος χωρεῖν δυνατόν, οὔτε μὴν κενὸν ἐν κενῷ γενέσθαι· ἀκίνητον γὰρ τὸ κενόν· οὐδὲ γὰρ σῶμα ὅλως. ὥστε εἰ μήτε κενὸν ἐν κενῷ οἷόν τε γενέσθαι μήτε σῶμα ἐν σώματι, μόνον δὲ τὸ σῶμα ἐν κενῶ οἷόν τε γενέσθαι ὡς πλήρωμα ἐν πληρουμένῳ, μόνως ἄρα δύο διαστήματα ἅμα εἶναι δυνατόν, τὸ σωματικὸν ἐν τῷ τοπικῷ, οὐδαμῶς δὲ τρία· οὔτε γὰρ τόπον ἐν τόπῳ οἷόν τε γενέσθαι, ούτε σῶμα ἐν σώματι. οὔτε ἐν ἑνὶ καὶ τῶ αὐτῶ τόπω δύο εἶναι σώματα. Οτι μὲν οὖν οὐδὲν τῶν ἐπιχειρημάτων τῶν ἀναιρούντων τὸ κενὸν ἔχει τὸ ἀναγκαῖον. ἱκανῶς εἴρηται, δείξομεν δὲ ἡμεῖς πρῶτον μὲν ὅτι καὶ εἰ κενὸν ἦν κεχωρισμένον καὶ παντὸς ἐστερημεένον σώματος, οὐδὲν ἐκώλυε δι’ αὐτοῦ γενέσθαι τὴν κατὰ τόπον κίνησιν, ἔπειτα, ὅπερ ἤδη εἶπον, ὅτι οὐδὲ οἷόν τε ἦν ὅλως κίνησιν εἶναι τὴν κατὰ τόπον μὴ ὄντος τοιούτου τινὸς διαστήματος ὃ τῷ οἰκείῳ λόγῳ παντὸς ἐστέρηται σώματος. κἄν μη- δέποτε χωρὶς σώματος ᾖ. ὅτι οὖν καὶ εἰ κενὸν ἦν διάστημα κεχωρισμένον σώματος, οὐδὲν ἦν τὸ κωλῦον μὴ μόνον κινεῖσθαι ἐν χρόνῳ δι’ αὐτοῦ τὰ σώματα, ἀλλὰ καὶ τὸ θᾶττον εἶναι καὶ τὸ βραδύτερον ἐν τῇ κινήσει, ἤδη μὲν τῇ ἀναιρέσει τῶν ἐπιχειρημάτων δι’ ὧν ἐδόκει τοῦτο κατασκευάζεσθαι ἀποδέδεικται, καὶ αὐτὸ δὲ καθ’ αὑτὸ πειρατέον δεικνύναι. πρῶτον μὲν οὖν εἰ ἔστιν ἡ κύκλῳ κίνησις, καὶ αὕτη μὴ μία καὶ ἡ αὐτή, ἀλλὰ διάφορος (ἄλλη γὰρ ἄλλως τῶν σφαιρῶν κινεῖται, ἡ μὲν θᾶττον ἡ δὲ βραδύτερον), τὰ δὲ κύκλῳ κινούμενα οὐ διά τινος κινεῖται σώματος οὐδὲ γὰρ τῷ διαιρεῖν ἄλλοτε ἄλλο σῶμα, οὕτω κινοῦντι, ἀλλ’ ἐφ’ ἑαυτὰς ἀναστρέφονται μηδὲν τέμνουσαι σῶμα, ἡ δὲ ἀπλανὴς οὐδὲ ἅπτεταί τινος ἔξωθεν), εἰ τοίνυν αἱ σφαῖραι μηδὲν τέμνουσαι σῶμα ὅμως καὶ ἐν χρόνῳ κινοῦνται, καὶ ἡ μὲν θᾶττον ἡ δὲ βραδύτερον, οὐκ ἄρα τὸ διὰ σώματος γίνεσθαι τὴν κίνησιν αἴτιόν ἐστιν ἢ τοῦ χρόνον δαπανᾶσθαι ἐν τῇ κινήσει, ἢ τοῦ εἶναι ἐν τῇ κινήσει τὸ θᾶττον καὶ τὸ βραδύτερον, ἀλλὰ διὰ μὲν τὴν ἐν τοῖς κινουμένοις δύναμιν διάφορον οὖσαν τὸ θᾶττον γίνεται καὶ τὸ βραδύτερον, τοῦ δὲ πάντως χρόνον δαπανᾶσθαι ἐν τῇ κινήσει καλῶς οἴονται, εἰ ὀξυτάτη εἴη ἡ κίνησις οἵα ἐστὶν ἡ τῆς ἀπλανοῦς, αὐτὸ τὸ τῆς κινήσεως εἶδος αἴτιον, λέγω δὴ τὸ πόθεν ποῖ εἶναι πᾶσαν κίνησιν. ἀδύνατον δὲ τὸ αὐτὸ καθ’ ἓν καὶ τὸ αὐτὸ νῦν ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ γενέσθαι· εἰ τοίνυν τὸ ταχυκίνητον τῶν ὄντων καὶ μηδὲν διαιροῦν ἐν τῇ κινήσει σῶμα, ὅμως ἐν χρόνῳ κινεῖται δι’ αὐτὴν τὴν τῆς κινήσεως φύσιν, διὰ τί μὴ καὶ τὰ κατ’ εὐθεῖαν κινούμενα, κἂν διὰ κενοῦ ποιῶνται τὴν κίνησιν; δι' αὐτὸ μὲν οὖν τοῦτο τὸ κινεῖσθαι ἐν χρόνῳ κινεῖται, διὰ δὲ τὴν ἔμφυτον ῥοπὴν διάφορον οὖσαν ἕξει τὸ θᾶττον καὶ τὸ βραδύτερον· εἰ γὰρ ἐν ἐκείνοις ἐν χρόνῳ πᾶσα κίνησις καὶ μηδενὸς ὄντος τοῦ διαιρουμένου, καὶ ἡ διαφορὰ δὲ τοῦ θάττονος καὶ βραδυτέρου ὑπάρχει δι’ οὐδὲν ἄλλο ἢ διὰ τὰς ἐμφύτους ἐν αὐτοῖς δυνάμεις, πολλῷ γε δήπου ἐν τοῖς γενητοῖς καὶ φθαρτοῖς σώμασι, κἄν διὰ κενοῦ κινῶνται, ἀκολουθήσει καὶ τὸ ἐν χρόνῳ κινεῖσθαι καὶ τὸ ἔχειν τὸ θᾶττον καὶ τὸ βραδύτερον. ἄλλως τε δὲ εἰ δέδεικται ἡμῖν ἐν τοῖς περὶ τοῦ τόπου λόγοις, ὅτι πᾶν σῶμα κενήν τινα χώραν πάντως πεπλήρωκε, δῆλον ὅτι καὶ τὰ οὐράνια κενήν τινα χώραν πεπλήρωκεν, ἐν· ᾗ καὶ κινοῦνται. εἰ δὲ τὰ οὐράνια διὰ κενοῦ ποιούμενα τὴν κίνησιν ἄλλο γὰρ μόριον τοῦ οὐρανοῦ ἄλλο τι μέρος τοῦ κενοῦ καταλαμβάνει) ἐν χρόνῳ τε κινεῖται καὶ ἔχει τὸ θᾶττον καὶ τὸ βραδύτερον, πολλῷ γε μᾶλλον τὰ κατ’ εὐθεῖαν κινούμενα, κἄν διὰ κενοῦ κινῆται, ἐν χρόνῳ τε κινηθήσεται καὶ ἕξει τὸ θᾶττον καὶ τὸ βραδύτερον. εἰ γὰρ ὅλως τοῦ ἐν χρόνῳ γίνεσθαι αἴτιον ἦν τὸ διαιρούμενον ἐν τῆ κινήσει σῶμα, καὶ διὰ τοῦτο ἀνάγκη ἠν τὰ διὰ κενοῦ κινούμενα ἀχρόνως κινεῖσθαι διὰ τὸ μηδὲν εἶναι ὃ διαιρήσουσι, πολλῷ μᾶλλον τοῦτο ἔδει συμβαίνειν ἐπὶ τῆς ὀξυτάτης τῶν κινήσεων, λέγω δὴ τῆς περιφορᾶς οὐδὲν γὰρ οὐδὲ τὰ κύκλῳ κινούμενα διαιρεῖ σῶμα)· ἀλλὰ μὴν οὐ συμβαίνει, ἀλλὰ πᾶσα περιφορὰ ἐν χρόνῳ καὶ μηδενὸς ὄντος τοῦ διαιρουμένου ἐν τῇ κινήσει· πολλῷ οὖν μᾶλλον οὐδὲ ἐπὶ τῶν κατ’ εὐθεῖαν κινουμένων τοῦτο συμβήσεται, ἀλλὰ κἄν ἐπὶ κενοῦ ἐκινοῦντο, πάντως ἐν χρόνῳ ἐκινήθησαν ἂν καὶ οὐδὲν ἦν τὸ κωλῦον τὸ θᾶττον εἶναι καὶ τὸ βραδύτερον ἐν τῇ κινήσει. Έτι δὲ καὶ ἐκ τῶν προαιρετικῶν κινήσεων, αἵτινες ὡς ζῴοις ἡμῖν ὑπάρχουσιν, ἔστιν ἐλέγξαι τὸν λόγον. ἆρα γὰρ εἰ κενὸν ἦν τὸ μεταξὺ γῆς καὶ οὐρανοῦ, ἐβουλήθην δὲ βαδίζων Ἀθήνηθεν Θήβαζε παραγενέσθαι, ἀχρόνως ἄν ἐξ Ἀθηνῶν εἰς Θήβας ἐγενόμην; ἀλλὰ γελοῖον· ἅμα γὰρ καὶ κατὰ τὸ αὐτὸ νῦν ἐν Ἀθήναις ὑπῆρχον ἄν καὶ ἐν Θήβαις, μᾶλλον δὲ πανταχοῦ. εἰ γὰρ ἐξ Ἀθηνῶν τυχὸν εἰς ’Ιταλίαν βαδίζων ἀφικέσθαι ἐβουλόμην, ἀχρόνως δὲ τοῦτο ἀνάγκη ἦν γενέσθαι διὰ κενοῦ γινομένης τῆς κινήσεως, ἅμ ἀνάγκη ἦν καὶ κατὰ τὸ αὐτὸ νῦν ἐν Ἀθήναις εἶναί με καὶ ἐν Ἰταλίᾳ, εἰ δὲ τοῦτο, καὶ ἐν ταῖς μεταξὺ πάσαις χώραις, εἰ δὲ τοῦτο, καὶ πανταχοῦ, εἴ γέ τινα ἐπινοήσεις τὴν περίμετρον τῆς γῆς βαδίζοντα. τί δὲ εἰ συνεχῶς γινομένης τῆς βαδίσεως ὁ μὲν ὀξύτερον βαδίζει ὁ δὲ βραδύτερον, ἆρα ὁμοίως ἄν ἀχρόνως τὴν αὐτὴν ἤνυσαν; καὶ τί πλέον ἔσχεν ἡ ἰσχυροτέρα δύναμις τῆς ἀσθενεστέρας; τί δὲ ὁ δρομεὺς ἀσθενοῦς γυναίου; εἰ δὲ μηδὲν κωλύει βάδισιν διὰ κενοῦ ἐν χρόνῳ γίνεσθαι, ἡ δὲ βάδισις κίνησίς ἐστι κατὰ τόπον, οὐδὲν ἄρα κωλύει κενοῦ ὄντος γίνεσθαι δι’ αὐτοῦ κίνησιν. καὶ εἰ ὅλως αἱ ὑπὸ ψυχῆς γινόμεναι κινήσεις γένοιντο ἄν καὶ κενοῦ ὄντος, τί κωλύει καὶ τὰς φυσικὰς κινήσεις διὰ κενοῦ ἐν χρόνῳ γενέσθαι; εἰ δέ τις τῷ ἐν τοῖς τελευταίοις τῆς Φυσικῆς εἰρημένῳ προσχρησάμενος ἐνσταίη τῷ λόγῳ, καὶ εἴποι ὅτι ἐν τῇ βαδίσει οὐ μόνον ὁρᾶται κίνησίς τις οὖσα, ἀλλὰ καὶ στάσις δεῖ γὰρ ἕτερον παρ’ ἕτερον ἐρεῖσαι καὶ στῆσαι πόδα)· διὰ τοῦτο οὖν χρόνος ἐν τῇ βαδίσει εἴποι ἂν ὁ τοιοῦτος, οὐ διὰ τὴν κίνησιν, ἀλλὰ διὰ τὴν στάσιν· φήσαιμι δὲ ἐγὼ πρὸς τοῦτον, ὅτι ἡ στάσις οὐ τοῦ ὅλου ἐστὶ σώματος ἀλλὰ μέρους, ἡ δὲ κίνησις ὅλου ἐστὶ τοῦ σώματος συνεχῶς καὶ ἀδιακόπως γινομένη, ἡ δὲ στάσις κατὰ μόριον γίνεται· τοῦ γὰρ ἑτέρου τῶν ποδῶν ἀμοιβαδὸν ἡ στάσις ὑπάρχει. ὅτι δὲ οὐχ ἵσταται τὸ ὅλον σῶμα, ἀλλὰ συνεχῶς κινεῖται, δῆλον ἐντεῦθεν. αὐτὴν γὰρ τὴν στάσιν τοῦ ἑτέρου τῶν ποδῶν διὰ τὴν κίνησιν τοῦ ὅλου ἐποίησεν ἡ φύσις· τῇ γὰρ ἀντερείσει τοῦ ἑτέρου ποδὸς τὸ ὅλομ λονοῦμεν σῶμα· ἐν αὐτῷ ἄρα τῷ ἀντερείδειν καὶ ἵστασθαι τὸν πόδα ὅλον τὸ σῶμα κινεῖται. εἰ γὰρ ἐν τῇ ἀντερείσει τοῦ ποδὸς τὸ ὅλον ἵσταται, πότε κινηθήσεται; ἀεὶ γὰρ ὁ ἕτερος τῶν ποδῶν ἐρείδεται· μετέωρον γὰρ εἶναι ὅλον τὸ σῶμα οὐ δύναται. ὥστε ἢ οὐδὲ ὅλως κινεῖται τὸ ὅλον, ἢ ἅμα τοῦ μορίου ἱσταμένου κινεῖται. οὐκ ἄρα τοῦ ὅλου ἐστὶν ἡ στάσις ἡ τοῦ ἑτέρου τῶν ποδῶν, ἀλλὰ τοῦ μορίου. κινεῖται οὖν τὸ ὅλον ἐν τῇ βαδίσει συνεχῶς, καὶ οὐ πρότερον ἵσταται τὸ ὅλον, πρὶν ἄμφω σταθῶσιν οἱ πόδες. εἰ τοίνυν συνεχὴς καὶ ἀδιάκοπος ἡ βάδισις, ὁ ἐξ Ἀθηνῶν εἰς Θήβας διὰ κενοῦ βαδίζων, εἰ μὲν ἀχρόνως ἐξ Ἀθηνῶν εἴς Θήβας ἀφίξεται, ἅμα ἔσται ἐν Ἀθήναις καὶ ἐν Θήβαις. τοῦτο δὲ ἀδύνατον· οὕτω γὰρ ἂν καὶ πανταχοῦ κατὰ ταὐτὸν ὑπῆρξεν ἄν τις. ἢ οὖν οὐδ’ ὅλως ἔσται βαδίσαι ἐξ Ἀθηνῶν | εἰς Θήβας διὰ κενοῦ, ἢ πάντως ἐν χρόνῳ ἔσται ἡ βάδισις. ἀλλὰ μὴν τὸ μὴ δύνασθαι διὰ κενοῦ βαδίζειν ἄλογον· τί γὰρ ἔσται τὸ κωλῦον κενοῦ ὄντος βαδίσαι; εἰ γὰρ νῦν μεταξὺ σώματος ὄντος καὶ τοῦτο διαιρούντων ἡμῶν ἐν τῇ βαδίσει ὅμως οὐ κωλυόμεθα βαδίσαι, πόσῳ μᾶλλον μηδενὸς ὄντος τοῦ ἐμποδίζοντος οὐκ ἄν ἐβαδίσαμεν; τί δὲ ἦν ὅλως τὸ κωλῦον διὰ κενοῦ τὸν μὲν σχολαιότερον βαδίζειν τὸν δὲ θάττον; εἰ γὰρ νῦν διὰ σώματος γινομένης τῆς κινήσεως οὐδὲν κωλύεται ὁ ταχύτατα κινεῖσθαι δυνάμενος διὰ τὸ τοῦ ἀέρος εὐδιαίρετον, πόσῳ μᾶλλον κενοῦ ὄντος τοῦ μεταξὺ <οὐκ> ἐκωλύθη ἄν οὐδὲ σχολαιότερον βαδίζειν βουλόμενος; πρὸς μὲν γὰρ τὴν ταχεῖαν κίνησιν ἐμποδίσειεν ἄν ἴσως τὸ μεταξὺ σῶμα διὰ τὴν διαίρεσιν, πρὸς δὲ τὸ σχολκιότερον βαδίσαι τί ἄν ἐμποδίσοι τὸ κενόν; ὥστε εἰ ἐνδέχεται διὰ κενοῦ σχολαιότερον βαδίζειν, ἡ δὲ σχολαιοτέρα βάδισις τῷ ἐν πλείονι χρόνῳ γίνεσθαι συμβαίνει, δῆλον δήπου ὅτι ἐν χρόνῳ διὰ κενοῦ ἡ βάδισις ἐγίνετο. τί οὗν κωλύει καὶ φυσικὴν κίνησιν διὰ κενοῦ γενέσθαι; Ἔτι δὲ καὶ ἐκ τῶν παρὰ φύσιν καὶ βίᾳ γινομένων κινήσεων τοῦτο πιστώσαιτο ἄν τι. εἰ γὰρ κενοῦ ὄντος δύο τινὲς τοξεύοιεν, καὶ ὁ μὲν εἴη παῖς ἀσθενὴς ὁ δὲ πάνυ ἀνδρεῖος, εἶτα τοξεύοιεν κατὰ σκοποῦ εἰς ὃν ὁ παῖς τὸ βέλος ἀκοντίσαι δύναται, ἆρα ἐὰν ἅμα ἀφῶσι τὰ βέλη, ἅμα ψαύσειαν ἂν τοῦ σκοποῦ ἄμφω τὰ βέλη καὶ οὐ προτερεύσει τὸ τοῦ ἀνδρειοτέρου; ἀλλὰ γελοῖον· οὕτω γὰρ ἄν εἰς τὸ θᾶττον ἐξακοντίσαι οὐ· δὲν συντελέσειεν ἡ ἐρρωμενεστέρα δύναμις, τοῦτο δὲ ἄτοπον. εἰ δὲ ἕξει τι πλέον τὸ ὑπὸ τῆς ἐρρωμενεστέρας δυνάμεως ἐξακοντιζόμενον, τῷ χρόνῳ δηλονότι τὸ πλέον ἕξει· ἐν πλείονι ἄρα χρόνῳ τὸ ὑπὸ τοῦ παιδὸς ἀκοντι- σθὲν εἰς τὸν σκοπὸν ἀφίξεται. ἐὰν οὖν καὶ τῆς ἰσχυροτέρας δυνάμεως ἔτι μᾶλλον ἰσχυροτέραν λάβω, ἕξει τι πλέον δηλονότι· χρόνῳ οὖν τὸ πλέον· κἀκείνη ἄρα ἐν χρόνῳ ἐκίνησε τὸ βέλος. ἔτι εἰ κενὸν ἦν, ἔρριψα δὲ λίθον παρὰ φύσιν ἐπὶ τὸ ἄνω, ἆρα ἀχρόνως τινὰ τόπον καταλήψεται, οἷον σταδιαῖον; καὶ εἰ τοῦτο, ἐὰν ἄρα ἀνδρειότερος ῥίψῃ, ταχύτερον τὸν αὐτὸν καταλήψεται τόπον. τί δὲ τοῦ ἀχρόνου ταχύτερον; καὶ εἰ τὸ στάδιον ἀχρόνως κατέλαβε, διὰ τί μὴ καὶ δύο; καὶ οὕτω μέχρι τῆς ἀπλανοῦς. καὶ τί τούτου καταγελαστότερον; ὥστε εἰ ταῦτα ἄτοπα, δῆλον δήπου ὅτι καὶ εἰ κενὸν ἦν, ἐν χρόνῳ ἄν πάντως ἡ παρὰ φύσιν ἐγένετο κίνησις. τοίνυν καὶ αἱ προαιρετικαὶ παρὰ φύσιν κινήσεις κενοῦ ὄντος ἐν χρόνῳ ἂν ἐγένοντο, δῆλον δήπου ὅτι καὶ αἱ κατὰ φύσιν. ὑποκείσθω γὰρ κενὸν εἷναι 15 τὸ μεταξὺ οὐρανοῦ καὶ γῆς· ἆρα οὖν εἰ ἀφεθῇ ἐκ τῆς ἀπλανοῦς λίθος, ἀχρόνως ἄν εἰς γῆν ἀφίκετο; καὶ τί τούτου καταγελαστότερον, αὐτῆς τῆς ἀπλανοῦς ἀσυμμέτρως ταχυκινητότερον εἶναι τὸν λίθον; ἀλλ’ εἰ ἀχρόνως ἢ ὁ κάτωθεν ῥιφεὶς ἄνω ἀφίκετο, ἢ ὁ ἄνωθεν κάτω, λέγω δὲ ἄνω μὲν τὴν ἀπλανῆ κάτω δὲ τὴν γῆν, ἐν τῷ αὐτῷ νῦν συμβήσεται ἄνω τε καὶ κάτω εἶναι τὸν λίθον, ὅπερ ἀδύνατον. ὥστε ἀνάγκη πᾶσα τὸν ἀφεθέντα ἄνωθεν λίθον κενοῦ ὄντος τοῦ μεταξὺ ἢ μηδὲ ὅλως κινηθῆναι, ἀλλ’ ἠρεμεἶν δι’ ὅλου εἰς τὸν παρὰ φύσιν τόπον ἐν τῶ κενῷ ὀχούμενον, ἤ, εἰ τοῦτο πάλιν ἀδύνατον, λείπεται τὸ ἐν χρόνῳ τινὶ αὐτὸν τὸν κατὰ φύσιν καταλαβεῖν τόπον, λέγω δὴ τὴν γῆν. τριῶν οὖν ἐξ ἀνάγκης συμβαινόντων, ἢ ἅμα τὸ αὐτὸ εἶναι ἄνω καὶ κάτω, ἢ ἐν τῷ παρὰ φύσιν ἠρεμεῖν τόπῳ τὸν λίθον ὀχούμενον ἐπὶ τοῦ κενοῦ, ἢ ἐν χρόνῳ κινεῖσθαι, εἰ τὰ δύο τὰ πρότερα δέδεικται ἀδύνατα, λείπεται τὸ τρίτον ἀληθὲς εἶναι. Ότι μὲν οὖν καὶ εἰ κενὸν ἦν, οὐδὲν ἐκώλυε κίνησιν εἶναι καὶ ταύτην ἐν χρόνῳ οὐδὲ γὰρ ἔστιν ἄχρονος κίνησις), ἱκανῶς οἶμαι οἶμαι δέδεικται, ὅτι δὲ ἀδύνατον ὅλως κίνησιν γενέσθαι κενοῦ μὴ ὄντος, μάθοις ἄν οὕτως. εἰ τῆς κινήσεως διὰ σώματος γινομένης, οἷον δι’ ἀέρος, δεῖ πάντως τὰ μόρια τοῦ ἀέρος ἀντιπαραχωρεῖν τῷ κινουμένῳ, καὶ τοσοῦτον ὄγκον ὑπεξίστασθαι τοῦ ἀέρος ὅσον ἐστὶ τὸ κινούμενον, μὴ ἔστι δὲ κενόν τι διάστημα ὃ κατείληφε τὸ ἀντιμεθιστάμενον τῷ κινουμένῳ σῶμα ὃ παραχωρῆσαν τῷ κινουμένῳ δέδωκεν αὐτῷ χώραν εἰς τὸ κινηθῆναι, ἀλλ’ ἀντιμεταστὰς ὁ ἀὴρ οὐδὲν καταλέλοιπε διάστημσ, τί ἐδέησε τῆς ἀντιμεταστάσεως; ἵνα τί παραχωρήσῃ τῷ κινουμένῳ; οὐ γὰρ δὴ ἐπιξάνειαν μόνην· οὐ γάρ ἐστιν ἐπιφάνεια τὸ κινούμενον, ἵνα ὑπὸ ἐπιφανείας χωρηθῇ ἐφαρμόσαν αὐτῇ, σῶμα δὲ οὐκ ἂν ἐφαρμόσειεν ἐπιφανείᾳ. εἰ γὰρ τὸ κινούμενον διάστημά τι ἀεὶ παραμείβει ἴσον ἑαυτῷ, τοῦτο δὲ τὸ διάστημ’ ἢ κενὸν ἀνάγκη εἶναι ἢ σῶμα, σῶμα δὲ διὰ σώματος ἀδύνατον χώρησαι, αναγκη που κενὸν εἶναι ὅπερ ἀεὶ καταλαμβάνει διάστημα. εἰ γὰρ τριχῇ διαστατὸν τὸ κινούμενον, ὅλον δὲ ὡς ὅλον μεταβαίνει, τοσαύτης δηλονότι δεηθήσεται χώρας, ὅσον καὶ αὐτό ἐστιν· οὐ γὰρ ἄν εἰ μὴ τοῦτο ἦν, τοσοῦτον αὐτῷ ἀέρα ἀντιπεριστῆναι ἐδέησεν ὅσον ἐστὶν αὐτό. ἔστι δὲ αὐτὸ πηχυαῖον εἰ τύχοι κατὰ τὰς τρεῖς διαστάσεις· τοσαύτης ἄρα καὶ τῆς χώρας δεηθήσεται. τοῦτο δέ ἐστι τὸ κενόν· ἀδύνατον ἄρ κενοῦ μὴ ὄντος κίνησιν γενέσθαι. ἄλλως τε τὸν ἀντιμεθιστάμενον αὐτῷ ἀέρα εἰ νοήσεις αὐτὸν μὲν τοῦ οἰκείου μεταστάντα τόπου, μήτε δὲ τὸ κινούμενον ἐγγενόμενον ἐν τῷ αὐτῷ τόπῳ, μήτε τὸν πέριξ ἀέρα συμπεσόντα, τί ἄν εἴη ἄλλο τὸ μεταξὺ τοῦ πέριξ ἀέρος, ἢ διάστημα κενὸν εἰς ὃ χωρεῖ τὸ κινούμενον; εἴρηται δὲ ἡμῖν περὶ τούτων πλατύτερον ἐν τοῖς περὶ τοῦ τόπου λόγοις. καὶ ἐκ τούτου οὖν δῆλον ὄπ ἀνάγκη τὸ κινούμενον κατὰ τόπον κενήν τινα χώραν ἄλλοτε ἐξ ἄλλης παραλαμβάνειν. πολλάκις δὲ ἐπεσημειωσάμην ὅτι τὸ κενὸν τοῦτο, εἰ καὶ ἔχειν φημὶ καθ’ αὑτὸ τῷ ἰδίῳ λόγῳ ὑπόστασιν, καὶ περὶ αὐτὸ μένον ἀκίνητον ἐγγίνεσθαι ἄλλοτε ἄλλο σῶμα, ἀλλ’ οὖν οὐ μένειν ποτέ φημι ἐκτὸς σώματος, ὥσπερ οὐδὲ τὴν ὕλην ἐκτὸς εἴδους, οὐδὲ τὸ σῶμα ἐκτὸς ποιότητος, καίτοι ἰδίαν γε ὑπόστασιν τῷ οἰκείῳ λόγῳ ἔχοντα. οὕτως οὖν καὶ εἰ ἔχει ἰδίαν ὑπόστασιν τὸ κενόν, ἀλλ’ οὖν οὐδέποτέ ἐστι χωρὶς σώματος· ὑγρὸς γὰρ ὢν ὁ ἀὴρ καὶ εὐκίνητος οὐ συγχωρεῖ ποτε κενὴν καταλειφθῆναι χώραν, ἀλλὰ θᾶττον ὰντιμεθίσταται τοῖς σώμασι, πρὶν ὑπολειφθῆναι τὸ κενόν. Ταῦτα μὲν οὖν ἱκανῶς ἐπὶ τοσοῦτον. εἰ δέ τις ἐπιζητοίη καὶ τῆς τῶν ἀνομοιοσχημόνων διαφόρου κινήσεως τὰς αἰτίας, ποίῳ λόγῳ ἐπὶ κενοῦ γινομένης τῆς κινήσεως θᾶττον κατενεχθήσεται τὸ σφαιρικὸν τοῦ πλατέος, φήσομεν ὅτι τοῦτο ἐπὶ μὲν σωμάτων γινομένης τῆς κινήσεως ἀληθές ἐστι, καὶ τὸ ἰσόρροπον βάρος πλατὺ ὂν βραδύτερον καταφέρεται διὰ τὸ ὑπὸ πλείονος ἀνέχεσθαι ἀέρος, τὸ δὲ αὐτὸ βάρος βραδύτερον διαιρεῖν τὸν πλείονα ἀέρα, εἰ μέντοι διὰ κενοῦ γίνοιτο ἡ κίνησις, ἡ διαφορὰ τοῦ θάττονος καὶ τοῦ βραδυτέρου κατὰ μόνην γενήσεται τὴν ἀνισότητα τῶν ῥοπῶν, τὸ πλατὺ καὶ τὸ σφαιρικὸν ἰσόρροπα ὄντα ἐν τῷ αὐτῷ χρόνῳ κατενεχθήσεται. οὐδὲν γάρ ἐστι τὸ μᾶλλον ἢ ἧττον ἐμποδίζον, ἀλλὰ μόνη ἡ φυσική ἐστι ῥοπὴ ἡ εἰς τὴν κίνησιν ἐνεργοῦσα· ἴσης οὖν οὔσης καὶ ὁμοίας τῆς φυσικῆς ῥοπῆς, καὶ μηδενὸς ὄντος τοῦ μᾶλλον ἡ ἧττον ἐμποδίζοντος, ἴσην καὶ ὁμοίαν εἶναι τὴν κίνησιν ἀνάγκη. ‘Ημεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἐστὶν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων φυσικῶν εναντιωσεων. Δείξας ὅτι οὐδὲ τὸ κατεσπαρμένον κενὸν εἶναι δύναται, ἐπειδὴ αἱ ἀπορίαι δι’ ὧν κατεσκεύαζον ὅτι ἔστιν οὕτω τὸ κενὸν ἐκ τῆς μανώσεως καὶ πυκνώσεως τῶν σωμάτων δοκοῦσιν ἔχειν τὸ πιθανόν, βούλεται καὶ 15 αὐτὰς ἐπιλύσασθαι, καὶ δείκνυσιν ὅτι ἡ πύκνωσις καὶ ἡ μάνωσις οὐ γίνεται κατὰ παρεμπλοκὴν κενῶν. προσκέχρηται δὲ τοῖς ἀποδεδειγμένοις ἐν τῷ πρώτῳ λόγῳ. εἴρηται γάρ, φησίν, ὅτι τοῖς ἐναντίοις πᾶσι μία καὶ ἡ αὐτὴ ὑπόκειται ὕλη οἷον θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, μαλακοῦ καὶ σκληροῦ, καὶ πάντων ἀπλῶς τῶν ἐν·αντίων), καὶ ἡ αὐτὴ δυνάμει ἐστὶ τὰ ἐναντία, ἄλλη μὲν οὖσα κατὰ τὴν οὐσίαν παρ’ ἕκαστον αὐτῶν, δεχομένη μέντοι παρὰ μέρος ἑκάτερον. ὥσπερ οὖν τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ μία καὶ ἡ αὐτή ἐστιν ὅλη καὶ τῶν ἄλλων πάντων ἐναντίων, οὕτω δέ, φησί, καὶ σώματος ἡ ὕλη ἡ αὐτή ἐστι καὶ μεγάλου καὶ μικροῦ· οὐ μόνον γὰρ τῶν ἐναντίων ἡ αὐτή ἐστιν ὕλη, ἀλλὰ καὶ τῶν ἑτέρων. ὥσπερ οὖν μεταβάλλουσα, φησίν, ἐκ θερμοῦ εἰς ψυχρὸν οὐκ ἀποβάλλουσά τινα τῶν ἐν αὐτῇ μορίων θερμὰ ὄντα, προσλαμβάνουσα δὲ ἔξωθεν ἄλλα ψυχρά, οὕτως εἰς ψυχρὸν ἐκ θερμοῦ μεταβάλλει παρεμπλοκῇ τινι τῶν ἔξωθεν προσπιπτόντων, ἀλλ’ ἡ αὐτὴ μένουσα ὅλη δι’ ὅλης μεταβάλλει ἐκ τοῦ θερμοῦ εἰς τὸ ψυχρὸν καὶ ἔμπαλιν ἐκ τοῦ ψυχροῦ εἰς τὸ θερμόν οὐδὲ γὰρ ἔστι τι μόριον τοῦ πυρὸς ὃ οὐκ ἦν θερμόν, ἀλλὰ ὅλον δι’ ὅλου θερμόν ἐστιν· ἐν οὖν τῇ μεταβολῇ τῇ εἰς τὸ ψυχρὸν ὁμοιομερῶς ὅλον δι’ ὅλου μεταβάλλει, καὶ τὸ δυνάμει τῆς ὕλης ἄγεται εἰς ἐνέργειαν. ὡσαύτως καὶ ἐπὶ λευκοῦ καὶ μέλανος καὶ τῶν λοιπῶν· οὐ γὰρ τὸ λευκὸν γινόμενον μέλαν μόρια μὲν ἀπέβαλε τοῦ λευκοῦ ἐξ ὧν λευκὸν ἦν, προσέλαβε δὲ ἔξωθεν μόρια μέλανα, ἀλλ’ ὅλον δι’ ὅλου ὁμοιομερῶς ἐτράπη. ὁμοίως καὶ ὅταν ἐξ ἔλαττον θερμοῦ μᾶλλον θερμὸν γίνηται, οὐκ ἀποβάλλον μόριά τινα ψυχρὰ ἄλλα δὲ θερμὰ προσλαμβάνον, οὕτως ἐπιτείνει τὴν θερμότητα, ἀλλὰ πάλιν τροπῇ τῆς ὕλης καὶ μεταβολῇ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ), ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτω δὲ καὶ ἐπὶ μανώσεως καὶ πυκνώσεως. ἡ γὰρ αὐτὴ ὕλη δυνάμει οὖσα τὰ ἐναντία ποτὲ μὲν μανοῦται ποτὲ δὲ πυκνοῦται· ὅταν μὲν γὰρ ἐξ ὕδατος εἰς ἀέρα μεταβάλλῃ, μανοῦται οὔ τινα κενὰ ἔξωθεν προσλαμβάνουσα, ἀλλ’ ὁμοιομερῶς ὅλη δι’ ὅλης εἰς μείζονα ὄγκον μεταβάλλουσα. ὅλον γὰρ δι’ ὅλου τὸ ὕδωρ ἐμανώθη· οὐ γὰρ τινὰ μέν ἐστιν αὐτοῦ μόρια ἀὴρ τινὰ δὲ ὕδωρ, ἀλλ’ ὁμαλῶς ὅλον τὸ ὕδωρ ἀὴρ ἐγένετο. ὥστε καὶ ἡ μάνωσις δι’ ὅλου γέγονε τοῦ ὑποκειμένου. ὡσαύτως δὲ καὶ ἡ πύκνωσις οὐκ ἀποβολῇ κενῶν γίνεται, ἀλλὰ μεταβολῇ τῆς οὐσίας· ὁμοιομερῶς γὰρ κἀνταῦθα ὁ πᾶς ἀὴρ ἐπυκνώθη καὶ μετέβαλεν εἰς ὕδωρ, καὶ οὐκ ἔστιν εὑρεῖν τι μόριον ὃ μὴ μετέβαλε, καίτοι εἰ ἡ πύκνωσις συνίζησις ἦν εἰς τὰ κενά, οὐκ ἄν ἦν ὁμοιομερὴς ἡ μεταβολή. Εἶτα καὶ ἐπὶ σαφέστερον μεταβαίνει παράδειγμα. ὥσπερ γάρ, φησί, τὴν τοῦ μείζονος κύκλου περιφέρειαν δυνατὸν ποιῆσαι ἐλάττονος κύλλου δυνατὸν γὰρ τὸ ἡμικύκλιον ποιῆσαι δίμοιρον ἐλάττονος κύκλου), ὥσπερ οὖν ἐπὶ τούτων καίτοι ὁμοιομερῶν ὄντων τῶν τοῦ κύκλου τμημάτων, ὅταν ἡ τοῦ μείζονος κύκλου περιφέρεια συνάγηται καὶ γίνηται ἐλάττονος κύλλου περιφέρεια, ὁμοίως τῆς περιφερείας πανταχόθεν συνιούσης, γίνεται μὲν τὰ μόρια μᾶλλον κυρτὰ ἢ πρότερον, καὶ οὑ δήπου τινὰ ἦν ἐν τῷ μείζονι κύκλῳ ἃ οὐκ ἦν κυρτὰ ἀλλ’ εὐθέα, καὶ ταῦτα ἐκάμφθησαν ἐν τῷ συνάγεσθαι τὴν περιφέρειαν, ἀλλ’ ὁμαλῶς ὅλης οὔσης κυρτῆς τῆς τοῦ μείζονος κύκλου περιφερείας ἡ αὐτὴ πάλιν ὁμαλῶς κυρτοτέρα γέγονε, καὶ πάλιν ἡ τοῦ ἐλάττονος κύκλου περιφέρεια γένοιτο ἄν μείζονος κύκλου τῷ αὐτῷ λόγῳ, ὥσπερ οὖν ἐπὶ τούτων ἀνίεται ἢ ἐπιτείνεται ἡ κυρτότης οὐδενὸς ἐν τῷ κύκλω διαλείμματος ὄντος, οὕτω δὴ καὶ ἐπὶ μανώσεως ἔχει καὶ πυκνώσεως, καὶ σμικρότητος καὶ μεγέθους. οὐ γὰρ προσλαβοῦσα συστέλλεται, ἀλλ’ οὐδὲ διαστολῇ τῶν μορίων καὶ παρεμπλοκῇ κενοῦ, ὡς ἐπὶ τῆς διαστολῆς τοῦ ἐρίου γίνεται, οὕτως ἐκ μικροῦ μεῖζον γίνεται, ἢ συνιζανόντων εἰς τὰ κενὰ τῶν μορίων πάλιν ἐκ μεγάλου μικρόν, ἀλλὰ μία καὶ ἡ αὐτὴ ὕλη ἀμφοῖν δυνάμει οὖσα ἑκάτερον, οὕτως ἐνεργείᾳ γίνεται, ὥσπερ εἶπον καὶ ἐπὶ τῆς τοῦ κύκλου περιφερείας ἧττον κυρτῆς ἢ μᾶλλον γινο- μένῃς συμβαίνειν. ὥσπερ δὲ ἄλλαις ποιότησιν ἄλλαι πολλάκις ἕπονται, ξηρότης, οὕτω, φησί, καὶ τῇ μὲν μανώσει ἕπεται ἡ κουφότης, τῇ δὲ πυκνώσει ἡ βαρύτης. αὗται μὲν οὖν, ἡ βαρύτης λέγω καὶ ἡ κουφότης, πάντως ἕπονται ἡ μὲν τῇ μανώσει ἡ δὲ τῇ πυκνώσει, καὶ ἄλλα δὲ δύο ἕπονται ταύταις, φησίν, ὡς ἐπὶ τὸ πολύ, τῇ μὲν πυκνώσει τὸ σκληρόν, τῇ δὲ μανώσει τὸ μαλακόν. ἀλλ’ οὐκ ἐπὶ πάντων, φησί· διαφωνεῖ γὰρ ἐπὶ σιδήρου καὶ μολίβδου· ὁ μὲν γὰρ μόλιβδος πυκνὸς ὢν μαλακός ἐστιν, ὁ δὲ σίδηρος μανότερος μὲν τοῦ μολίβδου, σκληρότερος δέ. ὥστε τῇ μανώσει καὶ τῇ πυκνώσει δύο ἑκατέρᾳ ποιότητες ἕπονται, τῆ μὲν μανώσει ἀεὶ μὲν τὸ κοῦφον ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ μαλακόν, τῇ δὲ πυκνώσει ἀεὶ μὲν τὸ βαρὺ ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ σκληρόν. ταῦτα δὲ ἐπίτηδες εἶπεν ὁ Ἀριστοτέλης· ἐπειδὴ γὰρ διὰ τοῦτο ἔλεγον ἐκεῖνοι τὸ μανὸν κοῦφον εἶναι, διότι κενὰ ἔχει πλείονα κατεσπαρμένα ταῦτα γὰρ αἴτια εἶναι τῆς ἐπὶ τὸ ἄνω φορᾶς), διὰ τοῦτο οὖν αὐτός φησιν ὅτι τῇ μὲν μανώσει κουφότης ἕπεται, τῇ δὲ πυκνώσει βαρύτης, ὧν ἡ μὲν κουφότης αἰτία τῆς ἐπὶ τὸ ἄνω φορᾶς, ἡ δὲ βαρύτης τῆς ἐπὶ τὸ κάτω. ὥστε, φησίν, ὅτι μὲν κενὸν οὐκ ἔστιν οὔτε χωριστὸν οὔτε κατεσπαρμένον ἐν τοῖς σώμασιν, ἱκανῶς δέδεικται, εἰ δέ τινι, φησί, φίλον τὸ κινήσεως ἀπλῶς αἴτιον, τοῦτο κενὸν καλεῖν, καλείτω οὗτος βαρύτητα καὶ κουφότητα τὸ κενόν, μᾶλλον δὲ τὴν ὕλην τὴν τούτων δεκτικήν. ἡ μὲν οὖν κουφότης, φησί, καὶ ἡ βαρύτης κινήσεως αἴτιά εἰσι τοῖς σώμασι, σκληρότης δὲ καὶ μαλακότης πάθους καὶ ἀπαθείας· τὰ μὲν γὰρ μαλακὰ εὐπαθέστερα, τὰ δὲ σκληρὰ δυσπαθέστερα. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης, ἐκ τούτων δὲ ἐπιλελυμέναι ἄν εἶεν αἱ ἀπορίαι. καὶ ὅτι κίνησις ἔσται καὶ κενοῦ μὴ ὄντος, προφανές (ἀντιπεριίσταται γὰρ τῷ κινουμένῳ ὁ ἀὴρ καὶ τὸ ὕδωρ), ἐκεῖνοι δὲ μήπω ἐπιστήσαντες τῇ ἀντιπεριστάσει τῶν σωμάτων ἠπόρουν πῶς ἂν κίνησις γένοιτο κενοῦ μὴ ὄντος· ὠθουμένου γὰρ ὑπὸ τοῦ κινουμένου τοῦ ἔμπροσθεν κυμαίνειν ἀνάγκη τὸν οὐρανόν. εἰ τοίνυν ἀντιπεριίσταται ἀλλήλοις τὰ σώματα, καὶ κίνησις ἔσται δηλονότι καὶ οὐ κυμαίνει ὁ οὐρανός. λείπεται δὴ τὸ ἐπὶ τῶν σωμάτων τῶν ἐξ ἐλάττονος εἰς μεῖζον σῶμα μεταβαλλόντων, οἷον ἐξ ὕδατος εἰς ἀέρα. φασὶν οὖν, ἐπειδὴ μάνωσις καὶ πύκνωσις γίνεται κατὰ μεσυμβαίνειν ταβολὴν τῶ σωμάτων, καὶ οὐ τῷ εἰς τὰ κενὰ χωρεῖν, ὅταν ἐξ ὕδατος ἀὴρ γένηται, πιλεῖται ὁ ἔξωθεν ἀὴρ ὠφούμενος ὑπὸ τοῦ γενομένου, καὶ τῇ ὠθήσει πυκνοῦται, πυκνούμενος δὲ ἐλάττον κατέχει τόπον· καὶ οὕτως οὔτε δύο σώματα ἐν τῶ αὐτῶ γίνεται οὔτε τὸ πᾶν κυμαίνει. ἀλλὰ τὸ αὐξῆσαν σῶμα γέγονεν ἐν τῷ τόπῳ τοῦ μειωθέντος. τοῦτο δὲ πολλὴν ἀπορίαν ἔχειν μοι φαίνεται· τίνι γὰρ λόγῳ ὤθησις πυκνοῖ, συνιδεῖν οὐκ ἔχω. ἡ μὲν γὰρ ὤθησις κινεῖ τὸ ὠθούμενον, ἡ κίνησις δὲ θερμαίνειν πέφυκε, τὸ δὲ θερμαινόμενον μανοῦται· πῶς οὖν οἷόν τε πύκνωσιν ὑπὸ τῆς ὠθήσεως γενέσθαι; τοὐναντίον γὰρ ἐκ τοῦ λόγου μανώσεως μᾶλλον αἰτία, οὐ πυκνώσεως, φαίνεται. ἄλλως τε ἐν θέρους ὥρᾳ πολλοῦ ὄντος τοῦ καύματος, καὶ τοῦ ἀέρος λεπτομερεστάτου ὄντος, πῶς οὐ γελοῖον τὸ λέγειν ὅτι τὸ ἐξατμιζόμενον ὑπ’ ἐμοῦ ὕδωρ, ὅταν ἀτμὶς γένηται ἢ καὶ ἀήρ, ὠθεῖ τὸν ἔξωθεν ἀέρα καὶ πυκνοῖ; πῶς δὲ οὐ τοὐναντίον ἡ ἀτμὶς ὁμιλήσασα τῷ περιέχοντι πολλῷ μᾶλλον λεπτύνεται ὑπὸ τῆς τῶν ἀκτίνων παρατρίψεως; ἄλλως τε ἐπειδὴ ἐν τῷ θέρει μάλιστα τὸ ὕδωρ ἐξατμίζεται καὶ εἰς ἀέρα μεταβάλλει, εἰ ταύτῃ τόπος ἐγίνετο τῷ ἀέρι τῷ ἐξ ὕδατος μεταβάλλοντι τῷ ὠθεῖσθαι τὸν ἔξωθεν ἀέρα καὶ πυκνοῦσθαι, ἔδει μᾶλλον πυκνοῦσθαι τὸν ἀέρα ἐν τῷ θέρει. πολὺ γὰρ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν μεταβάλλον εἰς ἀέρα ὕδωρ· ὥστε πυκνότερος ἔμελλεν ὁ ἀὴρ εἶναι ἐν θέρει ἢ ἐν χειμῶνι. εἰ γὰρ ἀληθὴς οὗτος ὁ λόγος, εἰλήφθω μοι ἡ χειμερινὴ τοῦ ἀέρος σύστασις εἶτα ἀρχέσθω τὸ ὕδωρ κατὰ τὸν τοῦ ἔαρος καιρὸν καὶ τὸν τοῦ θέρους μεταβάλλειν εἰς ἀέρα· ἀνάγκη δήπου, ὅσῳ ἂν πλείων ἡ μεταβολὴ γίνηται, πλείω τὸν ἔξωθεν πυκνοῦσθαι ἀέρα· ὥστε συμβήσεται τὸν τοῦ θέρους ἀέρα πυκνότερον εἶναι τοῦ ἐν τῷ χειμῶνι ἀέρος, τοῦτο δὲ ἄλογον. οὐκ ἄρα, ὅταν ὕδωρ εἰς ἀέρα μεταβάλλῃ, πυκνοῖ τὸ γενόμενον σῶμα τῇ ὠθήσει τὸν ἔξωθεν ἀέρα, καὶ ταύτῃ τόπον ἑαυτῷ ποιεῖ. ἢ οὖν εἰς ἰσόογκα μεταβάλλουσι τὰ στοιχεῖα, ἢ δεῖ νοεῖν ὅτι ὅσον ἐνταῦθα ὕδωρ μεταβάλλει εἰς ἀέρα, τοσοῦτος ἀλλαχοῦ ἀὴρ εἰς ὕδωρ μεταβάλλει. ἀλλὰ τὸ μὲν ἀδύνατον, τὸ δὲ πλασματῶδες. ὅτι μὲν γὰρ τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλον εἰς μείζονα ὄγκον μεταβάλλει, ἡ αἴσθησις μαρτυρεῖ· οἱ πίθοι γὰρ καὶ οἱ ἀσκοὶ τοῦ γλεύκους ῥήγνυνται τοὐ οἴνου εἰς πνεῦμα μεταβάλλοντος καὶ μὴ ἔχοντος ἐν τῷ ἀσκῷ χώραν. καὶ ἡ λιγνὺς δὲ καὶ ὁ καπνὸς πολλῷ πλείων ἐστὶ τοῦ ὄγκου τοῦ ξύλου καὶ τοῦ ἐλαίου· οὐ γάρ, ὥς τινές φασι, κονιορτοῦ δίκην σκεδαννύμενος ὁ καπνὸς πλείονα τόπον κατέχει τοῦ γεννήσαντος σώματος, οὐχ ὡς μείζων ὢν κατὰ τὸν ὄγκον ἀλλ’ ὡς οὐ συνεχής. χής. τοῦτο γὰρ ἐναργῶς ψεῦδος· μάλιστα μὲν γὰρ οὐ τοσαύτη ἐστὶν ἡ ἀναλογία τοῦ κονιορτοῦ συνηγμένου καὶ ἐσκεδασμένου, ὅση ἡ τοῦ καπνοῦ καὶ ἡ τῆς γεννώσης αὐτὸν οὐσίας, ἔπειτα δὲ ἐκ τῶν ὡμολογημένων καὶ τοῦτο ἐλέγχομεν· πόθεν ἐρρήγνυντο οἱ πεπληρωμένοι τοῦ γλεύκους πίθοι καὶ ἀσκοί, εἰ μὴ τὸ γινόμενον ἐκ τοῦ γλεύκους πνεῦμα μεῖζον ἦν κατὰ τὸν ὄγκον τοῦ γεννήσαντος σώματος; ὅθεν οὐδὲ μεστοὺς εἰώθασι πληροῦν τοὺς ἀσκοὺς ἢ τοὺς πίθους τοῦ γλεύκους διὰ τὸ ἔχειν χώραν τὸ γινόμενον πνεῦμα, τῶν δὲ πίθων τὰ στόματα | οὐδὲ τελείως ἀποφράττουσιν, ἀλλ’ ἐῶσι διέξοδον τῷ πνεύματι. σαφέστατον δὲ καὶ τὸ τῆς τῆς ἐμπνευματώσεως τῆς τροφῆς. εἰς μείζονα γὰρ ὄγκον προφανῶς ἐμπνευματωθεῖσα ἡ τροφὴ μεταβάλλεται· συναισθανόμεθα γοῦν τοὐ ὄγκου καὶ τῆς διαστάσεως γαστρός. ὅτι μὲν οὖν οὐκ εἰς ἰσόογκα γίνεται ἡ μεταβολὴ τῶν σωμάτων, πρόδηλον, τὸ δὲ λέγειν ὅτι ἐμοῦ ἐνταῦθα ἐξατμίσαντος ὀλίγον ὕδωρ ἢ ἔλαιον ἐξ ἀνάγκης ἀλλαχοῦ τοσοῦτος ἀὴρ μεταβάλλει εἰς ὕδωρ, πλασματῶδες. πῶς δὲ καὶ οὐκ ἄλογον τὸ διὰ τὸ ἐμὲ ἐξατμίσαι ὀλίγον ὕδωρ τὸν ὅλον ἀέρα κινῆσαι, ἵνα καταλάβῃ τὸν τόπον τοὐ ἀλλαχοῦ ἀέρος μεταβάλλοντος εἰς ὕδωρ; τοῦτο οὖν τέως ἠπορήσθω μέχρις ἂν λύσεως τῆς δεούσης τύχῃ. Ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἐστὶν ὕλη μία τῶν ἐναντίων. ὑποκειμένων, τουτέστι τῶν ἐν τῷ πρώτῳ λόγῳ ἀποδεδειγμένων, ὅτι μία ἐστὶν ἡ ὑποκειμένη τοῖς ἐναντίοις ὕλη, καὶ ὅτι δυνάμει οὖσα ὂν τὸ γὰρ εἶδος τὸ ὄν) γίνεται ὂν ἐνεργείᾳ, ἑτέρα μὲν οὖσα κατ’ οὐσίαν πάντων τῶν ὄντων, λέγω δὴ τῶν εἰδῶν, οὐδέποτε μέντοι ἐκτὸς ειοους οὖσα. Ἔστι δὲ καὶ σώματος ὕλη καὶ μικροῦ καὶ μεγάλου ἡ αὐτή. Ὅτι οὐ μόνον τῶν ἐναντίων ἡ αὐτὴ ὕλη, ἀλλὰ καὶ σώματος. καὶ ἐπειδὴ μεταβάλλουσι κατὰ τοὺς ὄγκους ποτὲ μὲν μείζονα ποτὲ δὲ ἐλάττονα γινόμενα, καὶ τοὐ μεγάλου, φησί, καὶ τοῦ μικροῦ ἡ αὐτή ἐστιν ὕλη μετα- βάλλουσα εἰς ἑκάτερον. τεκμήριον δὲ τούτου, φησίν, ὅτι ἐν τῇ μεταβολῇ τῶν σωμάτων οὐδὲν ὁρῶμεν οὔτε τῷ μείζονι γινομένῳ ἔξωθεν προσγινόμενον, οἷον ὅταν ὕδωρ ἀὴρ γένηται, οὔτε τοῦ γινομένου ἐλάττονος ὑφαιρουμενον τι· Ὁμοίως τοίνυν καὶ ἐὰν ἀὴρ πολὺς ὢν ἐλάττων γίνηται. Ὅτι οὐ μόνον ὅταν παντελὴς ᾖ ἡ μεταβολή, τοῦτο συμβαίνει, ἀλλὰ καὶ ὅτε τὰ αὐτὰ μᾶλλον καὶ ἧττον γίνεται, οἷον ἐκ μανοτέρου ἀέρος ἧττον μανὸς ᾖ, καὶ ἐκ θερμοτέρου ἧττον θερμός· κἀνταῦθα γὰρ ἡ ὕλη δυνάμει οὖσα μεταβάλλει εἰς ἑκάτερον. Ὥσπερ γε καὶ ἡ τοῦ μείζονος κύκλου περιφέρεια καὶ κυρτότης· Πάνυ ἐναργὲς τὸ παράδειγμα· ὅταν γὰρ τὸ ἧττον κυρτὸν μᾶλλον κυρτὸν γένηται, οὔτε ἔξωθεν κυρτά τινα μόρια ἐν αὐτῷ γέγονεν, οὔτε ἦν τι ἐν αὐτῷ, ὃ πρὸ τούτου μὴ ὂν κυρτόν, ἀλλ’ ὁμαλὸν] εὐθύ, ὕστερον γέγονε κυρτόν, ἀλλ’ ὁμαλῶς καὶ πρὸ τούτου κυρτὸν ἦν καὶ ὕστερον μᾶλλον κύρτον γέγονεν· Ἡ αὐτὴ οὖσα ἢ ἄλλη. Ὅτι κἂν ἡ αὐτὴ περιφέρεια ἐκ τοῦ ἧττον κυρτοῦ μᾶλλον κυρτὴ γένηται, ἤγουν ἄλλη περιφέρεια γένηται ἄλλῃ περιφερεῖ, μᾶλλον κυρτή, τὸ αὐτὸ γίνεται. οὐδὲ γὰρ τῷ εἶναι διάλειμμά τι ἐν ταῖς περιφερείαις, ὃ πρότερον οὐκ ἦν κυρτόν, οὕτω γίνεται μᾶλλον κυρτόν, ἀλλ’ ὁμαλῶς καὶ πρότερον ὅλη οὖσα ἧττον κυρτή, ὕστερον πάλιν ὁμοιομερῶς μετέβαλε καὶ γέγονε μᾶλλον κυρτή· τὸ γὰρ ἧττον κυρτὸν οὐ τῷ ἔχειν διαλείμματα ἃ μὴ ἔστι κυρτὰ ἧττον κυρτὸν λέγεται, ἀλλὰ τῷ ὑφειμένως κεκάμφθαι ὅλον δι’ ὅλου· Ὥσπερ ἡ τοῦ κύκλου περιφέρεια συναγομένη εἰς ἔλαττον. Τὰ αὐτὰ πάλιν ἐν τούτοις λέγει, ὅθεν ἀπὸ ταύτης τῆς ῥήσεως, ἧς οἱ ἐξηγηταί. ἴσως δὲ ἐπανάληψίς ἐστιν. Δύο γάρ ἐστιν ἐφ’ ἑκατέρου, τοὐ τε μανοῦ καὶ τοῦ πυκνοῦ. Τοῦτο συνεχές ἐστι τῷ ἄνω. εἰπὼν γὰρ ῾῾ἔ δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ δὲ μανὸν κοῦφον᾿᾿. ἐπάγει τὸ δύο γάρ ἐστιν ἐφ’ ἑκατέρου, τουτέστιν ἐξ ἑκατέρου, τοῦ τε μανοῦ καὶ τοῦ πυκνοῦ, δύο ποιότητες γίνονται· τῷ μὲν γὰρ μανῷ παρακολουθεῖ τὸ κοῦφον καὶ τὸ μαλακόν, τῷ δὲ πυκνῷ τὸ βαρὺ καὶ τὸ σκληρόν. Διαφωνεῖ δὲ τὸ βαρὺ καὶ τὸ σκληρὸν ἐπὶ μολίβδου καὶ σιδήρου. | Τουτέστιν οὐκ ἀεὶ τὸ βαρύτερον καὶ σκληρότερον· μόλιβδος γοῦν σιδήρου βαρύτερος μὲν μαλακώτερος δέ. Οὔτε ἁπλῶς οὔτε ἐν τῷ μανῷ οὔτε δυνάμει. ῾Απλῶς μέν, ὅτι οὐκ ἔστιν ἔξω τῶν σωμάτων ἀθρόον κενόν, ὥσπερ ὑπελάμβανόν τινες τὸν ἀέρα μὴ εἶναι σῶμά τι ἀλλὰ κενόν, ἤγουν ὡς οἱ Πυθαγόρειοι τὸ ἔξω τοῦ οὐρανοῦ, ἀλλ’ οὔτε ἐν τοῖς σώμασι κενά τινα εἶναι μεγαλομερῆ, εἰς ἃ τὰ μόρια τοῦ μανοῦ σώματος συνιζάνοντα πυκνότερον ποιεῖ τὸ ὅλον. τὸ δὲ οὔτε δυνάμει ἀντὶ τοῦ ὡς ἐγκεκραμένον, ἢ ὅτι οὐδὲ ὡς τόπου χρείαν πληροῦν, ὅπερ κενὸν μέν ἐστιν, οὐδέποτε δὲ χωρὶς σώματος· περὶ τούτου γὰρ τελευταῖον διελέχθη, ἔνθα ἔλεγεν ὅτι δειχθήσεται τὸ κενὸν ῾῾ὡς ὡς ἀληθῶς κενόν.᾿᾿ Εἰ μή τις βούλοιτο καλεῖν τὸ κενὸν πάντως τὸ αἴτιον τὸ ὖ φέρεσθαι. Εἴ τις βούλοιτο, φησί, καινοτομεῖν τὰ ὀνόματα καὶ κενὸν λέγειν τὸ κινήσεως αἴτιον, λέγοι ἂν ὁ τοιοῦτος τὴν ὕλην τοῦ βαρέος καὶ κούφου κενόν· ταῦτα γὰρ κινήσεως αἴτια. κατὰ γὰρ τὸ σκληρὸν καὶ τὸ μαλακὸν οὐ κινήσεως αἰτία ἡ ὕλη, ἀλλὰ τοῦ εὐπαθῆ ἢ δυσπαθῆ εἶναι τὰ πράγματα. Καὶ περὶ μὲν κενοῦ, πῶς ἔστι καὶ πῶς οὐκ ἔστι. Ὅτι οὐκ ἔστι μὲν ὡς διάστημα χωριστὸν σώματος οὔτε ἔξωθεν τῶν σωμάτων οὔτε ἐν τοῖς σώμασι κατεσπαρμένον, εἴρηται. Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν καὶ περὶ χρόνου· Οὐδενὸς ἧττον τῶν προειρημένων τοῦ φυσικοῦ ἐστὶ καὶ περὶ χρόνου διαλαβεῖν· καὶ γὰρ οὗτος τῶν παρακολουθούντων ἐστὶ πᾶσι τοῖς φυσικοῖς πράγμασι. τῇ αὐτῇ δὲ πάλιν ὁδῷ καὶ ἐπὶ τοῦτο βαδίζει, πρότερον ζητῶν εἰ ἔστιν ἢ μὴ ἔστι, καὶ ἐφ’ ἑκάτερα ἐπιχειρῶν, εἶτα ἐφεξῆς τὰ ἀκόλουθα, λέγω δὴ τὸ τί ἐστι καὶ τὸ ὁποῖόν τί ἐστι. πρῶτον δὲ ἐπιχειρεῖ ὅτι οὐκ ἔστιν ὁ χρόνος. καίτοι γε ἐναργοῦς ὄντος ὅτι ἔστιν ὁ χρόνος, ὅμως οὐκ εὐκαταφρονήτους λόγους τίθησι, δι’ ὧν πειρᾶται δεικνύναι ὅτι οὐκ ἔστιν ὁ χρόνος. τοῦ χρόνου, φησί, τὸ μὲν παρελήλυθε καὶ οὐκ ἔστι, τὸ δὲ μέλλει καὶ οὕπω ἐστί δύο γὰρ ταῦτα τοῦ χρόνου μέρη, τὸ παρεληλυθὸς καὶ τὸ μέλλον), ἑκάτερον δὲ τούτων οὐκ ἔστιν, ἐξ οὐκ ὄντων ἄρα σύγκειται ὁ χρόνος· τὸ δὲ ἐκ μὴ ὄντων συφκείμενον οὐδὲ αὐτὸ ἔστι (τοῦ γὰρ ὄντος τὰ μέρη καὶ αὐτὰ ὄνια), οὐκ ἔστιν ἄρα ὁ χρόνος. ἔτι πᾶν, φησί, τὸ διαστατὸν καὶ μεριστὸν ἢ καθ’ ὅλα ἅμα τὰ μόρια συνέστηκεν ἢ κατά τινα μέρη, καθ’ ὅλα μέν, ὡς τὰ ζῷα καὶ τὰ φυτά, κατὰ μέρη δέ, ὡς ὁ ἀγών· τῷ γὰρ πάλην ἐνεστηκέναι ἢ πυγμὴν ὁ ἀγὼν λέγεται ἐνεστηκέναι. ὁ δὲ χρόνος διαστατὸς ὢν οὔτε καθ’ ὅλα τὰ μέρη ὑφέστηκεν οὐ γὰρ ἔστιν ὁ πᾶς ἅμα χρόνος), οὔτε δὴ κατὰ μέρος ἐστὶν ὁ χρόνος· οὔτε γὰρ τὸ παρεληλυθός ἐστιν οὗτε τὸ μέλλον· τὸ μὲν γὰρ οὐκ ἔστι, τὸ δὲ οὔπω ἐστίν. εἰ τοίνυν μήτε καθ’ ὅλον ἐστὶν ὁ χρόνος μήτε κατὰ μόρια, ἔοικε μηδὲ ὅλως εἶναι. τὸ δὲ νῦν, φησίν, οὗτε χρόνος, οὔτε μέρος χρόνου, ὅπερ μόνον ὑπάρχειν δοκεῖ· τὸ γὰρ μέρος μετρεῖ τὸ ὅλον ἢ γὰρ τρίτον ἐστὶν ἡ δέκατον ἢ χιλιοστὸν ἢ ἕτερον ᾧ τὸ ὅλον καταμετρεῖται), τὸ δὲ νῦν οὐ μετρεῖ τὸν χρόνον. ἀδιάστατον γὰρ τὸ νῦν· οὐδὲ γὰρ σύγκειται ἐκ τῶν νῦν ὁ χρόνος, ἐπειδὴ πᾶν τὸ μεριστὸν ἐκ μεριστῶν σύγκειται. οὐκ ἄρα μέρος τοὐ χρόνου τὸ νῦν· πολλῷ οὖν μᾶλλον οὐδὲ χρόνος. οὐκ ἄρα οὐδὲ κατὰ τὸ νῦν ὁ χρόνος ὑφέστηκε. ταῦτα εἰπών, δείκνυσιν ὅτι ὅλως οὐδὲ τὸ νῦν τῶν ὄντων ἐστί· μήποτε γὰρ ὄνομα μόνον ἐστὶ τὸ νῦν, ὑπόστασιν δὲ οὐκ ἔχει. κατασκευάζει δὲ τοῦτο δύο τινὰ λαμβάνων ἀξιώματα, ἓν μὲν ὅτι ἀδύνατον ἅμα εἶναι χρόνους δύο, εἰ μὴ ὁ μὲν περιέχοι ὁ δὲ περιέχοιτο φαμὲν γὰρ ἐνεστηκέναι νῦν καὶ ἐνιαυτὸν καὶ μῆνα καὶ ἡμέραν, ἐνιαυτὸν Διοκλητιανοῦ ἔτος σλγ΄, μῆνα παχῶν, ἡμέραν δεκάτην· ἅμα οὖν οὗτοι τρεῖς χρόνοι, ἀλλὰ περιέχει μὲν ὁ ἐνιαυτὸς τὸν μῆνα, οὗτος δὲ τὴν ἡμέραν, ἅμα μέντοι εἶναι δύο χρόνους ἴσους, οἷον ἡμέρας δύο ἢ μῆνας δύο ἢ ἐνιαυτοὺς δύο, ἀδύνατον), δεύτερον <δὲ> ὅτι πᾶν τὸ μὲν ὄν, νῦν δὲ μὴ ὄν, ἐφθάρθαι ἀνάγκη. τούτοις ἐν τῆ κατασκευῇ προσχρώμενος τοῖς ἀξιώμασι κατασκευάζει ὅτι τὸ νῦν οὐκ ἔστιν, ἐκ διαιρέ- σεως δὲ πρόεισιν ὁ λόγος. τὸ γὰρ νῦν εἰ ἔστι, φησίν, ἢ ἕν ἐστι καὶ ταὐτὸν τὸ πρότερον τῷ ὕστερον, καὶ οἷον ἓν νῦν ἐστιν ἐξ αἰῶνος οἱονεὶ ῥυϊσκόμενον καὶ τὸ αὐτὸ ἀεὶ πᾶσι παρόν, ἢ ἕτερον καὶ ἕτερον. καὶ εἰ ἕτερον, η ἐπιδιαμένει τὸ προτερον του ὕστερον γενομενου, η ουκ επιοιαμένει ἀλλὰ φθείρεται. καὶ εἰ φθείρεται, ἔν τινι φθείρεται πάντως· ἢ τοίνυν ἐν ἑαυτῷ ἢ ἐν ἄλλῳ. καὶ εἰ ἐν ἄλλῳ, ἢ ἐν τῷ ἐφεξῆς ἑαυτοῦ νῦν ἔφθαρται ἢ ἐν τῷ πορρωτέρω. πέντε οὖν τῶν ὅλων τμημάτων ἐκ τῆς διαιρέσεως γινομένων, ἐὰν δειχθῇ ὅτι οὐδὲν αὐτῶν δύναται ὑποστῆναι, πρόδηλον ἄν εἴη ὅτι τὸ νῦν οὐδαμῶς ἐστιν. ὅτι μὲν οὖν οὐκ ἔστιν ἕτερον τὸ πρότερον νῦν τοῦ ὑστέρου τοῦτο γὰρ πρότερον γυμνάζει τὸ τμῆμα τῆς διαιρέσεως), δείκνυσιν οὕτως. εἰ γὰρ ἕτερον εἴη τὸ πρότερον τοὐ ὑστέρου, ἢ ἐπιδιαμένει τὸ πρότερον ἐπιὸν τὸ ὕστερον, ἢ οὐκ ἐπιδιαμένει. εἰ μὲν οὖν ἐπιδιαμένει, συμβήσεται δύο χρόνους ἴσους ἀλλήλοις ἅμα εἶναι, τοῦτο δὲ ἀδύνατον· εἴπομεν γὰρ ὡς ἀδύνατον εἶναι δύο χρόνους ἅμα ἀλλήλοις, εἰ μὴ ὁ μὲν περιέχοι ὁ δὲ περιέχοιτο. οὐκ ἐπιδιαμένει οὖν τὸ πρότερον νῦν τοῦ ὑστέρου γενομένου. εἰ δὲ μὴ ἐπιδιαμένει, πᾶν δὲ ὃ πρότερον μὲν ἦν, νῦν δὲ οὐκ ἔστι, τοῦτο ἐφθάρθαι ἀνάγκη, ἔφθαρται ἄρα τὸ πρότερον νῦν. ἀλλ’ εἰ ἔφθαρται, ἢ ἐν αὑτῷ ἔφθαρται, ἢ ἐν ἄλλῳ· | ἐν αὑτῷ μὲν οὖν ἐφθάρθαι ἀδύνατον, ἐπεὶ τὸ αὐτὸ ἅμα ἔσται καὶ οὐκ ἔσται, τοῦτο δὲ ἀδύνατον· ἐν ἄλλῳ ἄρα. ἢ οὖν ἐν τῷ ἐφεξῆς ἢ ἐν τῷ πορρωτέρω. ἐν τῷ ἐφεξῆς μὲν οὖν ἀδύνατον· οὐδὲ γάρ ἐστιν ὅλως σημεῖον σημείῳ ἐφεξῆς. τοῦτο γάρ, φησίν, ἔστω τέως ἡμῖν ὡμολογημένον δείκνυσι γὰρ αὐτὸ ἐν τοῖς τελευταίοις βιβλίοις ταύτης τῆς πραγματείας), ὅτι οὔτε σημεῖον σημείῳ δυνατὸν ἐφεξῆς εἶναι οὔτε τὸ ·νῦν τῷ νῦν οὐ γραμμὴν γραμμῇ οὐκ ἐπιφάνειαν ἐπιφανείᾳ. καὶ οὐδέν γε χεῖρον δεῖξαι καὶ ἡμᾶς νῦν, ὅτι τοῦτο ἀδύνατον. εἰ γὰρ εἴησαν ἐφεξῆς ἀλλήλων δύο νῦν ἢ δύο σημεῖα, ἢ ἐφαρμόσουσιν ἀλλήλοις, ἢ διαστίξονται ἀπ’ ἀλλήλων, ἢ κατά τι μὲν ἅψονται κατά τι δὲ διαστίξονται. ἀλλ’ εἰ μὲν ἐφαρμόσουσιν, οὐκ ἔσονται δύο ἀλλ’ ἕν, εἰ δὲ διαστίξονται, οὐκ ἔσονται ἐφεξῆς ἀλλήλοις· ἐφεξῆς γάρ εἰσιν, ὡς αὐτὸς ἐν τῷ πέμπτῳ βιβλίῳ ὡρίσατο, ὧν μηδέν ἐστι μεταξὺ συγγενές, πάντων δὲ δύο νῦν διεστηκότων τὸ μεταξὺ χρόνος, ἐν παντὶ δὲ χρόνῳ ἄπειρά ἐστι τὰ νῦν· μεταξὺ ἄρα τῶν διεστηκότων δύο ἔσται ἄπειρα νῦν συγγενῆ αὐτοῖς. οὐκ ἄρα ἐφεξῆς ἀλλήλων τὰ διεστηκότα νῦν. ὥστε οὐδὲ διεστάναι ἐνδέχεται τὰ ἐφεξῆς ὄντα. εἰ δὲ κατά τι μὲν ἅψονται κατά τι δὲ διαστίξονται, οὐκ ἔσονται ἀμερῆ· ἀδύνατον ἄρα δύο νῦν ἐφεξῆς εἶναι ἀλλήλοις. οὐκ ἄρα εἰ φθείρεται τὸ νῦν, ἐν τῷ ἐφεξῆς φθαρήσεται, εἴ γε μηδέ ἐστιν ἐφεξῆς. εἰ δὲ ἐν τῷ πορρωτέρω καὶ κεχωρισμένῳ, ἀνάγκη τὸ μεταξὺ τῶν δύο νῦν τούτων χρόνον εἶναι, ἐν παντὶ δὲ χρόνῳ ἄπειρά ἐστι τὰ νῦν. πρῶτον μὲν οὖν ἀποκληρωτικὸν ἐν τῷδε μὲν τῷ νῦν φθαρῆναι αὐτό, ἐν δὲ τοῖς μεταξὺ ἀπείροις οὖσι μὴ φθαρῆναι, ἔπειτα εἰ ἐν τῷ κεχωρισμένῳ νῦν ἔφθαρται, συμβήσεται εἶναι <ἐν> τοῖς μεταξὺ ἀπείροις οὖσιν. ἀλλ’ ὑπόκειται μὴ ἐπιδιαμένειν τὸ πρότερον γενομένου τοῦ ὕστερον, καὶ ἅμ καὶ τὸ πρότερον ἄτοπον ἀκολουθήσει, τὸ δύο χρόνους ἴσους ἅμα εἶναι· ἀδύνατον ἄρα τὸ νῦν ἕτερον καὶ ἕτερον εἶναι· πᾶσαι γὰρ αἱ ὑποθέσεις ἐληλεγμέναι εἰσίν. ἀλλ’ ἆρα μὴ ἓν καὶ ταὐτόν ἐστιν ἀεὶ τὸ νῦν; ἀλλ’ ἀδύνατον. οὐδὲν γάρ, φησί, διαστατὸν πεπερασμένον ἑνὶ πέρατι πεπέρανται, ἀλλὰ τοὐλάχιστον δύο, ὡς ἡ γραμμὴ δύο σημείοις, τὸ δὲ νῦν πέρας ἐστὶ τοῦ χρόνου, καὶ ὁ χρόνος διαστατός τέ ἐστι καὶ λαβεῖν ἔστι χρόνον πεπερασμένον, οἷον ἡμέραν ἢ μῆνα· ὥστε εἰ χρόνος τις διαστατὸς ὢν πεπερασμένος ἐστίν, οὐδενὸς δὲ πεπερασμένου ἕν ἐστι πέρας, τὸ δὲ νῦν πέρας, οὐκ ἄρα ἓν εἶναι τὸ νῦν ἐνδέχεται. καὶ ἄλλως εἰ ἐν τῷ αὐτῷ χρόνῳ λέγομεν ταῦτα γεγενῆσθαι τὰ ἐν τῷ αὐτῷ νῦν γινόμενα, ἓν δέ ἐστι τὸ νῦν ἐξ αἰῶνος, συμβήσεται τὰ Τρωικὰ τοῖς καθ’ ἡμᾶς ἐν τῷ αὐτῷ χρόνῳ γεγενῆσθαι· οὐδὲν οὖν ἄλλο ἄλλου πρεσβύτερον ἔσται ἢ νεώτερον. τοῦτο δὲ ἄτοπον. οὐκ ἄρα οὐδὲ ἓν εἶναι καὶ ταὐτὸν ἐνδέχεται τὸ νῦν. ὥστε οὐδὲ ὅλως εἶναι αὐτὸ ἐνδέχεται· εἰ γὰρ ἦν, ἡ ἓν ἦν καὶ ταὐτόν, ἢ ἄλλο καὶ ἄλλο, οὔτε δὲ ἄλλο καὶ ἄλλο εἶναι δύναται οὔτε ἓν καὶ ταὐτόν· ἔοικεν ἄρα μηδὲ εἶναι ὅλως. εἰ τοίνυν μηδὲ κατὰ τὸ παρεληλυθὸς μηδὲ κατὰ τὸ μέλλον μηδὲ κατὰ τὸ νῦν ἐστιν ὁ χρόνος, ἔοικεν ἄρα μηδὲ εἶναι ὅλως. Πρῶιον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ δι’ αὐτῶν τῶν ἐξωτερικῶν λόγων. ᾿Εξωτερικοὺς λόγους φησὶ πρὸς ἀντιδιαστολὴν τῶν ἀκροαματικῶν καὶ ἀποδεικτικῶν τοὺς ἐξ ἐνδόξων καὶ πιθανῶν ὡρμημένους. εἴρηται δὲ καὶ ἐν Κατηγορίαις, ὅτι ἐξωτερικοί εἰσι λόγοι οἱ μὴ ἀποδεικτικοὶ μηδὲ πρὸς τοὺς γνησίους τῶν ἀκροατῶν εἰρημένοι, ἀλλὰ πρὸς τοὺς πολλοὺς καὶ ἐκ πιθανῶν ὡρμημένοι. Τὸ δὲ ἐκ μὴ ὄντων συγκείμενον εἶναι δόξειε μὴ οὐσίας. οὐσίας φησί, τουτέστιν ὑπάρξεως καὶ τοὐ εἶναι· πῶς γὰρ ἄν τὸ ὂν ἐκ τῶν μὴ ὄντων συγκέοιτο; Πρὸς δὲ τούτοις παντὸς μεριστοῦ, ἄνπερ ᾖ, ἀνάγκη, ὅτε ἔστιν, ἢ πάντα τὰ μέρη εἶναι 〈ἢ ἔνια〉. Ἄλλο ἐπιχείρημα ὅτι οὐκ ἔστιν ὁ χρόνος. πᾶν, φησί, τὸ μεριστόν, ὅτε ἔστιν, ἢ πάντα ἅμα τὰ μέρη ἔχει ὑφεστηκότα, ὥσπερ τὰ ζῷα καὶ τὰ φυτά, ἢ ἔνια, ὡς ὁ ἀγών, τοῦ δὲ χρόνου μεριστοῦ ὄντος οὔτε ὅλα τὰ μέρη ὑφέστηκεν οὔτε τινά τό τε γὰρ παρεληλυθὸς οὐκ ἔστι, καὶ τὸ μέλλον οὔπω ἐστίν), οὐκ ἄρα ἐστὶν ὁ χρόνος. Τὸ δὲ νῦν οὐ μέρος· μετρεῖ τε γὰρ τὸ μέρος, καὶ συγκεῖσθαι δεῖ τὸ ὅλον ἐκ τῶν μερῶν. Ἐπειδὴ εἶπεν ὅτι οὐχ ὑφέστηκεν ὁ χρόνος κατὰ μόρια, ὑφέστηκε δὲ τοῦ χρόνου μόνον τὸ νῦν, ἵνα μή τις εἴπῃ ὅτι ῾καὶ μὴν ὑφέστηκε κατὰ τὸ νῦν ὁ χρόνος᾿ , διὰ τοῦτο πρότερον μὲν δείκνυσιν ὅτι οὐκ ἔστι μέρος χρόνου τὸ νῦν τὸ γὰρ μέρος, φησί, καὶ τὸ ὅλον μετρεῖ καὶ συντίθησι τὰ μέρη τὸ ὅλον, τὸν δὲ χρόνον οὔτε μετρεῖ τὸ νῦν οὔτε σύγκειται ἐκ τῶν νῦν ὁ χρόνος), εἶτα δείξει ἐφεξῆς ὅτι οὐδ’ ὅλως ἐστὶ τὸ νῦν, κεχρημένος τῇ εἰρημένῃ διαιρέσει. Μηδὲν δέ ἐστι τῶν ἐν τῷ χρόνῳ ἄλλο καὶ ἄλλο 〈μέρος ἅμα〉, ὃ μὴ περιέχει, τὸ δὲ περιέχεται. Tὸ ἓν τῶν ἀξιωμάτων, ὅτι ἀδύνατον δύο ἅμα εἶναι χρόνους ἢ χρόνου μέρη, εἰ μὴ τὸ μὲν περιέχει, τὸ δὲ περιέχεται. | Τό τε μὴ ὂν πρότερον δὲ ὃν ἀνάγκη ἐφθάρθαι ποτέ. Τουτέστι δεῖ εἶναί τι τοῦ χρόνου, ἐν ᾧ εἰς τὸ μὴ ὃν ἐχώρησεν, εἴτε διὰ φθορᾶς εἴτε μή· οὐδὲν γάρ μοι διαφέρει. τὸ γὰρ ἐφθάρθαι νῦν ἀντὶ τοὐ μὴ εἶναι εἴρηκε. Καὶ τὰ νῦν ἅμα μὲν ἀλλήλοις οὐκ ἔσται, ἐφθάρθαι δὲ ἀνάγκη ἀεὶ τὸ πρότερον. Εἰπὼν τὰ ἀξιώματα λοιπὸν ἐπάγει τὴν κατασκευήν, ἔστι δὲ ἡ ἀκολουθία τῆς λέξεως τοιαύτη· εἰ μὲν γὰρ ἀεὶ τὸ νὺν ἕτερόν ἐστι καὶ ἕτερον, ὡμολόγηται δὲ καὶ τὸ μὴ ἐνδέχεσθαι δύο εἶναι ἅμα τοῦ χρόνου μέρη, εἰ μὴ τὸ μὲν περιέχοι τὸ δὲ περιέχοιτο, κἀκεῖνο δὲ ὡμολόγηται ὅτι τὸ πρότερον μὲν ὂν νῦν δὲ μὴ ὂν ἀνάγκη ἐφθάρθαι ποτέ, εὔδηλον δήπου ὅτι καὶ τὰ νῦν ταῦτα ἅμα μὲν ἀλλήλοις εἶναι οὐκ ἐνδέχεται διὰ τὸ πρῶτον ἀξίωμα, ἐφθάρθαι δὲ ἀνάγκη ἀεὶ τὸ πρότερον διὰ τὸ δεύτερον ἀξίωμα. ἐπεὶ οὖν ἔφθαρται, πότε ἔφθαρται καὶ ἐν ποίῳ νῦν; ἢ γὰρ ἐν αὑτῷ ἢ ἐν ἄλλῳ, καὶ εἰ ἐν ἄλλῳ, ἢ ἐν τῷ ἐφεξῆς ἢ ἐν ἄλλῳ κεχωρισμένῳ· ἕκαστον δὲ ἀδύνατον. Ἐv ἄλλῳ δὲ νῦν ἐφθάρθαι τὸ πρότερον νῦν οὐκ ἐνδέχεται· Ἐv ἄλλῳ φησὶν ἐν τῷ ἐφεξῆς καὶ ἐχομένῳ· ὡς γὰρ περὶ τούτου λέγων ἐπήγαγεν ἔστω γὰρ ἀδύνατον ἐχόμενα εἶναι ἀλλήλων τὰ νῦν. δύναται καὶ τὸ ἐν ἄλλῳ δὲ νῦν ἐφθάρθαι περὶ τοῦ κοινοτέρου εἰρῆσθαι, ὅτι οὔτε ἐν τῷ ἐφεξῆς οὕτε ἐν τῷ χωριστῷ, εἶτα λοιπὸν τὰ κατὰ μέρος διεξιέναι, καὶ πρῶτον περὶ τοῦ ἐφεξῆς διὰ τοῦ λέγειν ἔστω γὰρ ἀδύνατον ἐχόμενα εἶναι ἀλλήλων τὰ νῦν. διὰ τοῦτο δὲ οὐκ εἶπεν ὅτι ἀδύ- νατον ἐχόμενα εἶναι ἀλλήλων, ἀλλ’ ἔστω, ἐπειδὴ μήπω τοῦτο ἀπέδειξεν, ἀλλ’ ὡς ἀποδείξων ἀξιοῖ τέως λαβεῖν. Εἴπερ οὖν ἐν τῷ ἐφεξῆς ἐφεξής ἀλλ’ ἐν ἄλλῳ. Ὅτι οὐ μόνον ἐν τῷ ἐφεξῆς οὐκ ἐνδέχεται φθαρῆναι τὸ νῦν διὰ τὸ μηδὲν εἶναι τὸ ἐφεξῆς, ἀλλ’ οὐδὲ ἐν ἄλλῳ οὐδενὶ μὴ ὄντι ἐφεξῆς. ἀνάγκη γάρ, φησί, τῶν δύο νῦν μεταξὺ εἶναι χρόνον, ἐν παντὶ δὲ χρόνῳ ἄπειρά ἐστι τὰ σημεῖα· εἰ οὖν ἐν μηδενὶ τούτων ἔφθαρται, σύνεστι πάσι τούτοις, τοῦτο δὲ ἀδύνατον· εἴρηται γὰρ ὅτι δύο χρόνου μέρη ἅμα εἶναι ἀδύνατον, εἰ μὴ τὸ μὲν περιέχοι τὸ δὲ περιέχοιτο, οὐδὲν δὲ νυν περιεκτικὸν ἐστι του ἑτέρου. ᾿Αλλὰ μὴν οὐδὲ ἀεὶ τὸ αὐτὸ διαμένειν δυνατόν. Ἐλέγξας τὸ ἕτερον τμῆμα τῆς διαιρέσεως διὰ τῶν πρότερον, ὅτι οὐκ ἐνδέχεται ἄλλο καὶ ἄλλο νῦν εἶναι, ἐντεῦθεν καὶ τὸ λοιπὸν ἐλέγξαι βούλεται, ὅτι οὐδὲ ἓν καὶ τὸ αὐτὸ ἐνδέχεται εἶναι τὸ νῦν· οὐδενὸς γὰρ διαιρετοῦ πεπερασμένου ἓν πέρας ἐστίν· εἰ τοίνυν πέρας ἐστὶ τοῦ χρόνου τὸ νῦν, διαιρετὸς δὲ ὁ χρόνος, ἐπειδὴ καὶ συνεχής, οὐκ ἄν εἴη ἓν τὸ νῦν. οὔτε ἄν ἐφ’ ἓν ᾖ συνεχὲς οὔτε ἄν ἐπὶ πλείω. Συνεχὲς εἶπεν εἰπὼν ἄνω ῾῾διαιρετόν᾿᾿, ἐπειδὴ τὸ συνεχές ἐστι τὸ διαιρετόν. καὶ τὸ διαιρετὸν οὖν πάντως καὶ συνεχές, καὶ τὸ συνεχὲς πάντως καὶ διαιρετόν. ἐφ’ ἓν δὲ συνεχὲς ἡ γραμμὴ ἐπὶ μῆκος, ταύτῃ δὲ μόνως καὶ διαιρετόν, ἐπὶ πλείω δὲ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα, ἡ ἐπιφάνεια μὲν ἐπὶ δύο τὸ σῶμα δὲ ἐπὶ τρία. ὡς δ’ ἄν ἕκαστον ἔχῃ τὸ συνεχές, ταύτῃ καὶ τὸ διαιρετὸν ἔχει. Ἔτι εἰ τὸ ἅμα εἶναι κατὰ χρόνον. To ἕτερον ἐπιχείρημα, ὅτι εἰ ἓν τὸ νῦν, ὁμόχρονα ἄν εἴη τὰ Τρωικὰ τοῖς νῦν οὖσιν· ἐν τῷ αὐτῷ γὰρ νῦν ἄμφω, τοιαῦτα δὲ τὰ ὁμόχρονα· ἀναιρεθήσεται οὖν τὸ πρεσβύτερον καὶ νεώτερον. Περὶ μὲν οὖν τῶν ὑπαρχόντων αὐτῷ τοσαῦτα ἔστω διηπορημένα, τί δέ ἐστιν ὁ χρόνος καὶ τίς αὐτοῦ ἡ φύσις, ὁμοίως 20 ἔκ τε τῶν παραδεδομένων ἄδηλόν ἐστι, καὶ περὶ ὧν τυγχάνομεν διεληλυθότες πρότερον. Εἰπὼν ἐξ ἀρχῆς ὅτι δεῖ ἡμᾶς περὶ τοῦ χρόνου ζητῆσαι, εἴτε ἔστιν ἡ μή, εἶτα τί ἐστι, πρῶτον ἐπιχειρήσας μήποτε οὐκ ἔστιν ὁ χρόνος, καὶ πάνυ εὐφυῶς ἐξ ἐνδόξων κατασκευάσας ὅτι οὐκ ἔστιν, οὐκέτι εἰς τοὐναντίον ἐπιχειρεῖ, λέγω δὴ ὅτι ἔστιν ὁ χρόνος (πάσης γὰρ ἀποδείξεως πιστοτέρα ἡ ἐνάργεια· τὰς γὰρ ἀπορίας τὰς περὶ αὐτοῦ ἐφεξῆς ἐπιλύσεται), μέτεισι δὲ ἐπὶ τὸ ζητῆσαι τί ἐστι, κατὰ δὲ τὸ εἰωθὸς αὐτῷ πρότερον τὰς τῶν παλαιῶν ψευδεῖς περὶ τοῦ χρόνου δόξας ἀνακαθαίρεται. τρεῖς δὲ ἐκτίθεται περὶ τοῦ χρόνου τὰς πάσας δόξας. οἱ μὲν γάρ, φησί, χρόνον ἐνόμισαν τὴν περιφορὰν τοῦ παντός, οἱ δὲ τὴν σφαῖραν αὐτήν, λέγω δὴ τὴν σωματότητα τοῦ οὐρανοῦ, οἱ δὲ τὴν κίνησιν ἁπλῶς χρόνον εἰρήκασι. πρῶτον δὲ δείκνυσιν ὅτι οὐκ ἔστιν ἡ περιφορὰ χρόνος, οὕτως· εἰ γὰρ ἡ περιφορὰ εἴη χρόνος, ἐπειδὴ τὸ μέρος τοῦ χρόνου χρόνος ἐστί, συμβήσεται καὶ τὸ μέρος τῆς περιφορᾶς περιφορὰν εἶναι· τοῦτο δὲ ἀδύνατον· περιφορὰ γάρ ἐστιν ἡ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκατάστασις· οὐκ ἄρα ἡ περιφορὰ χρόνος. εἰ μὲν γὰρ ὡρισμένον τινὰ χρόνον ἔλεγον τὴν περιφοράν, οἷον ἡμέραν ἢ μῆνα, δυνατὸν ἦν τὸ μέρος τῆς περιφορᾶς μέρος εἶναι χρόνου, ἐπειδὴ δὲ ἁπλῶς τὸν χρόνον ᾗ χρόνος ἐστὶ περιφορὰν λέγουσιν εἶναι, συμβήσεται τὸ μέρος τῆς περιφορᾶς μὴ εἶναι χρόνον (οὐ γάρ ἐστι περιφορὰ τὸ μέρος τῆς περιφορᾶς), ὥστε οὐδὲ ἡ περιφορὰ χρόνος ἄν εἴη. ἔτι, φησίν, εἰ ὑποθώμεθα πλείονας εἶναι τοὺς οὐρανούς, περιφοραὶ μὲν πλείους ἔσονται, χρόνοι δὲ οὐ πλείους, ἀλλ’ εἷς καὶ ὁ αὐτὸς οὐδὲν ἧττον· οὐ γὰρ πλείους ἡμέραι ἅμα ἦσαν ἢ πλείους ἐνιαυτοί, ὁπότε καὶ νῦν τῶν σφαιρῶν πλειόνων οὐσῶν περιφοραὶ μὲν πλείους εἰσί, χρόνος δὲ εἷς. οὕτως οὖν καὶ εἰ ἦσαν ἄλλοι οὐρανοὶ καὶ ἄλλοι κόσμοι, αἱ μὲν περιφοραὶ πλείους ἦσαν, χρόνος δὲ εἷς. εἰ μὲν γὰρ ἰσοταχεῖς ἦσαν πάντες οἱ οὐρανοί, μέτρον ἦν αὐτῶν ὁμοίως ὁ εἷς καὶ ὁ αὐτὸς χρόνος ἡμέρα γὰρ καὶ μὴν καὶ ἐνιαυτὸς ὁ αὐτὸς καὶ ἴσος παρὰ πᾶσιν), εἰ δὲ ἀνισοταχεῖς ἦσαν, ὑπὸ τῆς ταχυτέρας κινήσεως ἐμετροῦντο αἱ τῶν λοιπῶν οὐρανῶν κινήσεις, ὥσπερ καὶ νῦν ὑπὸ τῆς κινήσεως καὶ τῆς ἀπλανοῦς αἱ τῶν ἄλλων σφαιρῶν κινήσεις μετροῦνται. ἀεὶ γὰρ ὑπὸ τοῦ ἐλάττονος μετρεῖται τὸ μεῖζον· τὸ γὰρ δεκάπηχυ ξύλον ὑπὸ τοῦ πήχεος μετρεῖται, καὶ ὁ πῆχυς ὑπὸ τοῦ δακτύλου. οὕτως οὖν καὶ ἡ ταχυτέρα κίνησις τῶν ἄλλων ἐστὶ μέτρον· ὥστε ὁ χρόνος ὁ παραμετρῶν ταύτην ὁ αὐτὸς καὶ τῶν λοιπῶν πασῶν ἦν μέτρον. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ περιφορὰ χρόνος, οὕτω δείκνυσιν, ὅτι δὲ οὐδὲ ἡ σφαῖρα αὐτή ἐστι χρόνος, οὐδὲ ἀξιοῖ ἐλέγξαι· εὔηθες γὰρ τοῦτο, καὶ ὁ συλλογισμὸς δὲ δι’ οὗ ἐδόκουν κατασκευάζειν ὅτι ἡ σφαῖρα χρόνος ἐστί, προφανῶς ἀσυλλόγιστός ἐστιν. ἐκ δύο γὰρ καταφατικῶν ἐν δευτέρῳ σχήματι συμπλέκεται· ἐν τῷ χρόνῳ, γάρ φασι, τὰ πάντα ἐστίν, ἐν τῇ σφαίρᾳ τὰ πάντα ἐστίν, ἡ σφαῖρα ἄρα χρόνος ἐστί. πρῶιον μὲν γάρ, ὡς εἶπον, ἀσυλλόγιστος ἡ συμπλοκή, ἔπειτα οὐ πάντως τὸ ἔν τινι ἐν χρόνῳ ἐστίν. ἄλλως οὖν ἐν τῇ σφαίρᾳ ταῦτά ἐστι καὶ ἄλλως ἐν τῷ χρόνῳ· ἐν γὰρ τῇ σφαίρᾳ ὡς ἐν τόπῳ τὰ πάντα ἐστίν, ἐν δὲ τῷ χρόνω οὐχ ὡς ἐν τόπῳ τὰ πάντα ἐστίν, ἀλλ’ ἄλλως. ὥστε κυρίως ἄν συνάγοιτο, ὅτι ἡ σφαῖρα οὐ χρόνος, αὐτὸ τὸ ἐναντίον οὗ ἐκεῖνοι ἐβούλοντο· ἐν τῇ σφαίρᾳ τὰ πάντα ὡς ἐν τόπῳ ἐστίν, ἐν τῷ χρόνῳ τὰ πάντα ὡς ἐν τόπῳ οὐκ ἔστιν, ἡ σφαῖρα ἄρα χρόνος οὐκ ἔστιν. ὡς δὲ ἐκεῖνοι κατεσκεύαζον, ὁ μέσος ὅρος οὐχ ὡσαύτως ἔχει πρὸς τοὺς ἄκρους. δυνατὸν μὲν οὖν καὶ συλλογιστικῶς πλέξαι ἐν τρίτῳ σχήματι· τὰ πάντα ἐν τῇ σφαίρᾳ ἐστί, τὰ πάντα ἐν χρόνῳ ἐστίν, ἡ σφαῖρα ἄρα χρόνος ἐστίν. ἀλλὰ πάλιν οὐ τὴν αὐτὴν συμπλοκὴν ὁ μέσος πρὸς τοὺς ἄκρους ἔχει, ὥσπερ εἴρηται. διὰ μὲν οὖν τὸ εὐφώρατον καὶ αὐτοῦ τοῦ δόγματος καὶ τῆς ἐπιχειρήσεως οὐδὲν πρὸς αὐτοὺς ὁ Ἀριστοτέλης ἀντιλέγει. ἔστι δὲ εἰπεῖν πρὸς αὐτοὺς ταῦτα, ὅτι ὁ χρόνος τὸ παρεληλυθὸς ἔχει καὶ τὸ μέλλον, ἡ δὲ σφαῖρα οὐκ ἔχει τὸ παρεληλυθὸς καὶ τὸ μέλλον· τοῦ χρόνου τὸ μέρος χρόνος ἐστί, τῆς δὲ σφαίρας τὸ μέρος οὐκ ἔστι σφαῖρα, οὐκ ἄρα ἡ σφαῖρα χρόνος ἐστίν· ὁ χρόνος τῷ νῦν διαιρεῖται, ἡ δὲ σφαῖρα τῷ νῦν οὐ διαιρεῖται· ὁ χρόνος ἀπὸ μέρους ὑφέστηκεν, ἡ δὲ σφαῖρα οὐχ ὑφέστηκεν ἀπὸ μέρους· οὕτως οὖν οὐδὲ ἡ σφαῖρα χρόνος ἄν εἴη. Ὅτι δὲ οὐδὲ κίνησις ἁπλῶς ἐστι, δείκνυσιν οὕτως· ἡ κίνησις, φησίν, ἐν μόνῳ τῷ κινουμένῳ ἐστὶ καὶ ἐν τῷ τόπῳ ἐν ᾧ κινεῖται τὸ κινούμενον, ὁ δὲ χρόνος οὐκ ἐν τῷ κινουμένῳ ἐστὶν οὐδὲ ἐν τόπῳ ἐν ᾧ γίνεται ἡ κίνησις, ἀλλὰ πανταχοῦ καὶ πᾶσιν ὁμοίως εἷς καὶ ὁ αὐτὸς ὢν παρακολουθεῖ, οὐκ ἄρα ἐστὶν ἡ κίνησις χρόνος. οὐ γὰρ ἡ ἐμὴ κίνησις ἐν πᾶσίν ἐστιν, ἀλλ’ οὐδὲ ἀπλῶς ἐν πᾶσι κίνησις θεωρεῖται· τινὰ γὰρ καὶ ἠρεμεῖ. δεύτερον ἐπιχείρημα· ἡ κίνησις καὶ ἡ ἀπλῶς μεταβολὴ τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον λέγομεν γὰρ ἄλλην ἄλλης κίνησιν ταχυτέραν εἶναι ἢ βραδυτέραν· φαμὲν γὰρ ταχεῖαν μὲν εἶναι τὴν τῆς ἀπλανοῦς κίνησιν, βραδεῖαν δὲ τὴν τοῦ Κρόνου), ὁ δὲ χρόνος οὐκ ἔχει τὸ θᾶττον καὶ τὸ βραδύτερον, οὐκ ἄρα ὁ χρόνος κίνησίς ἐστι. καὶ ὅτι μὲν ἡ κίνησις τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον, οὐδὲ ἀξιοῖ κατασκευάσαι σαφὲς γὰρ τοῦτο, ὥσπερ εἶπον· τίς γὰρ οὐκ οἶδεν ὅτι ἡ τῆς ἀπλανοῦς κίνησις τῶν ἄλλων ἐστὶ ταχυτέρα, καὶ μετὰ ταύτην ἡ τῆς σελήνης; καὶ οὕτως ἄλλη ἄλλης διαφέρει κατὰ τὸ θάττον καὶ τὸ βραδύτερον· καὶ ἡ τοῦ ἀετοῦ γοῦν κίνησις θάττων ἐστὶ τῆς τοῦ κολοιοῦ κινήσεως), ὅτι δὲ ὁ χρόνος οὐκ ἔχει τὸ θᾶττον καὶ τὸ βραδύτερον, τοῦτο κατασκευάζει διά τινος τρίτου συλλογισμοῦ οὕτως· τὸ θᾶττον, φησί, καὶ τὸ βραδύτερον χρόνῳ ὥρισται θάττονα γὰρ λέγομεν εἶναι κίνησιν τὴν ἐν ὀλίγῳ χρόνῳ πολλὴν γινομένην, βραδεῖαν δὲ τὴν ἐν πολλῷ χρόνῳ ὀλίγην· τὸ θᾶττον οὖν καὶ τὸ βραδύτερον χρόνῳ ὥρισται), ὁ χρόνος χρόνῳ οὐχ ὥρισται γελοῖον γὰρ τὸ λέγειν τὸν χρόνον χρόνῳ ὡρίσθαι), οὐκ ἄρα ὁ χρόνος τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον· οὐ γὰρ ἔστιν εἰπεῖν ἐνιαυτὸν ἐνιαυτοῦ θάττονα εἶναι ἢ βραδύτερον, ἢ ἡμέραν ἡμέρας, εἰ τὸ ἡμερονύκτιον λάβοις. Δείξας οὖν διὰ τούτων ὅτι οὔτε περιφορὰ οὔτε σφαῖρα οὔτε κίνησίς ἐστιν ὁ χρόνος, ἐφεξῆς φησιν ὅτι εἰ καὶ μὴ ἔστι κίνησις ὁ χρόνος, ἀλλ’ οὖν οὐκ ἄνευ κινήσεως ἐστιν· ἅμα γὰρ τῇ τοῦ χρόνου ἐννοίᾳ εὐθὺς συνεπινοεῖται καὶ ἡ κίνησις. εἰ γὰρ ἐννοήσομεν τοσήνδε ὥραν, εὐθὺς καὶ τοσήνδε τοὐ παντὸς κίνησιν ἐννοοῦμεν, καὶ ἔμπαλιν εἰ νοήσομεν τοσόνδε κεκινημένον τὸ πᾶν, εὐθὺς καὶ χρόνον τοσόνδε συνεπενοήσαμεν. τεκμήριον δὲ σαφέστατον τὸ καθ’ ἑκάστην ἡμῖν συμβαῖνον· ἐπὶ πολὺ γὰρ πολλάκις ἀνεγνωκότες καὶ τῇ προθυμίᾳ τοῦ πλήθους τὴν συναίσθησιν παραιρούμενοι, καὶ τὸν χρόνον εὐθὺς παραιρούμεθα. πολλάκις γὰρ τὸ πολὺ τῆς ἡμέρας δαπανήσαντες | οὔπω οἰόμεθα βραχύ τι μόριον αὐτῆς παρεληλυθέναι, ὕστερον δὲ ἐπειδὰν ἐπιστήσωμεν τῷ πλήθει τῆς ἀναγνώσεως, εὐθὺς καὶ τῷ τοῦ χρόνου ἐφιστάνομεν μήκει, καὶ ἔμπαλιν ἐὰν πρῶτον τῷ τοῦ χρόνου ἐπιστήσωμεν μήκει, εὐθὺς καὶ τῷ τῆς κινήσεως ἐφιστάνομεν· φαμὲν γὰρ πολλὰ ἀνεγνωκέναι· καὶ γὰρ δεδαπάνηται τὸ πολὺ τῆς ἡμέρας· καὶ ἔμπαλίν φαμεν ὡς ἔοικε πολὺν παρεληλυθέναι χρόνον· πολὺ γὰρ καὶ τὸ τῆς ἀναγνώσεως γέγονε πλῆθος. ὥστε εἰ καὶ συνεπινοοῦνται ἀλλήλοις ἡ κίνησις καὶ ὁ χρόνος καὶ συναναιροῦνται, ἔοικε, φησίν, ἤτοι ταὐτὸν εἶναι τῇ κινήσει ὁ χρόνος, ἤ τι τῆς κινήσεως εἶναι. ἐπεί οὖν δέδεικται, φησίν, ὅτι οὐκ ἔστι κίνησις, ἀνάγκη τῆς κινήσεως τι εἶναι τὸν χρόνον· ζητητέον οὖν τί τῆς κινήσεως ἐστι. ταῦτα εἰπών, ἐφεξῆς πρόεισι ζητῶν τί ποτέ ἐστιν ὁ χρόνος. Περὶ μὲν οὖν τῶν ὑπαρχόντων αὐτῷ τοσαῦτα ἔστω διηπορημένα· ἐκ γὰρ τῶν ὑπαρχόντων τῷ χρόνῳ ἐκινήθησαν αἱ ἔμπροσθεν ἀπορίαι, ἐκ τοῦ ἔχειν τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, ἐκ τοῦ κατὰ τὸ νῦν ἐνεστηκέναι, καὶ τῶν λοιπῶν. Τίς δέ ἐστιν ὁ χρόνος καὶ τίς αὐτοῦ ἡ φύσις, ὁμοίως ἔκ τε τῶν παραδεδομένων ἄδηλόν ἐστι, καὶ περὶ ὧν τυγχάνομεν διεληλυθότες πρότερον. ὅ φησι τοῦτό ἐστιν, ὅτι εἰς τὸ γνῶναι τὴν οὖσίαν τοῦ χρόνου οὐδὲν ἡμῖν αἱ τῶν παλαιῶν περὶ αὐτοῦ δόξαι προκαταβεβλημέναι συμβαλοῦνται, τοὐναντίον δὲ καὶ ἀδηλίαν ἡμῖν περὶ αὐτοῦ πολλὴν ἐμποιοῦσιν οὐδὲν ἧττον ἢ αἱ περὶ αὐτοῦ νῦν ὑφ’ ἡμῶν προκαταβεβλημέναι ἀπορίαι· ὡς γὰρ αὗται ἀδηλίαν ἡμῖν τῆς φύσεως αὐτοῦ ἐντιθέασιν, οὕτω καὶ τὰ παρὰ τῶν ἀρχαίων εἰρημένα· ἄλλος γὰρ ἄλλο τι εἶναι τὴν φύσιν αὐτοῦ ἀπεφήνατο, ὧν οὐδὲν φαίνεται εἶναι ὁ χρόνος ἐκ τῶν κοινῶν περὶ αὐτοῦ ὑπολήψεων. ἡ οὖν τῆς φύσεως τοῦ χρόνου ἀδηλία ὁμοίως ἡμῖν ἐγγίνεται ἔκ τε τῶν εἰρημένων παρὰ τῶν ἀρχαίων, καὶ ἐκ τούτων περὶ ὧν νῦν διεληλύθαμεν ἀποροῦντες, λέγει δὲ τοῦ μηδὲν ὑφεστηκέναι τοῦ χρόνου μόριον, τοῦ κατὰ τὸ νῦν μόνον ὑφεστηκέναι, ἐξ ὧν συνήγετο μήποτε οὐδὲ ἔστιν ὅλως ὁ χρόνος. εἰ οὖν τὰ ὑπάρχοντα τῷ χρόνῳ εἰς ἔννοιαν ἡμᾶς τοῦ μηδὲ εἶναι ὅλως αὐτὸν ἐνάγουσι, πολλῷ γε δήπου εἰς ἀδηλίαν ἡμᾶς ἐμβαλοῦσι τοῦ τίς ἄν εἴη ἡ τοῦ χρόνου φύσις. Καίτοι τῆς περιφορᾶς καὶ τὸ μέρος χρόνος τίς ἐστι, περιφορὰ δέ γε οὔ. Εἰ γὰρ τὸ τοῦ χρόνου μέρος χρόνος, ἡ περιφορὰ δὲ χρόνος, καὶ τὸ μέρος τῆς περιφορᾶς χρόνος ἄν εἴη· τὸ δὲ μέρος τῆς περιφορᾶς οὐ περιφορά· οὐκ ἄρα ὁ χρόνος ἡ περιφορά ἐστιν. Ἔτι δὲ εἰ πλείους ἦσαν οἱ οὐρανοί, ὁμοίως ἄν ἦν χρόνος ἡ ὁ του οὗν αὐτῶν κίνησις. Τὸ ἕτερον ἐπιχείρημα. εἰ πλείους, φησίν, ἦσαν οἱ οὐρανοί, ἦσαν ἂν καὶ πλείους περιφοραί· ὥστε καὶ πλείους χρόνοι. ἀλλ’ ἀδύνατον· εἷς γὰρ ἄν ἦν καὶ τότε ὁ χρόνος κοινῶς πᾶσι παρακολουθῶν, ὥσπερ ταῖς πλείοσι τῶν σφαιρῶν περιφοραῖς. οὐκ ἄρα ἡ περιφορὰ χρόνος. ῾Η δὲ τοῦ ὅλου σφαῖρα ἔδοξε μὲν ἐν] τοῖς εἰποῦσιν εἶναι χρόνος, ὅτι ἐν τῷ χρόνῳ τὰ πάντα ἐστὶ καὶ ἐν τῇ τοῦ ὅλου σφαίρᾳ. Ὅτι τισὶν ἔδοξεν ἡ σφαῖρα αὐτὴ καὶ ἡ σωματότης τοῦ οὐρανοῦ χρόνος εἶναι, καὶ τὴν αἰτίαν ὅθεν παρελογίσθησαν ἐπήγαγε· διότι, φησίν, ὁμοίως ἔν τε τῇ σφαίρᾳ λέγεται εἶναι τὰ πάντα (πάντων γὰρ περιεκτική) καὶ ἐν τῷ χρόνῳ· ἔνθεν γὰρ ἀσυλλογίστως ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συνῆγον ὅτι ὁ χρόνος ἡ σφαῖρά ἐστιν. ἀλλὰ τὸ ἐπισκοπεῖν, φησί, τὰ ἑπόμενα ἀδύνατα τῇ ὑποθέσει ταύτῃ, εὔηθές ἐστιν, εἴπομεν δὲ ἡμεῖς ἤδη τὰ ἀκολουθοῦντα τῇ ὑποθέσει. Ἐπεὶ δὲ δοκεῖ μάλιστα κίνησις εἶναι καὶ μεταβολή τις ὁ χρόνος, τοῦτο ἂν εἴη σκεπτέον. Εἰπὼν ὅτι οὔτε ἡ περιφορά ἐστιν ὁ χρόνος οὔτε ἡ σφαῖρα, νῦν φησιν ὅτι ἐπειδὴ μάλιστα τοῖς πολλοῖς δοκεῖ ἡ κίνησις χρόνος εἶναι, τοῦτο αὐτὸ ζητητέον εἴτε κίνησίς ἐστιν εἴτε μή. ῾Η μὲν οὖν ἑκάστου μεταβολὴ καὶ ἡ κίνησις ἐν αὐτῷ τῷ μεταβάλλοντι μόνον ἐστί. To πρῶτον ἐπιχείρημα ὅτι οὐκ ἔστιν ἡ κίνησις χρόνος, ὅτι ἡ μὲν κίνησις ἐν μόνῳ ἐστὶ τῷ κινουμένῳ καὶ ἐν τῷ τόπῳ ἐν ᾧ ἂν ἡ κίνησις γίνοιτο, ὁ δὲ χρόνος οὐκ ἐν μόνῳ ἐστὶ τῷ κινουμένῳ, ἀλλὰ πᾶσιν ὁμοίως παρακολουθεῖ· ὥστε οὐκ ἔστιν ἡ κίνησις χρόνος. Ἢ οὗ ἂν τύχῃ ὂν αὐτὸ τὸ κινούμενον. Τουτέστι καὶ ἐν ᾧ ἂν τόπῳ κινῆται· ὁ γὰρ ῾ἤ᾿ ἀντὶ τοῦ ῾καί᾿ συνοεσμου. Ἔτι δὲ μεταβολὴ μέν ἐστι θάττων καὶ βραδυτέρα. Τὸ ἕτερον ἐπιχείρημα· ἡ κίνησις τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον, ὁ χρόνος τὸ θᾶττον καὶ τὸ βραδύτερον οὐκ ἔχει, ἡ κίνησις ἄρα οὐκ ἔστιν ὁ χρόνος. Τὸ γὰρ ταχὺ καὶ τὸ βραδὺ χρόνῳ ὥρισται. ὅτι οὐκ ἔστι τὸ θᾶττον καὶ τὸ βραδύτερον ἐν τῷ χρόνῳ· τὸ γὰρ θᾶττον καὶ τὸ βραδύτερον χρόνῳ ὥρισται θάττονα γὰρ κίνησίν φαμεν τὴν πολλὴν ἐν ὀλίγῳ χρόνῳ γινομένην, βραδεῖαν δὲ τὴν ὀλίγην ἐν πολλῷ), ὁ δὲ χρόνος οὐχ ὁρίζεται χρόνῳ, οὐκ ἄρα τὸ θᾶτον καὶ τὸ βραδύτερον ἐν τῷ χρόνῳ. | ῾Ο δὲ χρόνος οὐχ ὥρισται χρόνῳ, οὔτε τῷ ποσός τις εἶναι οὔτε τῳ ποῖος. ῾Η μὲν γὰρ κίνησις καὶ κατὰ ποσὸν καὶ κατὰ ποιὸν χρόνῳ ὥρισται, κατὰ μὲν τὸ ποσόν, ὅτι μακρὰν λέγομεν κίνησιν τὴν ἐν πολλῷ χρόνῳ γινομένην κίνησιν, βραχεῖαν δὲ τὴν ἐν ὀλίγῳ, κατὰ δὲ τὸ ποιόν, ὅτι θάττονα λέγομεν κίνησιν τὴν πολλὴν μὲν ἐν βραχεῖ δὲ χρόνῳ γινομένην, βραδεῖαν δὲ τὴν ὀλίγην ἐν πολλῷ· ὁ μέντοι χρόνος οὔτε κατὰ τὸ ποσὸν χρόνῳ ὥρισται οὐ γὰρ λέγομεν τὸν ἐνιαυτὸν ἐνιαυτῷ ὡρίσθαι), ἀλλ’ οὐδὲ κατὰ τὸ ποιὸν ὥρισται ὁ χρόνος χρόνῳ· οὐ γὰρ ἔστιν ὅλως θάττων χρόνος ἢ βραδύτερος· οὐκ ἔστι γὰρ ἡμέρα ἡμέρας ταχυτέρα ἢ βραδυτέρα. Μηδὲν δὲ διαφερέτω λέγειν ἡμῖν ἐν τῷ παρόντι κίνησιν ἢ μεταβολήν. Ἐπειδὴ ὡς ἐπὶ μεταβολῆς ἐγυμνάσαμεν τὸν λόγον, οὐ πᾶσα δὲ μεταβολὴ 10 κίνησις, οὐ τὴν μεταβολὴν δὲ ἔλεγον εἶναι τὸν χρόνον ἀλλὰ τὴν κίμέν νῆσιν, διὰ τοῦτό φησιν ὅτι μὴ διαφερώμεθα, εἰ ταὐτὸν ἡ κίνησις καὶ ἡ μεταβολὴ εἴτε μή, <ἀλλ᾿> ὡς ταὐτὸν οὔσης κινήσεως καὶ μεταβολῆς, χρησόμεθα τοῖς ὀνόμασι. μέλλει γὰρ ἐν τοῖς ἐφεξῆς βιβλίοις δεικνύναι, ὅτι ἐπὶ πλέον ἡ μεταβολὴ τῆς κινήσεως· ἡ γὰρ γένεσις καὶ ἡ φθορὰ μεταβολὴ μέν εἰσι, κίνησις δὲ οὔ. ᾿Αλλὰ μὴν οὐδ’ ἄνευ γε μεταβολῆς. Ὅτι εἰ καὶ μὴ ἔστι κίνησις καὶ μεταβολὴ ὁ χρόνος, ἀλλ’ οὐκ ἄνευ γε κινήσεως καὶ μεταβολῆς. Ὅταν γὰρ μηδὲν αὐτοὶ μεταβάλλωμεν τὴν διάνοιαν ἢ λάθωμεν μεταβάλλοντες, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος. Τουτέστιν ὅταν κινώμεθα μὲν μὴ ἐφιστάνωμεν δὲ κατὰ τὴν διάνοιαν ὅτι κινούμεθα, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος, ἐπειδὰν <δὲ> ἐπιστήσωμεν τῇ κινήσει, εὐθὺς καὶ τοῦ χρόνου ἔννοιαν λαμβάνομεν. Καθάπερ οὐδὲ τοῖς ἐν Σαρδοῖ μυθολογουμένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν, ὅταν ἐγερθῶσι. Μῦθόν τινα λαμβάνει εἰς παράδειγμα. ἐλέγοντό τινες ἀρρωστοῦντες ἀπιέναι πρὸς τοὺς ἥρωας ἐν Σαρδοῖ καὶ θεραπεύεσθαι, ἀπιόντας δὲ ἐφεξῆς κοιμᾶσθαι πέντε ἡμέρας, εἶτα ἐξυπνιζομένους νομίζειν ἐκείνην εἶναι τὴν ὥραν καθ’ ἣν ἐπέστησαν τοῖς ἥρωσιν. ὥσπερ οὖν, φησίν, ἐκεῖνοι οὗς ὁ μῦθός φησιν οὐκ ἐφιστάνοντες ταῖς τοῦ παντὸς περιόδοις αἷς περιῆλθον οὐδὲ τοῦ παραδραμόντος χρόνου ᾐσθάνοντο, καὶ πάλιν τοῦ χρόνου μὴ αἰσθανόμενοι οὐδὲ τῆς κινήσεως ᾐσθάνοντο, ἀλλ’ ᾤοντο ἓν εἶναι καὶ τὸ αὐτὸ νῦν ὅτε ἐκαθεύδησαν καὶ ὅτε ἀνέστησαν, οὕτω δὴ κἂν μὴ διάφορα ἦν τὰ νῦν ἀλλ’ ἓν καὶ τὸ αὐτό, οὐκ ἄν οὐδὲ χρόνος ἦν. ὥσπερ γὰρ ἐπὶ τοῦ δοκοῦντος ἑνὸς νῦν εἶναι οὐδὲ χρόνος εἶναι δοκεῖ οὐδὲ κίνησις, οὕτω καὶ ἐπὶ τοῦ κατὰ ἀλήθειαν ἑνὸς οὔτε χρόνος ἐστὶν οὔτε κίνησις. εἰ δὲ τοῦτο οὕτως ἔχει, ἢ πάντῃ ταὐτὰ ἀλλήλοις εἰσὶν ἡ κίνησις καὶ ὁ χρόνος, ἢ τῆς κινήσεως ἐστί τι ὁ χρόνος· εἰ οὖν δέδεικται ὅτι οὐκ ἔστι κίνησις, ἀνάγκη τῆς κινήσεως τι εἶναι τὸν χρόνον. Λληπτέον δέ, ἐπεὶ ζητοῦμεν τί ἐστιν ὁ χρόνος, ἐντεῦθεν ἀρχόμενοι, τί τῆς κινήσεως ἐστιν ὁ χρόνος. Ἐπειδή, φησί, τὸ προκείμενον ἡμῖν εὑρεῖν τί ἐστιν ὁ χρόνος, ὁ λόγος δὲ νῦν ἀνέφηνεν ὅτι ἀνάγκη τῆς κινήσεως τι εἶναι τὸν χρόνον, ἐντεῦθεν ἀρξάμενοι καὶ τοῦτο λαβόντες αὐτὸ τοῦτο ζητήσωμεν, τί τῆς κινήσεως ἐστιν ὁ χρόνος, πότερον πάθος τι ἢ συμβεβηκὸς ἤ τι ἄλλο. Ἅμα γὰρ κινήσεως αἰσθανόμεθα καὶ χρόνου. ᾿Αναλαμβάνει πάλιν τὸν αὐτὸν λόγον, ὅτι συνεπινοοῦνται ἀλλήλοις ἡ κίνησις καὶ ὁ χρόνος. Καὶ γὰρ ἐὰν ᾖ σκότος καὶ μηδὲν διὰ τοῦ σώματος τάσχωμεν, κίνησις δέ τις ἐν τῇ ψυχῇ ἐνῆ, >εύθὺς ἅμα δοκεῖ τις γεγονέναι καὶ χρόνος>. Ὅτι οὐ μόνον τῇ σωματικὴ κινήσει ἐφιστάνοντες εὐθὺς εἰς ἔννοιαν 48 ἐρχόμεθα τοῦ χρόνου, ἀλλὰ κἄν μηδεμιᾶς σωματικῆς κινήσεως συναίσθησιν ἔχωμεν, ἠρεμῶσι δὲ πᾶσαι αἱ αἰσθήσεις, ἡ δὲ ψυχὴ μόνον τὸ φανταστικὸν ἑαυτῆς κινῇ, εὐθὺς πάλιν τῇ τοιαύτῃ κινήσει καὶ ὁ χρόνος συνεπινοεῖται. τοῦτο δὲ ἐκ τοῦ μᾶλλόν ἐστιν· οὕτω γὰρ συνεπινοεῖται τῇ κινήσει ὁ χρόνος, ὅτι κἄν ἔξωθεν μὲν μηδεμιᾶς αἰσθανώμεθα κινήσεως σωματικῆς ᾗτινι καὶ ὁ χρόνος πάντως σύνεστι, ψυχικῆς δ’ οὖν μεταβολῆς αἰσθώμεθα, εὐθὺς καὶ ταύτῃ χρόνον συνεπενοήσαμεν· οὕτω συμπέφυκέ πὼς τῇ κινήσει ὁ χρόνος. ὥσπερ δὲ τῇ κινήσει συνεπινοεῖται καὶ χρόνος, οὕτως αὖ πάλιν καὶ τῇ ἐννοία τοὐ χρόνου καὶ ἡ τῆς κινήσεως συνεισέρχεται ἔννοια· ὡς γὰρ εἶπον, | ἐὰν τὸν χρόνον συναισθώμεθα τὸν παρεληλυθότα, εὐθὺς ἐφιπάντως στάνομεν ὅτι πολλὴν ἀνάγνωσιν ἐποιησάμεθα, ὴ πολὰ ἐκαθευδήσαμεν, ὴ ἄλλην τινὰ κίνησιν ἐκινήθημεν. Ἐπεὶ δὲ τὸ κινούμενον κινεῖται ἔκ τινος εἴς τι καὶ πᾶν μέγεθος συνεχές, ἀκολουθεῖ τῷ μεγέθει ἡ κίνησις. Ἐλέγξας τοὺς τῶν προγενεστέρων περὶ χρόνου λόγους, ἐντεῦθεν βούλεται τὴν αὑτοῦ δόξαν ἐκθέσθαι. προλαμβάνει δὲ λῆμμά τι ὅτι ἡ κίνησις συνεχής ἐστι, καὶ κατασκευάζει τοῦτο τούτῳ τῷ τρόπῳ· πᾶν τὸ κινούμενον, φησίν, ἔκ τινος εἴς τι κινεῖται τοῦτο γὰρ ἐπὶ πάσης κινήσεως ἀληθές, ἀλλ’ εἰ καὶ ἐπὶ πάσης κινήσεως τοῦτο ἀληθές, αὐτὸς ὡς ἐπὶ τῆς κατὰ τόπον γυμνάζει τὸν λόγον), εἰ οὖν ἡ κίνησις ἔκ τινος εἴς τι, ἐπὶ μεγέθους ἄρα ἡ κίνησις εἰ γὰρ ἔκ τινος εἴς τι, ἀνάγκη τὸ μεταξὺ μέγεθος εἶναι· ὥστε ἐπὶ μεγέθους ἡ κατὰ τόπον κίνησις), πᾶν δὲ μέγεθος συνεχές, ἐπὶ συνεχοῦς ἄρα ἡ κίνησις, τὸ δὲ ἐπὶ συνεχοῦς κινούμενον συνεχῆ κινεῖται κίνησιν, συνεχὴς ἄρα ἡ κατὰ τόπον κίνησις. ἔστιν οὖν τὸ συνεχὲς πρώτως μὲν ἐν τῷ μεγέθει, διὰ τὸ μέγεθος δὲ καὶ ἐν τῇ κινήσει. πάλιν ἐπειδὴ ἐν τῷ συνεχεῖ ἐστι τὸ πρότερον καὶ τὸ δεύτερον ἔστι γὰρ τοῦ μεγέθους τὸ μέν τι πρότερον τὸ δὲ δεύτερον), διὰ τοῦτο οὖν καὶ ἐν τῇ κινήσει ἀνάγκη εἶναι τὸ πρότερον καὶ τὸ δεύτερον· ὡς γὰρ ἄν ἔχῃ τὸ μέγεθος, οὕτως ἀνάγκη ἔχειν καὶ τὴν κίνησιν· ὄντος οὖν ἐν τῷ μεγέθει τοῦ προτέρου καὶ ὑστέρου, καὶ ἐν τῇ κινήσει τοῦτο εἶναι ἀνάγκη. ἔστιν οὖν ἐν τῇ κινήσει τὸ πρότερον καὶ τὸ ὕστερον. ἐπειδὴ οὖν εἰς ἔννοιαν ἐρχόμεθα τοῦ χρόνου οὐκ ἄλλως ἢ εἰς ἔννοιαν ἐλθόντες τῆς κινήσεως, ἔστι δὲ ἐν τῇ κινήσει ἡ μέν τις προτέρα ἡ δὲ ὑστέρα, δῆλον ὅτι καὶ ἐν τῇ προτέρᾳ κινήσει εἰς ἔννοιαν ἐρχόμεθα τοῦ χρόνου καὶ ἐν τῇ δευτέρᾳ. εἰ γὰρ συνεισάγεται τῇ ἐννοίᾳ τῆς κινήσεως ὁ χρόνος, δῆλον ὅτι καὶ ἐν τῆ προτέρᾳ κινήσει συνεπινοηθήσεται ὁ χρόνος καὶ ἐν τῇ δευτέρᾳ. ἔστιν ἄρα καὶ τοῦ χρόνου τὸ μὲν πρότερον τὸ δὲ ὕστερον. ὡς γὰρ ἄν ἔχῃ ἡ κίνησις, οὕτως καὶ τὸν χρόνον ἔχειν ἀνάγκη· ἀκολουθοῦσι γὰρ ἀλλήλοις ἡ κίνησις καὶ ὁ χρόνος. οὐ ταὐτὸν δέ ἐστιν ἡ κίνησις καὶ τὸ πρότερον καὶ τὸ ὕστερον· κατὰ μὲν γὰρ τὸ ὑποκείμενον τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον οὐδὲν ἄλλο ἐστὶν ἢ κίνησις, κατὰ δὲ τὴν σχέσιν ἄλλο ἐστὶ τῇ κινήσει τὸ κινήσει εἶναι καὶ ἄλλο τὸ προτέρᾳ καὶ ὑστέρᾳ. ἔστι γοῦν οὐ μόνον ἐν τῇ κινήσει τὸ πρότερον καὶ τὸ ὕστερον, ἀλλὰ καὶ ἐν Μάλοις τισίν, οἷον ἐν ἀριθμῷ· ἡ γὰρ μονὰς προτέρα ἐστὶ τῆς δυάδος, καὶ τὰ προοίμια τῶν διηγήσεων, καὶ αἱ συλλαβαὶ τῶν στοιχείων. οὐ ταὐτὸν ἄρα τὴν κατὰ τόπον εἰπεῖν κίνησιν καὶ τὸ πρότερον καὶ τὸ ὕστερον. εἰς ἔννοιαν δὲ ἐρχόμεθα τοῦ χρόνου οὐχ ἀπλῶς ὅταν κίνησιν ἐννοήσωμεν οὐδὲ γὰρ ἐὰν ἀλλοίωσιν ἁπλῶς νοήσω ἢ φοράν, εὐθὺς συνεπινοῶ καὶ χρόνον), ἀλλ’ ὅταν τὸ πρότερον καὶ τὸ ὕστερον τὸ ἐν τῇ κινήσει ἐννοήσω, τότε τῇ τοιαύτῃ ἐννοίᾳ συνεισάγεται εὐθὺς ἡ τοὐ χρόνου ἔννοια. ὅταν γάρ, φησί, τὸ πρότερον καὶ τὸ ὕστερον τὸ ἐν τῇ κινήσει ἐννοήσωμεν, τότε τὸ μεταξὺ χρόνον φαμέν· τὴν γὰρ ἀρχὴν τῆς κινήσεως ἐννοήσαντες καὶ τὸ τέλος τὸ μεταξὺ χρόνον φαμέν. ὥστε, φησίν, εἰ ὅταν ἀριθμήσωμεν τὴν κίνησιν καὶ εἴπωμεν τὸ μὲν εἶναι αὐτῆς πρότερον τὸ δὲ δεύτερον τότε καὶ χρόνον φαμὲν εἶναι, ἔοικεν ὁ χρόνος ἀριθμὸς εἶναι κινήσεως κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον. οὐ πάσης δὲ κινήσεως ἀριθμὸς ὁ χρόνος οὐ γὰρ ἀλλοιώσεως ἢ αὐξήσεως), ἀλλὰ τῆς κατὰ τόπον, καὶ ταύτης οὐ πάσης, ἀλλὰ τῆς τεταγμένης. μετρεῖ μὲν γὰρ πάσαν κίνησιν ὁ χρόνος, ἀλλὰ πρώτως μὲν τὴν τεταγμένην, δι’ ἐκείνην δὲ καὶ τὰς λοιπάς· ἡμέρα γὰρ καὶ ὥρα καὶ μὴν καὶ ἐνιαυτὸς τῇ περιόδῳ τῆς ἀπλανοῦς μετρεῖται, διὰ ταύτης δὲ καὶ πᾶσαν κίνησιν μετρεῖ ὁ χρόνος. ὥστε τῆς τοιαύτης κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος. οὐκ ἄρα, φησίν, ἡ κίνησις χρόνος ἐστίν, ἀλλ’ ὁ τῆς κινήσεως ἀριθμός. ὅτι δὲ τοῦτό ἐστιν ὁ χρόνος, δείκνυσι καὶ ἐκ συλλογισμοῦ τοῦτον τὸν τρόπον· πᾶν πλεῖον καὶ ἔλαττον ἀριθμῷ κρίνεται, τὶ πλέον καὶ ἔλαττον χρόνῳ κρίνεται τοῦτο δέ ἐστιν ἡ κίνησις), τὶς ἄρα ἀριθμὸς χρόνος ἐστίν. ἐπεὶ δὲ ὁ ἀριθμὸς διττός ἐστιν, ὁ μὲν ὡς ἀριθμῶν ὁ δὲ ὡς ἀριθμούμενος, ἐπεὶ καὶ ξέστης διττὸς καὶ μέδιμνος ὁ μὲν ὡς μετρῶν ὁ δὲ ὡς μετρούμενος, ποῖόν φαμεν ἀριθμὸν εἶναι τὸν χρόνον, τὸν μετροῦντα ἢ τὸν μετρούμενον; φησὶν οὖν ὅτι οὐ τὸν μετροῦντα, ἀλλὰ τὸν μετρούμενον· εἰ γὰρ ὁ μὲν ἀριθμὸς ἐν τῇ ψυχῇ ἐστι τῇ ἡμετέρᾳ, ὁ δὲ χρόνος ἔξω ἡμῶν, οὐκ ἄρα ὁ ἀριθμῶν ἐστιν ὁ χρόνος, ἀλλ’ ὁ ἀριθμούμενος. Ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος. Εἰ συνεπινοεῖται τῇ κινήσει ὁ χρόνος, εἰκότως ὡς ἄν ἔχῃ ἡ κίνητὸ σις, οὕτως ἔχει καὶ ὁ χρόνος. ὥστε εἰ καὶ πολλὴ εἴη ἡ κίνησις, πολὺν εἶναι καὶ τὸν χρόνον ἀνάγκη, εἰ δὲ ὀλίγη, ὀλίγον. εἰ δὲ ἔλεγεν ἔμπροσθεν ὅτι θάττονα λέγομεν κίνησιν τὴν πολλὴν ἐν ὀλίγῳ χρόνῳ, ὡς εἶναι κίνησιν μὲν πολλὴν χρόνον δὲ ὀλίγον, οὐκ ἐναντία φησίν· οὐ γὰρ περὶ τῆς ποιούσης σὴς τὸν χρόνον κινήσεως ἔλεγεν ἐν ἐκείνοις, ἀλλὰ τῆς τυχούσης κινήσεως, ἐνταῦθα δὲ περὶ τῆς ποιούσης τὸν χρόνον κινήσεως, ὅτι ὅση ἄν ὑπάρχῃ ἡ κίνησις, τοσοῦτον ὑπάρχειν καὶ τὸν χρόνον ἀνάγκη. Τὸ δὴ πρότερον καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν· ἐνταῦθα μὲν δὴ τῇ θέσει. Τὸ πρότερον, φησί, καὶ τὸ ὕστερον πρῶτόν ἐστιν ἐν τῷ τόπῳ, διὰ τὸν τόπον δὲ καὶ ἐν τῇ κινήσει. τόπον δέ φησι τὸ μέγεθος ἐφ’ οὗ ἡ κίνησις· νησις· τὰ γὰρ κατὰ τόπον κινούμενα ἐπὶ μεγέθους κινεῖται. ἀλλ’ ἐπὶ μὲν τοῦ τόπου, φησί, τὸ πρότερον καὶ τὸ ὕστερον κατὰ τὴν τῶν μορίων ἐστὶ θέσιν· ἐκ θέσιν γὰρ ἐχόντων μορίων τὰ με|γέθη. εἰπὼν δὲ ὅτι ἐνταῦθα μὲν δὴ τῇ θέσει, οὐκ ἀνταπέδωκεν, ἀλλ’ ὅτι μὲν καὶ ἐπὶ τῆς κινήσεως ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον ἀνάλογον τῇ κινήσει εἶπε, πῶς δὲ ἐπὶ τῆς κινήσεως τὸ πρότερον καὶ τὸ ὕστερον οὐκ εἶπεν, ἀλλὰ κατὰ τὸ σιωπώμενον εἴασε νοεῖν, ὅτι οὐ τῇ θέσει. οὐ γάρ ἐστιν ἐκ θέσιν ἐχόντων μορίων ἡ κίνησις· οὐ γὰρ ὑπομένει τὸ πρότερον ἐπιὸν τὸ δεύτερον, ἀλλὰ ἐν ῥύσει ἐστὶ τὸ πρότερον καὶ τὸ ὕστερον. ἀνάλογον δὲ τοῖς ἐν τῷ μεγέθει, προτέρῳ λέγω καὶ ὑστέρῳ, καὶ ἐν τῇ κινήσει εἶναί φησι, διότι ἡ ἐπὶ τοῦ πρώτου μορίου τοῦ μεγέθους γινομένη κίνησις, αὕτη ἐστὶ πρώτη, καὶ ἡ ἐπὶ τοῦ δευτέρου δευτέρα. ὅτι δὲ ἰτὸν τόπον᾿ ἀντὶ τοῦ μεγέθους εἶπεν, ἐδήλωσε καὶ ἐξ ὧν ἐπήγαγεν· ἐπεὶ γὰρ ἐν τῷ μεγέθει ἐστί, φησί, τὸ πρότερον καὶ τὸ ὕστερον, ὅπερ εἶπεν ἄνω ἐν τόπῳ, ἐνταῦθα λέγων <ἐν> τῷ μεγέθει, ἴσον λέγων τῷ ὅτι τὸ πρότερον τὸ ὕστερον ἐν τῷ τόπῳ πρῶτον ὑπάρχει, τουτέστι τῷ μεγέθει. διὰ τί δὲ ἐκ τοῦ μεγέθους φαμὲν τὴν κίνησιν ἔχειν τὸ πρότερον καὶ τὸ ὕστερον, οὐχὶ δὲ τὸ ἐναντίον ἐκ τῆς κινήσεως καὶ τῷ μεγέθει ὑπάρχειν; ὅτι γὰρ διὰ τὴν κίνησιν ἔχει καὶ τὸ μέγεθος τὸ πρότερον καὶ τὸ ὕστερον, δῆλον ἐντεῦθεν· εἰ γὰρ ἐπὶ τῆς αὐτῆς εὐθείας δύο τινὰ κινοῦνται, τὸ μὲν ἐκ τοῦ ἑτέρου ἄκρου ἀρξάμενον τὸ δὲ ἐκ τοῦ ἐναντίου, οὐ τὸ αὐτὸ πρῶτον ἕξει ἕκαστον τοῦ μεγέθους μόριον, ἀλλ’ ἑκάστῳ τῶν κινουμένων τοῦτό ἐστι πρῶτον τοῦ μεγέθους μόριον, ὅθεν ἤρξατο ποιεῖσθαι τὴν κίνησιν. καὶ ἐπὶ τῶν κατὰ φύσιν δὲ κινουμένων τοῦτο ἔστιν ἰδεῖν· εἰ γὰρ λίθος μὲν φέροιτο κάτω, πῦρ δὲ ἄνω διὰ τοῦ αὐτοῦ ἀέρος, τὸ τῷ ἑτέρῳ πρῶτον τοῦ ἀέρος μόριον, τοῦτο τῷ λοιπῷ ἐστιν ἔσχατον. ὥστε ἐκ τῆς κινήσεως ὁρίζεται ἑκάστῳ τὸ πρότερον καὶ ὕστερον. πῶς οὖν φησι πρῶτον εἶναι ἐν τῷ μεγέθει ὁ Ἀριστοτέλης τὸ πρότερον καὶ τὸ ὕστερον; φημὶ οὖν ὅτι τὸ εἶναι ὅλως τῇ κινήσει διὰ τὸ μέγεθός ἐστιν, ὥστε ἐπειδὴ ἀναιρεθέντος τοῦ μεγέθους ἐξ ἀνάγκης ἀναιρεῖται καὶ ἡ κίνησις, οὐ μέντοι εἰ ἡ κίνησις ἀναιρεθείη, ἀναιρεῖται τὸ μέγεθος, ὥσπερ τὸ εἶναι ἡ κίνησις διὰ τὸ μέγεθος ἔχει, οὕτω δηλονότι καὶ τὰ ὑπάρχοντα τῇ κινήσει διὰ τὸ μέγεθος τὸ εἶναι ἕξουσιν· ὑπάρχει δὲ αὐτῇ τὸ πρότερον καὶ ὕστερον· καὶ ταῦτα ἄρα διὰ τὸ μέγεθος ἔχει τὸ εἶναι. διὰ τοῦτο οὖν ἴσως πρῶτον ἐν τῷ μεγέθει εἶναι τὸ πρότερον καὶ τὸ ὕστερον. ᾿Αλλὰ μὴν καὶ ἐν τῷ χρόνῳ ἐστὶ τὸ πρότερον καὶ τὸ ὕστερον. Ἐπειδὴ καὶ ὁ χρόνος, φησί, τῇ κινήσει ἕπεται καὶ ἡ κίνησις τῷ χρόνῳ, εἰκότως ὄντος ἐν τῇ κινήσει τοῦ προτέρου καὶ ὑστέρου, καὶ ἐν τῷ χρόνῳ ἄν εἴη τὸ πρότερον καὶ τὸ ὕστερον. Ἔστι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον, ὃ μέν ποτε ὂν κίνησίς ἐστι. Τοῦτο, φησί, τὸ πρότερον καὶ τὸ ὕστερον, ὅπερ θεωρεῖται ἐν τῇ κινήσει καὶ ἐν τῷ χρόνῳ, κατὰ μὲν τὸ ὑποκείμενον τοῦτο γάρ φησι τὸ ὃ μέν ποτε ὄν) οὐδὲν ἄλλο ἐστὶν ἢ κίνησις, κατὰ μέντοι τὸν ὁρισμὸν καὶ τὴν σχέσιν ἕτερα, ὥσπερ ἡ ἀνάβασις καὶ ἡ κατάβασις κατὰ μὲν τὸ ὑποκείμενον κλῖμάξ ἐστι, κατὰ δὲ τὸν λόγον ἕτερα καὶ οὐ κλῖμαξ. οὕτω δὴ καὶ τὸ πρότερον ᾗ πρότερον οὐκ ἔστι κίνησις, ἐπεὶ οὐκ ἂν ἦν καὶ ἐν ἑτέροις ἃ μὴ ἔστι κίνησις, οἷον ἐν ἀριθμοῖς. εἰ γὰρ καὶ ἄνευ κινήσεως οὐ θεωροῦμεν τὸ πρότερον καὶ τὸ ὕστερον μεταβαίνοντες γὰρ τῷ λογισμῷ ἀπὸ τοῦδε ἐπὶ τόδε, οὕτω φαμὲν τὸ μὲν εἶναι πρότερον τὸ δὲ ὕστερον· ἐὰν γὰρ μὴ μεταβῶμεν ἀπὸ τοῦδε ἐπὶ τόδε, οὐδὲ προτέρου καὶ ὑστέρου ἔννοιαν ἴσχομεν), ἀλλ’ οὖν ἕτερόν ἐστι κινήσεως τὸ πρότερον καὶ τὸ ὕστερον· τὸ γὰρ πρότερον καὶ ὕστερον ᾗ κίνησις ἄμφω οὐδὲν διαφέρουσι, δια- φέρουσι δὲ τῷ τὸ μὲν πρότερον εἶναι τὸ δὲ ὕστερον· ἄλλο τι ἄρα ἐστὶ ταῦτα καὶ οὐ κίνησις, ἀλλὰ οἷον πάθος τι τῆς κινήσεως. εἰ δὲ τὸ πρότερον καὶ τὸ ὕστερον μὴ ἐπὶ τῶν μορίων αὐτῶν τῆς κινήσεως λάβωμεν, ἀλλ’ ἐπὶ τῶν περάτων καὶ τῶν κινημάτων, σαφέστερός ἐστιν ὁ λόγος, ὅτι ἐν ὑποκειμένῳ μέν ἐστιν ἄμφω τῇ κινήσει, ἕτερα δὲ ὄντα αὐτῆς, ὥσπερ καὶ τὰ σημεῖα τῆς γραμμῆς καὶ ἡ ἐπιφάνεια τοῦ σώματος. ῾Ορίζομεν δὲ τῷ ἄλλο καὶ ἄλλο ὑπολαβεῖν αὐτό, καὶ μεταξὺ αὐτῶν ἕτερον. Τὸ πρότερον καὶ τὸ ὕστερον ὁρίζοντες, φησί, τὸ ἐν τῇ κινήσει, οὕτως εἰς ἔννοιαν τοῦ χρόνου ἐρχόμεθα. ὄντος γὰρ καὶ ἐν αὐτῷ τοῦ προτέρου καὶ ὑστέρου, ὡς εἴρηται, ὅταν τοῦτο ὁρίσωμεν καὶ εἴπωμεν ἄλλο μὲν εἶναι τὸ νῦν ἐν ᾧ ἤρξατο ἡ κίνησις, ἄλλο δὲ ἐν ᾧ πέπαυται, τὸ μεταξὺ τούτων ἕτερον ὂν παρὰ τὰ ἄκρα τοῦτο εἶναί φαμεν τὸν χρόνον, ὥσπερ καὶ τὸ μεταξὺ τῶν κινημάτων, τοῦ τε προτέρου καὶ τῶ ὑστέρου, τοῦτο εἶναί φαμεν κίνησιν· ὥσπερ γὰρ τὸ τοῖς σημείοις ὁριζόμενον γραμμή ἐστι καὶ τὸ τοῖς κινήμασι κίνησις, οὕτω δὴ καὶ τὸ τοῖς νῦν ὁριζόμενον χρόνος ἐστί. To γὰρ ὁριζόμενον <τῷ> νῦν χρόνος εἶναι δοκεῖ· ὑποκείσθω. Ἐπεὶ οὐ σύγκειται ἐκ τῶν νῦν ὁ χρόνος οὐ γὰρ ἔστι δύο νῦν ἐφεξῆς), ἀλλ’ ὁρίζεται ὑπ’ αὐτῶν, τῶν μεταξὺ οὐ νῦν ὄντων ἀλλὰ χρόνου, διὰ τοῦτό φησιν ὅτι τέως τοῦτο ὑποκείσθω, ὅτι πᾶν τῶν δύο νῦν τὸ μεταξὺ χρόνος ἐστί· δείξει γὰρ τοῦτο ἐν τοῖς ἐφεξῆς λόγοις, ὅτι οὐδὲν μέγεθος ἐξ ἀμερῶν σύγκειται, οὔτε γραμμὴ ἐκ σημείων οὔτε κίνησις ἐκ κινη- μάτων οὔτε χρόνος ἐκ τῶν νῦν, ἀλλ’ οὐδὲ ἐξ ἀπλατῶν πλάτος, λέγω δὴ ἐκ γραμμῶν ἐπιφάνειαι, οὔτε ἐξ ἀβαθῶν βάθος, λέγω δὴ ἐξ ἐπιφανειῶν σῶμα. Ἢ ὡς τὸ αὐτὸ μὲν προτέρου <δὲ> καὶ ὑστέρου τινός. Εἴτε, φησί, μὴ δύο τῶν νῦν αἰσθανόμεθα, εἴτε καὶ ἑνὸς μὲν μὴ ἐν ὑστέρῳ δέ τινι καὶ προτέρῳ γινομένου, οὐ δοκοῦμεν χρόνον γεγονέναι· κἄν γὰρ ἓν ᾖ τὸ νῦν, νοήσωμεν δὲ τοῦτο κινούμενον καὶ ποτὲ μὲν ἐν ἄλλῳ τινὶ γινόμενον ποτὲ δὲ ἐν ἄλλῳ, καὶ οὕτω χρόνον ἐννοοῦμεν. ἤτοι οὖν τοῦτό φησι τὸ προτέρου δὲ καὶ ὑστέρου τιν·ός, τουτέστιν ἔν τινι προτέρῳ καὶ ἔν τινι ὑστέρῳ γινόμενον τὸ γὰρ διάστημα τοῦτο, οὗ ἐν ἄλλῳ μέρει τὸ νῦν γίνεται, χρόνος ἐστίν), ἢ ἵνα τὸ αὐτὸ νῦν λάβωμεν ἑστηκὸς μὲν δύο δὲ λόγους ἀναδεδεγμένον, τόν τε τοῦ πέρατος καὶ τὸν τῆς ἀρχῆς, ὥστε πρότερον μέν τινος εἶναι πέρας ὕστερον δὲ ἀρχήν· ταῦτα γάρ, οὗ ἐστι τὸ αὐτὸ νῦν πέρας καὶ ἀρχή, χρόνοι εἰσίν· ἀπλῶς γὰρ πᾶν τὸ ὑπὸ τοῦ νῦν ὁριζόμενον χρόνος ἐστίν. εἴτε οὖν, φησί, δύο τῶν νῦν αἰσθόμεθα, εἴτε ἑνὸς μὲν ἄλλον δὲ καὶ ἄλλον λόγον ἀναδεχομένου μηδὲν γὰρ διαφερέτω, εἴτε ἄλλο καὶ ἄλλο ἐστὶ τῷ ἀριθμῷ τὸ πρότερον νῦν καὶ τὸ ὕστερον, εἴτε τὸ αὐτὸ μέν ἐστι τῷ ἀριθμῷ, ῥυΪσκόμενον δὲ ποτὲ μὲν ἐν ἄλλῳ τινὶ γίνεται ποτὲ δὲ ἐν ἄλλῳ), καθ’ ἕτερον οὖν τούτων ἡ τοῦ χρόνου ἔννοια ἡμῖν γίνεται, ἄν δὲ πάντῃ ἓν τὸ νῦν νομίσωμεν καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ, τότε οὑκ ἴσχομεν ἔννοιαν τοὐ χρόνου, ὥσπερ οὐδὲ οἱ ἐν Σαρδοῖ καθεύδοντες. διὰ τοῦτο δὲ οὐ δοκεῖ χρόνος γεγονέναι, φησί, διότι οὐδὲ κίνησις· οὐδὲ γὰρ παράτασις οὐδεμία, ἐν παρατάσει δὲ πάσα κίνησις. Tοῦτο γάρ ἐστιν ὁ χρόνος, ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον. Eἰπὼν τί ἐστιν ὁ χρόνος, ὁρίζεται αὐτόν. ἀριθμὸς δὲ κινήσεως οὐχ ὁ ἀριθμῶν αὐτήν, ἀλλὰ τὸ πρότερον καὶ ὕστερον τῆς κινήσεως ἀριθμουμενα, τοῦτο ἐστι χρόνος. οὐκ ἄρα κίνησις ὁ χρόνος, ἀλλ’ ᾗ ἀριθμὸν ἔχει ἡ κινησις. Τὸ ἀλλ’ ᾗ ἀριθμὸν ἔχει ἡ κίνησις τουτέστιν ‘ἀλλ’ ᾗ ἀριθμεῖ. 26 τι ἡ κίνησις᾿· τὸ γὰρ ἠριθμημένον τῆς κινήσεως, τοῦτό ἐστιν ὁ χρόνος, οὐχ ᾗ κίνησίς ἐστιν, ἀλλ’ ᾗ ἠρίθμηται κατὰ τὸ πρότερον καὶ ὕστερον. Σημεῖον δέ· τὸ μὲν γὰρ πλεῖον καὶ ἔλαττον κρίνομεν ἀριθμῷ, κίνησιν δὲ πλείονα καὶ ἐλάττονα χρόνῳ. Ὅτι ἀριθμὸς κινήσεως ὁ χρόνος, ὁ ἠριθμημένος δηλονότι οὐχ ὁ ἀριθμῶν τοῦτο γὰρ ἐφεξῆς δείξει), κατασκευάζει ἐν τρίτῳ σχήματι τούτῳ τῷ τρόπῳ· πᾶν πλεῖον καὶ ἔλαττον ἀριθμῷ κρίνεται, τὶ πλέον καὶ ἔλαττον χρόνῳ κρίνεται τὴν γὰρ πλείονα καὶ ἐλάττονα κίνησιν χρόνῳ κρίνομεν), τὶς ἄρα ἀριθμὸς ὁ χρόνος. Ἐπεὶ δὲ ὁ ἀριθμός ἐστι διχῶς· καὶ γὰρ τὸ ἀριθμούμενον καὶ τὸ ἀριθμητὸν ἀριθμὸν λέγομεν, καὶ ᾧ ἀριθμοῦμεν. Ἐπειδὴ εἶπεν ἀριθμὸν εἶναι κινήσεως τὸν χρόνον, πολλαχῶς δὲ ὁ ἀριθμός, ἀπαριθμεῖται ποσαχῶς καὶ κατὰ ποῖον σημαινόμενον ὁ χρόνος ἀριθμός ἐστι κινήσεως. εἰπὼν δὲ διχῶς λέγεσθαι τὸν ἀριθμόν, τρία σημαινόμενα δοκεῖ λέγειν, τὸ ἀριθμούμενον καὶ τὸ ἀριθμητὸν καὶ ᾧ ἀριθμοῦμεν. ἀλλά φαμεν ὅτι τὰ πρότερα δύο καθ’ ἑνὸς σημαινομένου τέθεικεν, ἀλλὰ τὸ μὲν ἐπὶ τοῦ ἐνεργείᾳ, τὸ ἀριθμούμενον, τὸ δὲ ἐπὶ τοῦ δυνάμει, τὸ ἀριθμητόν. ἢ ἵνα σαφέστερον δείξῃ τί λέγει τὸ ἀριθμούμενον, ἐπήγαγε τὸ ἀριθμητόν, αὐτὸ τὸ μετρούμενον πρᾶγμα, οἷον τοὺς δέκα ἵππους ἢ δέκα κύνας. διχῶς οὖν τοῦ ἀριθμοῦ λεγομένου, τὸν ὡς ἀριθμούμενον ἀριθμόν φαμεν εἶναι τὸν χρόνον. Ἄξιον δὲ ἀπορῆσαι, πῶς λέγοντες συνεχῆ εἶναι τὸν χρόνον λέγομεν πάλιν αὐτὸν εἶναι ἀριθμόν· διωρισμένον γὰρ ποσὸν ὁ ἀριθμός, ἀδύνατον δὲ τὸ αὐτὸ συνεχές τε εἶναι καὶ διωρισμένον. φαμὲν οὖν ὅτι, εἰ μὲν ὁ ἀριθμῶν ἀριθμὸς ἦν ὁ χρόνος, ἀδύνατον αὐτὸν εἶναι συνεχῆ, ἐπειδὴ δὲ οὐχ ὁ ἀριθμῶν ἐστιν ἀλλ’ ὁ ἀριθμούμενος, οὐδὲν κωλύει κατ’ ἄλλο μὲν νήσεως μέτρον, ταύτῃ συνεχής ἐστιν, ᾗ δὲ ἔχει τὸ πρότερον καὶ τὸ ὕστερον, ταύτῃ ἀριθμός. οὐκ ἀδύνατον δὲ οὐδὲ ἀσύνηθες καὶ ἐπὶ τῶν συνεχῶν λέγειν τὸν ἀριθμόν· φαμὲν γὰρ τὸ ξύλον δέκα πήχεις ἔχειν καὶ τὴν ὁδὸν δέκα σταδίους, καίτοι συνεχῆ ταῦτα, ἀλλὰ τῷ δυνάμει ὑφ’ ἡμῶν κατὰ μόρια διαιρεῖσθαι, ταύτῃ καὶ ἀριθμόν τινα αὐτῶν κατηγοροῦμεν. ὥστε φύσει μὲν ἐπὶ τούτων τὸ συνεχὲς κατηγορεῖται θέσει δὲ καὶ ἐκ τῆς ἡμε- τέρας ἐπινοίας ὁ ἀριθμός. Πάλιν δὲ ἀπορίας ἄξιον πῶς φησι τὸν χρόνον ἀριθμὸν εἶναι οὐχ ὡς μετροῦντα, ἀλλ’ ὡς μετρούμενον, καίτοι τὴν κίνησιν οὐδὲν ἕτερον ἢ ὁ χρόνος μετρεῖ· μέτρον γοῦν κινήσεως φησιν εἶναι τὸν χρόνον. λέγω οὖν καὶ πρὸς τοῦτο, ὅτι εἰ καὶ μετρεῖν λέγεται ὁ χρόνος τὴν κίνησιν, ἀλλ’ οὖν καὶ μετρεῖσθαι αὐτὸς ὑπὸ τῆς ψυχῆς, καὶ πρώτως μὲν μετρεῖσθαι, τῷ μετρεῖσθαι δὲ καὶ αὐτὸς μετρεῖν, τὸν μόνως δὲ μετροῦντα ἀριθμὸν μηδαμῶς δὲ μετρούμενον, τοῦτον ἀνάγκη μόνως εἶναι διωρισμένον, μηδαμῶς δὲ συνεχῆ· ὥστε κἂν μετρεῖν τὴν κίνησιν λέγηται ὁ χρόνος, οὐδέν γε ἐκ τούτου ἄτοπον ἕψεται τῷ λόγῳ. ἄλλως τε οὕτω λέγεται μετρεῖν τὸν χρόνον, ὥσπερ ἄν εἰ δύο ξύλων ἴσων παρακειμένων ἀλλήλοις τοῦ ἑνὸς μετρηθέντος λέγοι τις ὅτι τὸ μετρηθὲν καὶ αὐτὸ ἐμέτρησε τὸπαρακείμενον· ὅσον γὰρ τοῦτο, τοσοῦτον κἀκεῖνο. ταύτῃ οὖν καὶ τὸν χρόνον φαμὲν μετρεῖν τὴν κίνησιν, διότι σύνεισιν ἀλλήλοις καὶ συμπαρατείνονται· ὅσον οὖν ἄν εἴη τὸ ἕτερον, ἀνάγκη καὶ τὸ λοιπὸν εἶναι. Καὶ ὥσπερ ἡ κίνησις ἀεὶ ἄλλη <καὶ ἄλλη>, καὶ ὁ χρόνος. Ὅτι κινήσεως ἐστι μόνης ἀριθμὸς ὁ χρόνος καὶ οὐδενὸς ἄλλου, δείκνυσι καὶ διὰ τούτου. ὥσπερ γὰρ ἀεὶ ἄλλη καὶ ἄλλη ἐστὶ κίνησις, φησίν, οὕτω καὶ ὁ χρόνος ἀριθμὸς ὢν ταύτης ἀεὶ ἄλλος ἐστὶ καὶ ἄλλος, τῶν μέντοι ἄλλων πάντων ἀεὶ τῶν αὐτῶν ὄντων καὶ ὁ ἀριθμὸς ἀεὶ ὁ αὐτός ἐστιν· ὥστε εἰ ὁ χρόνος ἀεὶ ἄλλος ἐστὶ καὶ ἄλλος, ἔστι δὲ παρατάσεως τινος ὁ χρόνος ἀριθμός, μόνης ἄν εἴη κινήσεως ἀριθμὸς ὁ χρόνος. ᾿Ο δὲ ἅμα πᾶς χρόνος ὁ αὐτός· τὸ γὰρ νῦν τὸ αὐτὸ ὅ ποτε ἦν, τὸ δὲ εἶναι αὐτῷ ἕτερον. Αμα πᾶς ὁ πανταχοῦ λαμβανόμενος χρόνος, οὗτος εἷς ἐστι καὶ ὁ αὐτός· πάσης γὰρ κινήσεως τὸ πρότερον μετρεῖ καὶ τὸ ὕστερον οὐ μέντοι ὡς ἀλλοιώσεως ἢ ὡς αὐξήσεως), τὸ δὲ πρότερον καὶ ὕστερον τῶν ἅμα γι- νομένων κινήσεων τὸ αὐτό, ὥστε καὶ ὁ χρόνος ὁ αὐτός. τοῦτο μέντοι οὐκέτι καὶ ἐπὶ τῆς κινήσεως ἁρμόζει λέγειν· οὐ γὰρ ἅμα αἱ κινήσεις αἱ αὐταί, ἀλλ’ αἱ μὲν οὐ μόνον τῷ ἀριθμῷ ἕτεραι ἀλλὰ καὶ τῷ εἴδει, αἱ δὲ εἰ καὶ τῷ εἴδει αἱ αὐταί, οἷον αἱ πλείους φοραί, ἀλλ’ οὖν γε τῷ ἀριθμῷ οὐχ αἱ αὐταί. ὁ μέντοι χρόνος εἷς καὶ ὁ αὐτὸς ὁ πανταχοῦ τῷ ἀριθμῷ· ὥστε καὶ ταύτῃ δῆλον ὅτι οὐ κίνησις ὁ χρόνος, ἀλλ’ ἀριθμὸς κινήσεως. ὅτι δὲ εἷς καὶ ὁ αὐτὸς χρόνος ὁ πανταχοῦ, κατασκευάζει ἐκ τοῦ νῦν. τὸ γὰρ νῦν, φησί, κατὰ τὴν ἑαυτοῦ φύσιν ἕν ἐστι πανταχοῦ, τῷ μέντοι λόγῳ διαφέρει ἄλλως γὰρ λαμβάνεται ὡς πρότερον λαμβανόμενον, καὶ ἄλλως ὡς ὕστερον, ὡς μέντοι πρότερον ἕν ἐστι καὶ τὸ αὐτὸ πανταχοῦ, ὁμοίως δὲ καὶ ὡς ὕστερον), εἰ τοίνυν τὸ νῦν ἐστι τὸ γεννητικὸν τοῦ χρόνου, τοῦτο δὲ ἕν ἐστι καὶ τὸ αὐτὸ πανταχοῦ, δῆλον ὅτι καὶ ὁ χρόνος ἅμα πανταχοῦ εἷς ἄν εἴη καὶ τῇ φύσει καὶ τῷ ἀριθμῷ. Τὸ δὲ νῦν ἔστι μὲν ὡς τὸ αὐτό, ἔστι δὲ ὡς οὐ τὸ αὐτό. ἐπειδὴ ἐν τοῖς ἔμπροσθεν ἠπόρει περὶ τοὐ νῦν, πότερον τὸ αὐτό ἐστι τὸ πρότερον τῷ ὑστέρῳ ἢ ἕτερον, εἶτα ἐδείκνυεν ἑκάτερον ἄτοπον εἴτε γὰρ τὸ αὐτὸ εἴη, ὁμόχρονα εἶναι πάντα ἀνάγκη, εἴτε μὴ εἴη τὸ αὐτό, ἐπειδὴ μὴ πέφυκε τὸ πρότερον μένειν του υστερου επιγενομενου, ἀνάγκη δήπου ἐφθάρθαι, καὶ ἤτοι ἐν ἑαυτῷ ἢ ἐν ἄλλῳ νῦν, ἑκάτερον δὲ ἀδύνατον), ἐπειδὴ τοῦτο μάλιστα τοῦ παραλογισμοῦ αἴτιον ἦν, τὸ ἀτελὲς τῆς διαιρέσεως, διὰ τοῦτο τὸ λεῖπον τῆς διαιρέσεως ἐνταῦθα ἐκτίθεται· τὸ γὰρ πρότερον νύν τῷ ὕστερον οὔτε ἀπλῶς τὸ αὐτό ἐστιν οὔτε ἀπλῶς ἕτερον ἀλλὰ πῇ μὲν τὸ αὐτό ἐστι πῇ δὲ οὐ τὸ αὐτό. τοῦτο δὲ ἐκεῖ μὲν παραιτεῖται δι’ ἐπίκρυψιν τοῦ παραλογισμοῦ, ἐνταῦθα δὲ αὐτὸ τίθησιν, ἵνα ἐκείνην ἐπιλύσηται τὴν ἀπορίαν, ὅτι ἔστι τῇ μὲν οὐσίᾳ τὸ αὐτὸ τὸ πρότερον νῦν τῷ ὕστερον, τῇ δὲ σχέσει οὐ τὸ αὐτό· ἄλλο γὰρ αὐτῷ ἐστι τὸ προτέρῳ εἶναι καὶ ἄλλο τὸ ὑστέρῳ, ὥσπερ, φησί, καὶ οἱ σοφισταί φασιν ἄλλον εἶναι Κορίσκον ἐν Λυκείῳ καὶ ἄλλον ἐν ἀγορᾷ, ταύτῃ γε ἀληθῶς λέγοντες· οὐ γὰρ ταὐτόν ἐστι τῷ αὐτῷ ἐνταῦθα εἶναι ἢ ἐκεῖ. καὶ τὸ νῦν οὗν εἴτε καὶ τῷ ἀριθμῷ ἓν καὶ ταὐτὸν εἶναί τις θείη καὶ τῇ τούτου ῥύσει γεννᾶσθαι τὸν χρόνον, οὐ συμβήσεται τὰ πρὶν γενόμενα τοῖς νῦν γενομένοις τὰ αὐτὰ εἶναι· εἰ γὰρ καὶ ἐν τῷ αὐτῷ, ἀλλ’ οὐχ ὡσαύτως ἔχοντι, ἐπεὶ οὐδὲ τὰ αὐτά ἐστιν ἢ ἅμα τὰ ἐν Κορίσκῳ γενόμενα ἐν Λυκείῳ τε ὄντι καὶ ἐν ἀγορᾷ, οἷον εἰ ἐνταῦθα μὲν ἐθερμαίνετο ἐκεῖ δὲ ἐψύχετο, ἤ τι τοιοῦτον. εἴτε οὖν ἓν καὶ ταὐτὸν ὑποκέοιτο τὸ νῦν κατὰ ἀριθμόν, οὐδὲν τῶν εἰρημένων ἀτόπων συμβήσεται, ἐπεὶ μὴ καὶ κατὰ σχέσιν τὸ αὐτὸ ὑπόκειται, εἴτε καὶ οὐσίας μὲν εἴη τῆς αὐτῆς τὸ πρότερον τῷ ὕστερον μὴ εἴη δὲ τῷ ἀριθμῷ τὸ αὐτό, ὅπερ ἐστὶ καὶ μᾶλλον ἀληθές, πολλῷ μᾶλλον οὐδὲν τούτων συμβήσεται. πῶς δὲ ἔχει πρὸς τὸ γίνεσθαι καὶ φθείρεσθαι τὸ νῦν, ἐν τοῖς ἑξῆς βιβλίοις διδάξει, ὅτι καὶ αὐτὸ καὶ ἕτερα πλεῖστα ἀχρόνως ἢ εἰσὶν ἢ οὐκ εἰσί, μήτε διὰ γενέσεως εἰς τὸ εἶναι παραγόμενα μήτε διὰ φθορᾶς εἰς τὸ μὴ εἶναι. Τὸ δὲ νῦν ἔστι μὲν ὡς τὸ αὐτό, ἔστι δὲ ὡς <οὐ> τὸ εἰπὼν “τὸ γὰρ νῦν τὸ αὐτὸ ὅ ποτε ἦν, τὸ δὲ εἶναι αὐτῷ ἕτερον᾿᾿, ἐξ ὅπερ εἶπον, τὴν εἰρημένην ἀπορίαν ἐπιλύεται, πῶς ἐστι καὶ τὸ αὐτὸ καὶ οὐ τὸ αὐτὸ νῦν διδάσκει. καθὸ μὲν γάρ, φησίν, ἐν ἄλλῳ καὶ ἄλλῳ λαμβάνεται, βάνεται, ταύτῃ ἕτερόν ἐστι καὶ ἕτερον τὸ πρότερον καὶ τὸ ὕστερον· λαμβάνεται δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ τῆς κινήσεως, κατὰ τοῦτο δὲ ἦν αὐτῷ, φησί, καὶ τὸ νῦν εἶναι ἀμερὲς γὰρ τὸ νῦν, ἀμερὲς δὲ ὂν ἅμα ἐν πλείοσιν εἶναι οὐ δύναται, ἀλλ’ ὅτε ἐν τούτῳ ἐστίν, ἐν ἐκείνῳ οὐκ ἔστιν), ὥστε καλῶς εἴρηται ὅτι τῷ ἀεὶ ἐν ἄλλῳ καὶ ἄλλῳ λαμβάνεσθαι, ταύτῃ καὶ τὸ εἶναι νῦν ἔχει οὐ γὰρ | ἔστιν εἰπεῖν ἅμ ἐν τούτῳ καὶ τούτῳ), ταύτῃ δὲ καὶ ἕτερόν ἐστι τὸ πρότερον τοῦ ὕστερον· ἄλλο γάρ ἐστιν αὐτῷ τὸ ἐν τῷδε εἶναι, καὶ ἄλλο τὸ ἐν τῷδε. ταύτῃ μὲν οὖν ἕτερον τὸ πρό· τερον νῦν τοῦ ὑστέρου. ὃ δέ ποτε ὄν ἐστι, φησί, τὸ αὐτό, τουτέστι κατὰ τὸ ὑποκείμενον. εἶτα τοῦτο κατασκευάσαι βουλόμενος ἐπήγαγεν ἀκολουθεῖ γάρ. ὥσπερ ἐλέχθη, τῷ μὲν μεγέθει ἡ κίνησις, ταύτῃ δὲ ὁ χρόνος, ὡς φαμέν· ὁμοίως δὲ καὶ τῇ στιγμῇ τὸ φερόμενον ᾧ τὴν κίνησιν γνωρίζομεν, καὶ τὸ πρότερον ἐν αὐτῇ καὶ τὸ ὕστε ρον. εἶπε γὰρ ἐν τοῖς ἔμπροσθεν ἀκολουθεῖν τῷ μὲν μεγέθει τὴν κίνησιν, ταύτῃ δὲ τὸν χρόνον· τῷ γὰρ εἶναι ἐν τῷ μεγέθει τὸ πρότερον καὶ τὸ ὕστερον καὶ προσέτι τὸ συνεχές, ταύτῃ καὶ ἐν τῇ κινήσει τὸ πρότερον ἦν καὶ ὕστερον καὶ ἡ συνέχεια, διὰ δὲ τὴν κίνησιν καὶ ἐν τῷ χρόνῳ, πλὴν ὅτι ἐν μὲν τῷ μεγέθει ῾῾θέσει᾿᾿ ἦν τὸ πρότερον καὶ τὸ ὕστερον, διότι τὴν ἀρχὴν ἀφ’ ὁτουδήποτε μορίου ποιήσασθαι δυνατόν, ἐπὶ δὲ τῆς κινήσεως καὶ τοῦ χρόνου οὐκέτι· οὐ γὰρ οἷόν τε ἐν τούτοις τὸ πρότερον ὕστερον γενέσθαι, οὐδ’ ἔμπαλιν τὸ ὕστερον πρότερον. ὥσπερ οὖν, φησί, ταῦτα ἕπονται ἀλλήλοις, οὕτως καὶ τὰ οἱονεὶ γεννητικὰ τούτων καὶ ποιητικά. τοῦτο δὲ ἐδήλωσεν εἰπὼν ὁμοίως δὲ καὶ τῇ στιγμῇ τὸ φερόμενον, ᾧ τὴν κίνησιν γνωρίζομεν. ἔστι γὰρ τοῦ μὲν μεγέθους ἡ στιγμὴ ποιητική (ῥυϊσκόμενον γὰρ τὸ σημεῖον γεννᾷ τὴν γραμμήν, πρῶτον δὲ μέγεθος γραμμή), τῆς δὲ κινήσεως ποιητικὸν τὸ φερόμενον· τοῦ γὰρ γενέσθαι τὴν ἀπὸ Ἀθηνῶν εἰς Θήβας κίνησιν αἴτιον τὸ φερόμενον, εἴτε ἄνθρωπος εἴη εἴτε ὁτιδήποτε, καὶ τοῦ γενέσθαι τὴν ἀπὸ Κριοῦ ἐπὶ Ταῦρον κίνησιν αἴτιος τυχὸν ὁ ἥλιος ὁ ταύτην κινηθεὶς ἢ ἕτερός τις τῶν ἀστέρων. τούτῳ καὶ γνωρίζεται ἡ κίνησις· καθ’ αὑτὴν γὰρ ἀγνώριστος ὑπάρχουσα τῷ κινουμένῳ γνωρίζεται. τὸ γὰρ γεγενῆσθαι τὴν ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ τοῦ οὐρανοῦ κίνησιν καὶ περιφορὰν οὐκ ἄλλῳ τινὶ γνωρίζομεν ἢ αὐτῷ τῷ οὐρανῷ· τῷ γὰρ τὸ αὐτὸ αὐτοῦ μόριον δὶς ἐν τῷ αὐτῷ μορίῳ τοῦ ορίζοντος ἰδεῖν γενόμενον, οὕτω τοσήνδε γεγενῆσθαι κίνησιν γνωρίζομεν. καὶ τὸ νῦν δὲ τοῦ χρόνου ποιητικὸν αἴτιον· ἡ γὰρ τούτου ῥύσις γεννᾷ τὸν χρόνον. εἰ τοίνυν ὡς τὸ σημεῖον πρὸς τὸ μέγεθος ἔχει καὶ τὸ κινούμενον πρὸς τὴν κίνησιν, οὕτω καὶ τὸ νῦν πρὸς τὸν χρόνον, τὸ δὲ σημεῖον ἓν ὂν καὶ τὸ αὐτὸ γεννᾷ τὸ μέγεθος οὐ γὰρ παραθέσει πλειόνων στιγμῶν γεννᾶται ἡ γραμμή, ἀλλὰ μιᾶς ῥύσει), ἔτι δὲ καὶ τὸ κινούμενον ἓν ὂν γεννᾷ τὴν κίνησιν, ἀκόλουθον δήπου καὶ τὸ νῦν ἓν ὂν γεννᾶν τὸν χρόνον. οὐ γὰρ ἐκ πολλῶν νῦν παρακειμένων ἀλλήλοις γεννᾶται ὁ χρόνος· οὐ γὰρ σύγκειται ἐκ τῶν νῦν, ἀλλ’ ἑνὸς ῥύσει· τῷ γὰρ τὸ αὐτὸ νῦν πρότερον καὶ ὕστερον λαμβάνεσθαι τὸ εἶναι ἔχει ὁ χρόνος. ὥσπερ οὖν τὸ κινούμενον ὃ μέν ποτε ὂν τὸ αὐτό ἐστιν ἢ γὰρ λίθος ἐστὶν ἢ ἄνθρωπος ἢ ἀστὴρ ἢ ἕτερόν τι), τῷ δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ λαμβάνεσθαι, ταύτῃ ἕτερον ὡς γὰρ εἶπον, ἄλλο ἐστὶ Σωκράτει τὸ ἐν οἴκῳ εἶναι καὶ ἄλλο τὸ ἐν ἀγορᾶ), οὕτω δὴ καὶ τὸ νῦν τῷ μὲν ὑποκειμένῳ καὶ τῇ οὐσία τὸ αὐτὸ τὸ πρότε- ρον τῷ ὑστέρῳ, τῷ δὲ πρότερον ἢ ὕστερον εἶναι, ταύτῃ δὴ τῷ λόγῳ ἕτερον. παραδείγματος δὲ χάριν καὶ σαφηνείας. ἵνα δείξῃ πῶς τὸ αὐτὸ λέγομεν κατὰ τὸ ὑποκείμενον, διάφορον δὲ κατὰ τὸν λόγον, ἐμνημόνευσε τοῦ ὑπὸ τῶν σοφιστῶν λεγομένου. λαμβάνοντες γὰρ ἐκεῖνοι τὸ ἕτερον εἶναι τῷ Κορίσκῳ τὸ ἐν Λυκείῳ εἶναι καὶ ἕτερον τὸ ἐν ἀγορᾷ, τὴν κατὰ συμ- βεβηκὸς ταύτην καὶ κατὰ τὸν λόγον διαφορὰν ἐπὶ τὸ ὑποκείμενον μετέφερον· εἰ γὰρ ἄλλο, φασίν, ἐστὶ τῷ Κορίσκῳ τὸ ἐν Λυκείῳ εἶναι καὶ ἄλλο τὸ ἐν ἀγορᾷ, ὁ ἄρα Κορίσκος αὐτὸς ἑαυτοῦ ἕτερός ἐστιν. ἀλλ’ οὐκ ἀνάγκη, εἰ κατὰ τὸν λόγον ἕτερόν τι εἴη καὶ κατὰ συμβεβηκός, ἤδη καὶ κατὰ τὸ ὑποκείμενον ἕτερον εἶναι, ἐπεὶ καὶ ἡ κλῖμαξ μία καὶ ἡ αὐτὴ τῷ λόγῳ ἑτέρα οὖσα καὶ ἑτέρα· ἄλλο γάρ ἐστιν αὐτῇ τὸ ἀναβάσει εἶναι καὶ ἄλλο τὸ καταβάσει. οὕτως οὖν καὶ τὸ νῦν καὶ ταὐτὸν καὶ ἕτερον, τῷ λόγῳ μὲν ἕτερον πρότερόν τε λαμβανόμενον καὶ ὕστερον, τῷ ὑποκειμένῳ οε τὸ αὐτὸ. τῷ δὲ φερομένῳ ἀκολουθεῖ τὸ νῦν, ὥσπερ ὁ χρόνος τῇ κινήσει. εἰπὼν ὅτι ἀκολουθεῖ ῾῾τῷ μὲν μεγέθει ἡ κίνησις, ταύτῃ δὲ ὁ χρόνος, ὁμοίως δὲ καὶ τῇ στιγμῇ τὸ φερόμενον,’’ εἶτα μεταξὺ τὸν τῶν σοφιστῶν ἐμβαλὼν λόγον, ἐπάγει ἐν τούτοις τὸ λεῖπον, ὅτι καὶ τῷ φερομένῳ ἀκολουθεῖ τὸ νῦν· τῷ γὰρ τὸ φερόμενον λαμβάνεσθαι ἐν προτέρῳ καὶ ὑστέρῳ τινὶ καὶ ἀριθμεῖσθαι τὰς μεταβάσεις αὐτοῦ, ταύτῃ τὸ νῦν τὴν ὑπόστασιν ἔχει. ὅτι δὲ ἀκολουθεῖ τὸ νῦν τῶ φερομένῳ, ἐδήλωσεν εἰπὼν τῷ γὰρ φερομένῳ γνωρίζομεν τὸ πρότερον καὶ ὕστερον ἐν κινήσει. ὡς γὰρ πᾶς ὁ χρόνος τῇ κινήσει πάσῃ παρακολουθεῖ καὶ συνεκτείνεται, οὕτω καὶ τὸ νῦν τῷ φερομένῳ· ἀνάλογον γὰρ ὡς τὸ φερόμενον πρὸς τὴν κίνησιν, οὕτω καὶ τὸ νῦν πρὸς τὸν χρόνον, ὥστε καὶ ἐναλλὰξ ὡς ἡ κίνησις πρὸς τὸν χρόνον, οὕτω καὶ τὸ φερόμενον πρὸς τὸ νῦν. εἰ οὖν τὸ φερόμενον ἓν καὶ τὸ αὐτὸ ὁτιποτέ ἐστιν, εἴτε στιγμὴ εἴτε λίθος εἴτε ὁτιδήποτε, διαφέρει δὲ κατὰ τὸν λόγον τῷ ἐν ἄλλῳ καὶ ἄλλῳ γίνεσθαι, τοιοῦτον ἄν εἴη πάντως καὶ τὸ νῦν. Ἧι δὲ ἀριθμητὸν τὸ πρότερον καὶ ὕστερον, τὸ νῦν ἐστιν. Εἰπὼν ἰτῶ γὰρ φερομένῳ γνωρίζομεν τὸ πρότερον καὶ ὕστερον ἐν κινήσει,᾿᾿ προσέθηκεν ᾗ δὲ ἀριθμητὸν τὸ πρότερον καὶ ὕστερον, τὸ νῦν ἐστι, συνάγων καὶ διὰ τούτων ὅτι τῷ φερομένῳ τὸ νῦν ἀκολουθεῖ· εἰ γὰρ τῷ μὲν φερομένῳ τὸ πρότερον καὶ τὸ ὕστερον ἕπεται τὸ ἐν κινήσει, τὸ δὲ πρότερον καὶ ὕστερον τὸ ἐν κινήσει | τὸ νῦν ἐστι (καθὸ γὰρ ἀριθμητόν ἐστι τὸ πρότερον κα τὸ ὕστερον τὸ ἐν κινήσει, τὸ νῦν ἐστι), τῷ φερομένῳ ἀν’ τὸ νυν ἕποιτο. ᾖστε καὶ ἐν τούτοις, ὃ μέν ποτε ὂν νῦν ἐστι, τὸ αὐτό τὸ πρότερον γὰρ ἢ ὕστερόν ἐστι τὸ ἐν κινήσει), τὸ δὲ εἶναι ἕτε- ρον· <ᾖ> ἀριθμητόν γὰρ τὸ πρότερον καὶ τὸ ὕστερον, τὸ νῦν ὲστιν. οὕτω λοιπὸν τὸ προκείμενον συνάγει, λέγω δὴ ὅτι τὸ νῦν τῷ μὲν ὑποκειμένω τὸ αὐτό ἐστι, τῶ δὲ λόγω ἄλλο καὶ ἄλλο. τὸ γὰρ ὥστε καὶ ἐν τούτοις ἀντὶ τοῦ ἐν τοῖς νῦν· ὥσπερ γὰρ καὶ τὸ σημεῖον τὸ γεννητικὸν νητικὸν τῆς γραμμῆς ἓν καὶ τὸ αὐτὸ τῷ ὑποκειμένῳ, καὶ τὸ φερόμενον τὸ γεννητικὸν τῆς κινήσεως, οὕτω δὲ καὶ τὸ νῦν τὸ τοῦ χρόνου γεννητικόν. ὃ μέν ποτε ὂν νῦν ἐστι, τουτέστιν ὁτιδήποτε κατὰ τὸ ὑποκείμενον ὑπάρχει χει τε καὶ ἔστι νῦν, ἕν ἐστι καὶ τὸ αὐτό. εἶτα καὶ τί ἐστιν ἐπάγει· τὸ πρότερον γάρ, φησίν, ἢ ὕστερον τὸ ἐν κινήσει· ταὐτὸν γὰρ τὸ ἐν κινήσει πρότερον καὶ ὕστερον κατὰ τὸ ὑποκείμενον, ἐπεὶ καὶ ἐπὶ τῆς κινήσεως τὸ φερόμενον. τὸ δὲ εἶναι ἕτερον, ·τουτέστι κατὰ τὸν λόγον· τὸ γὰρ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον, μὴ ὡς ἀριθμούμενον λαμβανόμενον μηδὲ ὡς πρότερον καὶ ὕστερον, τὸ ὑποκείμενόν ἐστι τοῖς νῦν, τοῦτο δὲ αὐτὸ ὅταν ὡς πρότερον καὶ ὕστερον ληφθῇ καὶ ὡς κατὰ διαφορὰν φορὰν τῆς κινήσεως γινόμενον, τότε δὴ ἄλλο καὶ ἄλλο ἐστὶ κατὰ τὸν λόγον· ἄλλο γάρ ἐστιν αὐτῷ τὸ προτέρῳ εἶναι καὶ ἄλλο τὸ ὑστέρῳ. Καὶ γνώριμον δὲ > τοῦτό ἐστι· καὶ γὰρ ἡ κίνησις διὰ τὸ κινούμενον καὶ ἡ φορὰ διὰ τὸ φερόμενον· τόδε γάρ τι τὸ φερόμενον, ἡ δὲ κίνησις οὔ. ’Ev πᾶσι τὴν τοῦ νῦν πρὸς τὸ φερόμενον ὁμοιότητα δεῖξαι βουλόμενος καὶ τοῦτο προσέθηκε, καὶ ἄλλως καὶ καθ’ αὑτὸ χρήσιμον τῇ περὶ τοῦ χρόνου θεωρίᾳ. εὐλόγως γάρ, φησί, καὶ τοῦ χρόνου τὸ νῦν μάλιστά ἐστι γνώριμον· μόνον γὰρ τοῦ χρόνου τὸ νῦν ἐν ὑπάρξει ἐστί. καὶ γὰρ ἡ κίνησις καθ’ αὑτὴν ἄγνωστος οὖσα τῷ φερομένῳ γνωρίζεται, τῷ δὲ φερομένῳ τὸ νῦν ἕπεται, καὶ ὃν ἔχει λόγον τὸ φερόμενον πρὸς τὴν κίνησιν, ταύτῃ τὸ νῦν πρὸς τὸν χρόνον. εὐλόγως ἄρα καὶ διὰ τοῦ νῦν τὸν χρόνον γνωρίζομεν, ἐπεὶ καὶ διὰ τοῦ κινουμένου τὴν κίνησιν. ὅτι δὲ ἡ φορὰ γνώριμός ἐστι διὰ τὸ φερόμενον, ἔδειξεν εἰπὼν τό ’δε γάρ τι τὸ φερόμενον, ἡ δὲ κίνησις οὔ· τὸ γὰρ κινούμενον οὐσία τέ ἐστι καὶ ὑφεστώς, ἡ δὲ κίνησις οὐχ ὑφέστηκεν, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει· τῇ γὰρ τοῦ κινουμένου μεταβάσει τὸ εἶναί ἐστι τῇ κινήσει. καὶ ἄλλως εἰ τὸ μὲν κινούμενον οὐσία, ἡ δὲ κίνησις ἐνέργεια, τρανέστεραι δὲ τῶν ἐνεργειῶν αἱ οὐσίαι ἐν πολλοῖς, εἰκότως τῷ κινουμένῳ ἡ κίνησις γνώριμος. εἰπὼν δὲ καὶ γὰρ ἡ κίνησις διὰ τοῦ κινουμένου ἐπήγαγε καὶ ἡ φορὰ διὰ τὸ φερόμενον, ἤτοι ἐκ παραλλήλου τὸ αὐτὸ λέγων, ἢ μᾶλλον ἐκ τοῦ γενικωτέρου καὶ ἀσαφεστέρου ἐπὶ τὸ εἰδικώτερον καὶ σαφέστερον μεταβαίνων· ἔστι μὲν γὰρ καὶ ἐπὶ ἀλλοιώσεως ἡ ἀλλοίωσις γνώριμος διὰ τὸ ἀλλοιούμενον, ὁμοίως δὲ καὶ ἐπὶ αὐξήσεως καὶ μειώσεως, ἐναργέστατα δὲ ἐπὶ τῆς φορᾶς τῷ φερομένῳ ἡ φορὰ γνωρίζεται. ἐστι μὲν οὖν ὡς τὸ αὐτὸ τὸ νῦν, ἔστι δὲ ὡς οὐ τὸ αὐτό· καὶ γὰρ καὶ τὸ φερόμενον. Ὥσπερ συμπέρασμά ἐστι τοῦτο τῶν εἰρημένων· ὃ γὰρ ἔδειξεν ἀνωτέρω, τέρω, τοῦτο ὡς ἐν συμπεράσματι νῦν φησιν. ὡς γὰρ τὸ φερόμενον τῷ μὲν ὑποκειμένῳ τὸ αὐτό, τῇ σχήσει δὲ καὶ τῷ λόγῳ διάφορον, οὕτω καὶ τὸ νῦν. Φανερὸν δὲ καὶ ὅτι εἴτε χρόνος μὴ εἴη, τὸ νῦν οὐκ ἂν εἴη, εἴτε τὸ νῦν μὴ εἴη, χρόνος οὐκ ἂν εἴη. Δείξας ὅτι ὁ χρόνος ἀριθμός ἐστι τοῦ προτέρου καὶ ὑστέρου τοῦ ἐν τῇ κινήσει, τοῦτο δέ ἐστι τὸ νῦν τὸ γὰρ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον τὸ νῦν ἐστιν), εὐλόγως συνάγει ὅτι ἀδύνατον τὸ ἕτερον αὐτῶν χωρὶς τοῦ ἑτέρου εἶναι. εἰ γὰρ ὡς τὸ φερόμενον ἔχει πρὸς τὴν φορὰν οὕτω καὶ τὸ νῦν πρὸς τὸν χρόνον, οὔτε δὲ φερόμενόν τι εἶναι ἐνδέχεται φορᾶς μὴ οὔσης οὐδ’ αὖ φορὰν εἶναι φερομένου μὴ ὄντος, οὕτω δηλονότι καὶ τὸν χρόνον ἔχειν ἀνάγκη καὶ τὸ νῦν, καὶ εἰ τὸ ἕτερον τεθείη, εἰσάγεσθαι καὶ τὸ λοιπόν, εἴτε ἀναιρεθείη τὸ ἕν, καὶ τὸ λοιπὸν συναναιρεῖσθαι. ὡσαύτως γὰρ ἔχει καὶ τὸ σημεῖον καὶ ἡ γραμμή· συνεισάγει γὰρ καὶ συναναιρεῖ ἄλληλα. Ἅμα γὰρ ὥσπερ τὸ φερόμενον καὶ ἡ φορά, οὕτω καὶ ὁ ἀριθμὸς τοῦ φερομένου καὶ ὁ τῆς φορᾶς· χρόνος μὲν γὰρ ὁ τῆς φορᾶς ἀριθμός, τὸ νῦν δὲ ὡς τὸ φερόμενον, οἷον μονὰς ἀριθμοῦ. τοῦ μὲν φερομένου ἀριθμὸν τὸ νῦν φησι, τῆς δὲ φορᾶς ἀριθμὸν τὸν χρόνον. ὥσπερ οὖν ἅμα ἢ εἰσὶν ἡ οὐκ εἰσὶ τὸ φερόμενον καὶ ἡ φορά, οὕτω δὴ καὶ ὁ ἀριθμὸς τοῦ φερομένου καὶ τῆς φορᾶς, τουτέστι τὸ νῦν καὶ ὁ χρόνος, ἅμα ἢ εἰσὶν ἢ οὐκ εἰσίν. εἰπὼν δὲ χρόνος μὲν γὰρ ὁ τῆς φορᾶς ἀριθμός, δέον ἐπαγαγεῖν ‘τὸ νῦν δὲ ἀριθμὸς τοῦ φερομένου᾿, εἶπε τὸ νῦν δὲ ὡς τὸ φερόμενον, διὸ καὶ ἀσαφεστέραν τὴν λέξιν ἐποίησε. πῶς δὲ τὸ νῦν ἀριθμός ἐστι τοῦ φερομένου, ἐπήγαγεν οἷον μονὰς ἀριθμοῦ· ὡς γὰρ ἐν ἀριθμῷ ἡ μονὰς πάλιν καὶ πάλιν λαμβανομένη τὸν ἀριθμὸν τῶν ἀριθμουμένων ποιεῖ ἀδιαίρετος οὖσα αὐτή, οὕτως καὶ τὸ νῦν ἀδιαίρετον καὶ ὡς μονὰς ὂν πάλιν καὶ πάλιν λαμβανόμενον τὸν χρόνον ποιεῖ. ὥσπερ οὖν ὁ χρόνος ἐκ τοῦ νῦν γεννώμενος μετρεῖ τὴν κίνησιν, οὕτω καὶ τὸ νῦν μετρεῖ τὸ κινούμενον, καὶ ἔστιν ὁ χρόνος ἀριθμὸς τῆς κινήσεως καὶ τὸ νῦν τοῦ φερομένου. πῶς δὲ τῆς φορᾶς ὁ χρόνος ἀριθμός ἐστιν, εἶπεν ἤδη· οὐ γὰρ ὡς ἀριθμῶν αὐτήν, ἀλλ’ ὡς ἐν τῷ ἀριθμεῖσθαι αὐτὴν τὸ εἶναι ἔχων. ἀριθμεῖ δὲ οὐ καθὸ φορά ἐστιν, ἀλλὰ ᾗ τὸ πρότερον ἐν αὐτῇ καὶ τὸ ὕστερον· οὐ γὰρ ὁ αὐτῆς τῆς κινήσεως ἀριθμὸς χρόνος, ἀλλὰ τὸ τοῦ προτέρου ἐν αὐτῇ καὶ ὑστέρου διάστημα μεταξύ. καὶ τοῦ φερομένου δὲ ἀριθμός, τὸ νῦν, οὐχ ᾗ φερόμενόν ἐστιν, ἀλλ’ ᾗ ἐν προτέρῳ καὶ ὑστέρῳ τινὶ λαμβάνεται· ἡ γὰρ λῆψις τοῦ προ- τέρου καὶ ὑστέρου καθ’ ἃ γίνεται, ταῦτά ἐστι | τὰ νῦν. τὸ γὰρ νῦν, καθ’ ὃ ἐν Κριῷ γέγονεν ὁ ἥλιος, καὶ πάλιν τὸ νῦν, καθ’ ὃ γέγονεν ἐν Ταύρῳ, ἀριθμὸς ἂν εἴη αὐτοῦ τοῦ ἡλίου, ὡς ἐν προτέρῳ τινὶ καὶ ὑστέρῳ γινομένου, ἐοικὸς ταῖς ἐν τῷ ἀριθμῷ μονάσιν. ὥσπερ γὰρ τῇ μονάδι τὸν ἀριθμὸν ἀριθμοῦμεν, ἢ ἀπλῶς τὸ ἀριθμητὸν ὅτι ποτ’ ἂν ᾖ τοὺς γὰρ δέκα ἵππους τῇ μονάδι καὶ τοὺς δέκα λίθους· κατὰ μονάδα γὰρ ἐπισωρεύοντες, οὕτως ἀριθμοῦμεν ἕκαστον), οὕτω δὲ καὶ τὸ φερόμενον τῷ νῦν ἀριθμοῦκαὶ μὲν, τὸ πρότερον αὐτοῦ καὶ τὸ ὕστερον ἐν οἷς καὶ ἀεὶ γίνεται ἄλλοτε ἐν ἄλλῳ ἀριθμοῦντες· οἷον ὁ ἥλιος γίνεται πρότερον Ταύρου ἐν Κριῷ, ὕστερον δὲ τοῦ Κριοῦ ἐν τῷ Ταύρῳ, καὶ Διδύμων μὲν πρότερον ἐν Ταύρῳ, τούτου δὲ ὕστερον ἐν Διδύμοις, καὶ οὕτως ἐφεξῆς. Καὶ συνεχής τε δὴ ὁ χρόνος τῷ νῦν, καὶ διῄρηται κατὰ τὸ νυν. Ὅτι καὶ συνεχείας καὶ διαιρέσεως αἴτιον τὸ νῦν τῷ χρόνῳ, ὥσπερ καὶ τῇ κινήσει τὸ κινούμενον καὶ τῇ γραμμῇ τὸ σημεῖον. κἀνταῦθα γὰρ ἡ αὐτὴ πάλιν ὁρᾶται ἀναλογία, ἀλλὰ τὸ μὲν σημεῖον δυνάμει μὲν λαμβανόμενον συνεχείας αἴτιον τῇ γραμμῇ συνεχὲς γάρ ἐστιν οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει), δυνάμει δὲ λαμβανόμενον ἕν ἐστιν, εἰ μέντοι ἐνεργείᾳ ληφθῇ, διαιρέσεως τε τῇ γραμμῇ αἴτιον γίνεται καὶ οὐκέτι ἕν ἐστιν ἀλλὰ δύο, ἑκατέρου ἕν τι τῶν διαιρεθέντων μορίων περατοῦντος. ἓν μὲν γάρ ἐστι τῇ ἑαυτοῦ φύσει, καθ’ ὃ γίνεται ἡ διαίρεσις· δεῖ γὰρ τὸ διαιροῦν καθ’ ὃ διαιρεῖ ἓν εἶναι καὶ ἀδιάστατον. διὰ τοῦτο τὸ μὲν τριχῆ διαστατὸν ἐπιφανείᾳ διαιρεῖται ἀδιαστάτῳ οὔσῃ κατὰ βάθος καθ’ ὃ καὶ ἡ διαίρεσις γίνεται, ἡ δὲ ἐπιφάνεια γραμμῇ διαιρεῖται κατὰ πλάτος οὔσῃ ἀδιαστάτῳ πλάτους γὰρ ἡ διαίρεσις), ἡ δὲ γραμμὴ σημείῳ κατὰ πάντα ὄντι ἀδιαστάτῳ. ἀλλ’ ἐπειδὰν ἐνεργείᾳ ληφθῇ ἐν τῇ γραμμῇ τὸ σημεῖον καὶ διέλῃ αὐτήν, τότε δύο γεννᾷ σημεῖα τῶν δύο μορίων τὰ πρὸς τῇ διαιρέσει πέρατα. ὁμοίως δὲ καὶ τὸ κινούμενον καὶ συνεχείας αἴτιον τῇ κινήσει καὶ διαιρέσεως· τῷ γὰρ συνεχῶς καὶ ἀδιακόπως κινεῖσθαι τὸ κινούμενον τὸ συνεχὲς ἔχει ἡ κίνησις, εἰ μέντοι τὸ φερόμενον στάσει μεταξὺ διαλαμβάνεται, τότε καὶ διαιρέσεως αἴτιον γίνεται τῇ κινήσει. ἀλλ’ ἐν μὲν τοῖς ἐν γενέσει καὶ φθορᾷ καὶ ἐνεργείᾳ στῆναι τὸ κινούμενον δυνατόν οἷον τὸν βαδίζοντα ἀπὸ Ἀθηνῶν εἰς Θήβας δυνατὸν στάντα μεταξύ, οὕτω τὸ λοιπὸν διανύσαι, καὶ οὕτω τὸ κινούμενον τῷ στῆναι ἔτεμε τὴν ἀπὸ Ἀθηνῶν εἰς Θήβας κίνησιν), ἐπὶ δὲ τῶν οὐρανίων συνεχείας μόνον αἴτιον τὸ κινούμενον τῇ κινήσει, διαιρέσεως δὲ ἐνεργείᾳ μὲν οὐδέποτε, μόνῃ δὲ τῇ ἐπινοίᾳ. ὁμοίως δὲ τὸ νῦν καὶ συνεχείας τῷ χρόνῳ αἴτιον καὶ διαιρέσεως, ἀλλὰ μόνως μὲν συνεχείας ἀεί, διαιρέσεως δὲ μόνως κατ’ ἐπίνοιαν· εἰ γὰρ τὴν πρώτην κίνησιν, ἧς μέτρον πρώτως ὁ χρόνος, στῆναι οὐχ οἷόν τε οὐδὲ ἠρεμίᾳ διαληφθῆναι, δῆλον ὡς οὐδὲ τὸν χρόνον τμηθῆναί ποτε ἐνεργείᾳ οἷόν τε, ἀλλὰ μόνον τῇ ἐπινοίᾳ τὸ νῦν διαιρέσεως φαμεν τῷ χρόνῳ αἴτιον· τούτῳ γὰρ τάς τε ἡμέρας εἰς ὥρας διαιροῦμεν τούς τε μῆνας εἰς ἡμέρας καὶ τοὺς ἐνιαυτοὺς εἰς μῆνας. ὅτι γὰρ οὐχ οἷόν τε τὸν χρόνον ἐνεργείᾳ διαιρεθῆναι, δῆλον καὶ ἐντεῦθεν· ἀνάγκη γὰρ καὶ τὴν κίνησιν πολλῷ πρότερον στῆναι, δείκνυται δὲ ὅτι πάσαι δύο κινήσεις ἐφεξῆς στάσει ἀεὶ πάντως διαλαμβάνονται καὶ ἠρεμίᾳ, καὶ οὐχ οἷόν τέ ἐστι δύο κινήσεις διῃρημένας κατὰ τὸ συνεχὲς ἐφεξῆς εἶναι. εἰ δὲ τοῦτο, καὶ τῶν δύο χρόνων ἄρα τῶν μετρητικῶν τῶν δύο κι- νήσεων ἔσται τι μεταξὺ ὃ μὴ ἔστι χρόνος· ἀλλὰ πᾶν τῶν δύο νῦν μεταξὺ χρόνος ἐστίν· ἔσται ἄρα τις χρόνος ὅτε οὐκ ἦν χρόνος, ὅπερ ἄτοπον. οὐκ ἄρα οἷόν τέ ποτε ἐνεργείᾳ διαιρεθῆναι τὸν χρόνον, μόνῃ δὲ τῇ ἐπινοίᾳ, ὥσπερ εἴπομεν, διαιρεῖται τῷ νῦν. Ἀκολουθεῖ γὰρ τοῦτο τῇ φορᾷ καὶ τῷ φερομένῳ. ῞Ωσπερ τῷ χρόνῳ καὶ τῷ νῦν ἕπεται τὸ καὶ συνεχῆ εἶναι τὸν χρόνον τῷ νῦν καὶ διαιρεῖσθαι κατὰ τὸ νῦν. οὕτω τὸ αὐτὸ τοῦτο ἕπεται καὶ τῇ φορᾷ καὶ τῷ φερομένῳ, τὸ καὶ συνεχῆ εἶναι τὴν κίνησιν διὰ τὸ φερόμενον καὶ διαιρεῖσθαι αὐτὴν κατὰ τὸ αὐτό. ὁμοίως δὲ καὶ τῇ στιγμῇ καὶ τῇ γραμμῇ τὸ αὐτὸ ἕπεται, ὡς φθάσαντες εἴπομεν. Καὶ γὰρ ἡ κίνησις καὶ ἡ φορὰ μία τῷ φερομένῳ, ὅτι ἕν, καὶ οὐχ ὅ ποτε ὄν καὶ γὰρ ἄν διαλείποι), ἀλλὰ τᾷ λόγῳ. εἰπὼν ὅτι ἡ κίνησις καὶ ἡ φορὰ μία τῷ φερομένῳ, πῶς ἐστι μία διὰ τὸ φερόμενον ἐπήγαγεν· ὅτι ὅν, φησί, τὸ φερόμενον, καὶ οὐχ ὅ ποτε ὄν καὶ γὰρ ἄν διαλείποι), ἀλλὰ τῷ λόγῳ, τουτέστιν ἐὰν τὸ κινούμενον ἓν ᾖ, ἐὰν δὲ μὴ μόνον τῷ ὑποκειμένῳ τὸ γὰρ ὅ ποτε ὂν τούτου ἐστὶ δηλωτικόν), ἀλλὰ καὶ τῷ λόγῳ, τότε καὶ ἥ κίνησις μία. ἐπεὶ αὐτό γε καθ’ αὑτὸ τὸ κινούμενον ἓν μὲν ὂν δύναται καὶ διαλείπειν κινού- μενον, οὕτω δὲ ἓν μὲν ἔσται τὸ φερόμενον, οὐκέτι δὲ ἡ κίνησις μία καὶ συνεχής, ἀλλὰ δύο διῃρημέναι· ἐὰν δὲ καὶ τῷ λόγῳ ἓν ληφθῇ, τουτέστιν ὡς κινούμενον εἰ γὰρ διαλείποι, οὐκέτι ἓν ἔσται τῷ λόγῳ, ἀλλὰ δύο· ἄλλο γάρ ἐστιν αὐτῷ τὸ ὡς κινουμένῳ εἶναι, καὶ ἄλλο τὸ ὡς ἠρεμοῦντι), ἐὰν οὖν καὶ τῷ λόγῳ ἓν ληφθῇ. τότε καὶ ἡ κίνησις μία καὶ συνεχής, καὶ τοῦτο αὐτῇ διὰ τὸ φερόμενον ὑπάρχει. οὕτω δὲ καὶ τὸ σημεῖον μίαν ποιεῖ τὴν γραμμήν, καὶ τὸ νῦν ἕνα τὸν χρόνον, ἐὰν ᾖ τὸ σημεῖον ἓν καὶ τὸ νῦν καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ· ἐὰν γὰρ δύο λόγους ἀναδέξηται τὸ ση- μεῖον, καὶ εἴη τῆς μὲν πέρας τῆς δὲ ἀρχή, τότε καὶ αἱ γραμμαὶ δύο, καὶ οὐ συνεχείας Μἀλλά διαιρέσεως αἴτιον τὸ σημεῖον, ἐὰν δὲ καὶ τῷ λόγῳ ἓν ᾖ, τουτέστιν ὡς πέρας μόνον κοινὸν ἀμφοτέρων τῶν μορίων λαμβάνηται, τότε καὶ ἡ γραμμὴ μία καὶ συνεχής, καὶ τούτου αἴτιον | τὸ σημεῖον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ χρόνου καὶ τοῦ νῦν. Καὶ ὁρίζει δὴ τὴν πρότερον καὶ ὕστερον κίνησιν τοῦτο. εἰπὼν ὅτι “ἡ κίνησις καὶ ἡ φορὰ μία τῷ φερομένῳ”, καὶ δείξας πῶς μία, ὅτι ὅταν τὸ φερόμενον καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ ἓν λαμβάνη- τᾶι, νῦν λέγει πῶς καὶ διαιρέσεως ἐστι τῇ κινήσει αἴτιον. ὅταν γὰρ στῇ τὸ φερόμενον, εἶτα πάλιν ἄρξηται κινεῖσθαι, πέρας μὲν ἔλαβεν ἡ προτέρα κίνησις, ἀρχὴν δὲ ἡ δευτέρα, καὶ δύο αἱ κινήσεις καὶ οὐ μία· ταύτῃ οὖν καὶ διαιρέσεως αἴτιον τὸ φερόμενον. 220a9 Ἀκολουθεῖ δὲ καὶ τοῦτό πὼς τῇ στιγμῇ. εἴπομεν ἤδη πῶς καὶ ἡ στιγμὴ καὶ συνεχείας καὶ διαιρέσεώς ἐστι τῇ γραμμῇ αἰτία. τὸ δέ πὼς προσέθηκε, διότι ἐπὶ μὲν τῶν μεγεθῶν καὶ ἐνεργείᾳ διαιρεῖ τὸ σημεῖον τὴν γραμμήν, τὸ μέντοι νῦν οὐδέποτε ἐνεργείᾳ διαιρεῖ τὸν χρόνον, ὥσπερ εἴπομεν, οὐδὲ ἐπὶ τῶν οὐρανίων τὸ φερόμενον τὴν κίνησιν, ἀλλὰ μόνον κατ’ ἐπίνοιαν, ὡς ἤδη εἴπομεν. καὶ ταύτῃ μὲν οὖν διαφέροιεν ἄν ἀλλήλων, καὶ δύναιτο ἂν καὶ διὰ τοῦτο τό πὼς προσθεῖναι, αὐτὸς μέντοι ὁ Ἀριστοτέλης ἐξμγούμενος διὰ τί προσέθηκε τό πὼς, ἐτήγαγε καὶ γὰρ ἡ στιγμὴ καὶ συνέχει τὸ μῆκος καὶ διορί- ζεῖ· ἔστι γὰρ τοῦ μὲν ἀρχή, τοῦ δὲ τελευτή· ἀλλ’ ὅταν μὲν οὕτως λαμβάνῃ τις ὡς δυσὶ· χρώμενος τῇ μιᾷ, ἀνάγκη ἵστα- σθαι, εἰ ἔστιν ἀρχὴ καὶ τελευτὴ ἡ αὐτὴ στιγμή· τὸ δὲ νῦν διὰ τὸ κινεῖσθαι τὸ φερόμενον ἀεὶ ἕτερον. ἐπὶ μὲν γὰρ τῆς στιγμῆς καὶ τοῦ μεγέθους ἡ αὐτὴ στιγμὴ δὶς λαμβανομένη καὶ ἀριθμουμένη, ὡς ἀρχὴ καὶ πέρας, καὶ ὑπομένουσα οὕτω γὰρ δὶς λαμβάνεται), τῆς μὲν τέλος γί- νεται τῆς δὲ ἀρχή, καὶ οὕτως ἀριθμεῖ τὰ μεγέθη καὶ διορίζει, τὸ δὲ νῦν οὐχ οὕτως· οὐ γὰρ ὑπομένει τὸ πρότερον νῦν τὸ ὕστερον, ἀλλὰ τῷ ἕπε- σθαι τῷ φερομένῳ, τὸ δὲ φερόμενον τῷ ἄλλοτε κατ’ ἄλλο γίνεσθαι οὐχ οἷόν τε ὑπομένειν· ὥστε δὶς ληφθῆναι τὸ αὐτὸ ἀδύνατον. οὐδ’ ἄρα τὸ νῦν ὑπομένει καὶ δὶς λαμβάνεται ἅμα, ὥσπερ τὸ σημεῖον, λόγους μέντοι δύο ἀναδέξασθαι ἓν ὂν καὶ τὸ αὐτὸ οὐδὲν κωλύει· τὸ γὰρ νῦν τὸ διορίζον τὴν ἡμέραν ἀπὸ τῆς νυκτὸς τῆς μέν ἐστι πέρας τῆς δὲ ἀρχή, ὅταν, ὡς εἶπον, ὡς διαιροῦν τοὺς χρόνους τούτους λαμβάνηται τῇ ἐπινοίᾳ, οὐ τῇ ἐνέργεια. ῞Ωστε ὁ χρόνος ἀριθμὸς οὐχ ὡς τῆς αὐτῆς στιγμῆς, ὅτι ἀρχὴ καὶ τελευτή, ἀλλ’ ὡς τὰ ἔσχατα τῆς αὐτῆς καὶ οὐχ ὡς τὰ μέρη] μᾶλλον. ’Ex τῶν εἰρημένων, φησί, συνάγεται ὅτι ὅταν τὸν χρόνον ἀριθμὸν λέγωμεν (λέγεται δὲ ἀριθμὸς τῷ ἀριθμεῖσθαι τὸ πρότερον αὐτοῦ καὶ ὕστερον, ταῦτα δέ ἐστι τὰ νῦν), οὐχ οὕτως οὖν ἀριθμὸν αὐτόν φαμεν, ἤτοι τὰ ἐν αὐτῷ νῦν, ὥσπερ τὴν στιγμὴν ἀριθμὸν λέγομεν, ὅταν τὴν αὐτὴν δὶς λάβωμεν, τοῦτο δέ ἐστι τόν τε τοῦ πέρατος ἔχουσαν λόγον καὶ τὸν τῆς ἀρχῆς· τὸ μὲν γὰρ σημεῖον, ἅτε δὴ θέσιν ἔχον καὶ ὑπομένον καὶ ἐν πράγ- ματι θέσιν ἔχοντι καὶ ὑπομένοντι ὑφεστηκός, δυνατὸν δὶς λαβεῖν οὐκ ἐκ. φεύγει γὰρ τὴν λῆψιν), τὸ δὲ νῦν οὐχ οἷόν τε δὶς λαβεῖν καὶ ὡς ἀρχὴν καὶ ὡς πέρας. τῷ γὰρ τὸν χρόνον, ἐν ᾧ ὑφέστηκεν ἐν τῷ γίνεσθαι καὶ ἐν ῥύσει τὸ εἶναι ἔχειν, οὐχ οἷόν τε δὶς τὸ αὐτὸ λαβεῖν νῦν, καὶ ὡς ἀρχὴν καὶ ὡς πέρας· στήσομεν γὰρ οὕτω τὸν χρόνον. εἰ γὰρ τοῦ μέν ἐστι πέρας τοῦ δὲ ἀρχή, διῄρηται ὁ χρόνος, καὶ δύο οἱ χρόνοι καὶ αἱ κινήσεις, δειχθήσεται δὲ ὅτι δύο κινήσεις συνεχεῖς εἶναι ἀδύνατον, ἀλλὰ πάντως ἠρεμίᾳ διαλαμβάνονται. εἰ οὖν τοῦτο ἐπὶ τοῦ χρόνου γενέσθαι ἀδύνατον, καὶ τὸ νῦν ἄρα τὸ αὐτὸ δὶς ληφθῆναι ἀδύνατον. οὕτω μὲν οὖν ἀδύνατον ἀριθμὸν εἶναι τὰ νῦν ἢ τὸν τούτοις ὁριζόμενον χρόνον, ὡς μέν- τοι τὰ ἔσχατα τῆς πεπερασμένης γραμμῆς δυνατόν· τὰ γὰρ ἔσχατα τῆς τερα, ἅτινα ἀριθμὸν μὲν ἔχει· δύο γάρ εἰσι τὰ ἔσχατα τῆς πεπερασμένης, οὐχ οὕτω δὲ δύο ὡς τοῦ αὐτοῦ σημείου δὶς εἰλημμένου, καὶ ὡς ἀρχὴ λέγω καὶ ὡς πέρατα, ἀλλ’ ὡς ἑκάστου ἕνα λόγον τὸν τοῦ πέρατος ἀναδεξαμένου. οὕτως οὖν καὶ τὸ νῦν ἀριθμός ἐστιν, οὐχ ὡς τὸ αὐτὸ δὶς λαμ- βανόμενον, ἀλλ’ ὡς ἄλλο καὶ ἄλλο καὶ ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ τοῦ χρόνου καὶ γὰρ τὰ τῆς γραμμῆς οὕτω δύο, ὡς ἐν ἄλλῳ καὶ ἄλλῳ τῆς γραμμῆς), ἄλλο δὲ καὶ ἄλλο οὐ τῷ ὑποκειμένῳ (οὕτω γὰρ ταὐτὸν εἶναι ἐδείχθη), ἀλλὰ τῷ τὸ αὐτὸ ἐν ἄλλῳ καὶ ἄλλῳ λαμβάνεσθαι, καὶ ὡς πρό- τερον καὶ ὕστερον, ὥσπερ καὶ Κορίσκος ἄλλος ὁ ἐν ἀγορᾶ καὶ ἄλλος ὁ ἐν Λυκείῳ, τῷ δὲ ὑποκειμένῳ ὁ αὐτός. Καὶ οὐχ ὡς τὰ μέρη, διά τε τὸ εἰρημένον τῇ γὰρ μέσῃ στιγμῇ ὡς δυσὶ χρήσεται, ὥστε ἠρεμεῖν συμβήσεται), καὶ ἔτι φανερὸν ὅτι οὐδὲ μόριον ὁ χρόνος τῆς κινήσεως. Δείξας ὅτι οὐχ οἷόν τε οὕτως ἀριθμὸν εἶναι τὸν χρόνον, τουτέστι τὰ νῦν καθ’ ἃ ἀριθμεῖται ὁ χρόνος, ὥσπερ καὶ ἡ αὐτὴ στιγμὴ δὶς λαμβανο- μένη καὶ ὡς πέρας καὶ ὡς ἀρχή, ἀλλ’ ὅτι ὡς τὰ πέρατα τῆς πεπερα- σμένης, δείκνυσιν ὅτι οὐδὲ οὕτως ἀριθμὸς ὥσπερ τὰ μόρια τῆς γραμμῆς, οἷον ὡς εἴ τις διελὼν τὴν γραμμὴν ἢ ἐνεργείᾳ ἢ ἐπινοίᾳ λέγοι ἀριθμὸν αὐτὴν εἶναι, καθὸ δύο ἔχει μόρια. οὐδ’ οὕτως οὖν οἷόν τε τὸν χρόνον ἀριθμὸν εἶναι λέγειν, τῷ τὰ νῦν καθ’ ἃ ἀριθμεῖται μόρια αὐτοῦ εἶναι· ἀδύνατον γὰρ τὰ νῦν μόρια εἶναι τοῦ χρόνου, φησί, πρῶτον μὲν διὰ τὰ ἤδη εἰρημένα εἰ γὰρ μόρια εἴη τοῦ χρόνου τὸ πρότερον νῦν καὶ τὸ ὕστε ρον, ἐπειδὴ ταῦτα διῄρηται ἀλλήλων, τὸ ἐν τῇ ἀνατολῇ νῦν τυχὸν καὶ τὸ ἐν τῇ δύσει, ἔσται τι μεταξὺ τὸ διαιροῦν· τούτῳ οὖν πάλιν ὡς δυσὶ χρήσεται, ὥσπερ καὶ τῇ στιγμῆ, καθ’ ἣν ἡ τῆς γραμμῆς διαίρεσις | γίνεται, ὡς δυσὶ χρώμεθα, ὡς τοῦ μὲν τῶν μορίων τῆς γραμμῆς πέρατος οὔσης τοῦ δὲ ἀρχῆς οὔσης, ἢ ἁπλῶς ὡς δύο γραμμὰς περατούσῃ, ἑκά- στῆς δὲ τὸ πέρας ἴδιον τῷ λόγῳ· συμβήσεται οὖν πάλιν διαιρεῖσθαι τὸν χρόνον ἐνεργείᾳ), διά τε οὖν τοῦτο, φησίν, ἀδύνατον τὰ νῦν μόρια τοῦ χρόνου εἶναι, καὶ ὅτι οὐχ οἷόν τε τὰ νῦν μόρια αὐτοῦ εἶναι, ὥσπερ οὐδὲ τὰ σημεῖα τῆς γραμμῆς· ἀδύνατον γὰρ τὰ μέρη τοῦ μέρους εἶναι μέρη. τὰ γὰρ τῆς γραμμῆς μέρη γραμμαί· οὕτως οὖν καὶ τὰ τοῦ χρόνου μέρη χρόνοι. δέον δὲ εἰπεῖν ‘καὶ ἔτι φανερὸν ὅτι οὐδὲ μόριον τοῦ χρόνου τὰ νῦν’, φησὶν οὐδὲ μόριον ὁ χρόνος τῆς κινήσεως, χρόνον λέγων τὰ νῦν. τὰ νῦν οὖν οὔτε τῆς κινήσεως, ἧς ἀριθμὸς ὁ χρόνος, οὔτε αὐτοῦ μέρη τοῦ χρόνου εἶναι δύναται διὰ τὰ εἰρημένα, ἀλλ’ οὐδὲ αὐτὸς ὁ χρόνος μέρος εἶναι δύναται τῆς κινήσεως, ἐπεὶ οὐδὲ ἡ δεκὰς αὐτὴ ἡ τοὺς δέκα ἵππους ἀριθμοῦσα μέρος ἂν εἴη τῶν δέκα ἵππων, οὐδὲ τὸ μέδιμνον, λέγω δὲ αὐτὸ τὸ μέτρον, μέρος ἐστὶ τοῦ μετρουμένου ὑπ’ αὐτοῦ σίτου. δυνατὸν δὲ καὶ κίνησιν ἀκούειν μὴ τὴν τοῦ οὐρανοῦ κίνησιν, ἢ ἁπλῶς τοῦ μεγέθους οὗ λέγαι μέτρον εἶναι ὁ χρόνος, ἀλλ’ αὐτὴν τὴν τοῦ νῦν ῥύσιν, ἐξ ἧς ὁ χρόνος. καὶ ἐπεὶ ὁ χρόνος ἀριθμὸς εἶναι λέγεται, ὁ δὲ ἀριθμὸς τοῦ χρόνου κατὰ τὰ νῦν, ἀντὶ μὲν τῶν νῦν τὸν χρόνον εἶπεν, ἀντὶ δὲ τοὐ χρόνου τὴν του νυν κινησιν. Ἧι μὲν οὖν πέρας τὸ νῦν, οὐ χρόνος ἀλλὰ συμβέβη- κεν, ᾗ δὲ ἀριθμεῖ· τὰ μὲν γὰρ πέρατα ἐκείνου μόνον ἐστὶν οὗ ἐστι πέρατα, ὁ δὲ ἀριθμὸς τῶνδε τῶν ἵππων, ἡ δεκάς, καὶ ἄλλοθι. Τὸ νῦν καὶ πέρας ἐστί τινος καὶ νῦν. ᾗ μὲν οὖν πέρας ἐστί, φησίν, οὐκ ἔστι χρόνος, ἀλλὰ συμβέβηκε τῷ χρόνῳ, ὥσπερ καὶ τὸ σημεῖον τῇ γραμμῇ τὸ γὰρ πέρας συμβέβηκεν ἐκείνῳ, οὗ ἐστι πέρας), ὡς πέρας δὲ λαμβανόμενον οὐδὲ νῦν ἐστιν, ἀλλὰ τὸ ὑποκείμενον τῷ νῦν τὸ γὰρ νῦν οὐκ ἐν τῷ πέρας εἶναι χρόνου ἐστίν, ἀλλ’ ἐν τῷ ἀριθμεῖσθαι κατὰ τὸ πρότερον καὶ ὕστερον· διόπερ δύναται τὸ ἀλλὰ συμβέβηκεν οὕτω νοεῖ- σθαι ‘ἀλλὰ συμβεβηκὸς τούτῳ τῷ ὡς πέρατι λαμβανομένῳ τὸ νῦν’), καθὸ δὲ ἀριθμεῖται πάλιν καὶ πάλιν λαμβανόμενον καὶ ὡς πρότερον καὶ ὕστερον, κατὰ τοῦτο χρόνος ἐστί· τὸ γὰρ μεταξὺ τῶν πολλάκις λαμβανομένων νῦν χρόνος ἐστίν. ὅτι δὲ ὅταν ὡς πέρας λαμβάνηται τὸ νῦν, οὐκ ἔστι χρόνος, δείκνυσιν οὕτως. τὰ πέρατα ἐν ἐκείνοις μόνοις εἰσὶν ὧν εἰσι πέραι, καὶ αὐτῶν μόνων οὐχ ἑτέρων, ὁ δὲ χρόνος κοινὸς πάντων εἷς καὶ ὁ αὐτὸς καὶ πανταχοῦ ὁ αὐτός, οὐκ ἄρα τὰ νῦν ᾗ πέρατά εἰσι χρόνος εἰσίν· ἐν πάσῃ γὰρ κινήσει ὁ χρόνος, ἐπεὶ καὶ πάσης κινήσεως μετρητικός. ὥσπερ γὰρ καὶ ὁ ἀριθμὸς ἐν πᾶσιν ὁ αὐτός, οὐ μόνον ἐν τοῖς ὁμογενέσιν, ἀλλὰ καὶ ἐν τοῖς ἑτερογενέσι μία γὰρ καὶ ἡ αὐτὴ δεκὰς ἐν τοῖς δέκα ἵπποις καὶ δέκα ὄνοις καὶ δέκα ξύλοις καὶ ὅσαι ἄλλαι ἂν εἶεν δεκάδες, καὶ ᾗ μὲν δέκα, οὐ τὰ αὐτά, ᾗ μέντοι δεκάς, μία ἐπὶ πάντων), οὕτω δὲ καὶ τὰ νῦν ὡς μὲν ἀριθμὸς λαμβανόμενα χρόνος τέ εἰσι <καὶ εἷς> καὶ ὁ αὐτὸς πανταχοῦ, κατὰ δὲ τὸ ὑποκείμενον κινήσεως εἰσι πέρατα. διὸ εἰ ὡς πέρατα ληφθείη, οὐ τὰ αὐτὰ πανταχοῦ· ἄλλης γὰρ κινήσεως ἄλλο πέρας. ἔοικε δὲ καὶ διὰ τούτων ἐνδείκνυσθαι, ὅτι οὔ τινος ἀφωρισμένης κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος, ἀλλὰ πάσης ἁπλῶς κινήσεως ᾗ κίνησίς ἐστι, κἄν εἴδει διαφέροιεν· ὁμοίως γάρ εἰσιν ἀριθμηταί. τῶν γοῦν κατὰ ταὐτὸ γινομένων κινήσεων καὶ ἅμα τάς τε ἀρχὰς ἐχουσῶν καὶ τὰ πέρατα, τὸ πρότερον ἐν αὐταῖς καὶ τὸ ὕστερον, ᾗ μὲν πέρας ἐστίν, οὐ τὸ αὐτὸ ἐν πάσαις ἄλλα γὰρ πέρατα αὐξήσεως καὶ ἄλλα ἀλλοιώσεως καὶ ἄλλα φορᾶς), ᾗ δὲ ἀριθμη- τόν ἐστι τὸ πρότερον ἐν αὐταῖς καὶ τὸ ὕστερον, ἓν καὶ τὸ αὐτὸ ἐν πάσαις, ὧν μεταξὺ εἷς καὶ ὁ αὐτὸς χρόνος ὁ πασῶν μετρητικός. διὰ τοῦτο γὰρ καὶ πολλῶν ἅμα κινουμένων καὶ τῆς ἑκάστου κινήσεως μετρουμένης χρόνῳ, ὅμως χρόνοι πολλοὶ οὐκ εἰσὶ τῷ μὴ εἶναι καὶ τὸν χρόνον ἀριθμητικὸν τοῦ προτέρου καὶ ὑστέρου ἐν κινήσει καθὸ φορά ἐστιν ἢ καθὸ ἀλλοίωσις ἢ καθὸ αὔξησις ἢ φθίσις, ἀλλ’ ἁπλῶς ᾗ κίνησίς ἐστιν· οὐδὲ γάρ, ὅπερ εἶπεν, ὡς πέρατα αὐτὰ σκοπεῖ, ἀλλ’ ᾗ ἁπλῶς κινήσεως ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον, τῶν δὲ ἅμα γινομένων κινήσεων ἓν καὶ ταὐτὸ τὸ πρότερον καὶ τὸ ὕστερον, ὥσπερ καὶ τῶν πολλῶν δεκάδων, κἂν ἑτερογενῆ ὦσι τὰ ὑποκείμενα κἂν ἀλλήλων πολλῷ διεστηκότα, μία καὶ ἡ αὐτὴ δεκὰς μετρητική. Ζητεῖ δὲ ἐν τούτοις ὁ Ἀλέξανδρος, τί ἐστι τὸ ᾗ δὲ ἀριθμεῖ γὰρ ἦν’ , φησίν, ‘ὁ χρόνος ὡς ἀριθμῶν, ἀλλ’ ὡς ἀριθμούμενος᾿), καί φησιν ὅτι ‘ἤτοι ἡ γραφὴ ἡμάρτηται ἀντὶ τοῦ ‘ἀριθμεῖται᾿ ἀριθμεῖ ἔχουσα, ἠ’, φησίν, ‘ἀριθμεῖται μὲν τὰ νῦν ἐν τῇ κινήσει, ἀριθμεῖ δὲ αὐτὰ τὸν χρόνον· κατὰ γὰρ τὰ νῦν ἡ τοῦ χρόνου γίνεται διαίρεσις.᾿ καὶ γὰρ διὰ τῶν ἑξῆς ἔοικεν ὡς ἀριθμὸν τὸν ἀριθμοῦντα τὸ νῦν λαμβάνειν. ὁ γὰρ ἀριθμός, φησί, τῶνδε τῶν ἵππων, ἡ δεκάς, καὶ ἄλλοθι· ὁ γὰρ ὡς ἀριθμῶν ἀριθμός, οὗτος καὶ ἄλλοθί που εἶναι δύναται, οὐ μὴν ὁ ὡς ἀριθμούμενος. ἐπεὶ οὖν τὸ εἶναι τῷ χρόνῳ ἐστὶν ἐν τῷ ἀριθμεῖσθαι τὴν κίνησιν, ἀριθμεῖται δὲ ἡ κίνησις κατὰ τὸ πρότερον ἐν αὐτῇ καὶ ὕστερον, ὅπερ πρότερον καὶ ὕστερον, ὅταν ὡς πρότερον καὶ ὕστερον λαμβάνηται καὶ μὴ ὡς πέρατα ἀπλῶς τοιᾶσδε κινήσεως, συμβέβηκεν εἶναι νῦν, δῆλον ὅτι κατὰ τὰ νῦν ἀριθμεῖται ἡ κίνησις. ἐπεὶ οὖν οὐ τὰ νῦν ὁ χρόνος, ἀλλὰ τὸ ὑπὸ τῶν νῦν ὁριζόμενον καὶ περιεχόμενον, καὶ κατὰ ταῦτα, ὡς ἤδη εἴρηται, ἡ τοῦ χρόνου διαίρεσις, εἴη ἂν καὶ ὡς ἀριθμοῦντα τὸν χρόνον. ὥστε ἀριθμεῖται μὲν ὡς ἐν κινήσει θεωρούμενα, ἀριθμεῖ δὲ τὸν χρόνον. Ὅτι μὲν τοίνυν ὁ χρόνος ἀριθμός ἐστι κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον, καὶ συνεχής συνεχοῦς γάρ), φανερόν. Συμπεραίνεται τὰ εἰρημένα διὰ πολλῶν, ἅμα ὁριζόμενος τὸν χρόνον ἐκ τῶν ἀποδεδειγμένων. καλῶς προσέθηκε τὸ κατὰ τὸ πρότερον καὶ ὕστερον, ἵνα μή τις ὑπολάβῃ οὕτως εἶναι ἀριθμὸν κινήσεως τὸν χρόνον, ὡς ἐν τῷ ἐκείνην ἀριθμεῖν τὸ εἶναι ἔχων· οὐ γὰρ αὐτῆς τῆς κινήσεως ἀριθμὸς ὁ χρόνος, ἀλλὰ τοῦ προτέρου καὶ ὑστέρου τοῦ ἐν τῇ κινήσει. εἰ γὰρ ὡς κινήσεως ἁπλῶς ἀριθμὸς ληφθείη, οὐ πάντως τὸ πρότερον καὶ ὕστερον ἀριθμήσει, ὡς ὅταν εἴπω τὸν ε΄ ἀριθμὸν τῶν ε΄ κινήσεων εἶναι μετρητικόν, | ὥσπερ καὶ τῶν ε΄ ἵππων ἢ ἀνθρώπων, ὁ δὲ τοιοῦτος ἀριθμὸς t ’μὸς κινήσεως μὲν ἀριθμός, οὐ μέντοι χρόνος, ἐπεὶ μὴ τοῦ προτέρου καὶ ὑστέρου τοὐ ἐν ταῖς κινήσεσιν ἀριθμός, ἀλλ’ αὐτῶν τῶν κινήσεων. προστί- θησι δὲ ὅτι καὶ συνεχής· συνεχοῦς γὰρ τῆς κινήσεως ἀριθμός, καὶ οὐ διωρισμένης. τῷ γὰρ ἀριθμεῖσθαι τὴν κίνησιν κατὰ τὸ πρότερον καὶ ὕστερον οὖσαν συνεχῆ συνεχὴς ἡ τοῦ χρόνου οὐσία ὑφέστηκε, συμπαρεκτεινομένη τῇ συνεχείᾳ τῆς κινήσεως· τῷ γὰρ τὴν κίνησιν μὴ διαλιπεῖν, οὐδὲ τὸ πρότερον καὶ ὕστερον ἐν αὐτῇ διαλείπει, τούτου δὲ μὴ διαλείποντος, οὐδὲ ὁ χρόνος· τοῦτο γάρ ἐστιν ὁ χρόνος, ἀριθμὸς τοῦ προτέρου καὶ ὑστέρου τοῦ ἐν κι- νήσει. συνεχὴς ἄρα καὶ ὁ χρόνος. ἐλάχιστος δὲ ἀριθμὸς ἀπλῶς μὲν ἔστιν, ἡ δυάς, τὶς δὲ ἀριθμὸς ἔστι μὲν ὡς ἔστιν, ἔστι δ’ ὡς οὐκ ἔστιν. εἰπὼν ὅτι ὁ χρόνος ἀριθμός ἐστι κινήσεως, εἰπὼν δὲ καὶ ὅτι ἀκο- λουθεῖ τῷ μὲν μεγέθει ἡ κίνησις, ταύτῃ δὲ ὁ χρόνος, ὥστε συνεχοῦς ὄντος τοῦ μεγέθους ἀνάγκη καὶ τὴν κίνησιν σινεχῆ εἶναι, καὶ διὰ ταύτην τὸν χρόνον, ἐπειδὴ πρὸς ταῦτα ἠπόρησεν ἄν τις πῶς οἷόν τε τὸν χρόνον καὶ συνεχῆ εἶναι καὶ ἀριθμὸν ἐναντία γὰρ ταῦτα ἀλλήλοις. ὁ μὲν γὰρ χρόνος ὁ χρόνος ἀριθμός, τὸ δὲ συνεχὲς οὐκ ἀριθμός, ὁ χρόνος ἄρα οὐ συνεχής. δυοῖν οὖν ἀνάγκη θάτερον, ἢ μὴ συνεχῆ εἶναι τὸν χρόνον, ἢ μὴ ἀριθμόν· ἀλλὰ μὴν συνεχῆ ἀνάγκη εἶναι τὸν χρόνον· οὐκ ἄρα ἀριθμὸς ὁ χρόνος), ταύτην οὖν τὴν ἀπορίαν ἐπιλύεται ἐν τούτοις. διττοῦ γὰρ ὄντος τοῦ ἀριθμοῦ, τοῦ μὲν ᾧ ἀριθμοῦμεν, ὅς ἐστιν ὁ ἐν τῆ ψυχῇ, τοῦ δὲ αὐτοῦ τοῦ ἀριθμουμένου, ὁ μὲν ἀριθμῶν ἀριθμὸς οὐδαμῶς ἐστι συνεχής (ἐν τῇ ψυχῇ γὰρ τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχει· εἰ τοίνυν μὴ ἔστι μέγεθος ἡ ψυχή, δῆλον ὅτι οὐδ’ ἄν συνεχὴς εἴη· πᾶν γὰρ μέγεθος συνεχές· ὥστε οὐδὲ ὁ ἀριθμὸς ὁ ἐν αὐτῇ συνεχής), ὁ μέντοι ἀριθμούμενος ἀριθμός, ὅσπερ καὶ ἔστιν ὁ χρόνος, πῇ μὲν συνεχής ἐστι πῇ δὲ ἀριθμός· ᾗ μὲν γὰρ ἔχει τὸ πρό· τερον καὶ τὸ ὕστερον, ταύτῃ ἀριθμός ἐστιν, ᾗ δὲ ἐν ὑποκειμένῳ ἐστὶ συνε- χεῖ, ταύτῃ καὶ αὐτός ἐστι συνεχής. ὥσπερ, φησί, γραμμῶν μὲν ἐλάχιστος ἀριθμὸς ἡ δυάς, καὶ ᾗ μὲν μετέχουσιν αἱ δύο γραμμαὶ ἀριθμοῦ, ταύτῃ καὶ ἀριθμοῦνται καὶ τὸ ἐλάχιστον ἐν ἀριθμοῖς ἔχουσι τὴν δυάδα, ᾗ δὲ γραμμαί εἰσιν, οὐκέτι τὸ ἐλάχιστον ἔχουσιν ἐπ’ ἄπειρον γὰρ διαιρετὴ πᾶσα γραμμή), οὕτω δὴ καὶ ἐπὶ τοῦ χρόνου, ᾗ μὲν ἀριθμεῖται ἡμέραις καὶ νυξὶ καὶ τοῖς λοιποῖς τοῦ χρόνου τμήμασι, ταύτῃ ἀριθμός ἐστιν, ᾗ δὲ ὁ ἀριθμὸς οὗτος ἐν κινήσει τὸ εἶναι ἔχει, συνεχοῦς οὔσης τῆς κινήσεως καὶ αὐτὸν ἀνάγκη εἶναι συνεχῆ. οὐδὲν οὖν ἀδύνατον τὸν αὐτὸν καὶ συνεχῆ εἶναι καὶ ἀριθμόν. ἔχοντος δὲ τοῦ μὲν ἀριθμοῦ τὸ πολὺ καὶ τὸ ὀλίγον, τοῦ δὲ συνεχοῦς γραμμῆς μὲν τὸ μακρὸν καὶ τὸ βραχύ, ἐπιφα- νείας δὲ τὸ πλατὺ καὶ τὸ στενόν, ὁ μὲν ἐν τῆ ψυχῇ ἀριθμὸς μὴ ὢν συνε- χὴς μόνως τὸ πολὺ καὶ τὸ ὀλίγον ἔχει, οὐκέτι δὲ τὸ μακρὸν καὶ τὸ βραχύ, ὁ δὲ ἀριθμούμενος ἀριθμὸς ὡς μὲν ἀριθμὸς ἔχει τὸ πολὺ καὶ τὸ ὀλίγον πολλὰς γὰρ ἡμέρας φαμὲν καὶ πολὺν χρόνον), ὡς δὲ συνεχὴς ὢν ἔχει πάλιν τὸ μακρὸν καὶ τὸ βραχύ· ἐν βραχεῖ γὰρ χρόνῳ φαμὲν καὶ ἐν μακρῷ. οὐκ ἔστι δέ, φησίν, ἐν τῷ χρόνῳ τὸ ταχὺ καὶ τὸ βραδύ· ἐν μὲν γὰρ κινήσει ἁπλῶς ἐστι τὸ ταχὺ καὶ τὸ βραδύ· ἔστι γὰρ τῶν κινήσεων ἡ· μέν τις θάττων ἡ δὲ βραδυτέρα, ἀλλ’ ἐπειδὴ ὁμαλῆς κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος, εἰκότως οὐκ ἔχει τὸ θᾶττον καὶ τὸ βραδύτερον. Μετὰ τοῦτό φησιν ὅτι ὁ μὲν ἐνεστὼς εἷς ἐστι καὶ ὁ αὐτός, ὁ μέντοι παρεληλυθὼς ἕτερός ἐστι τοῦ μέλλοντος. ἐνεστῶτα δὲ τὸν πλατικὸν λέγει, οἷον * * * ἡ μὲν γὰρ ἡμέρα ἡ παροῦσα μία καὶ ἡ αὐτή, ἡ μέντοι πα- ρεληλυθυῖα ἑτέρα ἐστὶ παρὰ τὴν μέλλουσαν· καὶ γὰρ τὰ νῦν αὐτῶν ἕτερα· ἕτερον γὰρ τὸ νῦν ὅθεν ἤρξατο ἡ παρελθοῦσα, καὶ ἕτερον ὅθεν ἄρξεται ἡ μέλλουσα. ὁμοίως καὶ ἐπὶ τοῦ νῦν, εἰς ὃ λήγει ἑκατέρα. τῶν οὖν νῦν ἑτέρων ὄντων καὶ οἱ περιεχόμενοι ὑπὸ τῶν νῦν χρόνοι ἕτεροι· εἰ μὲν γὰρ ὁ ἀριθμῶν ἀριθμὸς ᾖ ὁ χρόνος, εἷς ἦν καὶ ὁ αὐτός εἷς γὰρ καὶ ὁ αὐτὸς ὢν ὁ ἐν τῇ ψυχῇ ἀριθμός, οἷον ἡ δεκάς, ἀριθμεῖ τοὺς δέκα ἵππους ἢ τοὺς δέκα ἀνθρώπους καὶ πάντα τὰ ἄλλα, ἡ μέντοι ἐν τοῖς ἵπποις δεκὰς ἑτέρα ἐστὶ παρὰ τὴν ἐν ἀνθρώποις ἢ ἐν λίθοις· ἕτερα γὰρ τὰ ὑποκείμενα), ἐπειδὴ δὲ ὁ χρόνος ὁ ἀριθμούμενός ἐστι καὶ οὐχ ὁ ἀριθμῶν ἀριθμός, οὐχ ὁ αὐτός ἐστιν ὁ παρεληλυθὼς τῷ μέλλοντι, οὐδὲ οὗτοι τῷ ἐνε- στῶτι, ἀλλ’ ἕτεροι οὗτοι ἀλλήλων, ὡς εἴρηται. τί οὖν; οὐδαμῶς εἰσιν οἱ αὐτοὶ ἀλλήλοις; φησὶν οὖν, ὅπερ καὶ ἤδη εἶπεν, ὅτι τῷ μὲν εἴδει οἱ αὐτοί εἰσι. τῇ δὲ σχέσει καὶ τῷ λόγῳ οὐκέτι. ὥσπερ καὶ κίνησιν τὴν αὐτὴν ἐνδέχεται πάλιν καὶ πάλιν γίνεσθαι καὶ πολλάκις ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτό τι ἀποκαταστῆναι, καὶ αὗται αἱ κινήσεις εἴδει μὲν αἱ αὐταί εἰσιν, ἀριθμῷ δὲ οὐχ αἱ αὐταί, οὕτω καὶ τοὺς χρόνους ἐνδέχεται τοὺς αὐτοὺς εἶναι· ἔαρ γὰρ καὶ πάλιν ἔαρ. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. καὶ εἰσὶ ταῦτα ἀριθμῷ μὲν οὐ τὰ αὐτά, εἴδει δὲ τὰ αὐτά. ἐφεξῆς φησιν ὅτι οὐ μόνον ὁ χρόνος μετρεῖ τὴν κίνησιν, ἀλλὰ καὶ ἀντιμετρεῖται ὁ χρόνος ὑπὸ τῆς κινήσεως· πολλὴν γὰρ λέγομεν γεγενῆσθαι τὴν κίνησιν τῷ χρόνῳ μετροῦντες αὐτήν, διότι πολὺς ὁ χρόνος, καὶ ἔμπαλιν πολὺν τὴν χρόνον τῆ κινήσει μετροῦντες αὐτόν, διότι πολλὴ γέγονεν ἡ κίνησις. ὥσπερ οὐ μόνον ὁ ἀμφορεὺς τῷ οἴνῳ μετρεῖται, ἀλλὰ καὶ ὁ οἶνος τῷ ἀμφορεῖ· λέγομεν γὰρ μέγαν εἶναι τὸν ἀμφορέα τῷ τοσῷδε οἴνῳ μετρήσανες αὐτόν, καὶ πάλιν τὸν οἶνον τοσόνδε εἶναι μετρήσαντες αὐτὸν τῷ ἀμφορεῖ, καὶ μέδιμνόν φαμεν τὸν τοσόνδε σῖτον μετρηθέντα τῷ μέτρῳ, καὶ τὸ μέτρον ὁμοίως μέδιμνον εἶναι ὁρίζοντες αὐτὸ καὶ μετροῦντες τῷ τοσῷδε σίτῳ. μήποτε δὲ μόνως τὸ μέτρον ἐστὶ τὸ μετροῦν τὸν σῖτον καὶ τὸν οἶνον, οὐ μέντοι καὶ ἀντιμετρεῖται ὑπ’ αὐτοῦ. κἂν γὰρ μετρῇ ὁ οἶνος τὸν ἀμφορέα καὶ ὁ σῖτος τὸν μέδιμνον, ἀλλὰ μετρηθέντα πρότερον ἦν ὑπ’ ἄλλου μέτρου, ὥστε τὸ κυρίως μετροῦν τὸ μέτρον ἐστίν. εἰ δὲ καὶ τῷ οἴνῳ καὶ τῷ σίτῳ μετροῦμεν τὸν ἀμφ’ ὀρέα ἢ τὸν μέδιμνον, ἀλλ’ ὡς ἀόριστα ἔτι καὶ μήπω ὄντα μέτρα, ὥστε καὶ ταῦτα, εἰ καὶ | προσεχῶς ὑπὸ τοῦ σίτου καὶ τοῦ οἴνου μετρεῖται, ἀλλ’ ὁρισθέντων ἤδη τούτων καὶ μετρηθέντων ὑπὸ τῶν μέτρων. ὥστε τὸ κυρίως καὶ πρώτως μετροῦν τὸ μέτρον ἐστίν. ἀλλά φημι ὅτι εἰ καὶ ὅδε ὁ μέδιμνος ὑπὸ τοῦ μεμετρημένου σίτου ὑπ’ ἄλλου μεδίμνου μετρεῖται, ἀλλ’ οὖν ἀπλῶς καὶ οἷον κατὰ τὴν πρώτην θέσιν καὶ ὁ μέδιμνος τῷ τοσῷδε ὡρίσθη σίτῳ καὶ ὁ τοσόσδε σῖτος ὑπὸ τοῦ μεδίμνου μεμέτρηται, ἐπὶ δὲ τοὐ χρόνου μήποτε οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· οὐδὲ γὰρ πρῶτον μεμέτρηται ὑπὸ τοῦ χρόνου ἡ κίνησις, εἶτα ἀντεμέτρησε τὸν χρόνον, ἀλλ’ ἅμα συνεπινοοῦνται ἀλλήλοις. ὥσπερ τὰ πρός τι. ὥσπερ οὖν ἅμα καὶ κατὰ ταὐτὸν καὶ ὁ πατὴρ τὸ εἶναι πατὴρ ὑπὸ τοῦ υἱοῦ ἔχει καὶ ὁ υἱὸς τὸ υἱὸς εἶναι ὑπὸ τοῦ πατρὸς ἔχει, ὁμοίως καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, οὕτω δὴ καὶ ὁ χρόνος καὶ ἡ κίνησις ὑπ’ ἀλλήλων ὁρίζονται. εἰ γὰρ ἀριθμός ἐστιν ὁ χρόνος, τῶν πρός τι δηλονότι· τοῦ γὰρ ἀριθμητοῦ ὁ ἀριθμός, ἀριθμητὸν δὲ ὑπὸ τοῦ χρόνου ἡ κίνησις. ὥστε καὶ τὸ εἶναι τοσήδε ἡ κίνησις ὑπὸ τοῦ χρόνου ἔχει ἀριθμὸς γὰρ αὐτῆς ὁ χρόνος), καὶ τὸ εἶναι τῷ χρόνῳ τοσῷδε οὐκ ἄλλοθεν ἢ ἐκ τῆς κινήσεως· μὴ οὔσης γὰρ ταύτης οὐδ’ ἄν ὁ χρόνος εἴη, ὥσπερ καὶ τοῦ χρόνου μὴ ὄντος, λέγω δὴ τοῦ τῆς κινή- σεως ἀριθμοῦ, οὐδ’ ἄν κίνησις εἴη· ἀριθμητὸν γὰρ ἡ κίνησις. ἀριθμὸν δὲ λέγω, οὐχ ἁπλῶς τὸν ὑφ’ ἡμῶν μετρούμενον, ἀλλὰ τὸν ἐν τοῖς πράγ- μασιν ἐνυπάρχοντα· ὥσπερ γὰρ οἱ δέκα λίθοι, κἂν μηδεὶς ᾖ ὁ ἀριθμῶν καὶ λέγων αὐτοὺς δέκα εἶναι, ὅμως οὐδὲν ἧττον ὑπάρχει αὐτοῖς τὸ δέκα εἶναι, οὕτω φημὶ καὶ τὸν χρόνον, λέγω δὴ τὸν τῆς κινήσεως ἀριθμόν, κἀν μηδεὶς ᾖ ὁ μετρῶν τὰς κινήσεις, ὅμως ὑπάρχειν αὐταῖς τὸ τοσαῖσδε εἶναι· ἡ γὰρ περιφορὰ τοῦ ἡλίου ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ δεκάκις γενο- μένη, κἂν μηδεὶς ᾖ ὁ ἀριθμῶν, οὐδὲν ἧττον δεκάκις γέγονε. καὶ ἔστιν ὁ τοιοῦτος ἀριθμὸς τῆς κινήσεως ὁ χρόνος. Ἐλάχιστος <δὲ ἀριθμὸς ἀπλῶς μὲν ἔστιν, ἡ δυάς, τὶς> ἀριθμὸς ἔστι μὲν ὡς ἔστιν, ἔστι δὲ ὡς οὐκ ἔστιν. ὡς τῆς ἀπορίας προωμολογημένης, οὕτως τὴν λύσιν ἐπάγει, μὴ θεὶς τὴν ἀπορίαν. ὁ δὲ νοῦς τῶν προκειμένων τοιοῦτός ἐστιν. ἐπειδὴ συνεχὴς ὁ χρόνος, εἶπε δὲ τὸν χρόνον ἀριθμὸν εἶναι κινήσεως, τὸ δὲ ἐλάχιστον ἐν μὲν τῷ συνεχεῖ οὐκ ἔστιν ἐπ’ ἄπειρον γὰρ διαιρετόν), ἐν δὲ τῷ ἀριθμῷ ἔστιν, οἷον ἡ δυάς, δοκεῖ δὲ ταῦτα ἐναντία ὄντα ἐν ἑνὶ καὶ τῷ αὐτῷ εἶναι χρόνῳ, διότι καὶ συνεχής ἐστι καὶ ἀριθμός ἐστιν ὁ χρόνος, πῶς ταῦτα ὑπάρχει ἐν αὐτῷ λέγει. φησὶν οὖν ὅτι ὁ ἀριθμὸς κατά τι μὲν ἔχει τὸ ἐλάχιστον, κτά τι δὲ οὐκ ἔχει· κτὰ μὲν γὰρ τὸ ὑποκείμενον οὐκ ἔχει τὸ ἐλάχιστον ὁ ἀριθμός συνεχῶν γάρ ἐστιν ἀριθμός, οἷον γραμμῶν ἢ κινήσεων), κατὰ μέντοι τὸν λόγον καὶ καθὸ ἀριθμός ἐστι, ταύτῃ ἔχει τὸ ἐλάχιστον. ἀλάχιστος γὰρ κατὰ μὲν ἀριθμόν ἐστιν ὁ εἷς ἢ δύο. οὐχ ὅτι <ἡ> ἀριθμός, ἀλλ’ ὡς ἐν ὑποθέσει εἴρηται, ὅτι εἴ τις τὴν μονάδα ἀριθμὸν οἴοιτο, ἐλάχιστος ἄν εἴη ἀριθμὸς ἡ μονάς. κατά τινα γοῦν λόγον οὐδὲ ἡ δυὰς ἀριθμός. εἰ μὲν γὰρ ἀριθμὸς εἴη τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, καὶ ἡ δυὰς ἀριθμός, ἀλλ’ ἀναιρεῖται τὸ τὴν δυάδα εἶναι ἀριθμὸν λόγῳ τοιούτῳ· πᾶς ἀριθμός, φησί, πολλαπλασιαζόμενος ἐφ’ ἑαυτὸν μείζων γίνεται ἢ συν- τιθέμενος, οἷον ὁ γ΄ πολλαπλασιαζόμενος ἐφ’ ἑαυτὸν ποιεῖ τὸν θ΄, συντιθέμενος δὲ ποιεῖ τὸν ς΄, καὶ οὕτως ἐπὶ πάντων, ὁ δὲ β΄ καὶ συντιθέμενος ἐφ’ ἑαυτὸν καὶ πολλαπλασιαζόμενος τὸ αὐτὸ ποιεῖ (δὶς γὰρ β΄ δ΄, καὶ β΄ καὶ β΄ δ΄)· ταύτῃ οὖν οὐκ ἀριθμὸς ἡ δυάς, ἀλλ’ ἐλάχιστος ἀριθμὸς ὁ γ΄. ταχὺς δὲ καὶ βραδὺς οὐκ ἔστιν· οὐδὲ γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν ταχὺς καὶ βραδὺς οὐθείς. Δοκεῖ μὲν λέγειν, ὅτι διὰ τοῦτο οὐκ ἔχει ὁ χρόνος τὸ ταχὺ καὶ βραδύ, διότι οὐδὲ ὁ ἀριθμὸς ᾧ ἀριθμοῦμεν τὸν χρόνον, τουτέστιν ὁ ἐν τῇ ψυχῇ, οὐ τοῦτο δέ φησιν οὐδὲ γὰρ τῇ ἡμετέρᾳ διανοίᾳ ἕπεται τὰ πραγματα), ἀλλὰ τὸν ἀριθμὸν ᾧ ἀριθμοῦμέν φησι τὸν ἠριθμημένον ἀριθμόν, ἐξ οὗπερ καὶ ὁ χρόνος ἐστί, λέγω δὴ τὴν ἠριθμημένην κίνησιν. ταύτῃ γὰρ ἀριθμοῦμεν τὸν χρόνον· ὅση γὰρ ἄν εἴη ἡ κίνησις, τοσοῦτόν φαμεν εἶναι καὶ τὸν χρόνον. ἐπεὶ οὖν αὕτη τὸ ταχὺ καὶ τὸ βραδὺ οὐκ ἔχει, οὐδὲ ὁ χρόνος ἕξει τὸ ταχὺ καὶ τὸ βραδύ. δυνατὸν δὲ καὶ τὸ οὐδὲ γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν τὸν ἐν τῇ ψυχῇ λαβεῖν. ἐπειδὴ γὰρ ὁρίζομεν τὸν χρόνον τῷ ἐν τῆ ψυχῇ ἀριθμῷ, τούτου μὴ ἔχοντος τὸ ταχὺ καὶ τὸ βραδὺ εἰκότως οὐδὲ ὃ ὁρίζομεν ὑπ’ αὐτοῦ ἕξει· τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον ἔχοντος τοῦ ἐν τῇ ψυχῇ ἀριθμοῦ καὶ ὁ χρόνος ἔχει καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον. πῶς οὖν τοῦ ἐν τῇ ψυχῇ ἀριθμοῦ μὴ ἔχοντος τὸ μακρὸν καὶ τὸ βραχὺ ὁ χρόνος ἔχει τὸ μακρὸν καὶ τὸ βραχύ; φημὶ ὅτι διὰ τὸ ὑποκείμενον ἔχει ὁ χρόνος τὸ μακρὸν καὶ τὸ βραχύ· ἐπεὶ γὰρ συνεχοῦς ἐστιν ἀριθμός κινήσεως γάρ), ἡ δὲ κίνησις διὰ τὸ μέγεθος συνεχὴς οὗ ἐστι κίνησις, ἐν δὲ τῷ μεγέθει τὸ μακρὸν καὶ τὸ βραχύ, εἰκότως καὶ ἐν τῆ κινήσει καὶ ἐν τῷ χρόνῳ τὸ μακρὸν καὶ τὸ βραχύ. διὰ τὸ ὑποκείμενον ἄρα ὑπάρχει τῷ χρόνῳ τὸ μακρὸν καὶ τὸ βραχύ καὶ οὐχ ᾗ ἀριθμός ἐστιν. Καὶ ὁ αὐτὸς δὴ πανταχοῦ ἅμα· πρότερος δὲ καὶ ὕστερος οὐχ ὁ αὐτός. Ὁ αὐτὸς πανταχοῦ ὁ ἐνεστώς· μία γὰρ ἡ παράτασις ἡ κατὰ τὸν ἐνεστῶτα χρόνον, οὐκέτι μέντοι ἡ προτέρα παράτασις τῇ ὑστέρᾳ ἡ αὐτή· 10 ἕτερα γὰρ ἑκάστης τὰ πέρατα. | Ὁ δὲ χρόνος ἀριθμός ἐστιν οὐχ ᾧ ἀριθμοῦ μὲν, ἀλλ’ ὁ ἀριθμούμενος. Εἰ γὰρ ἦν ὁ χρόνος ἀριθμὸς ᾧ ἀριθμοῦμεν, εἷς ἂν ἦν ὁ παρεληλυ· θὼς καὶ ὁ μέλλων εἷς γὰρ ὁ ἐν τῇ ψυχῇ ἀριθμός), νῦν δὲ οὐκ ἔστιν ὁ ἀριθμῶν, ἀλλ’ ὁ ἀριθμούμενος, ὥστε ἕτερος καὶ ἕτερος ὁ παρεληλυθὼς καὶ ὁ μέλλων· ὁ μὲν γὰρ ἀριθμῶν ὁ αὐτός, τὰ δὲ ἀριθμούμενα οὐ τὰ ἀυτὰ. ἔτι ὡς ἐνδέχεται κίνησιν εἶναι τὴν αὐτὴν καὶ μίαν πάλιν καὶ πάλιν. Ὅτι ἐνδέχεται πάντα χρόνον τὸν αὐτὸν καὶ ἕνα λέγειν, τῷ εἴὸει δη- λονότι, ὥσπερ καὶ τὰς πολλὰς κινήσεις μίαν εἶναι τῷ εἴδει. Οὐ μόνον δὲ τὴν κίνησιν τῷ χρόνῳ μετροῦμεν. Οτι οὐ μόνον τὴν κίνησιν ὁ χρόνος μετρεῖ, ἀλλὰ καὶ τὸν χρόνον ἡ κίνησις. καὶ εἴπομεν πῶς. Καθάπερ καὶ τῷ ἀριθμητῷ τὸν ἀριθμόν, οἷον τῷ ἑνὶ ἵππῳ τὸν τῶν ἵππων ἀριθμόν. Ωσπερ, φῆσί, τὸν τῶν ἵππων ἀριθμόν, οἷον τοὺς δέκα ἵππους τῆ ἐν αὐτοῖς δεκάδι γνωρίζομεν, καὶ ταύτην αὖθις τῷ ἀριθμῷ τῶν ἵππων. οὕτω δὴ καὶ ἐπὶ τοῦ χρόνου καὶ τῆς κινήσεως μετρητικά ἐστι ταῦτα ἀλλήλων. Καὶ τοῦτο εὐλόγως συμβέβηκεν· ἀκολουθεῖ γὰρ τῷ μὲν μεγέθει ἡ κίνησις. τῇ δὲ κινήσει ὁ χρόνος, τῷ καὶ ποσὰ καὶ συνεχῆ καὶ διαιρετὰ εἶναι. Πίστιν τοῦ ἀντιμετρεῖσθαι ὑπ’ ἀλλήλων τὸν χρόνον καὶ τὴν κίνησιν τίθησι τὸ ἀκολουθεῖν τῷ μὲν μεγέθει τὴν κίνησιν, τῇ δὲ κινήσει τὸν χρόνον. εἰ γὰρ ὡς ἄν ἔχῃ τὸ μέγεθος, οὕτως ἔχει καὶ ἡ κίνησις, καὶ ὡς ἄν ἔχῃ ἡ κίνησις, οὕτως ἔχει καὶ ὁ χρόνος, δῆλον ὅτι τῆς τε κινήσεως πολλῆς οὔσης ἀνάγκη πολὺν εἶναι καὶ τὸν χρόνον, καὶ ἔμπαλιν πολλοῦ ὄντος τοῦ χρόνου πολλὴν εἶναι καὶ τὴν κίνησιν· ὡς γὰρ καὶ κατὰ τὸ συνεχὲς καὶ τὸ διαιρετὸν καὶ τὰ ἄλλα ἀκολουθοῦσιν ἀλλήλοις ἥ τε κίνησις καὶ ὁ χρόνος, οὕτω δὴ καὶ κατὰ τὸ πολὺ καὶ τὸ ὀλίγον καὶ τὸ μακρὸν καὶ τὸ βραχύ. ὥστε ἑκάτερον τοῦ ἑτέρου μέτρον ἐστί· τοῦ γὰρ ἑτέρου πολλοῦ ὄντος ἢ ὀλίγου ἢ μακροῦ ἢ βραχέος καὶ τὸ λοιπὸν ἀνάγκη τοιοῦτον εἶναι. ἐπειδὴ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι. τὸν σκοπὸν τῶν προκειμένων ἄλλοι ἄλλον ἀφορίζουσι, καὶ ὁ μὲν Ἀλέξανδρός φησιν ὅτι πρόκειται αὐτῷ ἐνταῦθα δεῖξαι, ὅπως λέγεται τὴν κίνησιν ὁ χρόνος μετρεῖν, καὶ ὅπως ὅλως ἐν χρόνῳ λέγεται εἶναι ἡ κίνησις, καὶ ἁπλῶς τὰ ἄλλα πάντα πῶς λέγονται εἶναι ἐν χρόνῳ· ἄλλοι δέ φασι σκοπὸν εἶναι τῷ προκειμένῳ δεῖξαι ὅτι οὐ μόνον τὴν κίνησιν μετρεῖ ὁ χρόνος, ἀλλὰ καὶ ἠρεμίαν, καὶ πιστοῦνται τοῦτο ἐκ τοῦ συμπεραι- νόμενον τὸν Ἀριστοτέλην λέγειν “ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον’’. ἔστι δὲ τὸ ἀληθέστερον εἰπεῖν, ὅτι οὐ περὶ ἑνὸς τούτων ἐστὶν ὁ σκοπὸς τῷ Ἀριστοτέλει, ἀλλὰ περὶ πάντων, καὶ πῶς μετρεῖται ὑπὸ τοῦ χρόνου ἡ κίνησις, καὶ πῶς ἐν χρόνῳ λέγονται εἶναι τὰ πράγματα, καὶ ὅτι οὐ μόνον κινήσεως ἐστι μέτρον ὁ χρόνος, ἀλλὰ καὶ ἠρεμίας. Ὁ μὲν οὖν σκοπὸς τῶν προκειμένων οὗτος, ζητεῖ δὲ πρῶτον πῶς ἐστι μέτρον κινήσεως ὁ χρόνος. καὶ γὰρ ἔχει τινὰ εὔλογον ἀπορίαν. τὸ γὰρ μέτρον ὁμογενὲς θέλει εἶναι τῷ κινουμένῳ· τῇ γὰρ μονάδι μετροῦμεν τὸν ἀριθμόν· τὴν γὰρ δεκάδα τῶν ἵππων τῷ ἑνὶ ἵππῳ μετροῦμεν, καὶ τῷ μέρει τοῦ ξύλου τὸ ξύλον. εἰ τοίνυν οὐκ ἔστιν ὁμογενὴς τῇ κινήσει ὁ χρόνος δέδεικται γὰρ ὅτι οὐκ ἔστιν ἡ κίνησις ὁ χρόνος), πῶς λέγομεν τὴν κίνησιν μετρεῖσθαι ὑπὸ τοῦ χρόνου; φησὶν οὖν ὅτι εἰ μετρεῖ ἡ κίνη- σις τὸν χρόνον * * * τῷ μετρεῖν τινὰ κίνησιν ᾗ καταμετρεῖ τὴν λοιπήν. ὁρίζει γὰρ ὡραίαν τυχὸν κίνησιν, καὶ ταύτῃ τὴν ἡμέραν μετρεῖ, καὶ τῇ ἡμέρᾳ τὸν ἐνιαυτόν· τὰς γὰρ τοσάσδε περιφορὰς ἐνιαυτὸν καλοῦμεν. καὶ γὰρ διττὸν τὸ μέτρον, τὸ μὲν ἐξῃρημένον, τὸ δὲ συγκατατεταγμένον καὶ ὁμοειδές· δυνατὸν γὰρ τὸ ξύλον καὶ τῷ πήχει μετρῆσαι, δυνατὸν δὲ καὶ οἷον μέρος ἀφελόντα, τούτῳ τὸ λοιπὸν καταμετρῆσαι· ὁ μὲν οὖν πῆχυς ἐξῃρημένον ἄν εἴη μέτρον, τὸ δὲ μόριον ὁμοειδὲς καὶ συγκατατεταγμένον. καὶ ἐπὶ παντὸς μέτρου ὡσαύτως. οἷον ὁ ξέστης ὁ μὲν κερά|μιος ἐξῃρημένον ἄν εἴη μέτρον, πολλῷ δὲ τούτου πρότερον ὁ ἐν τῇ ψυχῇ, ὁ ὁρίζων καὶ τὸν ἔξω ξέστην, αὐτὸς μέντοι ὁ μεμετρημένος ξέστης τοῦ οἴνου μετρῶν τὸν λοιπὸν πάντα συγκατατεταγμένον ἄν εἴη μέτρον. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τοῦ χρόνου. καὶ ἔστιν ὁ μὲν χρόνος ἐξῃρημένον μέ- τρον, τὸ μόριον δὲ τῆς κινήσεως, ᾧ μετρεῖται ἡ λοιπή, συγκατατεταγμένον ἐστὶ μέτρον. τὶ οὖν τὸ μόριον τῆς κινήσεως, ὃ πρώτως ὁρίζεται ὑπὸ τοῦ χρόνου, ὥστε εἶναι μέτρον πάσης τῆς κινήσεως * * * οὐχ ὁ χρόνος μετρεῖ πρώτως. εἰ οὖν ὅλως μετρεῖ τινὰ κίνησιν πρώτως, διὰ τί μὴ πᾶσαν; πῶς δὲ καὶ ὅλως ὁρίζει τινὰ κίνησιν ᾗ μετρεῖ τὴν λοιπήν, μιᾶς καὶ συνεχοῦς οὔσης πάσης τῆς κινήσεως; φημὶ οὖν ὅτι ὥσπερ εἰ τῇ χειρί τις ἀντὶ σχοίνου μετρήσει καὶ ἀφορίσεται, εἶτα ἐκείνῳ τὴν λοιπὴν σχοῖνον μετρήσει, οὕτω δὴ καὶ ἐπὶ τοῦ χρόνου ἔχει· θέσει γάρ, οὐ φύσει, τὸ μό- ῥίον τὸ ἀφορισθέν, διὸ ἄλλοι ἄλλα μέτρα λαμβάνουσι καὶ ὡρῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν. ἀφορισθέντος οὖν μορίου τινὸς τῆς κινήσεως, καὶ τούτου πρώτως ὑπὸ τοὐ χρόνου ὁρισθέντος, λέγω δὴ τοῦ ἀριθμοῦ τοῦ κατὰ τὸ πρότερον τοῦ μορίου τῆς κινήσεως καὶ τὸ ὕστερον, οὕτω ταύτῃ ἡ λοιπὴ πᾶσα μετρεῖται, ὡς ὑπὸ προσεχεστέρου μέτρου. ταύτην οὖν πρώ- τὼς ὁ χρόνος μετρεῖ καὶ ὁρίζει, δι’ αὐτῆς δὲ καὶ τὴν λοιπὴν πᾶσαν. οὕτω μὲν οὖν ὑπὸ τοῦ χρόνου μετρεῖται ἡ κίνησις. ταύτῃ δέ, φησί, καὶ ἐν χρόνῳ λέγεται εἶναι ἡ κίνησις, τῷ μετρεῖσθαι τὸ εἶναι αὐτῆς ὑπὸ τοῦ χρόνου. ἀλλὰ μετρεῖται ὑπὸ τοῦ χρόνου ἡ κίνησις, οὐχ ᾗ ἀίδιός ἐστιν, ἀλλὰ τῷ ἀεὶ τὸ λαμβανόμενον αὐτῆς μόριον πεπερασμένον εἶναι, ὡς μέν- τοι ἀίδιος οὐ μετρεῖται ὑπ’ αὐτοῦ. καὶ γὰρ ὅλως, φησί, τὸ ἐν χρόνῳ διττόν ἐστι, τὸ μὲν τὸ συνυπάρχον τῷ χρόνῳ καὶ ὂν τότε ὅτε καὶ ὁ χρόνος ἐστί, τὸ δὲ ἐν χρόνῳ λέγεται εἶναι τὸ ἔχον τινὰ χρόνον μετρητικὸν τοῦ εἶναι αὐτοῦ. ὥσπερ, φησί, καὶ τὸ ἐν ἀριθμῷ διττόν, τὸ μὲν ἤτοι μέρος ὂν τοῦ ἀριθμοῦ ἢ πάθος οἷον λέγομεν τὴν μονάδα ἐν ἀριθμῷ εἶναι ὡς μέρος οὖσαν ἀριθμοῦ, λέγομεν δὲ καὶ τὸ περιττὸν καὶ ἄρτιον ἐν ἀριθμῷ εἶναι, ἀλλ’ ὡς πάθη ἀριθμοῦ, καὶ ἔστι ταῦτα ἅμα τῷ ἀριθμῷ· ἔστ’ ἂν γὰρ ἀριθμὸς ᾖ, καὶ ταῦτα), καθ’ ἓν μὲν οὖν οὕτως λέγομέν τι ἐν ἀριθ.μῷ εἶναι, καθ’ ἕτερον δὲ λέγεταί τι ἐν ἀριθμῷ εἶναι τὸ ἔχον ἀριθμόν τινα, ὥσπερ λέγομεν τοὺς δέκα ἵππους ἐν ἀριθμῷ εἶναι, τουτέσιιν ἀριθμόν τινα αὐτῶν εἶναι. ὥσπερ οὖν διττὸν τὸ ἐν ἀριθμῷ, οὕτω καὶ τὸ ἐν χρόνῳ διττόν· καὶ γὰρ ἀριθμός τις ὁ χρόνος ἐστίν. ὅταν μὲν γὰρ τὸ νῦν ἐν χρόνῳ λέγωμεν εἶναι, ὡς μέρος ἐν ὅλῳ φαμὲν εἶναι, ὥσπερ καὶ τὴν μονάδα ἐν ἀριθμῷ, ὅταν δὲ λέγωμεν τὸ πρότερον καὶ ὕστερον ἐν τῷ χρόνῳ εἶναι, ὡς πάθη λέγομεν εἶναι, ἃ καὶ ἅμα τῷ χρόνῳ εἰσίν· ἅμα γὰρ τῷ χρόνω εἰσὶ τά τε νῦν καὶ τὸ πρότερον καὶ τὸ ὕστερον. λέγομεν δὲ πάλιν ἐν χρόνῳ εἶναι τὰ πράγματα, τῷ εἶναί τινα χρόνον μετρητικὸν τῆς οὐσίας αὐτῶν, ὥσπερ ἐλέγομεν καὶ τὸ δεύτερον σημαινόμενον τοῦ ἐν ἀριθμῷ τὸ ἔχειν τινὰ ἀριθμόν, οἷον τοὺς δέκα ἵππους τὸν δέκα ἀριθμόν. καὶ τοῦτό γέ ἐστι τὸ κυρίως ἐν χρόνῳ, ἐπείτοι γε οὐ κυρίως τὸ ἅμα τῷ χρόνῳ ὂν ἐν χρόνῳ· εἰ γὰρ τὸ ἅμα τῷ χρόνῳ ὂν ἐν χρόνῳ ἐστίν, ἐπεὶ ἅμα τῷ χρόνῳ καὶ ἡ ψυχὴ καὶ τὰ θεῖα πάντα ὅτε γὰρ χρόνος ἐστί, καὶ ταῦτά ἐστιν), ἐν χρόνῳ ἄν εἶεν καὶ ταῦτα. ὥσπερ οὖν οὐ τὸ ἅμα τῇ κινήσει ὂν ἐν κι- νήσει ἐστίν, οὐδὲ τὸ ἅμα τῷ τόπῳ ὂν ἐν τόπῳ ἐστίν, ὥσπερ τὰ ἀσώματα πάντα, ἄγγελοι φημὶ καὶ θεός οὐκ ἦν γὰρ κίνησις ἢ τόπος ὅτε οὐκ ἦν ταῦτα, ἀλλ’ ὅμως οὔτε ἐν κινήσει ταῦτα οὔτε ἐν τόπῳ), οὕτως οὐδὲ τὸ. ἅμα τῷ χρόνῳ <ὂν> ἐν χρόνῳ ἐστίν· εἰ γὰρ τὸ ἅμα τινὶ ὂν ἐν ἐκείνῳ ἐπειδή, φησίν, ὅτε ἡ κέγχρος ἐστί, καὶ ὁ οὐρανὸς ἐστίν, ἐν τῆ κέγχρῳ ἂν εἴη ὁ οὐρανός· οὐκ ἄρα οὐδὲ τὸ ὂν ὅτε καὶ ὁ χρόνος ἐστὶν ἐν χρόνῳ ἐστίν, ὥσπερ οὐδὲ τὸ ὂν ὅτε ἡ κέγχρος ἐστὶν ἐν τῇ κέγχρῳ ἐστί. τοῦτο μὲν οὖν οὐ πάντως ἐν χρόνῳ, τὸ ὂν τότε ὅτε καὶ ὁ χρόνος ἐστί· τὸ γὰρ ἔν τινι ὂν κυρίως, ὑπ’ ἐκείνου θέλει περιέχεσθαι. κυρίως οὖν ἐν χρόνῳ ἐστὶ τὸ ἔχον τινὰ χρόνον μετρητικὸν αὐτοῦ * * * οἷον τὸν δέκα ἡ ἄλλον τινά. εἰ δὲ τοῦτό ἐστιν ἐν χρόνῳ, ἀνάγκη παντὸς τοῦ ἐν χρόνῳ μείζονά τινα λαμβάνεσθαι χρόνον, ὥσπερ καὶ τοῦ οὕτως ἐν ἀριθμῷ ὄντος μείζονά τινα λαμβάνεσθαι ἀριθμόν. καὶ διὰ τοῦτο, φησίν, ἐπειδὴ τοῦτό ἐστι κυρίως τὸ ἐν χρόνῳ, τὸ ἔχον μείζονα ἑαυτοῦ χρόνον, πάντα φαμὲν καταγηράσκειν ὑπὸ τοῦ χρόνου καὶ πάντα φθείρειν τὸν χρόνον, οὐ μέντοι φαμὲν γίνεσθαί τι ὕπο χρόνου. Καὶ ζητήσειεν ἄν τις εἰκότως· πῶς φησιν ὅτι φθορᾶς μὲν αἴτιον λέ- γομεν εἶναι τὸν χρόνον, γενέσεως δὲ οὔ; καίτοι φαμὲν ἐν χρόνῳ τὰ πράγματα γίνεσθαι· “ἅπαντα” γάρ φησιν “ὁ μακρὸς κἀναρίθμητος χρόνος φύει τ΄ ἄδηλα, καὶ “ὁ χρόνος τί μ’ εἰδέναι ποιεῖ.’’ πῶς δὲ ὅλως φησὶν ὑπὸ τοῦ χρόνου φθείρεσθαι πάντα; καίτοι αὐτὸς εἶπεν ἐν τῷ πρώτῳ λόγῳ πᾶν τὸ φθειρόμενον ὑπὸ τοῦ ἐναντίου φθείρεσθαι, ὁ δὲ χρόνος οὐδενί ἐστιν ἐναντίος· ποσὸν γάρ τι ὁ χρόνος, οὐδὲν δὲ τῷ ποσῷ ἐναντίον, καὶ σύνεστι δὲ πᾶσι τοῖς οὖσιν, οὐδὲν δὲ ἅμα σύνεστι τῷ ἐναντίῳ. φημὶ οὖν πρὸς ταῦτα ὅτι πρῶτον μὲν οὐδὲ αὐτὸς εἶπεν οὐδα- μῶς λέγομεν ὑπὸ τοῦ χρόνου τὰ πράγματα γίνεσθαι’, ἀλλ’ ὅτι μᾶλλον φθείρεσθαί φαμεν ἢ γίνεσθαι (φθορᾶς γάρ, φησί, καθ’ αὑτὸν μᾶλλον αἴτιος ὁ χρόνος), ἔπειτα τῆς μὲν γενέσεως ἑκάστου ὡρισμένον καὶ δῆλον τὸ αἴτιον, οἷον τοῦ ζῴου μὲν ὁ γεννήσας, καὶ τῆς ἐπιστήμης τοὐ μαθητοῦ ὁ διδάσκαλος· ἐπεὶ οὖν ἔχομεν εἰς ὡρισμένον τι αἴτιον τὴν γένεσιν ἀναγαγεῖν, διὰ τοῦτο οὐδείς φησιν ὅτι ὁ χρόνος ἐγέννησεν, ἀλλ’ ὅτι ὁ πατὴρ ἐγέννησεν, οὐδ’ ὅτι ὁ χρόνος ἐδίδαξεν, ἀλλ’ ὅτι ὁ διδάσκαλος· ἐπὶ δὲ τῆς φθορᾶς καὶ τῆς λήθης, ἐπειδὴ μὴ ἔχομεν ὡρισμένον τι αἴτιον ἀπο- διδόναι, διὰ τοῦτο ἐπὶ τὸν χρόνον ἀνάγομεν τὴν αἰτίαν, ἐπείτοι γε ἡνίκα πρόδηλον ἔχομεν τῆς φθορᾶς τὸ αἴτιον, οἷον εἰ ὑπὸ πυρὸς φθαρείη ἡ οἰκία, τὸ πῦρ αἴτιόν φαμεν | τῆς φθορᾶς, οὐ τὸν χρόνον, καὶ τὸ ναυάγιον τοῦ t 3v θανάτου, καὶ νόσον δὲ πολλάκις τῆς λήθης φαμὲν αἰτίαν, καὶ κάματον τοῦ γήρως αἴτιον. οὕτως ἄρα καὶ ἐπὶ τῆς φθορᾶς, ὅταν ὡρισμένον τι ᾖ τὸ αἴτιον, τοῦτο αἰτιώμεθα, καὶ οὐ τὸν χρόνον. δῆλον οὖν ἐντεῦθεν τὸ αἴτιον, διὰ τί τῶν φθειρομένων μᾶλλον τὸν χρόνον αἰτιώμεθα ἢ τῶν γινομένων. Εἰ δὲ τὰ ἐν χρόνῳ ταῦτά ἐστι, τὰ ἔχοντα μείζονα ἑαυτῶν τὸν χρόνον, εἰκότως τὰ ἀίδια καὶ τὰ ἀνὰ πάντα ὄντα τὸν χρόνον οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ ἔχει μείζονα ἑαυτῶν χρόνον. καὶ τούτου, φησί, σημεῖον τὸ μηδὲ πάσχειν αὐτὰ ὑπὸ τοῦ χρόνου. εἰ γὰρ τὰ ἐν χρόνῳ πάσχει ὑπὸ χρόνου, τὰ ἄρα μὴ πάσχοντα ὑπὸ χρόνου οὐκ ἄν εἴη ἐν χρόνῳ· οὐ πάσχει δὲ ὑπὸ χρόνου τὰ ἀνὰ πάντα τὸν χρόνον ὄντα· οὐδ’ ἄρα ἐν χρόνῳ τὰ τοι· αὐτά ἐστιν. ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι. εἰπὼν τῆς κινήσεως ἐπήγαγε καὶ τοῦ κινεῖσθαι, τὸ κινεῖσθαι ἤτοι τοῦτο λέγων ὅπερ παρακατιών φησι ‘τὴν κίνησιν, καὶ τὸ εἶναι αὐτῇ᾿, ἵνα τὸ κινεῖσθαι λέγῃ τὸ εἶναι τῇ κινήσει, ἤγουν διὰ τοῦτο τὴν κίνησιν εἰπὼν ἐπήγαγε καὶ τὸ κινεῖσθαι, ἵνα εἰς αὐτὴν τὴν ἔννοιαν τῆς παρατάσεως ἡμᾶς ἀγάγῃ· ἡ μὲν γὰρ κίνησις σημαίνοι ἄν καὶ αὐτὸ τὸ εἶδος τῆς κινήσεως, τὸ δὲ κινεῖσθαι αὐτὴν τὴν παράτασιν σημαίνει, ἧς καὶ ἔστιν ὁ χρόνος μέτρον· ἐξηγητικὸν οὖν τῆς κινήσεως τὸ κινεῖσθαι. Καὶ ἔστι τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι τῷ χρόνῳ καὶ αὐτὴν καὶ τὸ εἶναι αὐτῇ. Περιττεύειν φασὶ τὸν ‘καί’ σύνδεσμον· εἶναι γὰρ τὴν ἀπόδοσιν τῆς συντάξεως οὕτως ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι, ἔστι τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι τῷ χρόνῳ καὶ αὐτὴν καὶ τὸ εἶναι αὐτῇ. οἱ δὲ ἀποδίδοσθαι τὸν λόγον φασὶν ἐν τῷ δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι· ἐπειδή, γάρ φησιν, ὁ χρόνος μέτρον ἐστὶ κινήσεως καὶ ἔστι καὶ τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι ὑπὸ τοῦ χρόνου, δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι. πρὸς τοῦτο δὲ περιττεύοι ἂν ὁ ‘δέ’ σύνδεσμος τοῦ δῆλον δὲ ὅτι. οἱ δὲ μετὰ πάνυ πολλὰ ἀποδίδοσθαι τὸν λόγον φασίν “ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως, ἔστι καὶ ἠρεμίας μέτρον’’· διό, φασί, καὶ ἀνείληφε τὸ ἐπεὶ δέ ἐστιν, ἵνα σώσῃ τὴν συνέχειαν, ἐπειδὴ πολλὰ ἦν τὰ μεταξὺ εἰρημένα. ἡμεῖς δέ φαμεν ὅτι πρὸς ταῦτα πάντα ἀποδέδωκε, καὶ ἔστιν ἡ συνέχεια οὕτως· ‘ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τοὐ κινεῖσθαι, ἔστι τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτὴν ὑπὸ τοῦ χρόνου, καὶ τοῖς ἄλλοις δὲ τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι, τὸ μετρεῖσθαι αὐτὰ ὑπὸ τοῦ χρόνου, καὶ εἰ ὁ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον’. πῶς δέ ἐστιν ἠρεμίας μέ- τρον, ἐν τῷ τόπῳ γενόμενοι εἰσόμεθα. Τὸ μετρεῖσθαι τῷ χρόνῳ καὶ αὐτὴν καὶ τὸ εἶναι αὐτῇ. ἐπὶ μὲν τῶν συνθέτων ἄλλο ἐστὶ τὸ τόδε εἶναι καὶ τὸ τῷδε εἶναι ἄλλο γὰρ τὸ ζῷον καὶ τὸ ζῴῳ εἶναι· τὸ μὲν γὰρ ζῷον τὸ σύνθετον σημαίνει, τὸ δὲ ζῴῳ εἶναι τὸ εἶδος), ἐπὶ δὲ τῶν ἁπλῶν ταὐτόν ἐστι τὸ τόδε εἶναι καὶ τὸ τῷδε εἶναι· ψυχὴ γοῦν καὶ ψυχῇ εἶναι τὸ αὐτό, καὶ ἄγγελος καὶ ἀγγέλῳ εἶναι. οὕτως οὖν καὶ κίνησις καὶ κινήσει εἶναι τὸ αὐτό· ἁπλοῦν γὰρ τι ἡ κίνησις. Τὸ γὰρ ἐν χρόνῳ εἶναι δυοῖν ἐστι θάτερον. Ἤτοι τοῦτό φησιν ὅτι διττὸν τὸ ἐν χρόνῳ, ἢ ὅτι διχῶς τοῦ ἐν χρόνῳ λεγομένου θάτερον μόνον αὐτῶν κυρίως ἐστὶν ἐν χρόνῳ· δύο γὰρ σημαινόμενα θεὶς τοῦ ἐν χρόνῳ τὸ ἓν μόνον ἐγκρίνει ὡς ἀληθές, τὸ δὲ ἕτερον ἐλέγχει. ἐν χρόνῳ γάρ, φησίν, ἡ τὸ ἅμα τῷ χρόνῳ ὑπάρξαν ὅπερ καὶ ἐλέγξει, οὐχ ὅτι οὐδὲν τῶν ἐν χρόνῳ ὄντων ἅμα ἐστὶ τῷ χρόνῳ, ἀλλ’ ὅτι οὐ τὸ ἅμα τῷ χρόνῳ ὄν, τοῦτο πάντως ἐν χρόνῳ ἐστίν, ὡς δεί- ξομεν ἐπιόντες), ἐν χρόνῳ οὖν ἐστι, φησίν, ἢ τὸ συνυπάρχον τῷ χρόνῳ, ἢ τὸ ὑπὸ τοῦ χρόνου περιεχόμενον ὥσπερ καὶ ἔνια λέγομεν ἐν ἀριθμῷ εἶναι τῷ ὑπὸ τοῦ ἀριθμοῦ περιέχεσθαι), ὅπερ καὶ κυρίως ἐστὶν ἐν χρόνῳ. τοῦτο δὲ τὸ κυρίως ἐν χρόνῳ διχῶς πάλιν διαιρεῖ, ἢ ὡς πάθος ἢ μέρος τοῦ χρόνου, ἢ ὡς ὑπὸ τοῦ χρόνου μετρούμενον ὡς λέγομεν τὰ Τρωικὰ ἐν χρόνῳ γενέσθαι· ἐν δέκα γὰρ ἔτεσιν), ἐπεὶ καὶ τὸ ἐν ἀριθμῷ, ᾧπερ ἀπει- κάζει τὸ κυρίως ἐν χρόνῳ, καὶ αὐτὸ διττόν ἐστιν, ἤτοι ὡς μέρος ἀριθμοῦ καὶ πάθος, ὡς ἡ μονὰς καὶ τὸ περιττὸν καὶ τὸ ἄρτιον, ἡ ὡς ἠριθμημένον ὑπὸ τοῦ ἀριθμοῦ, ὡς λέγομεν τοὺς δέκα ἵππους ἐν ἀριθμῷ εἶναι. καὶ σημείωσαι ὅτι τὸ ἓν σὴ μαινόμενον τοῦ κυρίως ἐν χρόνῳ, τῶν ὑφεστη- κότων τῷ χρόνῳ ἐστί. τὸ γὰρ μέρος τοῦ χρόνου ἢ τὸ πάθος, λέγω δὴ τὸ νῦν καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, συνυφέστηκε τῷ χρόνῳ· οὐκ ἔστι γὰρ χρόνος ἐν ᾧ οὐκ ἦν πάντως τὸ νῦν καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, ὥσπερ καὶ τῷ ἀριθμῷ συνυφέστηκε πάντως ἡ μονὰς καὶ ἤτοι τὸ περιτ- τὸν ἢ τὸ ἄρτιον. καὶ ἔστι τῶν κυρίως ἔν τινι ὄντων καὶ τὸ ὡς μέρος ἐν ὅλῳ καὶ τὸ ὡς ἐν ὑποκειμένῳ. τοιοῦτον δέ ἐστι τὸ πάθος ἐν τούτῳ οὗ ἐστι πάθος· ὡς ἐν ὑποκειμένῳ γὰρ τῷ ἀριθμῷ τὸ περιττὸν καὶ τὸ ἄρτιον, ὥσπερ καὶ <ἐν> τῷ χρόνῳ ὡς | ἐν ὑποκειμένῳ τὸ πρότερον καὶ ὕστερον. καλῶς ἄρα ἔλεγον ὅτι οὐ πᾶν τὸ συνυφεστηκὸς τῷ χρόνῳ οὔ φησιν ἐν χρόνῳ εἶναι, ἀλλ’ ὅτι οὐκ ἔστι τοῦτο τὸ ἐν χρόνῳ εἶναι τὸ συνυφεστάναι τῷ χρόνῳ· τὶ γὰρ τῶν συνυφεστηκότων τῷ χρόνῳ ἐν χρόνῳ ἐστίν, ὥσπερ εἶπον, τὸ μέρος αὐτοῦ καὶ τὸ πάθος. καὶ αὐτὸς γοῦν τὴν κίνησιν, ἧς μέτρον ἐστὶν ὁ χρόνος, λέγω δὴ τὴν τῆς ἀπλανοῦς, ἐν χρόνῳ φησὶν εἶναι· “καὶ ἔστι’’ γάρ φησι “τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι χρόνῳ καὶ αὐτὴν καὶ τὸ εἶναι αὐτῇ.” καὶ ὅτι τὴν τῆς ἀπλανοῦς κίνησιν ἐνταῦθα ἐν χρόνῳ λέγει εἷναι, δῆλον ἐκ τοῦ ἡγουμένου· ἐπεὶ γάρ ἐστι φησίν, ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι, ἔστι τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτὴν τῷ χρόνῳ. μέτρον δὲ κινήσεως ὁ χρόνος οὐδεμιᾶς ἄλλης ἐστὶν ἢ τῆς ἀπλανοῦς· ὥστε καὶ τὴν τῆς ἀπλανοῦς κίνησιν, καίτοι ὑφεστηκυῖάν γε τῷ χρόνῳ, ἐν χρόνῳ φησὶν εἶναι. οὕτως οὐ πᾶν τὸ συνυφεστηκὸς τῷ χρόνῳ οὐκ ἔστιν ἐν χρόνῳ, ἀλλ’ ὅτι] οὐ πᾶν ἀπλῶς τὸ συνυφεστηκὸς τῷ χρόνῳ ἐν χρόνῳ ἐστίν, ἐπείτοι γε καὶ τὸ σημεῖον τῇ γραμμῇ συνυφέστηκε καὶ ἡ ἐπιφάνεια τῷ σώματι, πεπερασμένοις οὖσι δη- λονότι, ἀλλ’ ὅμως ἐν γραμμῇ τὸ σημεῖον καὶ ἐν σώματι ἡ ἐπιφάνεια. οὕτως οὖν δυνατόν, καίτοι συνυφεστηκότων ἀλλήλοις τοῦ τε χρόνου καὶ τῆς κινήσεως, καὶ τὸν χρόνον ἐν κινήσει λέγειν εἶναι ὡς ἐν ὑποκειμένῳ, καὶ τὴν κίνησιν ἐν χρόνῳ ὡς τὰ ἀριθμητὰ ἐν τῷ ἀριθμῷ· ἀριθμητὸν γὰρ ἡ κίνησις, ἀριθμὸς δὲ ὁ χρόνος. ἐπεὶ καὶ πολλὰ συνυφεστη- κότα τῷ τόπῳ ἐν τόπῳ λέγεται εἶναι· ἑκάστη γὰρ τῶν σφαιρῶν καὶ τῶν ὁλοτήτων τῶν στοιχείων συνυφεστηκυῖα τῷ ἑαυτῆς τόπῳ, ὅμως ἐν τόπῳ ἐστί, καὶ ἕκαστον τῶν κινουμένων σωμάτων, λέγω δὴ τῶν οὐρανίων, συνυ- φεστηκὸς τῇ ἑαυτοῦ κινήσει, ὅμως ἐν κινήσει ἐστίν. οὕτως ἄρα καὶ ἡ τοῦ παντὸς κίνησις συνυφεστηκυῖα τῷ χρόνῳ ἐν χρόνῳ ἂν εἴη, ὥσπερ τὰ ἀριθμούμενα ἐν ἀριθμῷ. Φανερὸν δὲ καὶ ὅτι οὐκ ἔστι τὸ ἐν χρόνῳ εἶναι τὸ εἶναι ὅτε χρόνος ἐστί. Σημείωσαι ὅτι οὐκ εἶπεν ὅτι ‘τὸ ὂν ὅτε ό χρόνος ἐστὶν οὐκ ἐστιν ἐν χρόνῳ’, ἀλλ’ ὅτι οὐκ ἔστι τὸ ἐν χρόνῳ εἶναι τὸ εἶναι τότε ὅτε καὶ ὁ χρόνος ἐστίν, ἐπεὶ οὐδὲ τὸ ἐν κινήσει εἶναι ταὐτόν ἐστι τῷ ἅμα τῆ κινήσει εἶναι. Εἰ γὰρ ἔσται τὸ ἔν τινι οὕτως, πάντα τὰ πράγματα ἐν ὁτῳοῦν ἔσται, καὶ ὁ οὐρανὸς ἐν τῇ κέγχρῳ. Ὅτι τὸ ἐν χρόνῳ οὐκ ἔστι τὸ εἶναι τότε ὅτε ὁ χρόνος ἐστί, δείκνυσι. τὸ γὰρ ἐν χρόνῳ ἔν τινί ἐστι, πάλιν τὸ ἐν χρόνῳ ἐστὶ τὸ εἶναι τότε ὅτε καὶ αὐτός ἐστι, τὸ ἔν τινι ἄρα ἐστὶ τὸ εἶναι τότε ὅτε καὶ αὐτό ἐστιν. εἰ δὲ τοῦτό ἐστι τὸ ἔν τινι, καὶ τοῦτο χαρακτηριστικόν ἐστι τοῦ ἔν τινι, τὸ εἶναι τότε ὅτε καὶ αὐτό ἐστι, τουτέστι τὸ συνυπάρχειν καὶ ἅμα εἶναι, δῆλον ὅτι καὶ ἀντιστρέψει ὁ λόγος, καὶ ὅπερ συνυφέστηκέ τινι καὶ ἔστι τότε ὅτε κἀκεῖνό ἐστιν, ἐν ἐκείνῳ ἄν εἴη. ἐπεὶ οὖν ὅτε ἐστὶν ἡ κέγχρος, τότε καὶ ὁ οὐρανός ἐστιν, ἐν τῇ κέγχρῳ ἄν εἴη ὁ οὐρανός. καὶ ἐπειδὴ τότε ἐστὶν ὁ ἀμφορεὺς ὅτε καὶ ἡ θάλασσα, ἐν τῷ ἀμφορεῖ ἄν εἴη ἡ θάλασσα. ὥστε εἰ ταῦτα ἀδύνατα, οὐκ ἄν εἴη τὸ ἔν τινι τοῦτο, τὸ συνυπάρχον αὐτῷ. καὶ μή τις τῇ ἀντιστροφῇ μεμ- φέσθω, διότι τὴν καθόλου καταφατικὴν πρὸς ἑαυτὴν ἀντεστρέψαμεν· πρῶτον μὲν γὰρ τέως ἰστέον, ὅτι εἰ μὴ χρησόμεθα τῇ ἀντιστροφῇ, οὐκ ἄν συνάξωμεν τὸ ἄτοπον, τὸ ἐν τῇ κέγχρῳ τὸν οὐρανὸν εἶναι οὐδὲ γὰρ δώσει τις τοῦτο, ἀλλ’ ὅτι πᾶν μὲν τὸ ἔν τινι καὶ εἶναι ἀνάγκη τότε ὅτε κἀκεῖνό ἐστιν, οὐ μέντοι τὸ συνυφεστηκός τινι ἤδη καὶ ἐν ἐκείνῳ ἐστίν· ὁ οὐρανὸς οὖν ὢν ὅτε καὶ ἡ κέγχρος ἐστίν, οὐκ ἀναγκά- ζεται ἐκ τοῦ λόγου ἐν τῇ κέγχρῳ εἶναι), τῆς δὲ ἀντιστροφῆς γενομένης, συνάγεται· εἰ γὰρ τοῦτό ἐστι τὸ ἔν τινι, τὸ εἶναι τότε ὅτε κἀκεῖνό ἐστι, καὶ τὸ τότε ὂν δηλονότι ὅτε ἄλλο τί ἐστιν, ἐν ἐκείνῳ ἄν εἴη, τούτου δὲ ὄντος, ἀνάγκη τὸν οὐρανὸν ἐν τῇ κέγχρῳ εἶναι. ἀναγκαίως δὲ πρὸς ἑαυ- τὴν ἀντεστρέψαμεν τὴν καθόλου, ἐπεὶ καὶ τὸ ὁριστικὸν τοῦ εἶναι ἑκάστου ἀντιστρέφει πρὸς αὐτὸ ἐκεῖνο· εἰ γὰρ τὸ ἀνθρώπῳ εἶναι τὸ ζῴῳ λογικῷ θνητῷ εἶναι, καὶ τὸ ζῴῳ λογικῷ θνητῷ εἶναι ἀνθρώπῳ ἐστὶν εἶναι. οὕτως οὖν ἐπειδὴ καὶ τοῦ ἔν τινι οἱονεὶ χαρακτηριστικὸν καὶ ὁριστικὸν ὑποτίθεται εἶναι τὸ εἶναι τότε ὅτε κἀκεῖνό ἐστιν ἐν ᾧ λέγεται εἶναι, εἰ- κότως καὶ ἀντιστρέψει, καὶ τὸ συνόν τινι ἐν αὐτῶ ἄν εἴη ἐκείνῳ. Ἀλλὰ τοῦτο μὲν συμβέβηκεν, ἐκεῖνο δ᾿ ἀνάγκη παρακολουθεῖν καὶ τῷ ὄντι ἐν χρόνῳ εἶναί τινα χρόνον, ὅτε κακεῖνό ἐστι. Τὸ μὲν εἶναι τὸν οὐρανόν, ὅτε καὶ ἡ κέγχρος ἐστί, συμβέβηκε, τουτέστι τὸ συνυπάρχειν αὐτὰ ἀλλήλοις· δυνατὸν γὰρ καὶ τοῦ ἑνὸς ὄντος, οἷον τοῦ οὐρανοῦ, τὸ ἕτερον μὴ εἶναι, τὴν κέγχρον. τούτοις μὲν οὖν κατὰ συμ- βεβηκὸς ὑπάρχει τὸ συνεῖναι ἀλλήλοις, τῷ οὐρανῷ φημι καὶ τῇ κέγχρῳ, τῷ μέντοι ἐν χρόνῳ ὄντι ἐξ ἀνάγκης παρακολουθεῖ τὸ εἶναί τινα χρόνον, ὅτε κἀκεῖνό ἐστιν. εἰ τοίνυν τὰ μὲν ἔν τινι ἐξ ἀνάγκης συνυπάρχει, τινὰ δὲ τῶν συνυπαρχόντων οὐκ ἐξ ἀνάγκης συνυπάρχει, οὐ πᾶν ἄρα τὸ συνυπάρχον τινὶ ἐν αὐτῷ ἐκείνῳ ἐστίν, οὐδ’ ἄρα τὸ ἔν τινι τοῦτό ἐστι, τὸ ὂν τότε ὅτε κἀκεῖνό ἐστι, λέγω δὴ τὸ συνυπάρχον αὐτῷ. ἐπεὶ δέ ἐστιν ὡς ἐν ἀριθμῷ τῷ χρόνῳ, λῆφθήσεταί τις πλείων χρόνος παντὸς τοῦ ἐν χρόνῳ ὄντος. | Παντὸς γὰρ τοῦ ἐν ἀριθμῷ ὄντος ἔστι τις πλείων ἀριθμός, ὥστε καὶ τοῦ ἐν χρόνῳ ὄντος ἔσται τις πλείων χρόνος. Καὶ πάσχει δή τι ὑπὸ τοῦ χρόνου. Εἰ γὰρ παντὸς τοῦ ἐν χρόνῳ ὄντος ἔστι λαβεῖν μείζονα χρόνον, εἰ- κότως πάσχει ὑπὸ τοῦ χρόνου πάντα καὶ καταγηράσκει ὑπ’ αὐτοῦ· παρα- τρέχει γὰρ πάντα καὶ παρέρχεται. Φθορᾶς γὰρ αἴτιος καθ’ αὑτὸν μᾶλλον ὁ χρόνος· ἀριθμὸς γὰρ κινήσεως, ἡ δὲ κίνησις ἐξίστησι τὸ ὑπάρχον. ἐπειδὴ κινήσεως ἀριθμὸς ὁ χρόνος, πᾶσα δὲ κίνησις ἐξίστησί τινος, εἰκότως φθορᾶς μᾶλλον ὁ χρόνος αἴτιος ἢ γενέσεως. Σημῖον δὲ τούτου ὅτι οὐδὲ πάσχει οὐδὲν ὑπὸ τοῦ χρονου. Σημεῖον, φησί, τοῦ μὴ εἶναι ἐν χρόνῳ τὰ ἀίδια, ὄτι οὐδὲν γηράσκει ὑπὸ τοῦ χρόνου· εἰ γὰρ τὰ ἐν χρόνῳ ὄντα γηράσκει ὑπὸ τοῦ χρόνου, τὰ δὲ ἀίδια οὐ γηράσκει ὑπὸ τοῦ χρόνου, τὰ ἄρα ἀίδια οὐκ ἐν χρόνῳ. ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως, ἔστι καὶ ἠρεμίας μέτρον κατὰ συμβεβηκός. Εἴπομεν ἐν τοῖς ἔμπροσθεν, ὅτι πρόκειται αὐτῷ δεῖξαι ὡς οὐ μόνον κινήσεως ἐστι μέτρον ὁ χρόνος, ἀλλὰ καὶ ἠρεμίας. καὶ τοῦτο εἰκότως ἐπεὶ καὶ πᾶσα γνῶσις οὐ μόνον τῶν εἰδῶν ἐστιν ἀντιληπτική, ἀλλὰ καὶ τῶν στερήσεων· καὶ γὰρ ὁ ὀφθαλμὸς γινώσκει οὐ μόνον τὸ φῶς, ἀλλὰ καὶ τὸ σκότος, ἀλλὰ τὸ μὲν φῶς καθ’ αὑτὸ γινώσκει, τὸ δὲ σκότος τῇ ἀποφάσει τῇ πρὸς τὸ φῶς. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καὶ ὁ κανὼν δὲ κρίνει τὸ εὐθὺ καὶ τὸ καμπύλον, ἀλλὰ τὸ μὲν εὐθὺ καθ’ αὑτὸ κρίνει τῷ ἐφαρμόζειν αὐτῷ, τὸ δὲ καμπύλον τῇ ἀποφάσει τοῦ εὐθέος· ὡς γὰρ μὴ ἐφαρμόζων κρίνει οὐκ ἐπιβλητικῶς οὐδὲ καταφατικῶς, ἀλλ’ ἀρνητικῶς καὶ ἀποφατικῶς. οὕτως οὖν καὶ ὁ χρόνος οὐ μόνον κινήσεως ἐστιν ἀριθμὸς, ἀλλὰ καὶ ἠρεμίας, ἀλλὰ κινήσεως μὲν καθ’ αὑτό, τῷ μετρεῖν τὴν παράτασιν αὐτῆς καὶ οἷον συμπαρατείνεσθαι αὐτῇ, τῆς δὲ ἠρεμίας, φησί, κατὰ συμβεβηκός. μᾶλλον δὲ κυριώτερον εἰπεῖν ‘κατ᾿ τῷ γὰρ τὴν κίνησιν μετρεῖν, ἐπειδὴ ἐν ὅσῳ ἄλλο τι κινεῖται ἄλλο τι ἐνδέχεται ἠρεμεῖν, τὴν κίνησιν μετρῶν ὁ χρόνος τῷ μετρεῖν τὴν κίνησιν ταύτῃ μετρεῖ καὶ τὴν ἠρεμίαν. φαμὲν γὰρ ἡμερησίαν εἶναι τὴν ἠρεμίαν ἢ ἐνιαυσιαίαν διότι ἐπὶ τοσοῦτον χρόνον ἠρέμησεν, ἐφ’ ὅσον ἄλλο ἐκινήθη, οὐ καθ’ αὑτὸ θεω- ρουμένης τῆς παρατάσεως ἐν τῇ ἠρεμίᾳ, ἀλλὰ κατ’ ἄλλο· τῷ γὰρ ἄλλο τι ἐν παρατάσει γενέσθαι, ταύτῃ παράτασιν ἔχειν καὶ ἡ ἠρεμί λέγεται. καλῶς δὲ ἡμῖν εἴρηται, ὅτι οὐ κατὰ συμβεβηκὸς μετρεῖ τὴν ἠρεμίαν ὁ χρόνος, ἀλλὰ κατ’ ἄλλο, τῷ τὴν κίνησιν μετρεῖν· εἰ γὰρ κατὰ συμβεβηκὸς ἐμέτρει τὴν ἠρεμίαν καθ’ αὑτὸ μετρῶν τὴν κίνησιν, ἔδει συμβεβηκέναι τῇ κινήσει τὴν ἠρεμίαν τοιαῦτα γὰρ ἐδείκνυτο ἐν τοῖς ἔμπροσθεν ὄντα οἷς κατὰ συμβεβηκὸς ὑπῆρχέ τι), νῦν δὲ οὐ συμβέβηκε τῇ κινήσει ἡ ἠρεμία, οὐκ ἄρα κατὰ συμβεβηκὸς μετρεῖ τὴν ἠρεμίαν· ἀλλὰ μὴν οὐδὲ καθ’ αὑτό· λείπεται ἄρα κατ’ ἄλλο· τῷ γὰρ μετρεῖν τὴν κίνησιν, ταύτῃ μετρεῖ καὶ τὴν ἠρεμίαν. οὐ μόνον δέ, φησί, μετρεῖ τὴν κίνησιν καὶ τὴν ἠρεμίαν ὁ 36 χρόνος, ἀλλὰ καὶ αὐτὰ τὰ κινούμενα καὶ τὰ ἠρεμοῦντα κατὰ συμβεβηκὸς μετρεῖ, λέγω δὴ αὐτὰς τὰς οὐσίας· τῷ γὰρ μετρεῖν τὴν κίνησιν αὐτῶν καὶ τὴν ἠρεμίαν, ταύτῃ λέγοιτο ἄν καὶ αὐτὰ μετρεῖν κατὰ συμβεβηκός, διότι τῷ κινουμένῳ συμβέβηκεν ἀνθρώπῳ εἶναι ἢ οὐρανῷ ἢ ἄλλῳ ᾡτινιοῦν. καὶ εἰ ὁ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον ἐστίν, ὅσα ἄρα τῶν ὄντων μήτε κινεῖται μήτε ἠρεμεῖ, ταῦτα οὐ μετρεῖται ὑπὸ χρόνου, οἷον τὰ κέντρα καὶ οἱ πόλοι, καὶ προσέτι ψυχαὶ καὶ ἄγγελοι καὶ τὰ τοιαῦτα· ἐξῄρηται γὰρ ταῦτα κινήσεως καὶ ἠρεμίας, ὥστε οὐδ’ ἄν ὑπὸ χρόνου με- τροῖτο. οὔκουν οὐδὲ ἐν χρόνῳ ἄν εἶεν ταῦτα, εἴ γε ἐν χρόνῳ ταῦτα λέ- γεται, τὰ μετρούμενα ὑπὸ τοῦ χρόνου καθὸ κινεῖται ἢ ἠρεμεῖ· οὐ μετρεῖται δὲ τὰ τοιαῦτα ὑπὸ τοῦ χρόνου, ἐπεὶ μηδὲ κινεῖται μηδὲ ἠρεμεῖ· οὐδ’ ἄρα ἐν χρόνῳ ἄν εἶεν. τίνα μὲν οὖν τῶν ὄντων ἐν χρόνῳ ἐστί, τίνα δ’ οὐκ ἔστιν ἐν χρόνῳ εἰπών, ἐφεξῆς δείκνυσι καὶ τῶν μὴ ὄντων τίνα μὲν ἄν εἴη ἐν χρόνῳ, τίνα δὲ οὐκ ἄν εἴη. ὅσα μὲν οὖν, φησί, τῶν μὴ ὄντων κατὰ τὸ ἀδύνατον θεωρεῖται, ταῦτά τε καὶ τὰ ἀντικείμενα αὐτοῖς οὐ λέγον· τᾶι εἶναι ἐν χρόνῳ, ἀλλ’ ἀίδια ἢ ἔστιν ἢ οὐκ ἔστιν. οἷον τὸ τοῦ τετραγώνου τὴν διάμετρον τῇ πλευρᾷ σύμμετρον εἶναι τῶν ἀδυνάτων ἐστί· διὰ τοῦτο οὖν λέγεται ἐν χρόνῳ τοῦτο μὴ εἶναι, ἐπειδὴ οὐκ ἔστι τῆς ἀνυπαρ- ξίας αὐτοῦ πλείονα λαβεῖν χρόνον. ἐπειδὴ οὖν τὸ μὴ εἶναι τούτου οὐκ ἔστιν ἐν χρόνῳ, ἐξ ἀνάγκης οὐδὲ τὸ ἀντικείμενον αὐτῷ ὃν ἐν χρόνῳ ἄν εἴη, λέγω δὴ τὸ εἶναι τὴν διάμετρον τῇ πλευρᾷ ἀσύμμετρον· οὐκ ἔστι γὰρ τῆς ὑπάρξεως αὐτοῦ μείζονα λαβεῖν χρόνον· ἀεὶ γὰρ τοῦτο οὕτως ἔχει. τὸ μὲν οὖν ἀδύνατον τῶν μὴ ὄντων οὐκ ἔστιν ἐν χρόνῳ, ἐπειδὴ οὐδὲ τὸ ἀντικείμενον αὐτῷ, λέγω δὴ τὸ ἐξ ἀνάγκης ὄν, οὐκ ἔστιν ἐν χρόνῳ, ἀλλὰ τοῦ μὲν ἡ ὕπαρξις ἀίδιος τοῦ δὲ ἡ ἀνυπαρξία, τῶν δὲ μὴ ὄντων ὅσα ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι δύναται, ταῦτα δὴ ἐν χρόνῳ ἂν εἴη. τούτων δὲ τριττή τίς ἐστιν ἡ διαφορά· τῶν γὰρ ἐνδεχομένως μὴ ὄντων τὰ μὲν ἤδη γέγονε | καὶ οὐκ ἔστιν, οἷον Ὅμηρος, τὰ δὲ μέλλει καὶ οὔπω ἐστίν, οἷον τὸ γενήσεσθαι ἔκλειψιν ἢ ἄλλο τι τῶν μελλόντων, τὰ δὲ καὶ ἤδη γέγονε καὶ πάλιν ἔσται, οἷον τὸ ἀνατεῖλαι τὸν ἥλιον καὶ ἤδη γέγονε καὶ πάλιν ἔσται. πάντα οὖν τὰ οὕτως μὴ ὄνια ἐν χρόνῳ ἐστίν, ἐπειδὴ ἔστι μείζονα χρόνον λαβεῖν τοῦ μὴ εἶναι αὐτῶν τὸν χρόνον καθ’ ὃν ἦσαν. φημὶ οὖν καθόλου ἐπί τε τῶν ὄντων καὶ τῶν μὴ ὄντων, ὅτι ὅσα μὲν ἀναγκαῖά ἐστιν ἢ ἀδύνατα, ταῦτα οὐκ ἔστιν ἐν χρόνῳ (τὰ μὲν γὰρ ἀεὶ ἔστι, τὰ δὲ ἀεὶ οὐκ ἔστιν), ὅσα δὲ ἐνδεχομένως ἔχει τῶν ὄντων καὶ μὴ ὄντων, ταῦτα ἐν χρόνῳ ἢ εἰσὶν ἢ οὐκ εἰσί, τὰ μὲν ὄντα, διότι ἔστι τις χρόνος πλείων τοῦ εἶναι αὐτῶν καθ’ ὃν οὐκ εἰσί, τὰ δὲ μὴ ὄντα, διότι ἔστι τις πλείων χρόνος τοῦ μὴ εἶναι αὐτῶν καθ’ ὃν εἰσίν. ἐπεὶ δέ ἐστιν ὀ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον κατὰ συμβεβηκός. ἰστέον ὅτι τὰ πολλὰ τῶν βιβλίων οὐκ ἔχει τὸ κατὰ συμβεβηκός, ἀλλ’ οὐδὲ ὁ Ἀλέξανδρος αὐτοῦ μέμνηται. Οὐ γὰρ ὥσπερ τὸ ἐν κινήσει ὂν ἀνάγκη κινεῖσθαι, οὕτω καὶ τὸ ἐν χρόνῳ· οὐ γὰρ κίνησις ὁ χρόνος. ἐπειδὴ ἠπόρησεν ἄν τις, πῶς ἐστιν ὁ χρόνος μέτρον ἠρεμίας εἰ γὰρ καὶ κινήσεως ἀριθμὸς ὁ χρόνος, οὐ μόνον δὲ ἡ κίνησις ἐν χρόνῳ ἐστὶν ἀλλὰ καὶ ἡ ἠρεμία, δόξειεν ἂν καὶ ἡ ἠρεμία ἐν κινήσει εἶναι, εἴπερ ἡ ἠρεμία μὲν ἐν χρόνῳ ὁ δὲ χρόνος ἐν κινήσει ἐστί), φησὶν οὗν ὅτι οὐχ ὥσπερ τὸ ἐν κινήσει ὂν ἀνάγκη κινεῖσθαι, οὕτω καὶ τὸ ἐν χρόνῳ ὂν κινεῖσθαι ἀνάγκη. εἰ μὲν γὰρ ταὐτὸν ἦν ὁ χρόνος τῇ κινήσει, ἀνάγκη ἦν τὸ ἐν χρόνῳ ὂν εὐθὺς καὶ κινεῖσθαι, νῦν δὲ οὐκ ἀνάγκη τὸ ἔν τινι ὑπάρ- χον, ἤδη καὶ ἐν ἐκείνῳ εἶναι, ᾧ ἐκεῖνο συμβέβηκεν· οὐ γὰρ τὸ ἐν τῷ γλυκεῖ ὑπάρχον ἀνάγκη καὶ ἐν μέλιτι ὑπάρχειν, ἐπειδὴ συμβέβηκε τῷ μέλιτι τὸ γλυκύ, οὐδὲ τὸ ἐν λευκῷ ὑπάρχον ἀνάγκη καὶ ἐν ψιμμυθίῳ εἶναι. οὕτως οὐδὲ τὸ ἐν χρόνῳ ὂν ἀνάγκη καὶ ἐν κινήσει εἶναι, ἐπειδὴ συμβέβηκε τῇ κινήσει ὁ χρόνος· τὸ γοῦν ἐν ἡμέρᾳ ὂν οὐκ ἀνάγκη καὶ ἐν τῇ κυ- κλοφορίᾳ τοῦ οὐρανοῦ εἶναι, ἐπειδὴ μέτρον ἐστὶ τῆς περιφορᾶς τοὐ οὐρανοῦ· ἔστι γὰρ ἐν ἡμέρᾳ ἠρεμεῖν, καὶ οὐ δήπου τὸ ἠρεμοῦν ἐν κινήσει ἐστίν. οὕτως οὖν οὐδὲ ἄτοπον ἢ ἀδύνατον ἐν τῷ χρόνῳ καὶ κίνησιν εἶναι καὶ ἠρεμίαν. Οὐ γὰρ πᾶν τὸ ἠρεμοῦν, ἀλλὰ τὸ ἐστερημένον κινή- σεως πεφυκὸς δὲ κινεῖσθαι. ἐπειδὴ εἶπεν ἐνδέχεσθαι ἐν ἀριθμῷ κινήσεως εἶναι “καὶ τὸ ἠρεμοῦν”, ἵνα μή τις εἴπῃ ‘τί οὖν; ἐπειδὴ καὶ τὸ κέντρον τοῦ παντὸς ἠρεμεῖ καὶ οἱ πόλοι, ἤδη καὶ ταῦτα ἐν χρόνῳ εἰσί;’ διὰ τοῦτό φησιν ὅτι οὐ τοῦτο εἶπον, ὅτι εἴ τί ἐστιν ἀκίνητον, τοῦτο ἐνδέχεται ἐν χρόνῳ εἶναι· ἠρεμοῦν γάρ ἐστιν οὐ τὸ ἀκινητίζον, ἀλλὰ τὸ πεφυκὸς μὲν κινεῖσθαι μὴ κινούμενον δέ, οἱ δὲ πόλοι καὶ τὰ κέντρα ἀκίνητά ἐστιν, οὐ μέντοι ἠρεμεῖ οὐδὲ γὰρ πέφυκε κινεῖσθαι), ὥστε οὐδὲ ἐν χρόνῳ ἐστί· τὸ γὰρ ἠρεμοῦν ἐν χρόνῳ, οὐ τὸ ἀκίνητον, ἠρεμοῦν δέ ἐστι τὸ πεφυκὸς μὲν κινεῖσθαι μὴ κι- νουενον ’δε. Τὸ δὲ εἶναι ἐν ἀριθμῷ ἐστι τὸ εἶναί τινα ἀριθμὸν τοῦ πράγματος. Ἐπειδὴ εἶπεν ὅτι ‘ἐνδέχεται καὶ τὸ ἠρεμοῦν ἐν ἀριθμῷ εἶναι κινήσεως’, πῶς λέγεταί τινα ἐν ἀριθμῷ εἶναι πάλιν λέγει, ὅτι τὸ ἀριθμόν τινα αὐ- τῶν εἶναι, λέγω δὴ τὸ ἠριθμῆσθαι αὐτὰ ἢ κατὰ τὸ πλῆθος τῶν ὑποκει- μένων, ὡς λέγομεν τοὺς δέκα ἵππους ἐν ἀριθμῷ εἶναι, ἤγουν τὸ <τὸ> αὐτὸ ἠριθμημένον ἔχειν, ὡς λέγομεν τὸν Τρωικὸν πόλεμον ἐν ἀριθμῷ τινι χρόνου γεγενῆσθαι· ἐν δέκα γὰρ ἔτεσιν. ἐπεὶ οὖν τοῦτό ἐστι τὸ ἐν ἀριθμῷ εἶναι, ἀριθμὸς δέ τις καὶ ὁ χρόνος, τοῦτο ἄν εἴη τὸ ἐν χρόνῳ εἶναι, τὸ ἔχειν τινὰ χρόνον ἀριθμοῦντα τὸ εἶναι τοῦ πράγματος, ὥσπερ φαμὲν ἐν χρόνῳ γεγενῆσθαί τινι τὰ Τρωικὰ καὶ Ὅμηρον τῷ γεγονέναι μόριόν τι τοῦ χρόνου ἐν ᾧ ὑπῆρχεν. οὕτως οὖν καὶ ἡ ἠρεμία ἐν χρόνῳ λέγεται εἶναι, τῷ εἶναί τινα χρόνον ἐν ᾧ τὸ εἶναι ἔχει ἡ ἠρεμία. Μετρήσει δ’ ὁ χρόνος τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν, ᾗ τὸ μὲν κινούμενον τὸ δὲ ἠρεμοῦν. Ὅτι καὶ τὰ πράγματα μετρεῖ ὁ χρόνος, οἷον τοὺς ἀνθρώπους ἢ τοὺς ἵππους καὶ πάντα ἁπλῶς, οὐ καθ’ αὑτό· οὐ γὰρ ᾗ ἄνθρωπος ὁ ἄνθρωπος μετρεῖται ὑπὸ τοῦ χρόνου, ἀλλ’ ᾗ ἔχει παράτασίν τινα κατὰ τὸ εἶναι. ὥστε καθ’ αὑτὸ τὴν κίνησιν τῶν πραγμάτων μετρεῖ ἢ τὴν ἠρεμίαν, κατὰ συμβεβηκὸς δὲ καὶ αὐτὰς τὰς οὐσίας τῶν πραγμάτων, τῷ τὸ κινούμενον ἢ τὸ ἠρεμοῦν ἢ ἄνθρωπον εἶναι ἢ λευκὸν ἢ ὁτιοῦν ἄλλο. ᾖστε ὅσα μὴ κινεῖται μήτε ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ· τὸ μὲν γὰρ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι χρόνῳ, ὁ δὲ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον. Ὅτι τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα οὐκ ἔστιν ἐν χρόνῳ, κατα- σκευάζει συλλογισμῷ χρώμενος τοιούτῳ ἐν δευτέρῳ σχήματι· τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαί ἐστιν ὑπὸ τοῦ χρόνου, τὰ μὴ κινούμενα μήτε ἠρε- μοῦντα οὐ μετρεῖται ὑπὸ τοῦ χρόνου, τὰ ἄρα μήτε κινούμενα μήτε ἠρε- μοῦντα οὐκ ἔστιν ἐν χρόνῳ, ὅπερ ἔδει δεῖξαι. τούτου δὲ τοῦ συλλογισμοῦ θεὶς ὁ Ἀριστοτέλης πρότερον τὸ συμπέρασμα, τῷ εἰπεῖν ὤας τε ὅ σὰ μήτε κινεῖται μήτε ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ, τῶν δύο προτάσεων τὴν μὲν μείζονα τὴν καταφατικὴν ἔθηκε, τὴν λέγουσαν ὅτι τὰ ἐν χρόνῳ μετρεῖται ὑπὸ τοῦ χρόνου, τὴν δὲ ἐλάττονα τὴν ἀποφατικήν, τὴν λέγουσαν τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα οὐκ ἔστιν ἐν χρόνῳ], αὐτὴν μὲν οὐκ ἔθηκε, δι’ ἣν δέ ἐστιν ἀληθὴς αὕτη καὶ ἐξ ἧς συνάγεται τέθεικεν, ἔστι δὲ τοῦτο ὁ δὲ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον, ᾧ δεῖ προσυ- πακοῦσαι τὸ ‘μόνον. ὅτι δὲ κινήσεως καὶ ἠρεμίας μέτρον ὁ χρόνος, ἔδειξεν ἐν τοῖς ἔμπροσθεν. εἰ δὲ κινήσεως καὶ ἠρεμίας μόνον μέτρον ἐστὶν ὁ χρόνος, ἀληθὲς ὅτι ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ οὐ μετρεῖται ὑπὸ τοῦ χρόνου. συνάγεται γὰρ τοῦτο τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν· εἰ τὰ μετρούμενα ὑπὸ χρόνου, ταῦτα ἢ κινεῖται ἢ ἠρεμεῖ, ὅσα ἄρα μήτε κινεῖται μήτε ἠρεμεῖ, ταῦτα οὐ μετρεῖται ὑπὸ χρόνου, ἥτις ἡ ἐλάττων τε καὶ ἀποφατικὴ τοῦ συλλογισμοῦ πρότασις, ἐξ οὗ συνήχθη τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα μὴ εἶναι ἐν χρόνῳ. Φανερὸν οὖν ὅτι οὐδὲ τὸ μὴ ὂν πᾶν ἔσται ἐν χρόνῳ. Εἰπὼν τίνα μὲν τῶν ὄντων ἐστὶν ἐν χρόνῳ, ὅτι ὅσα κινεῖται καὶ ἠρε- μεῖ, τίνα δὲ οὐκ ἔστιν, ὅτι τὰ ἀντικείμενα τούτοις, βούλεται νῦν αὐτὸ τοῦτο δεῖξαι καὶ ἐπὶ τῶν μὴ ὄντων, ὅτι ὅσα μὲν ἀδύνατά ἐστι τῶν μὴ ὄντων, ταῦτα οὐκ ἔστιν ἐν χρόνῳ, ὅσα δὲ ἐνδεχομένως οὐκ ἔστι, ταῦτά ἐστιν ἐν χρόνῳ. Ὅλως γάρ, εἰ μέτρον ἐστὶν ὁ χρόνος κινήσεως καθ’ αὑτό. Ὅτι τὰ ἀδύνατα οὐκ ἔστιν ἐν χρόνῳ καὶ διὰ τούτων κατασκευάζει. εἰ ὁ χρόνος καθ’ αὑτὸ κινήσεως ἐστι μέτρον, τῶν δὲ ἄλλων κατὰ συμβε- βηκός, τουτέστι τῶν ὑποκειμένων τῇ κινήσει ἢ τῇ ἠρεμίᾳ πραγμάτων, τὸ δὲ ἐν χρόνῳ εἶναί ἐστι τὸ μετρεῖσθαι ὑπὸ τοῦ χρόνου, ὅσα ἄρα μήτε κι- νεῖται μήτε ἠρεμεῖ οὐ μετρεῖται ὑπὸ τοῦ χρόνου, τοιαῦτα δέ ἐστι καὶ τὰ ἀδύνατα ἀκινήτως γὰρ ἔχει ἐν τῷ μὴ εἶναι), οὐκ ἄρα ὑπὸ χρόνου με- τρεῖται· ὥστε οὐδὲ κατὰ συμβεβηκὸς ἐν χρόνῳ ἐστί. κατὰ συμβεβηκὸς γὰρ μετροῦνται αἱ οὐσίαι ὑπὸ τοῦ χρόνου, ὅσαι ἢ κινοῦνται ἢ ἠρεμοῦσιν· ὥστε ὅσων κίνησις οὐκ ἔστιν οὐδὲ ἠρεμία, ταῦτα οὐδὲ κατὰ συμβεβηκὸς μετρηθεῖεν ἄν ὑπὸ χρόνου· ὥστε οὐδὲ κατὰ συμβεβηκὸς ἐν χρόνῳ ἄν εἶεν. τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, τὰ μὲν ἦν, οἷον Ὅμηρός ποτε, τὰ δὲ ἔσται, οἷον τῶν μελλόντων τι, ἐφ’ ὁπότερα περιέχει· καὶ εἰ ἐπ’ ἄμφω, ἀμφότερα καὶ ἦν καὶ ἔσται. Ὅτι τῶν μὴ ὄντων ὅσα ἐστίν ἐν χρόνῳ, ἃ καὶ ὑπὸ τοῦ χρόνου περιέχεται, ταῦτά ἐστι τοῦ μὴ εἶναι αὐτῶν πλείων ἔσται χρόνος, τὰ μὲν ἦν καὶ οὐκέτι ἐστί, τὰ δὲ ἔσται καὶ οὔπω ἐστί, τὰ δὲ καὶ ἦν καὶ πάλιν ἔσται. τὰ μὲν οὖν παρῳχημένα περιέχει ὁ χρόνος τὸ μὴ εἶναι αὐτῶν κτὰ τὸν παρεληλυθότα χρόνον καθ’ ὃν ὑπῆρχε, τὰ δὲ μέλλοντα περιέχει ὁ μέλλων χρόνος καθ’ ὃν ἔσται· ὥστε πλείων ὁ χρόνος τοῦ μὴ εἶναι αὐτῶν, τῶν μὲν ἤδη γενομένων ὁ παρεληλυθὼς καθ’ ὃν ὑπῆρχε πλείων τοῦ ἀεὶ γινομένου χρόνου καθ’ ὃν οὐκ ἔστι ἐπὶ δὲ τῶν μελλόντων πλείων τοῦ χρόνου καθ’ ὃν οὐκ ἐστιν ὁ μέλλων χρόνος καθ’ ὃν ἔσται, ἐπὶ δὲ τῶν γεγενημένων καὶ πάλιν ἐσομένων πλείων ὁ χρόνος τοῦ μὴ εἶναι αὐτῶν καθ’ ὁπότερα ἂν περιέχοι αὐτά, τὰ μὲν ἤδη γενόμενα κατὰ τὸν παρε- ληλοθότα καθ᾿ δν ἦν, τὰ δὲ ἐσόμενα κατὰ τὸν μέλλοντα καθ᾿ δν ἔσται. καὶ εἰ ἐπ’ ἄμφω, φησίν, ἀμφότερα, τουτέστιν εἰ ἐπ’ ἄμφω περιέχει ὁ χρόνος τὸ μὴ εἶναι αὐτῶν καὶ κατὰ τὸ παρεληλυθὸς καὶ κατὰ τὸ μέλλον, ἀμφότερα, τουτέστι καὶ ἦν πρότερον καὶ πάλιν ἔσται. ᾖν δὲ μὴ περιέχει μηδέν, οὔτε ἦν οὔτε ἔστιν οὔτε εσται. Τουτέστιν ἐφ’ ὧν μὴ ὄντων κατὰ μηδὲν περιέχει ὁ χρόνος τὸ μὴ εἶναι αὐτῶν, μήτε κατὰ τὸ παρεληλυθὸς μήτε κατὰ τὸ μέλλον, ταῦτα οὔτε ἦν πρόιερον οὔτε ἔστι νῦν οὔτε ἔσται μετὰ ταῦτα. τίνα δέ ἐστι ταῦτα, ἐσήμανεν εἰπὼν ὧν τὰ ἀντικείμενα ἀεὶ ἔστιν, οἷον τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ, ἢ τούτου ἀεὶ ὄντος καὶ ἐξ ἀνάγκης ὄντος τὸ ἀντικείμενον τούτῳ τοῦτο δέ ἐστι τὸ σύμμετρον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ) οὐδέποτε ἔστι καὶ ἀδύνατον αὐτὸ εἶναι. ὥσπερ οὖν τὸ εἶναι ἀσύμμετρον τὴν διάμετρον τῇ πλευρᾷ, διὰ τὸ μηδαμόθεν ὑπὸ τοῦ χρόνου περιέχεσθαι ἀλλ’ εἶναι ἀνὰ τὸν ἅπαντα χρόνον, οὐκ ἔστιν ἐν χρόνῳ, οὕτως καὶ τὸ τούτῳ ἀντικείμενον μηδέποτε ὑπάρχον οὐκ ἔχει τὸ μὴ εἶναι αὑτοῦ ἐν χρόνῳ, διὰ τὸ συμπαρεκτείνεσθαι τῷ παντὶ χρόνῳ τὴν ἀνυπαρξίαν αὐτοῦ. Τὸ δὲ νῦν ἐστι συνέχεια χρόνου, ὥσπερ Πρόκειται νῦν αὐτῷ περὶ τῶν χρονικῶν προσρημάτων διαλαβεῖν, τί ἕκαστον σημαίνει, οἷον τί ἐστι τὸ νῦν, τί τὸ ποτέ, τί τὸ ἤδη, τί τὸ ἄρτι, τί τὸ πάλαι, τί τὸ ἐξαίφνης. πρῶτον δὲ περὶ τοῦ νῦν διλλέγεται, καί | φησι διττὸν εἶναι τὸ νῦν, τὸ μὲν ἀκαριαῖον τὸ δὲ πλατικόν. πρῶτον δὲ περὶ τοῦ ἀκαριαίου νῦν διαλέγεται, καί φησι ταῦτα ἅπερ καὶ πρότερον εἶπεν, ὅτι τὸ νῦν ἓν ὂν καὶ τὸ αὐτὸ καὶ τῆς συνεχείας ἐστὶν αἴτιον τῷ χρόνῳ καὶ τῆς διαιρέσεως· ὅταν μὲν γὰρ ὡς κοινὸν πέρας ληφθῇ αμφοτέρων τῶν χρόνων, τοῦ τε παρεληλυθότος καὶ τοῦ μέλλοντος, τότε συνέχει δι’ ἑαυτοῦ τὰ διάφορα τοῦ χρόνου μέρη αὐτὸς γὰρ ἐν τῷ πέμ- πτῳ βιβλίῳ ὁριζόμενος τὸ συνεχὲς οὕτω φησίν; ὅτι συνεχές ἐστιν οὗ τὰ μέρη πρός τινα κοινὸν ὅρον συνάπτει· εἰ τοίνυν κοινὸς ὅρος τῶν μερῶν τοῦ χρόνου τὸ νῦν, συνέχεια ἂν εἴη τοῦ χρόνου), ὅταν μὲν οὖν ὡς ἓν ληφθῇ καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ, λέγω δὴ ὡς ἕν τι κοινὸν πέρας, τότε συνέχεια γίνεται τοῦ χρόνου, ὅταν δὲ ἓν μὲν ᾖ τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ μὴ ἓν λαμβάνηται, ἀλλὰ τοῦ μὲν τελευτὴ τοὐ δὲ ἀρχή, τότε διαίρεσις γίνεται τοὐ χρόνου. ὥσπερ καὶ ἐπὶ τῶν γραμμῶν τὰ σημεῖα· ὅταν μὲν γὰρ λάβω ἐν τῇ γραμμῇ σημεῖόν τι κατ’ ἐπίνοιαν, εἰ μὲν ἁπλῶς ὡς πέρας ἀμφοτέρων τῶν γραμμῶν αὐτὸ λάβω, οἷόν ἐστι καὶ τὸ τοῦ κύκλου κέντρον κοινόν τι πέρας ὂν πασῶν τῶν ἐξ αὐτοῦ ἐπὶ τὴν πε- ριφέρειαν ἀγομένων εὐθειῶν, τότε συνέχειά ἐστι τῆς γραμμῆς τὸ σημεῖον, ὅταν δὲ τὸ ληφθὲν σημεῖον δύο λόγους ἀναδέξηται, οἷον τεμνομένην ἐπι- νοούντων ἡμῶν τὴν γραμμήν, καὶ τοὐ μὲν πέρας ᾖ τοῦ δὲ ἀρχή, τότε διαίρεσίς ἐστι τῆς γραμμῆς τὸ σημεῖον. οὕτως οὖν καὶ ἐπὶ τοῦ νῦν, εἰ μὲν ὡς ἕνα λόγον ἔχον λαμβάνεται τὸν τοὐ κοινοῦ πέρατος, συνέχεια γίνεται τοῦ χρόνου, ὅταν δὲ ὡς δύο λόγους ἔχον λαμβάνηται, διαίρεσις τοῦ χρόνου γίνεται. διαφέρει δὲ τὸ νῦν τοῦ σημείου τῷ τὸ μὲν σημεῖον ουνασθαι καὶ ἐνεργείᾳ λαμβάνεσθαι, τὸ δὲ νῦν οὔ· οὐδὲ γὰρ μένει τὸ νῦν, ἀλλ’ ἀεὶ ἐν ῥύσει ἐστί. τὸ δὲ πλατικὸν νῦν ἐστι τὸ ἐγγὺς τοῦ ἀκαριαίου νῦν, οἷον ‘πότε ἦλθεν;’ φαμὲν ὅτι νῦν, διότι ἐγγὺς ὁ χρόνος τοῦ ἀκαριαίου νῦν, καὶ ἐπὶ τοῦ μέλλοντος ὁμοίως φαμὲν ‘ἥξει νῦν᾿, διότι σήμερον ἥξει. τὰ δὲ πρὸ πολλοῦ γενόμενα χρόνου ἢ μετὰ πολὺν ἐσόμενα, οὔ φαμεν νῦν γενέσθαι ἢ ἔσεσθαι· τὰ γὰρ ἐν Ἰλίῳ γενόμενα οὔ φαμεν νῦν γενέσθαι, διότι πολὺς ὁ χρόνος ὁ μεταξύ, οὐδὲ τὰ μετὰ πολὺν ἐσόμενα χρόνον φαμὲν νῦν ἔσεσθαι. Τὸ δὲ ποτέ, φησί, χρόνον ὡρισμένον σημαίνει συνάπτοντα πρὸς τὸ ἀκαριαῖον νῦν τὸ ἐνεστηκός. λέγεται δὲ ἐπί τε τοῦ παρελθόντος καὶ ἐπὶ τοῦ μέλλοντος, καὶ ἀμφοτέρως ἕν τι πέρας ἔχει τὸ ἐνεστηκὸς νῦν, οἷον ‘πότε γεγόνασι τὰ Τρωικά;᾿ φαμὲν πρὸ χιλίων εἰ τύχοι ἐτῶν, καὶ πότε ἔκλειψις γενήσεται;’ φαμὲν μετὰ τοσούτους μῆνας. ἔστιν οὖν τὸ ποτέ ὡρισμένος τις χρόνος συνάπτων πρὸς τὸ ἐνεστὼς νῦν καὶ τὸ ὅτε γέγονε τὸ πρᾶγμα. εἰ δὲ τοῦτό ἐστι τὸ ποτέ, χρόνος τις ὡρισμένος ἤτοι παρελη- λυθὼς ἢ μέλλων συνάπτων πρὸς τὸ ἀκαριαῖον νῦν τὸ ἐνεστώς, οὐδεὶς δέ ἐστι χρόνος ἐνεργείᾳ λαμβανόμενος ὃς μὴ ἔστι ποτέ, εἴτε ἐπὶ τοῦ παρελ- θόντος λάβωμεν εἴτε ἐπὶ τοῦ μέλλοντος, ἔοικε πᾶς εἶναι χρόνος πεπερα- σμένος. ἆρα οὖν, φησίν, ὑπολείψει ὁ χρόνος ἢ οὔ; καί φησιν ὅτι οὐχ ὑπολείψει. εἰ γὰρ τὸ ποτέ ὑπὸ δύο νῦν περατοῦται, πᾶν δὲ νῦν καὶ ἀρχή ἐστι καί τελευτή, οὐδέποτε ὑπολείψει ὁ χρόνος, ἀλλ’ ἀεὶ ἔσται λαμβάνειν τὸ ποτέ· ὥστε οὐδέποτε ὑπολείψει. ἀλλὰ τοῦτο μὲν οὐκ ἄν συγχωρήσειέ τις μὴ βουλόμενος τὸν χρόνον ἀίδιον εἶναι, ὅτι πᾶν νῦν τοὺς δύο λόγους ἀναδέχεται, τὸν τῆς ἀρχῆς καὶ τὸν τοῦ τέλους, ἀλλ’ ἔσται τι νῦν ὃ τέλος μὲν ἔσται, οὐκέτι δὲ ἀρχή. κατασκευάζει οὖν τὸ μὴ ὑπολείψειν τὸν χρόνον ἐκ τῆς κινήσεως· εἰ γὰρ ἀεὶ ἔστι κίνησις, φησίν, ἀνάγκη καὶ χρόνον ἀεὶ ίας ἴναι. ὅτι δὲ ἡ κίνησις ἀεὶ ἔστιν, ἐν τῷ ὀγδόῳ ταύτης τῆς πραγματεί πειρᾶται μὲν δεικνύναι, πᾶν δὲ μᾶλλον δείκνυσιν ἢ τοῦτο, ὡς ἐν ταῖς σχολαῖς ἐκείνου τοῦ βιβλίου ἀπεδείξαμεν. Τὸ δὲ ἤδη, φησίν, ἐστὶ τὸ ἐγγὺς τοῦ παρόντος ἀκαριαίου νῦν, ὅπερ ἤτοι τοὐ παρελθόντος χρόνου μέρος ἐστὶν ἤτοι τοῦ μέλλοντος· λέγεται γὰρ ἐπ’ ἀμφοτέρων. λεγόντων γὰρ ‘πότε βαδίζεις;’ φημὶ ὅτι ἤὸη, διότι οὐ πολὺ αφέστηκε τοῦ ἐνεστῶτος νῦν, ἀλλὰ καὶ ἐπὶ τοῦ παρελθόντος φαμὲν ὅτι ἤδη βεβάδικα, οὐδεὶς μέντοι ἐπὶ τῶν πολὺ ἀφεστηκότων χρόνων λέγει τὸ ἤδη· οὐ γὰρ ἄν τις εἴποι τὸ Ἴλιον ἤδη ἑαλωκέναι, οὐδὲ τὰ μετὰ πολὺν χρόνον ἐσόμενα ἤδη ἔσεσθαι. τί οὖν διοίσει τὸ ἤδη τοῦ πλα- τικοῦ νῦν; φημὶ οὖν ὅτι ἤτοι τὸ αὐτὸ δι’ ἑκατέρου δηλοῦται ὀνόματος, ἤ, εἰ μὴ τὸ αὐτὸ δηλοῦται ἀλλ’ ἔχουσί τινα πραγματειώδη διαφοράν, κατὰ τὸ ποσὸν διοίσουσιν, ὅτι τὸ πλατικὸν νῦν ἴσως ἔγγιον μᾶλλόν ἐστι τοῦ ἀκαριαίου νῦν ἤπερ τὸ ἤδη. Τὸ δὲ ἄρτι καὶ αὐτὸ μέν ἐστι τὸ ἐγγὺς τοῦ νῦν, ἀλλὰ μόνου τοῦ παρεληλυθότος ἐστὶ μέρος, οὐκέτι δὲ καὶ τοῦ μέλλοντος· ‘πότε ἦλθε; φαμὲν ὅτι ἄρτι, διότι ἐγγὺς ὁ χρόνος τοῦ ἐνεστῶτος νῦν, ἐπὶ μέντοι του μέλλοντος οὐδεὶς τῶν Ἑλλήνων ἐχρήσατο τῷ ἄρτι οὐδεὶς γάρ φησιν ‘ἄρτι λούσομαι, ἄρτι βαδίσω’), ἀλλ’ ἐπὶ μόνου τοῦ παρεληλυθότος. Τὸ δὲ πάλαι ἐστί, φησί, τὸ πόρρω τοῦ ἐνεστῶτος· ‘πάλαι γέγονε τὰ Τρωικά᾿, ὅτι πολὺν ἀπὸ τοῦ ἐνεστηκότος διεστήκασι χρόνον. To δὲ ἐξαίφνης, φησί, λέγεται τὸ ἐν ἀναισθήτῳ χρόνῳ διὰ σμικρότητα μεταβάλλον, οἷον λέγομεν ἐξαίφνης χειμῶνα γενέσθαι, ὅταν ἐν βραχεῖ μεταβάλλῃ τὸ περιέχον καὶ διὰ τὴν βραχύτητα μὴ συναισθανώμεθα τῆς μεταβολῆς, ‘ἐξαίφνης τέθνηκεν’, ὅτι διὰ τὴν σμικρότητα τοῦ καιροῦ οὐ συνῃσθόμεθα τῆς μεταβολῆς τῆς ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, ἀλλ’ οἷον ἀμέσως ἐκ τοῦ εἶναι τὸ μὴ εἶναι εἴδομεν. Ἀλλ’ οὐχ ὥσπερ ἐπὶ τῆς στιγμῆς μενούσης φανερόν. οὐχ οὕτως ἐστὶ φανερὸν τὸ νῦν καὶ διαιροῦν καὶ συνέχον τὸν χρόνον, ὥσπερ ἡ στιγμὴ φανερὰ συνέχουσα καὶ διαιροῦσα τὴν γραμμήν· ἡ δὲ αἰτία, διότι τὸ μὲν σημεῖον δύναται μένειν, τουτέστιν ἐνεργείᾳ | ληφθῆναι, τὸ μέντοι νῦν οὐχ ἔστηκεν, ἀλλ’ ἐν ῥύσει ἐστί. Διαιρεῖ δὲ δονάμει. Δυνάμει φησὶν ἀντὶ τοῦ κατ’ ἐπίνοιαν. διὰ τοῦτο καὶ ἡ διαίρεσις τοῦ χρόνου κατ’ ἐπίνοιαν· οὐδὲ γὰρ δυνάμει διαιρεῖ τὸν χρόνον τὸ νῦν, ἐπεὶ κἄν ἐνεργείᾳ διεῖλε, νῦν δὲ εἷς καὶ συνεχής ἐστιν ὁ χρόνος ἐπινοίᾳ μόνῃ τὸ διαιρετὸν ἔχων. Καὶ ᾗ μὲν τοιοῦτον, ἀεὶ ἕτερον τὸ νδν. Τουτέστιν ᾗ διαιρεῖ· καθὸ γὰρ διαιρεῖ, δύο λόγους ἀναδέχεται καὶ τὸν τῶ τέλους καὶ τὸν τῆς ἀρχῆς ἄλλο γάρ ἐστιν αὐτῷ τὸ εἶναι τε- λευτῇ τοῦ παρελθόντος χρόνου, καὶ ἄλλο τὸ εἶναι ἀρχῇ τοῦ μέλλοντος), ᾗ δὲ συνέχει τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα, ταύτῃ ἕν ἐστι καὶ ταὐτόν, οὐ μόνον τῷ ὑποκειμένῳ ἀλλὰ καὶ τῷ λόγῳ· ὡς γὰρ κοινὸν πέρας ἀμφοῖν λαμβάνεται. ὥσπερ ἄν εἰ νοήσεις μοι δύο μύρμηκας ἀπὸ τῶν δύο τῆς γραμμῆς ἄκρων κινηθέντας, καὶ εἰς ἕν τι καὶ τὸ αὐτὸ ση- μεῖον ἀμφοτέρους ἀποπερατώσαντας τὴν κίνησιν· τὸ οὖν σημεῖον, εἰς ὃ ἀπεπερατώθησαν αἱ κινήσεις, κοινόν τι πέρας καὶ τέλος ἐστὶν ἀμφοτέρων τῶν κινήσεων. οὕτως οὖν καὶ τὸ νῦν εἰ μὴ ἀπλῶς ὡς δύο λόγους ἔχον λάβωμεν, ἀλλ’ ὡς ἕνα τινά, τὸν τοῦ πέρατος, τότε συνέχειά ἐστι τοῦ χρόνου. Ὥσπερ ἐπὶ τῶν μαθηματικῶν γραμμῶν, ᾗ μὲν ἡ αὐτὴ ἀεὶ στιγμή, τῇ νοήσει διαιρούντων ἀεὶ ἄλλη καὶ ἄλλη, ᾗ δὲ μία, ἡ αὐτὴ πάντῃ. Τουτέστιν ὥσπερ <εἰ> ἐπὶ τῶν μαθημάτων λαμβάνομεν στιγμήν τινα κατ᾿ ἐπίνοιαν ἐν τῇ γραμμῇ, καὶ ταύτην ἀεὶ μίαν οὖσαν μία δέ ἐστι τῷ κατ᾿ ἐπίνοιαν λαμβάνεσθαι καὶ μὴ κατ’ ἐνέργειαν), ὅταν μὲν ὡς διαιροῦσαν αὐτὴν λαμβάνωμεν τὴν γραμμήν, τότε ἄλλην καὶ ἄλλην τῷ λόγῳ λαμβάνομεν, ὅταν δὲ μὴ ὡς διαιροῦσαν αὐτὴν λάβωμεν, ἀλλ’ ὡς ἕνα καὶ τὸν αὐτὸν ἔχουσαν λόγον πρὸς ἀμφότερα τὰ μόρια τῆς γραμμῆς, τότε οὐ μόνον τῶ ὑποκειμένῳ γίνεται μία, ἀλλὰ καὶ τῷ λόγῳ· οὕτως οὖν καὶ τὸ νῦν κατ’ ἐπίνοιαν λαμβανόμενον, εἰ μὲν ὡς δύο λόγους ἔχον αὐτὸ δεξόμεθα, διαίρεσις γίνεται τοῦ χρόνου, εἰ δὲ ὡς ἕνα λόγον ἔχον, συνέχεια. ἔχει δὲ ἡ λέξις ἔν τισι καὶ οὕτως· ᾗ μὲν ἕν, ταύτῃ ἀεὶ μία ἡ στιγμή, τουτέστι καθὸ ἕν ἐστι τὸ σημεῖον οὐ μόνον τῷ ὑποκειμένῳ ἀλλὰ καὶ τῷ λόγῳ, ταύτῃ μία οὖσα ἡ στιγμὴ συνέχεια γίνεται τῆς γραμμῆς, τῇ νοήσει δὲ διαιρούντων ἀεὶ ἄλλη καὶ ἄλλη, τουτέστι ταύτην τὴν μίαν στιγμὴν ἄλλην καὶ ἄλλην ποιοῦμεν τῷ λόγῳ, τῇ νοήσει διαιροῦντες τὴν γραμμήν. ἡ δὲ μία, ἡ αὐτὴ πάντῃ. τοῦτο ἀνάληψίς ἐστι τοῦ προτέρου, ὅτι ὅταν ὡς μίαν πάντῃ λάβωμεν, τὸν αὐτὸν ἔχει λόγον καὶ συνέχει τὴν γραμμήν. ἔστι γὰρ τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ ἡ διαίρεσις καὶ ἡ σύνθεσις. ἐπὶ γὰρ τοῦ κατ’ ἐπίνοιαν λαμβανομένου σημείου ταὐτόν ἐστι τῷ ὑποκειμένῳ ἡ διαίρεσις καὶ ἡ σύνθεσις· τὸ γὰρ αὐτὸ κατ’ ἄλλην καὶ ἄλλην ἐπίνοιαν ἢ διῃρημένον νοεῖται ἢ ἡνωμένον. καὶ κατὰ τὸ αὐτό, τουτέστι καθ’ ἓν καὶ τὸ αὐτὸ σημεῖον· τοῦτο γάρ ἐστι τὸ δι’ ἑαυτοῦ ἢ ἑνοῦν ἢ διαιροῦν τὴν γραμμὴν ἄλλως καὶ ἄλλως λαμβανόμενον. Ἄλλο δὲ ὅταν ὁ χρόνος ὁ τούτου ἐγγὺς <×ᾖ> Ὅτι ἐστὶ καὶ τὸ πλατικὸν νῦν χρόνος τις ἐγγὺς τοῦ ἀκαριαίου νῦν καὶ κτὰ τὸν παρεληλυθότα χρόνον καὶ κατὰ τὸν μέλλοντα, οὔτε δὲ τὰ πάλαι γενόμενα, οἷον τὰ ἐν Ἰλίῳ, οὔτε τὰ μετὰ πολὺν ἐσόμενα, οἷον εἰ ἔσται κατακλυσμός, νῦν λέγεται γεγονέναι ἢ γίνεσθαι, καίτοι συνεχοῦς ὄν- τος εἰς αὐτὰ τοῦ χρόνου, διότι μὴ σύνεγγύς εἰσι τοῦ ἀκαριαίου νῦν. Τὸ δὲ ποτέ χρόνος ὡρισμένος πρὸς τὸ πρότερον νῦν. Τὸ ποτέ χρόνος ἐστί, φησίν, ὁριζόμενος ὑπὸ δύο νῦν, τοῦ τε ἐνεστῶ- τος κἀκείνου ἐν ᾧ ἢ γέγονεν ἢ ἔσται τὸ πρᾶγμα. οἷον ’ πότε ἐλήφθη ἡ Τροία;᾿ φαμὲν πρὸ χιλίων ἐτῶν, περιορίζοντες τὸν χρόνον τοῦτον τῷ τε πάλαι νῦν, ἐν ᾧ ἐλήφθη ἡ Τροία, καὶ τῷ ἐνεστῶτι. ὁμοίως φαμὲν ὅτι ἔσται ἔκλειψις μετὰ τοσόνδε χρόνον, περιορίζοντες πάλιν τὸν χρόνον τῷ τε ἐνεστῶτι νῦν καὶ τῷ ἐσομένῳ. ἐν ᾧ ἔσται ἡ ἔκλειψις. εἰπὼν δὲ ὡρι- σμένος πρὸς τὸ πρότερον νῦν ἔδωκε προσυπακούειν ‘καὶ πρὸς τὸ ὕστερον·’ τὸ γὰρ πρότερον ὑστέρου ἐστὶ πρότερον, τὸ δὲ πρότερον καὶ ὕστερον οὐ τὸ αὐτὸ λαμβάνεται, ἀλλ’ ἐπὶ μὲν τοῦ ποτέ τοῦ παρεληλυθότος πρότερον μέν ἐστι τὸ νῦν ἐν ᾧ γέγονε τὸ πρᾶγμα ὕστερον δὲ τὸ ἐνεστη- κός, ἐπὶ δὲ τοὐ μέλλοντος ἀνάπαλιν, πρότερον μὲν τὸ ἐνεστηκὸς νῦν ὕστερον δὲ τὸ μέλλον ἐν ᾧ ἔσται τὸ πρᾶγμα. Ἔσται ἄρα ποσός τις ἀπὸ τοῦδε χρόνος εἰς ἐκεῖνο. | El γὰρ δεῖ τὸ ποτέ πεπεράνθαι πρὸς τὸ νῦν, τὸ ἐνεστηκὸς λέγω, ἔστιν ἄρα ὡρισμένον τι ποσὸν τοῦ χρόνου τούτου ἀπὸ τοῦ ἐνεστῶτος μετρουμενον εἰς ἐκεῖνο· καλῶς ἄρα εἴρηται, ὅτι ὡρισμένος χρόνος ἐστὶ τὸ ποτέ. εἰ δὲ μηδεὶς χρόνος ὃς οὐ ποιέ, πᾶς ἂν εἴη χρόνος πεπερασμένος. εἰ γὰρ τὸ ποτέ ἐπὶ παντὸς λέγεται χρόνου ἐν τῷ παρεληλυθότι γὰρ καὶ τῷ μέλλοντι πᾶς χρόνος, ἐν τούτοις δὲ τὸ ποτέ), τὸ δὲ ποτέ πεπέρανται, καὶ πᾶς ἄρα χρόνος πεπέρανται. ὅθεν καὶ ἀπορεῖ ὅτι εἰ πᾶς χρόνος πεπέρανται, ἆρα καὶ ἐπιλείψει ὁ χρόνος ἢ οὔ; δόξει γὰρ διὰ τὸ πάντα εἶναι πεπερασμένον καὶ ὑπολιπεῖν. ἀλλ’ εἰ καὶ πᾶς ὁ λαμβανόμενος πεπερασμένος ἐστίν, ἀλλ’ οὖν εἴπερ ἀίδιος ἡ κίνησις, ἧς ἀριθμὸς ὁ χρόνος, ἀνάγκη καὶ αὐτὸν ἀίδιον εἶναι. τί οὖν; φησίν, εἷς καὶ ὁ αὐτὸς χρόνος κατ’ ἀριθμόν, ἢ τῷ εἴδει μόνον εἷς; καί φησιν ὅτι ὡς ἂν ἔχῃ ἡ κίνησις, οὕτως ἔχει καὶ ὁ χρόνος· εἰ μὲν γὰρ μία καὶ ἡ αὐτὴ τῷ ἀριθμῷ, καὶ ὁ χρόνος ὡσαύτως, εἰ δὲ τῷ εἴδει μόνον μία, καὶ ὁ χρόνος τῷ εἴδει μόνον εἷς. ὡς ἐν ὑποθέσει δὲ τὸν λόγον προήγαγε, τὸ δὲ ἀληθὲς πρόδηλον, ὅτι τῷ εἴδει μόνον εἷς ὁ χρόνος, οὐ μέντοι τῶ ἀριθμῷ, διότι καὶ ἡ κίνησις. ἐπεὶ δὲ τὸ νῦν τελευτὴ καὶ ἀρχὴ χρόνου. Εἰ τὸ νῦν, φησί, τελευτὴ μέν ἐστι τοῦ παρελθόντος χρόνου, ἀρχὴ δὲ τοῦ μέλλοντος, τὸν αὐτὸν ἔχοι ἂν λόγον, ὃν ἔχει ὁ κύκλος πρὸς τὸ κυρτὸν καὶ τὸ κοῖλον· καθ’ ἓν γὰρ καὶ τὸ αὐτὸ ὑποκείμενον ἡ γραμμὴ κατ’ ἄνην καὶ ἄλλην σχέσιν καὶ κυρτή ἐστι καὶ κοίλη. εἰ τοίνυν τοιοῦτόν ἐστι τὸ νῦν καὶ ἓν καὶ τὸ αὐτὸ καὶ ἀρχή ἐστι καὶ τελευτή, ἄλλου μὲν τελευτὴ ἄλλου δὲ ἀρχή, οὐδέποτε ὑπολείψει ὁ χρόνος· ἀεὶ γὰρ τὸ ληφθὲν τοῦ χρόνου πέρας ἄλλου ἔσται χρόνου ἀρχή. ἀδύνατον γὰρ ἓν καὶ τὸ αὐτὸ νῦν τοῦ αὐτοῦ χρόνου καὶ ἀρχὴν εἶναι καὶ τέλος· οὕτω γὰρ ἄν ἅμα καὶ κατὰ ταὐτὸν τὰ ἐναντία ὑπῆρξεν. εἰ τοίνυν τοιοῦτον τὸ νῦν, ἀεὶ ἐν ἀρχῇ ἔσται ὁ χρόνος· ὥστε οὐχ ὑπολείψει. Τὸ δὲ ἤδη τὸ ἐγγύς ἐστι τοῦ παρόντος νῦν ἀτόμου μέρος τοῦ μέλλοντος χρόνου. Οτι τὸ ἤδη μόριόν τί ἐστιν ἤτοι τοῦ παρελθόντος χρόνου ἤτοι τοῦ μέλλονιος, ἐγγὺς ὑπάρχον τοῦ ἀκαριαίου νυνὶ εἰ δὲ ᾖ πόρρω αὐτοῦ, Tὸ δὲ ἄρτι μόριόν τι καὶ αὐτὸ τοῦ παρεληλυθότος χρόνου. τίς δὲ ἡ διαφορὰ αὐτῶν πρὸς ἄλληλα, τοῦ τε πλατικοῦ νῦν καὶ τοῦ ἤδη καὶ τοῦ ἄρτι, ἔφθημεν εἰπόντες. τὸ δὲ πάλαι καἰ αὐτὸ μὲν τοὐ παρελη- λυθότος χρόνου μόριον, οὐκέτι μέντοι τὸ ἐγγὺς τοῦ ἀκαριαίου νῦν, ἀλλὰ τὸ πόρρω. Τὸ δ’ ἐξαίφνης τὸ ἐν ἀναισθήτῳ χρόνῳ διὰ σμικρό- ητα ἐκστὰν. Οταν γὰρ μεταβολή τις ἔκ τινος εἴς τι γίνεται, εἶτα διὰ τὴν βραχύτητα τοῦ χρόνου μὴ συναισθανώμεθα αὐτοῦ, ἐξαίφνης φαμὲν τὸ τοιοῦτον μεταβαλεῖν. ὥσπερ εἰ σπινθὴρ ἀνεπαισθήτως ὑποσμύχων ἐν φρυγάνοις ἀθρόον ἐκπυρώσει τὴν ὕλην· διὰ γὰρ τὸ μὴ συναίσθεσθαι τῆς ἐν τῷ βάθει μεταβολῆς, ἐξαίφνης ἐξῆφθαί φαμεν τὴν ὕλην. Μεταβολὴ δὲ πᾶσα φύσει ἐκστατικόν. Ἐπειδὴ εἶπεν “ἐκστάν”, δέον εἰπεῖν μεταβαλόν, διὰ τοῦτο προσέθηκε τοῦτο, ὅτι διὰ τοῦτο εἶπον ἐκστάν, διότι πᾶσα μεταβολὴ ἐκστατικόν. Ἐv δὲ τῷ χρόνῳ πάντα γίνεται καὶ φθείρεται. Ὅπερ ἤδη εἶπεν ἐν τοῖς ἔμπροσθεν, τοῦτο νῦν μᾶλλον διηρθρωμένως λέγει, πῶς πάντα λέγεται ὑπὸ τοῦ χρόνου φθείρεσθαι. καὶ ἱστορεῖ ὅτι τῶν παλαιῶν οἱ μὲν σοφώτατον ἐκάλουν τὸν χρόνον, Πάρων δέ, φησίν, ὁ Πυθαγόρειος ὀρθότερον περὶ αὐτοῦ ἀποφαινόμενος ἀμαθέστατον ἔλεγεν εἶναι τὸν χρόνον, διότι λήθης γεννητικὸς ὁ χρόνος· εἰ γὰρ ὁ χρόνος ἢ μεταβολή τίς ἐστιν ἢ πάντως μεταβολῆς τι πάθος, πᾶσα δὲ μεταβολὴ φύσει ἐκστατικόν ἐστιν, εἰκότως ἐκστάσεως μᾶλλον αἴτιος ἂν εἴη ὁ χρόνος ἢ γενέσεως. εἰ δὲ πάντως τῇ ἐκστάσει τινὸς εἴδους ἑτέρου εἴδους γένεσις παρακολουθεῖ, τοῦτο κατὰ συμβεβηκός, ἐπεὶ ἡ μεταβολὴ ὡς μεταβολὴ ἀπλῶς ἐξίστησί τινος, συμβαίνει δὲ τῇ ἐκστάσει τινὸς εἴδους ἕτερον εἶδος παρακολουθεῖν διὰ τὸ ποιητικὸν αἴτιον, ὃ τῇ μεταβολῇ ὡς ὀργάνῳ χρῆται, πλὴν αὐτὴ καθ’ αὑτὴν ἡ μεταβολὴ θεωρουμένη οὐδὲν ἄλλο ἢ ἔκστασιν ἐργάζεται τοῦ ὑποκειμένου εἴδους. καθ’ αὑτὸ οὖν φθορᾶς αἴτιον ἡ μεταβολή, κατὰ συμβεβηκὸς δὲ γενέσεως. | Σημεῖον δὲ ἱκανὸν ὅτι γίνεται μὲν οὐδὲν ἄνευ τοῦ κινεῖσθαί πὼς αὐτὸ καὶ πράττειν. Σημεῖον, φησίν, ἱκανὸν τοῦ τὸν χρόνον φθορᾶς μᾶλλον καθ’ αὑτὸν αἴτιον εἶναι, γενέσεως δὲ κατὰ συμβεβηκός, ὅτι πάσης μὲν γενέσεως ἔστι ποιητικὸν αἴτιον ὡρισμένον, οἷον ἀνθρώπου μὲν ἄνθρωπος οἰκίας δὲ οἰκο- δόμος καὶ τῶν ἄλλων ὡσαύτως ἀδύνατον γὰρ γενέσθαι τι ἄνευ τοῦ κινηθῆναι αὐτὸ καὶ μεταβαλεῖν, πᾶν δὲ τὸ κινούμενον ὑπό τινος κινητικοῦ αἰτίου κινεῖται· ὥστε πᾶν τὸ γινόμενον ὑπὸ τινος αἰτίου γίνεται, ὑπὸ τοῦ κινοῦντός φημι καὶ μεταβάλλοντος, τῷ δὲ τὸ γινόμενον κινεῖσθαι, πᾶσαν δὲ κίνησιν χρόνῳ μετρεῖσθαι, κατὰ συμβεβηκὸς ὁ χρόνος γενέσεως αἴτιον λέγεται), οὕτω μὲν οὖν γενέσεως πάσης τὸ αἴτιον ἔστιν ἰδεῖν, ἐπειδὴ καὶ κινηθῆναι πάντως ἀνάγκη τὸ γινόμενον, φθορᾶς δὲ οὐ πάσης ἔστιν ἰδεῖν τὸ ποιητικὸν αἴτιον, ἀλλ’ ἢ τὸν χρόνον μόνον. πέσοι γὰρ ἄν οἰκία ὑπὸ μόνου τοῦ χρόνου καμοῦσα, ὁμοίως καὶ ἱμάτιον φθαρήσεται καὶ τὰ τοιαῦτα, καὶ μηδεμιᾶς κινήσεως προφανοῦς περὶ αὐτὰ γενομένης, ἀλλ’ ἑστηκότων καὶ ἠρεμούντων, ὡς μηδὲν ἄλλο ἔχειν τῆς φθορᾶς προφανὲς αἰτιάσασθαι αἴτιον ἢ τὸν χρόνον. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν κοινὴν χρῆσιν καὶ τὸ μὴ ἔχειν πρόδηλόν τι τῆς φθορᾶς αἰτιάσασθαι αἴτιον ὁ Ἀριστοτέλης φησίν, ἐπεὶ ὅτι οὐδενός ἐστιν ὁ χρόνος πρώτως φθορᾶς αἴτιος, καὶ αὐτὸς εὐθὺς ἐπήγαγεν οὐ μὴν λέγων ἀλλ’ οὐδὲ ταύτην ὁ χρόνος ποιεῖ, ἀλλὰ συμβαίνει ἐν χρόνῳ γίνεσθαι καὶ ταύτην τὴν μεταβολήν. τί οὗν τὸ ποιητικὸν τῆς φθορᾶς αἴτιον; φαμὲν ὅτι ἡ ὕλη μὴ πεφυκυῖα δι’ ὅλου στέγειν τὰ εἴδη, οὐ πέφυκε δὲ δι’ ὅλου στέγειν, διότι πάντων ἔχει τὰς δυνάμεις, καὶ δεῖ κατὰ πᾶσαν δύναμιν τὴν ἐν αὐτῇ ἐνεργῆσαι, εἰ μὴ μέλλοι ματαίας ἔχειν τὰς δυνάμεις. διὰ τοῦτο οὖν τοιαύτη ἐστὶν ὡς μὴ δύνασθαι δι’ ὅλου ἓν καὶ τὸ αὐτὸ στέγειν εἶδος, ὥστε καὶ κατὰ τὰς ἄλλας δυνάμεις ἐνεργῆσαι. πρῶτον μὲν οὖν τοῦτο τῆς φθορᾶς αἴτιον, καὶ ἄλλως δὲ τὸ πεπερασμένην εἶναι τῶν γινομένων τὴν δύναμιν· ὥσπερ γὰρ ὥρισται τὸ τῆς αὐξήσεως μέτρον, εἰς ὃ ἀφικομένη ἡ φύσις ἵσταται, οὕτως καὶ τὸ τῆς ὑπάρξεως ἑκάστου μέτρον ὡρισμένον ἐστίν, εἰς ὃ ἀφικνούμενα τὰ πράγματα φθείρεται. ὥστε ποιητικὸν αἴτιον τῆς φθορᾶς τῶν πραγμάτων τὸ μηδὲν αὐτῶν ἀπειροδύναμον εἶναι. Τούτων δὲ ἡμῖν οὕτως διωρισμένων φανερὸν ὅτι μεταβολὴ καὶ πᾶν τὸ κινούμενον ἀνάγκη κινεῖσθαι ἐν χρόνῳ. Διαλεχθεὶς περὶ τῶν χρονικῶν προσρημάτων, νῦν ἀπορίας τινὰς ἐκτίθεται προσηκούσας τῷ περὶ τοῦ χρόνου λόγῳ, πρότερον δὲ ὅπερ ἤδη εἶπεν νῦν κατασκευάζει, ὅτι πᾶσα κίνησις ἐν χρόνῳ ἐστί. κατασκευάζει δὲ συλλογισμῷ τοιούτῳ· πάσα κίνησις τὸ πρότερον ἔχει καὶ τὸ ὕστερον, τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ ἐστί, πᾶσα ἄρα κίνησις ἐν χρόνῳ ἐστίν. ἢ καὶ ἐν τρίτῳ σχήματι οὕτως· τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ ἐστί, τὸ πρότερον καὶ τὸ ὕστερον ἐν κινήσει ἐστίν, ἡ κίνησις ἄρα ἐν χρόνῳ ἐστί. κατασκευάζει δὲ ἑκατέραν τῶν προτάσεων, καὶ τὴν μὲν ἐλάττονα τοῦτον τὸν τρόπον· πᾶσα κίνησις τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον, τὸ θᾶττον καὶ τὸ βραδύτερον τὸ πρότερον ἔχει καὶ τὸ ὕστερον τὸ γὰρ θᾶττον ἀφικόμενον εἰς τὸ τέλος πρότερόν φαμεν εἶναι, τὸ δὲ βραδύτερον ὕστερον), πᾶσα ἄρα κίνησις τὸ πρότερον ἔχει καὶ τὸ ὕστερον. ὅταν δὲ λέγωμεν πᾶσαν κίνησιν τὸ θᾶττον ἔχειν καὶ τὸ βραδύτερον, οὐ περὶ τῆς καθ’ ἕκαστά φαμεν κινήσεως, ἀλλὰ περὶ τοῦ εἴδους αὐτοῦ τῆς κινήσεως, οἷον ἐν ὅλῃ τῇ κατὰ τόπον κινήσει ὡς ὅλῃ ἐστὶ τὸ θᾶττον καὶ τὸ βραδύτερον, καὶ τῆς κατὰ τόπον ἐν τῇ κυκλοφορίᾳ ὅλῃ ὡς ὅλῃ· τῶν γὰρ κυκλοφοριῶν ἡ μέν τίς ἐστι ταχυκίνητος ἡ δὲ βραδυκίνητος. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. οὕτω μὲν οὖν τὴν ἐλάττονα κατασκευάζει πρότασιν, καὶ τὴν μείζονα δὲ οὕτως· τὸ πρότερον καὶ τὸ ὕστερον κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν κρίνεται τῷ γὰρ ἐγγυτέρω μᾶλλον εἶναι τοῦ νῦν ἢ ἀφε- στάναι τὸ πρότερον λέγεται καὶ τὸ ὕστερον), ἡ δὲ πρὸς τὸ νῦν, φησίν, ἀπόστασις ἐν χρόνῳ ἐστίν εἰ γὰρ τὸ νῦν ἐν χρόνῳ, καὶ ἡ ἀπόστασις τοῦ νῦν ἐν χρόνῳ ἄν εἴη· τὸ γὰρ ἀφεστάναι τοῦ νῦν τί ἄλλο ἐστὶν ἢ χρόνῳ αὐτοῦ διεστηκέναι;), ὥστε εἰ τὸ μὲν πρότερον καὶ ὕστερον κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν κρίνεται, ἡ δὲ τοῦ νῦν ἀπόστασις ἐν χρόνῳ, καὶ τὸ πρότερον ἄρα καὶ ὕστερον ἐν χρόνῳ. τὸ δὲ πρότερον, φησί, καὶ τὸ ὕστερον ἐναντίως λέγεται κατά τε τὸν παρεληλυθότα χρόνον καὶ τὸν μέλλοντα· ἐπὶ μὲν γὰρ τοῦ παρεληλυθότος χρόνου πρότερον λέγομεν τὸ μᾶλλον ἀφεστηκὸς τοῦ νῦν, ὕστερον δὲ τὸ ἐγγυτέρω τοῦ νῦν (πρότερα γὰρ λέγομεν τὰ Ἰλιακὰ τῶν Πελοποννησιακῶν), ἐπὶ δὲ τοῦ μέλλοντος ἀνάπαλιν, πρότε- ρον λέγομεν τὸ ἐγγυτέρω τοῦ νῦν, ὕστερον δὲ τὸ πορρωτέρω· προτέραν γάρ φαμεν γίνεσθαι τὴν ἐν τῇ γαστρὶ πέψιν τῆς ἐν τῷ ἥπατι. Ταῦτα εἰπών, ἐφεξῆς δύο ἀπορίας τίθησι προσηκούσας τῷ περὶ τοῦ χρόνου λόγῳ, μίαν μὲν πῶς ἔχει ὁ χρόνος πρὸς τὴν ψυχήν, ἆρα μὴ οὔσης ψυχῆς οὐδὲ χρόνος ἐστίν, ἢ ἐνδέχεται ἀναιρεθείσης τῆς ψυχῆς τὸν χρόνον εἶναι, δευτέραν δὲ πῶς πανταχοῦ ἐστιν ὁ χρόνος, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν οὐρανῷ. καὶ ἐπιλύεται πρότερον τὴν δευτέραν ἀπορίαν λέγῶν, διότι ὁ χρόνος μέτρον ἐστὶ κινήσεως, πάντα δὲ ταῦτα κινητά ἐστιν, οὐρανὸς γῆ θάλαττα· ἐπεὶ οὖν ταῦτα κινητά ἐστι, κινήσεως δὲ ἀριθμὸς ὁ χρόνος, μετρεῖται δηλονότι καὶ ταῦτα ὑπὸ τοῦ χρόνου. εἰκότως οὖν ἐν πᾶσι τούτοις λέγεται εἶναι ὁ χρόνος· εἴτε γὰρ κινεῖται | εἴτε ἠρεμεῖ, μετρεῖται ὑπὸ τοῦ χρόνου πάντως καὶ ἡ κίνησις αὐτῶν καὶ ἡ ἠρεμία. ὥσπερ οὖν λέγω τήν ἡμέραν πανταχοῦ εἶναι, οὐ τῷ τῇ τούτων κινήσει τὴν ἡμέραν παρακολουθεῖν ἢ τῇ ἠρεμίᾳ, ἀλλὰ τῷ πάντων τῆς κινήσεως καὶ τῆς ἠρεμίας μέτρον εἶναι τὴν ἡμέραν, οὕτω καὶ τὸν χρόνον πανταχοῦ φαμεν εἶναι· ἡ γὰρ ἡμέρα χρόνος τις, ὁρίζεται δὲ καὶ τὸ εἶναι ἔχει ὁ χρόνος ἐκ τῆς πρώτης τῶν κινήσεων, ὡς πολλάκις εἴρηται. πρὸς δὲ τὴν προτέραν ἀπορίαν, ἥτις ἐζήτει πῶς ἔχει ἡ ψυχὴ πρὸς τὸν χρόνον, πότερον καὶ μὴ οὔσης ψυχῆς τῆς ἀριθμούσης ἔστιν ὁ χρόνος ἢ οὔ, ὑπαντᾷ τοιούτῳ τρόπῳ, ὅτι εἰ ἀριθμὸς κινήσεως ὁ χρόνος, ἀριθμὸς δὲ οὐχ ὁ ἀριθμῶν ἀλλ’ ὁ ἀριθμούμενος, ἀνάγκη δὲ πᾶσα μὴ ὄντος τοῦ ἀριθμοῦντος μηδὲ τὸ ἀριθμούμενον εἶναι τῶν γὰρ πρός τι τὰ τοιαῦτα, λέγω δὴ τὸ ἀριθμοῦν καὶ τὸ ἀριθμούμενον), μὴ ὄντος δὲ τοῦ ἀριθμουμένου οὐδὲ ὁ ἀριθμὸς ἔσται, ἀνάγκη ἄρα πᾶσα μὴ οὔσης ψυχῆς μηδὲ ἀριθμὸν εἶναι· οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ ἀριθμοῦν ἢ ψυχή, καὶ ψυχὴ οὐ πᾶσα, ἀλλ’ ἡ λογική. ὥστε ἀναιρεθείσης ψυχῆς ἀνῄρηται καὶ τὸ ἀριθμοῦν, ἀνῃρημένου δὲ τοῦ ἀριθμοῦντος ἀνῄρηται καὶ τὸ ἀριθμητόν, ἀνῃρημένου δὲ τοῦ ἀριθμητοῦ ἀνῄρηται καὶ ὁ ἀριθμός, ἀνῃρημένου δὲ τοῦ ἀριθμοῦ ἀνῄρηται καὶ ὁ χρόνος· ἀνῃρημένης ἄρα τῆς ψυχῆς ἀνῄρηται καὶ ὁ χρόνος. ἀλλὰ πρὸς ταῦτα ἐρεῖ τις, ὅτι εἰ μὲν ταὐτὸν ἦν ἀριθμητὸν εἰπεῖν καὶ ἀριθμόν, ἀνάγκη ἦν πᾶσα τῷ ὄντι ψυχῆς ἀναιρεθείσης ἀνῃρῆσθαι τὸ ἀριθμητόν, καὶ τούτου ἀναιρεθέντος ἀνῃρῆσθαι καὶ τὸν ἀριθμόν, καὶ διὰ τοῦτο τὸν χρόνον, νῦν δὲ οὐ ταὐτόν ἐστιν εἰπεῖν ἀριθμὸν καὶ ἀριθμητόν· τί οὖν κωλύει τὸν χρόνον ὡς μὲν ἀριθμητὸν ἀναιρεῖσθαι τῆς ψυχῆς ἀναιρεθείσης, ὡς μέντοι ἀριθμὸν μὴ ἀναιρεῖσθαι; ἐπεὶ καὶ ἡ δεκὰς τῶν λίθων ψυχῆς ἀναιρεθείσης ὡς μὲν ἀριθμητὸν ἀνῄρηται, ὡς μέντοι ἀριθμὸς οὐκέτι· ἔστι γὰρ ἡ δεκὰς τῶν λίθων καὶ μὴ οὔσης τῆς ψυχῆς. ἀλλ’ εἰ ὅλως, φησίν, ἀναιρουμένης ψυχῆς πάσης ἀνῄρηται καὶ πάσα κίνησις, πάσης δὲ κινήσεως ἀναιρουμένης ἀνῄρηται καὶ ὁ χρόνος, εἴ γε πάθος τι κινήσεως ὁ χρόνος, ἀνάγκη ἄρα πᾶσα καθόλου τῆς ψυχῆς ἀναιρεθείσης ἀνῃρῆσθαι καὶ τὸν χρόνον. ψυχῆς γὰρ ἀναιρεθείσης οὐ μόνον αἰ ὑπὸ ψυχῆς γινόμεναι κι- νήσεις συναναιροῦνται, ἀλλὰ καὶ αἱ φυσικαί, οἷον αἱ τῶν βαρέων ἢ αἱ τῶν κούφων· οὐδὲ γὰρ κόσμος ἔτι ὁ κόσμος τῆς κύκλῳ κινήσεως ἀναιρεθείσης, ἀναιρεῖται δὲ αὕτη ψυχῆς ἀναιρεθείσης. καλῶς ἄρα εἴρηται ὅτι ψυχῆς ἀναιρεθείσης ἀναιρεῖται καὶ ὁ χρόνος, καὶ οὐ μόνον πάσης ἀπλῶς, ἀλλὰ καὶ τῆς λογικῆς· μὴ οὔσης γὰρ τῆς λογικῆς οὐδὲ ἡ ἄλογος ἔσται, εἴ γε φύσει πρότερον τὸ λογικὸν τοῦ ἀλόγου. καὶ ἄλλως εἰ δέδεικται ὅτι πρὸ τῶν ἑτεροκινήτων ταῦτα δέ ἐστι τὰ σώματα) ἀνάγκη πᾶσα εἶναι τὰ αὐτοκίνητα, καὶ τῶν ἐν χρόνῳ κινουμένων τὰ ἀεικίνητα, καὶ πάντων ἁπλῶς τῶν κινουμένων τὰ ἀκίνητα αἴτια, ταῦτα δέ ἐστιν αἰ ψυχαί, ἀνάγκη πᾶσα δηλονότι τούτων ἀναιρεθεισῶν πᾶσαν ἀνῃρῆσθαι κίνησιν. Τὸ γὰρ θᾶττον καὶ τὸ βραδύτερον κτὰ πᾶσάν ἐστι μεταβολήν. Εἶπον δὲ πῶς λέγει κατὰ πᾶσαν μεταβολὴν τὸ θάττον καὶ τὸ βραδύτερον, ὅτι οὐ καθ’ ἑκάστην καὶ μίν τῷ ἀριθμῷ, ἀλλὰ κατὰ πάσαν τῷ γένει μεταβολήν, οἷον ἐν τῇ κατὰ τόπον, καὶ ταύτης ἐν τῇ κυκλοφορίᾳ, ἐπὶ μέντοι τῶν γενητῶν καὶ φθαρτῶν τὸ θᾶττον καὶ τὸ βραδύτερον καὶ ἐν ταῖς καθ’ ἕκαστα ἰδεῖν ἔστιν. Λέγω δὲ θᾶττον κινεῖσθαι τὸ πρότερον μεταβάλλον εἰς τὸ ὑποκείμενον κατὰ <τὸ> αὐτὸ διάστημα καὶ ὁμαλὴν σιν κινούμενον. Ὑποκείμενόν φησι τὸ τέλος ἐφ᾿ ἐπείγεται ἡ κίνησις. τὸ οὖν πρότερον εἰς τὸ τέλος ἀφικνούμενον καὶ ὁμαλὴν κίνησιν κινούμενον, τοῦτ’ ἔστι τὸ θᾶττον κινούμενον τοῦ αὐτοῦ διαστήματος ὄντος. καλῶς δὲ προσέθηκε τὸ ὁμαλὴν κίνησιν κινούμενον· εἰ γὰρ ἀνωμάλως κινεῖται νῦν μὲν ὀξύτερον κινούμενον νῦν δὲ βραδύτερον, οὐδ’ ἄν διακριθῆναι δύναιτ’ ἄν. οἷον ἐπὶ τῆς φορᾶς, εἰ ἄμφω κατὰ τὴν περιφέρειαν κινεῖ. τᾶι, ἢ ἄμφω κατὰ τὴν εὐθεῖαν· δεῖ γὰρ τὸ αὐτὸ εἶναι διάστημα μὴ μόνον κατὰ τὸ ποσόν, ἀλλὰ καὶ κατὰ τὸ ποιόν. εἰ γὰρ τὸ μὲν κι- νεῖται ἐπὶ εὐθείας τὸ δὲ ἐπὶ περιφερείας ἴσων τῷ μεγέθει, δύναται τὸ ἐπὶ τῆς περιφερείας κινούμενον ὀξυκινητότερον ὑπάρχον ὕστερον ἀφικνεῖσθαι εἰς τὸ τέλος· ἐμποδίζεται γὰρ τὸ κινούμενον διὰ τὴν κάμψιν ἐπὶ τῆς περιφερείας. καὶ σαφὲς τοῦτο καὶ ἐκ τῶν ἀγωνιζομένων ἵππων· ὁρῶνται γὰρ ἐν τῇ κάμψει βραδύτερον κινούμενοι. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, οἷον ἐπὶ τῆς ἕλικος· οὐ γὰρ ὡσαύτως τῷ τάχει ἐπὶ ἕλικος κίνεῖταί τι καὶ ἐπὶ εὐθείας. Φανερὸν ὅτι πᾶσα μεταβολὴ καὶ ἅπαν τὸ κινούμενον ἀνάγκη κινεῖσθαι ἐν χρόνῳ. τὸ συμπέρασμα θεὶς ὅπερ βούλεται κατασκευάσαι, τὰς προτάσεις δι’ ὧν τοῦτο συνάγεται οὐ πρότερον τίθησιν, ἀλλ’ ἑκάστην πρότερον κατασκευάζει, εἶτα κατασκευάσας αὐτάς, οὕτω συνάγει τὸν ὅλον συλλογισμόν. πρότερον δὲ τὴν ἐλάττονα κατασκευάζει πρότασιν, αὕτη δέ ἐστιν ἡ λέγουσα ἱέν πάσῃ κινήσει τὸ πρότερόν ἐστι καὶ τὸ ὕστερον᾿. κατασκευάζει δὲ τοιούτῳ συλλογισμῷ· ἐν πάσῃ κινήσει τὸ θᾶττόν ἐστι καὶ τὸ βραδύτερον, τὸ θᾶττον καὶ τὸ βραδύτερον πρότερόν ἐστι καὶ ὕστερον, ἐν πάσῃ ἄρα κινήσει τὸ πρότερόν ἐστι καὶ τὸ ὕστερον. τὸ θᾶττον καὶ | τὸ βραδύτερον κατὰ πᾶσάν ἐστι μεταβολήν. αὕτη ἡ ἐλάττων πρότασις. λέγω δὲ θᾶττον κινεῖσθαι τὸ πρότερον με- ταβάλλον εἰς τὸ ὑποκείμενον. αὕτη ἡ μείζων. εἰ δὲ τὸ θᾶττόν ἐστι τὸ πρότερον μεταβάλλον, βραδύτερόν ἐστι δηλονότι τὸ ὕστερον μετα- βάλλον. Ἀλλὰ μὴν τό γε πρότερον ἐν χρόνῳ ἐστίν. Ἡ μείζων πρότασις τοῦ ὅλου συλλογισμοῦ, δι’ οὗ κατασκευάζεται ὅτι πᾶσα κίνησις ἐν χρόνῳ. ὅτι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ, ἐφεξῆς κατασκευάζει. Πρότερον γὰρ καὶ ὕστερον λέγομεν κατὰ τὴν πρὸς τὸ νυν ἀπόστασιν. ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ, διὰ τούτων κατασκευάζει. Τὸ δὲ νῦν ὅρος τοῦ παρήκοντος καὶ τοῦ μέλλοντος. Εἰ ὅρος ἐστὶ τῶν τοὐ χρόνου μερῶν τὸ νῦν, ἐν χρόνῳ ἄρα τὸ νῦν. Ἐv ᾧ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν ἀπόστασις. Πῶς τοῦ νῦν ἐν χρόνῳ ὄντος καὶ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ ἐστί, διὰ τούτων κατασκευάζει· ἐπειδή, φησίν, ἐν ᾧ ἐστι τὸ νῦν, καὶ ἡ διάστασις ἡ ἀπὸ τοῦ νῦν ἄν εἴη· τὸ γὰρ διεστηκὸς τοὐ νῦν, χρόνῳ αὐτοῦ διέστηκεν· ὥστε εἰ τὸ μὲν πρότερον καὶ ὕστερον κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν κρίνεται, ἡ δὲ τοῦ νῦν ἀπόστασις ἐν χρόνῳ, διότι καὶ τὸ νῦν, καὶ τὸ πρότερον ἄρ καὶ τὸ ὕστερον ἐν χρόνῳ ἂν εἴη. ἐναντίως δὲ λέγεται τὸ πρότερον κατά τε τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα χρόνον. Ἑπειδὴ εἶπεν ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν κρίνεται, ἀόριστον δὲ τοῦτο ἦν οὐδὲ γὰρ ἁπλῶς τὸ ἀφεστηκὸς τοῦ νῦν ἔστιν εἰπεῖν ἢ ἐγγυτέρω ἢ πορρωτέρω· ἄλλως γὰρ τοῦτό ἐστιν ἐπί τε τοῦ παρελθόντος καὶ τοῦ μέλλοντος χρόνου), διὰ τοῦτο αὐτὸ τοῦτο διορίζεται. Ὥστε ἐπεὶ τὸ μὲν πρότερον ἐν χρόνῳ, πάσῃ δὲ ἀκολουθεῖ κινήσει τὸ πρότερον. Συνάγει νῦν τὰς κυριωτάτας τοῦ συλλογισμοῦ προτάσεις ἐν συντόμῳ· ἐν πάσῃ κινήσει, φησί, τὸ πρότερόν ἐστι καὶ τὸ ὕσιερον, τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ ἐστί, πᾶσα ἄρα κίνησις ἐν χρόνῳ ἐστίν. Ἄξιον δὲ ἐπισκέψεως καὶ πῶς ποτε ἔχει ὁ χρόνος πρὸς τὴν ψυχήν. Ἐντεῦθεν τὰς εἰρημένας ἀπορίας ἐκτίθεται. Καὶ διὰ τί ἐν παντὶ δοκεῖ εἶναι χρόνος. Ἡ δευτέρα ἀπορία αὕτη. Ἤ ὅτι κινήσεώς τι πάθος ἕξις ἐστίν. Ἡ λύσις τῆς δευτέρας ἀπορίας. εἰ γὰρ τῆς κινήσεως, φησίν, ἕξις τις ἢ πάθος ἐστὶν ὁ χρόνος ἀριθμός γε ὢν αὐτῆς, πάντα δὲ ταῦτα κινητά ἐστι, λέγω δὴ οὐρανὸς γῆ θάλαττα καὶ τὰ λοιπά, εἰκότως καὶ ὁ χρόνος ἐν πᾶσίν ἐστι τούτοις. Ταῦτα δὲ κινητὰ πάντα· ἐν τόπῳ γὰρ πάντα. Ὅτι κινητά ἐστι πάντα ταῦτα, οὐρανός φημι γῆ θάλαττα καὶ τὰ λοιπά, δῆλον, φησίν, ὅτι καὶ ἐν τόπῳ εἰσίν, ὡς δὴ πάντως τῶν ἐν τόπῳ ὄντων, εὐθὺς καὶ κινητῶν ὄντων. ἀμέλει, φησί, καὶ ὡς ἂν ἔχῃ ἕκαστον τούτων τὸ ἐν τόπῳ εἶναι, οὕτως ἔχει καὶ τὸ κινητὸν εἶναι· τὸ μὲν γὰρ δυνάμει ἐν τόπῳ, δυνάμει ἐστὶ καὶ κινητόν, καὶ τὸ ἐνεργείᾳ ἐν τόπῳ, ἐνεργείᾳ ἐστὶ κινητόν. ὁμοίως τὸ καθ’ ὅλον αὑτὸ ἐν τόπῳ, καθ’ ὅλον ἐστὶ καὶ κινητόν, καὶ τὸ κατὰ μέρη ἐν τόπῳ, κτὰ μέρη ἐστὶ καὶ κινητόν. τοῦτο δὲ παντελῶς ἐστι ψεῦδος καὶ ἐξ αὐτῶν τῶν δοκούντων τῷ Ἀριστοτέλει. αἱ γοῦν σφαῖραι, αἱ ἐντὸς τῆς ἀπλανοῦς, καθ’ ὅλας ἑαυτὰς οὖσαι ἐν τόπῳ ὅμως οὐ κινοῦνται καθ’ ὅλας ἑαυτάς, καὶ ἡ γῆ καθ’ ὅλην ἑαυτὴν οὖσα ἐν τόπῳ ὅμως οὐ κινεῖται καθ’ ὅλην ἑαυτήν· κατὰ μόρια γὰρ ἀλλοιοῦται, εἰ καὶ συμβαίνει ποτὲ πᾶσαν ἀλλοιωθῆναι. ὥσπερ γὰρ καίτοι πάντων τῶν μορίων αὐτῆς γινομένων καὶ φθειρομένων, οὐ λέγεται αὐτὴ καθ’ ὅλην αὑτὴν φθείρεσθαι, ἀλλὰ κατὰ μόρια, οὕτω καὶ πάντων ἀλλοιουμένων οὐκ ἂν λεχθείη καθ’ ὅλην ἀλλοιοῦσθαι, ἀλλὰ κατὰ μόρια. ὁ μὲν οὖν Ἀριστοτέλης εἰπὼν ὅτι ὁ τόπος καὶ ἡ κίνησις ἅμα κατά τε δύναμιν καὶ ἐνέργειαν, τουτέστιν εἰ δυνάμει ὁ τόπος, καὶ ἡ κίνησις δυνάμει, καὶ εἰ ἐνεργείᾳ, καὶ ἡ κίνησις ἐνεργείᾳ, οὐκέτι προσέθηκε ‘καὶ εἰ καθ’ ὅλον ὁ τόπος ἢ κατὰ μέρος, οὕτω καὶ ἡ κίνησις’, ἀλλ’ οἱ ἐξηγούμενοι αὐτόν φασιν, ἐπεὶ καὶ τὸ ἐν τόπῳ εἶναι ἢ καθ’ ὅλον ἐστὶν ἢ κατὰ μέρος· ὥστε εἰ ὡς ἄν ἔχῃ τὸ ἐν τόπῳ εἶναι, οὕτως ἔχει καὶ τὸ κινητὰ εἶναι, ἔστι δὲ ἐν τόπῳ ἢ καθ’ ὅλα ἢ κατὰ μόρια, ἔχοι ἂν οὕτω καὶ τὸ κινητὰ εἶναι. τοῦτο μὲν οὖν ἐν τούτοις, τὸ δὲ ὅλως τὸ ἐν τόπω εὐθὺς καὶ κινητὸν εἶναι λέγειν οὐχ οὕτως ἀκουστέον ὡς τοῦ τόπου πάντως κινήσεως αἰτίου γινομένου, ἀλλ’ ὡς ἑπομένου πάντως τῷ ὄντι ἐν τόπῳ καὶ τοῦ κινητοῦ. ἐφεξῆς δὲ τὴν δευτέραν τίθησιν ἀπορίαν καὶ ἐπιλύεται. Ἀριθμὸς γὰρ ἢ τὸ ἠριθμημένον ἢ τὸ ἀριθμητόν. Ὁ ἀριθμός, φησίν, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἀριθμητὸν δυνάμει ἢ ἐνεργείᾳ. καὶ γὰρ εἴρηται ὅτι ὁ ἀριθμὸς διττός, | ὁ μὲν ὡς ἀριθμῶν ὁ δὲ ὡς ἀριθμούμενος, καὶ ἑκάτερος δηλονότι ἡ δυνάμει ἢ ἐνεργείᾳ· ἐνταῦθα οὖν περὶ τοῦ ἀριθμουμένου ἀριθμοῦ φησιν ὅτι ἢ δυνάμει ἐστὶν ἢ ἐνεργείᾳ. ὥστε τοῦ ἀριθμητοῦ ἀναιρεθέντος ἀνῄρηται καὶ ὁ ἀριθμός, ἀναιρεῖται δὲ τὸ ἀριθμητὸν τοῦ ἀριθμοῦντος ἀνῃρημένου, τοῦτο δέ ἐστι τῆς. Ἀλλ’ ἢ τοῦτο ὅ ποτε ὄν ἐστι χρόνος, οἷον εἰ ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς. Ψυχῆς, φησίν, ἀναιρεθείσης συναναιρεῖται ὁ χρόνος· οὐ γὰρ οἷόν τε χρόνον εἶναι ἄνευ ψυχῆς, εἰ μὴ ἄρα τὸ τῷ χρόνῳ ὑποκείμενον, τοῦτο δέ ἐστιν ἡ κίνησις. εἰπὼν δὲ τὸ εἰ ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς, ἐνδείκνυται ὅτι καὶ ἡ κίνησις ἀναιρεῖται τῆς ψυχῆς ἀνῃρημένης. Τὸ δὲ πρότερον καὶ ὕστερον ἐν κινήσει ἐστί, χρόνος δὲ ταῦτά ἐστιν ᾗ ἀριθμητά ἐστιν. Ἐπειδὴ εἶπεν ὅτι “ἀδύνατον χρόνον εἶναι ψυχῆς μὴ οὔσης, ἀλλ’ ἢ τοῦτο ὅ ποτε ὄν ἐστιν ὁ χρόνος’’, τουτέστι τὸ ὑποκείμενον τῷ χρόνῳ τοῦτο γὰρ αὐτὸ σημαίνει τὸ “ὅ ποτε ὄν”), ὑπόκειται δὲ τῷ χρόνῳ ἡ κίνησις, τοῦτο αὐτὸ πάλιν καὶ ἐνταῦθα ἠβουλήθη κατασκευάσαι, ὅτι ὑποκείμενόν ἐστι τῷ χρόνῳ ἡ κίνησις. τὸ γὰρ πρότερον, φησί, καὶ ὕστερον ἐν κινήσει ἐστίν, ὁ δὲ χρόνος οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πρότερον καὶ ὕστερον τὸ ἐν τῆ κινήσει ᾗ ἀριθμητά ἐστιν, ὥστε εἰ ὁ χρόνος τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστι τὸ ἐν τῇ κινήσει, τοῦ προτέρου καὶ ὑστέρου ἐν κινήσει ὄντος ὡς ἐν ὑποκειμένῳ καὶ ὁ χρόνος οὕτως ἄν εἴη ἐν τῇ κινήσει. Ἀπορήσειε δ’ ἄν τις καὶ ποίας κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος. Ἑτέρας ταῖς προτέραις ἐπισυνάπτει περὶ τοῦ χρόνου ἀπορίας, καὶ πρῶτον μὲν ὅτι εἰ κινήσεως ἐστιν ἀριθμὸς ὁ χρόνος, κινήσεως δὲ πολλὰ εἴδη, αὔξησις μείωσις ἀλλοίωσις γένεσις καὶ φθορά, ποίας ἐστὶ κινήσεως ἀριθμὸς ὁ χρόνος; καί φησιν ὅτι πάσης ἐστὶ κινήσεως ἀριθμός, ᾗ κινήσεις εἰσίν. οὐ γὰρ ᾗ αὔξησις ἡ αὔξησις μετρητικός ἐστιν αὐτῆς ὁ χρόνος, οὐδὲ ἧ ἀλλοίωσις ἡ ἀλλοίωσις, ἀλλ’ ᾗ κίνησίς ἐστιν ἑκάστη τούτων, ταύτῃ μετρεῖται ὑπὸ τοῦ χρόνου. ὥστε πάσης ἐστὶ κινήσεως μετρητικός· ὡς γὰρ διάστασιν ἀπλῶς ἑκάστην αὐτῶν μετρεῖ· ὥστε κατὰ τὸ κοινὸν τὸ ἐν αὐταῖς μετροῦνται ὑπὸ τοῦ χρόνου, οὐ κατὰ τὸ ἰδία ὑπάρχον. ταύτῃ ἐφεξῆς ἐπισυνάπτει ἑτέραν ἀπορίαν τοιαύτην· ἐπειδὴ ἔστιν ἅμα δύο κινήσεις κινεῖσθαι ἐν ταὐτῷ γὰρ ἐν ᾧ τόδε τι κατὰ τόπον κινεῖται, ἐνδέχεται ἄλλο τι ἀλλοιοῦσθαι, ἢ καὶ τὸ μὲν κύκλῳ κινεῖσθαι τὸ δὲ κατ’ εὐθεῖαν), πότερον οὖν δύο οἱ χρόνοι ἑκάστης κινήσεως ὑπό τινος ἰδίου μετρουμένης χρόνου, ἢ εἷς καὶ ὁ αὐτὸς χρόνος τῶν πλειόνων κινήσεων μετρητικός; φησὶν οὖν ὅτι εἷς καὶ ὁ αὐτὸς χρόνος τῶν ἅμα γινομένων κινήσεων μειρητικός. καὶ οὐδέν γε ἄτοπον· ὥσπερ γὰρ ὁ ἐν τῇ ψυχῇ ἀριθμὸς εἷς ὢν καὶ ὁ αὐτός, οἷον ἡ δεκάς, μετρεῖ τὰς ἔξω δεκάδας, οἷον ἵππων καὶ ἀνθρώπων καὶ λίθων καὶ τῶν ἄλλων, καὶ ὥσπερ ὁ ξέστης εἷς ὢν καὶ ὁ αὐτὸς μετρεῖ καὶ τὸν οἶνον καὶ τὸ ὕδωρ καὶ πάντα τὰ ὑγρά, διότι οὐχ ᾗ τοιοῦτον ἕκ·αστον αὐτῶν ἐστι ταύτῃ μετρεῖται, ἀλλ’ ᾗ ποσόν τί ἐστιν, οὕτω καὶ ὁ χρόνος εἷς ὢν καὶ ὁ αὐτὸς πλειόνων κινήσεων ἴσων τε καὶ ἅμα οὐσῶν μετρητικός ἐστι. κἄν τε γὰρ μὴ ἴσαι ὦσιν αἱ κινησεις, ἀλλ’ ἡ μὲν μείζων ἡ δὲ ἐλάττων, καθὸ μείζων ἐστὶν ὁ ἕτερος τῶν χρόνων, ταύτῃ οὐχ ὁ αὐτός ἐστι τῷ ἐλάττονι, κἀν ἴσοι δὲ ὦσι μὴ ἅμα δέ, οὐδ’ οὕτως οἱ αὐτοί εἰσι κατ’ ἀριθμόν, εἴδει μέντοι οἱ αὐτοί εἰσι τῶν χρόνων καὶ οἱ μὴ ἅμα ὄντες, οἶον ἡ νῦν ἡμέρα τῇ αὔριον εἴδει η ἀυτὴ· Μετὰ ταῦτα ζητεῖ ὅτι εἰ μέτρον ἐστὶ τῆς κύκλῳ κινήσεως ὁ χρόνος, ἕκαστον δὲ τῶν μετρουμένων συγγενεῖ τινι μέτρῳ μετρεῖται οἱ γὰρ δέκα ἵπποι τῷ ἑνὶ ἵππῳ μετροῦνται, καὶ οἱ δέκα ἄνθρωποι ἑνὶ ἀνθρώπῳ, ὁμοίως καὶ τὸ δεκάπηχυ ξύλον τῷ πηχυαίῳ αὑτοῦ μορίῳ μετρεῖται), ἀνάγκη καὶ τὸν χρόνον ἀριθμητὸν ὄντα χρόνῳ τινὶ ἀριθμεῖσθαι. τίς οὖν οὗτος ὁ χρόνος ᾧ ὁ πᾶς χρόνος ἀριθμεῖται; τῆς οὖν λύσεως τούτου προλαμβάνει πρῶτον μὲν ἐκεῖνο, ὅπερ ἤδη ἐν τοῖς ἔμπροσθεν εἶπεν, ὅτι οὐ μόνον ὁ χρόνος τὴν κίνησιν μετρεῖ, ἀλλὰ καὶ ἡ κίνησις τὸν χρόνον μετρεῖ, καὶ ὅτι τῶν κινήσεων αἱ μέν εἰσιν ἀνώμαλοι οἷαί εἰσιν αἱ τῶν ἐν γενέσει καὶ φθορᾷ), αἱ δὲ ὁμαλαί οἷαί εἰσιν αἱ τῶν σφαιρῶν), καὶ τούτων αἱ μὲν ταχυκίνητοι αἱ δὲ βραδυκίνητοι· ἡ μὲν γάρ τις αὐτῶν περιάγεται ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ διὰ τριάκοντα ἐτῶν, ἡ δὲ διὰ δώδεκα, ἡ δὲ δι ένιαυτοῦ, καὶ ἄλλη ἄλλως, ἡ δέ τίς ἐστι πασῶν τῶν ἄλλων θάττων τε καὶ γνωριμωτέρα, ἥτις ἐστὶν ἡ τῆς ἀπλανοῦς, δι’ εἴκοσι καὶ τεσσάρων ὡρῶν λέγω δὴ τοῦ ἡμερονυκτίου) περιαγομένη εἰς τὸ αὐτό. ἐπεὶ οὖν τὸ μετρον καὶ ἐλάχιστόν ἐστι καὶ γνώριμον, εἰκότως καὶ ὁ ὑπὸ ταύτης τῆς κινήσεως ὁριζόμενος χρόνος, λέγω δὴ ἡ μία ἡμέρα τοῦτο δέ ἐστι τὸ ἠμερονύκτιον), τοῦτό ἐστι τὸ συγγενὲς τοῦ χρόνου μέτρον, ᾧ ὁ πᾶς χρόνος ἀριθμεῖται· μῆνα γάρ φαμεν τὰς λ΄ τῆς ἀπλανοῦς περιφορας, ἐ·νιαυτὸν δὲ τὰς τξέ, καὶ ἁπλῶς πᾶς ὁ χρόνος τῷ πολυπλασιασμῷ τῆς ημέρας ἴσχει τὴν γένεσιν. ὥστε πρώτως μὲν ὁρίζει ἡ κίνησις τὸ ἐλάχιστον τοῦ χρόνου μέτρον, εἶτα τούτῳ ὁ πᾶς ἀριθμεῖται χρόνος. καὶ ὥσπερ τὸν πῆχυν ἐμετρήσαμεν εἰς δακτυλιαία μεγέθη ἄλλος ἄλλως, ὁ μὲν εἰς κβ΄, ἄλλος εἰς κδ΄, οἱ δὲ εἰς κη, οὕτω δὴ καὶ τὸ ἡμερονύκτιον εἰς μόρια πλείω κατετέμομεν, οἷον ἡμεῖς εἰς κδ΄, ἅπερ ὥρας ἐκαλέσαμεν. εἰ δὲ καὶ ταύτας ἔστι διελεῖν ἐπ’ ἄπειρον, ἀλλὰ τῇ πρὸς ταύτας ἀναφορᾷ, ὥσπερ καὶ τὸ ἡμιδακτυλιαῖον ἢ τρίτον ἢ δέκατον δακτύλου τῇ πρὸς τὸν δάκτυλον κρίνεται ἀναφορᾷ. οὕτως οὖν καὶ τὸ ἡμιωριαῖον καὶ τὰ λοιπὰ μόρια τῆ πρὸς τὴν ὥραν κρίνεται ἀναφορᾷ, κινήσεως μέντοι ὅλης ἡ ἐλαχίστη καὶ γνώριμος ἡ τῆς ἀπλανοῦς ἐστι περιφορά, ἧς τὸ μέτρον ἡμέρα ἐστίν, ᾗ τηνικαῦτα ἄλλος μετρεῖται χρόνος, καὶ ἑβδομὰς καὶ μὴν καὶ ἐνιαυτὸς καὶ τὰ λοιπὰ τοῦ χρόνου μόρια. καὶ διὰ τοῦτο, φησίν, ἔδοξέ τισι τῶν παλαιῶν ἡ κυκλοφορία τοῦ οὐρανοῦ χρόνος εἶναι, διότι ταύτῃ ὁρίζεται ὁ χρόνος· τὸ γὰρ τοῦ χρόνου μέτρον ταύτῃ ἀφορίζεται, καὶ πᾶσα δὲ ἄλλη κίνησις ὑπὸ ταύτης μετρεῖται, εἴπερ καὶ τὸν μετρητικὸν πάσης κινήσεως χρόνον αὕτη μετρεῖ καὶ ὁρίζει. τὸ οὖν ὁριστικὸν του χρόνου χρόνον ἐνόμισαν. Ἐφεξῆς λοιπὸν καὶ τὰ ἐν τῇ κοινῇ συνηθείᾳ περὶ τοῦ χρόνου λεγό- μενα ἀκόλουθα δείκνυσι τῇ παρ’ αὐτοῦ εἰρημένῃ περὶ τοῦ χρόνου θεωρίᾳ. φασὶ γὰρ οἱ ἄνθρωποι κύκλον εἶναι τὰ ἀνθρώπινα πράγματα, διότι χρόνῳ μετροῦνται καὶ ὁρίζονται ἀρχὴν καὶ τελευτὴν ἴσχοντα, οἷον ὑγεῖαι νόσοι, εὐδαιμονίαι <ἀτυχίαι>, πλοῦτοι πενίαι, πόλεμος εἰρήνη· ὥσπερ γὰρ τινα κύκλον πάντα ταῦτα ἐφ’ ἑαυτὰ ἀναστρέφονται καὶ διαδέχονται ἄλληλα. ἐπεὶ οὖν τῷ χρόνῳ ταῦτα κρίνεται, ὁ δὲ χρόνος κύκλος τις εἶναι δοκεῖ, διὰ τοῦτο καὶ αὐτὰ κύκλον φασὶν εἶναι, αὐτὸν δὲ τὸν χρόνον κύκλον φασὶν εἶναι, διότι μέτρον ἐστὶ κυκλοφορίας καὶ μετρεῖται ὑπὸ τῆς κυκλοφορίας. ὥστε, φησί, ἦσί, τὸ λέγειν τὰ ἀνθρώπινα πράγματα εἶναι κύκλον οὐδὲν ἄλλο ἐστὶν ἢ λέγειν ὅτι ὁ χρόνος κύκλος τίς ἐστι, τὸ δὲ λέγειν ὅτι ὁ χρόνος κύκλος τίς ἐστιν οὐδὲν ἄλλο ἐστὶν ἢ λέγειν ὅτι μετρεῖται τῆ κυκλοφορία ὁ χρόνος. εἶτα ἐπειδὴ ἔμπροσθεν, ἐν τῷ λέγειν ὅτι τῶν διφόρων κινήσεων εἷς καὶ ὁ αὐτὸς χρόνος ἐστὶ μετρητικός, ἐπιστοῦτο τοῦτο ἐκ τοῦ καὶ ἐπὶ τῶν ἀριθμῶν ἕνα εἶναι καὶ τὸν αὐτὸν ἀριθμόν, οἷον τὴν δεκάδα, τῶν διαφόρων ἀριθμητῶν μετρητικόν [εἶναι], οἷον τῶν δέκα ἵππων καὶ δέκα ἀνθρώπων, νῦν βούλεται δεῖξαι πῶς εἷς καὶ ὁ αὐτὸς ἀριθμὸς μετρεῖ τὰ τῆς οὐσίας διάφορα, ἅμα δὲ καὶ κανόνα ἡμῖν παραδίδωσι διακριτικόν, δι’ οὗ γνωσόμεθα πότε μὲν τὰ κοινῶς ἔχοντά τι κατηγορούμενον κοινωνεῖ ἀλλή- λοις κατ’ αὐτὸ ἐκεῖνο τὸ κατηγορούμενον καὶ ἀδιάφορά ἐστι κατ’ ἐκεῖνο, πότε δὲ οὐκ εἰσὶν ἀδιάφορα κατὰ τὸ κοινῶς αὐτῶν κατηγορούμενον. καί φησιν ὅτι ὅταν μὲν τὰ ἔχοντα ἕν τι κατηγορούμενον ταύτῃ τῇ διαφορᾷ διαφέρωσιν ἀλλήλων, ἣν ἔχει πρὸς ἑαυτὸ καὶ τὸ κατηγορούμενον, τότε τὸ κοινῶς αὐτῶν κατηγορούμενον οὐκ ἔστιν ἓν καὶ τὸ αὐτό, ὅταν δὲ μὴ διαφέρωσιν φέρωσιν ἀλλήλων τὰ κοινόν τι κατηγορούμενον ἔχοντα τῇ τοῦ κατηγορουμένου διαφορᾷ, ἕν τι καὶ τὸ αὐτό ἐστι τὸ κοινῶς αὐτῶν κατηγορούμενον. οἷον, φησί, τοῦ τριγώνου καὶ τοῦ κύκλου κατηγορεῖται τὸ σχῆμα, ἀλλ’ ἐπειδὴ διαφέρουσιν ἀλλήλων τὸ τρίγωνον καὶ ὁ κύκλος ταύτῃ τῇ διαφορᾷ, καθ’ ἣν διαιρεῖται καὶ τὸ κατηγορούμενον τοῦ γὰρ σχήματος διαφοραὶ τὸ εὐθύγραμμον καὶ τὸ περιφερόγραμμον, ταύτῃ δὲ καὶ τὸ τρίγωνον τοῦ κύκλου διαφέρει), διὰ τοῦτο τὸ κοινῶς αὐτῶν κατηγορούμενον οὐκ ἔστι τὸ αὐτό. εἰ γὰρ λέγεται καὶ τὸ τρίγωνον σχῆμα καὶ ὁ κύκλος, ἀλλ’ ἕτερον καὶ ἕτερον ἐπ’ ἀμφοτέρων τὸ σχῆμα· τῷ γὰρ ἐπὶ τοῦ κύκλου κατηγορουμένῳ σχήματι προστεθὲν τὸ περιφερόγραμμον καὶ τῷ ἐπὶ τοῦ τριγώνου τὸ εὐθύγραμμον, τὸ μὲν εὐθύγραμμον σχῆμα τὸ δὲ περιφερόγραμμον ἐποίησε, ταῦτα δὲ καὶ ἕτερα ἀλλήλων· εἰ μέντοι δύο τρίγωνα λάβω, τὸ ἰσόπλευρον καὶ τὸ σκαληνόν, τούτων τὸ μὲν σχῆμα κοινῶς κατηγορούμενον ἕν ἐστι καὶ τὸ αὐτὸ ἐπ’ ἀμφοτέρων, διότι οὐ διαφέρουσιν ἀλλήλων ταῦτα τῇ τοῦ κατηγορουμένου διαφορᾷ· διαφοραὶ μὲν γὰρ τοῦ σχήματος ὡς 10 σχήματος τὸ εὐθύγραμμον καὶ τὸ περιφερόγραμμον, οὐ διαφέρουσι δὲ ταύτῃ ἀλλήλων τὸ ἰσόπλευρον καὶ τὸ σκαληνόν· εὐθύγραμμα γὰρ ἄμφω. τὸ μὲν οὖν σχῆμα, ὡς εἶπον, ἓν καὶ τὸ αὐτὸ ἐπ’ ἀμφοτέρων κατηγορεῖται, τὸ μέντοι τρίγωνον οὐκέτι ἓν καὶ τὸ αὐτὸ ἐπ’ ἀμφοτέρων· διαφέρουσι γὰρ ἀλλήλων τῇ τοῦ κατηγορουμένου διαφορᾷ, διαφοραὶ δὲ τοὐ τριγώνου τὸ ἰσόπλευρον καὶ τὸ σκαληνόν, ταύταις δὲ καὶ τὰ δύο τρίγωνα διαφέρουσιν ἀλλήλων· οὐκ ἄρα ἓν καὶ ταὐτὸν τρίγωνον ἐπ’ ἀμφοτέρων κατηγορεῖται. ὁ μὲν οὖν κανὼν οὗτος. Ἀπορήσειε δ’ ἄν τις πρὸς τοῦτον τὰ παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους πανταχοῦ λεγόμενα, ὅτι πῶς οὖν τὰ γένη τῶν εἰδῶν συνωνύμως κατηγορεῖται; καίτοι τὰ εἴδη διαφέρουσιν ἀλλήλων τῇ τοῦ κατηγορουμένου διαφορᾷ. τοῦ γὰρ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, ἀλλ’ ὅμως ἐπὶ ἀνθρώπου καὶ ἵππου συνωνύμως κατηγορεῖται τὸ ζῷον, ὥστε ἓν καὶ τὸ αὐτὸ ζῷον ἐπ’ ἀμφοτέρων κατηγορεῖται· ὅσον δὲ ἐπὶ τοῖς νῦν λεγομένοις, εἰ μὴ τὸ αὐτὸ ζῷον ἀνθρώπου καὶ ἵππου κατηγορεῖται, διότι διαφέρουσιν ἀλλήλων τῇ τοῦ κατηγορουμένου διαφορᾷ, οὐδ’ ἄν συνωνύμως αὐτῶν κατηγοροῖτο. ἴσως οὖν ἐνταῦθα τὰ κατηγορούμενα οὐχ ὡς γένη ἔλαβεν, οὐδὲ ὡς ἁπλῶς καθολικώτερα καὶ ἐξῃρημένα τῷ λόγῳ ἑνὸς ἑκάστου τῶν ὑποκειμένων, οἷά ἐστι τὰ κοινῶς λεγόμενα ἐνυπάρχειν πᾶσι καὶ ἐν τοῖς πολλοῖς ἔχειν τὸ εἶναι, ἀλλὰ τὰ κοινὴν οὐσίαν ἔχοντα, ἰδίᾳ δὲ ἐν ἑκάστῳ ὑπάρχοντα καὶ ἐν ὑποστάσει ὄντα ἐν τοῖς καθ’ ἕκαστα, περὶ τοῦ ἐν ἐμοὶ ζῴου καὶ τοῦ ἐν τῷδε τῷ ἵππῳ· ταῦτα γὰρ τῳ ὄντι οὐ τὰ αὐτά, τὰ μέντοι ὡς γένη λεγόμενα κατηγορεῖσθαι οὐκ ἔχει τινὰ ἰδίαν ὕπαρξιν, ἀλλ’ ἡ ἐπίνοια κοινόν τι θεωρήσασα ἐν πᾶσιν, ὡς ἕν τι τοῦτο σκοπεῖ μὴ ὄν γε τῷ ὄντι ὅλως καθ’ αὑτό, ὡς καὶ αὐτὸς εἶπε· τὸ γὰρ καθόλου, φησίν, ἡ οὐδέν ἐστιν ἢ ὕστερον. ἐπεὶ οὖν τὴν κοινωνίαν ταύτην οἷον χωρίσασα τῶν λοιπῶν τῶν συνυπαρχόντων ἡ διάνοια, οἶον τὸ ζῷον τοῦ λογικοῦ καὶ ἀλόγου, θνητοῦ καὶ ἀθανάτου, κατ’ ἐπίνοιαν αὐτὴν καθ’ αὑτὴν ἐθεώρησε μὴ ὑπάρχουσάν γε καθ’ αὑτήν, καθόλου τε αὐτὴν ὠνόμασε καὶ ὡς μίαν τινὰ φύσιν ἐθεώρησε, ταύτῃ καὶ συνωνύμως κατηγορεῖ τῶν λοιπῶν. εἰ μέντοι τὸ ἐνυπάρχον ἐν ἑκάστῳ ζῷον θεωρήσειας καὶ ἐν ὑποστάσει ὄν, ἐπειδὴ τοῦτο ἢ λογικόν ἐστιν ἢ ἄλογον, οὐκ ἄν εἴη τὸ αὐτὸ κατ’ οὐσίαν τῶ ἐν ἐμοὶ τὸ ἐν ἵππῳ, τὸ μέντοι ἀνθρώπειον εἶδος τὸ αὐτό ἐστι κατ’ οὐσίαν τὸ ἐν Σωκράτει καὶ ἐν Πλάτωνι, διότι οὐδέτερον αὐτῶν συμπλέκεται διαφορᾷ τινι χωριζούσῃ αὐτὸ τοῦ λοιποῦ. ἐν· ταῦθα οὖν περὶ τῆς κοινῆς οὐσίας φησὶ τῆς ἐν ὑποστά|σει καὶ ἐν ἑκάστῳ τῶν καθ’ ἕκαστα. ὅλης ὑφεστηκυίας, ὅτι ὅσα μὲν τῶν ὑποκειμένων διαφέρει ἀλλήλων διαφορᾷ τινι τοῦ κοινῶς αὐτῶν κατηγορουμένου, ἥτις διαφορὰ ὡς γένει αὐτῷ ὑπάρχει, ταῦτα οὐκ εἰσὶ τὰ αὐτὰ κατὰ τὸ κατηγορούμενον, ὅσα δὲ μὴ διαφέρει ἀλλήλων ταύτῃ τῇ διαφορᾷ, ἐν τούτοις τὸ κατηγορούμενον ἓν τί ἐστι καὶ τὸ αὐτὸ κατ’ οὐσίαν. οὕτως οὖν καὶ ἐπὶ τῶν δέκα ἵππων καὶ δέκα ὄνων καὶ λίθων, ἐπειδὴ μὴ διαφέρουσιν ἀλλήλων τῆ τοῦ κατηγορουμένου διαφορᾷ οὐ γάρ ἐστιν ἕτερον εἶδος δεκάδος τὸ ἐν ἵπποις τοῦ ἐν ἀνθρώποις), διὰ τοῦτο τὸ κοινῶς αὐτοῖς ὑπάρχον καὶ μετροῦν αὐτά, ἡ δεκάς, ἕν τί ἐστι καὶ τὸ αὐτό, καὶ οὐδὲν ταῦτα διαφέ- ρουσιν ἀλλήλων κατὰ τὸ τῆς δεκάδος εἶδος. ὥστε εἰ καὶ μετροῦνται ὑπὸ τῆς δεκάδος, ᾤα δὲ καὶ ἡ αὐτὴ αὕτη ἐν πᾶσιν, ὑφ’ ἑνὸς ἄρα καὶ τοῦ αὐτοῦ τὰ διάφορα μετροῦνται, οἱ δέκα ἵπποι λέγω καὶ οἱ δέκα ἄνθρωποι καὶ οἱ δέκα λίθοι καὶ τὰ λοιπά· ὑπὸ γὰρ τοῦ τῆς δεκάδος εἴδους, ἥτις ἐν ψυχῇ πρώτως τὸ εἶναι ἔχει, διὸ καὶ ὡς ἀριθμῷ μία λαμβάνεται τοῦ ὑποκειμένου, λέγω δὴ τῆς ψυχῆς, ἑνὸς ἀεὶ καὶ τοῦ αὐτοῦ ὄντος. Ἢ ὁποιασοῦν. Ἡ λύσις τῆς προτέρας ἀπορίας, ὅτι κινήσεως ἁπλῶς ἀριθμός ἐστιν ὁ χρόνος, οὐ τῆσδε ἢ τῆσδε, ἀλλ’ ἁπλῶς πάσης κινήσεως ᾗ κίνησίς ἐστι. Διὸ κινήσεως ἐστιν ἁπλῶς ἀριθμὸς συνεχοῦς, ἀλλ’ οὐ τινος. Καλῶς προσέθηκε τὸ συνεχοῦς· τῆς γὰρ συνεχοῦς κινήσεως μέτρον ἐστὶν ὁ χρόνος, εἰ μέντοι διῃρημέναι εἶεν αἱ κινήσεις καὶ πλείους, οἷον ἀλλοίωσις καὶ αὔξησις καὶ φορὰ ἤγουν φοραὶ πλείους, τούτων τοῦ πλήθους οὐκ ἔστι μετρητικὸς ὁ χρόνος, ἀλλ’ ἡ ἐν τῷ ἀριθμῷ μονάς. ὡς γὰρ τοὺς δέκα ἵππους καὶ τοὺς δέκα λίθους οὐ μετρεῖ ὁ χρόνος, ἀλλ’ ἡ μονάς, οὕτω καὶ τὰς πλείους κινήσεις ὡς πλείους οὐχ ὁ χρόνος μετρεῖ, ἀλλ’ ὁ ἀριθμός, ἤγουν ἡ μονάς, ἑκάστην μέντοι καθ’ αὑτὴν ὡς μίαν καὶ συνεχῆ ὁ χρόνος μετρεῖ, τὸ πρότερον αὐτῆς καὶ τό ὕστερον μετρῶν. Ἀλλ’ ἔστι νῦν κεκινῆσθαι καὶ ἄλλο. Ἐντεῦθεν ἡ δευτέρα ἀπορία, ὅτι ἐν τῷ αὐτῷ χρόνῳ ἄλλου τινὸς κινουμένου ἐνδέχεται καὶ ἄλλο τι κινεῖσθαι· ἑκατέρας οὖν κινήσεως ἀριθμὸς ὁ χρόνος. ἆρα οὖν, φησίν, ἑκατέρας κινήσεως ἕτερος ὁ χρόνος ἐστί, καὶ τῶν δύο κινήσεων δύο καὶ ἴσοι ἅμα χρόνοι ἔσονται ἢ οὔ; καὶ ἐπιλύεται, ὅτι εἷς ἐστι χρόνος τῶν ἴσων καὶ ἅμα γινομένων κινήσεων μετρητικός, Εἰ γὰρ εἶεν κύνες, οἱ δὲ ἵπποι, ἑκάτεροι δὲ ἑπτά, ὁ αὐτὸς ἀριθμός. Τοῦτο παράδειγμά ἐστι πῶς τὸ αὐτὸ μέτρον πλειόνων ἐστὶν ἅμα μετρητικὸν ἴσων ὄντων· ὥσπερ οὖν τῶν ζ΄ ἵππων καὶ τῶν ζ΄ κυνῶν εἷς καὶ ὁ αὐτὸς ἀριθμὸς μετρητικός, ἡ ἑπτάς, οὕτω καὶ τῶν ἴσων κινήσεων εἷς καὶ ὁ αὐτὸς χρόνος μετρητικός. Ἀλλ’ ἡ μὲν ταχεῖα ἴσως ἡ δ’ οὔ, καὶ ἡ μὲν φορὰ ἡ δὲ ἄλλο ἴωσις. Ὥσπερ κἀκεῖνα τὰ μειρούμενα οὐ τὰ αὐτὰ ἦν, ἀλλ’ οἱ μὲν ἵπποι οἱ δὲ κύνες, τοῦ μετροῦντος ἑνὸς καὶ τοῦ αὐτοῦ ὄντος, οὕτως καὶ ἐπὶ τοῦ χρόνου διάφοροι αἱ κινήσεις αἱ ὑπὸ τοῦ αὐτοῦ χρόνου μετρούμεναι καὶ τῷ εἴδει αὐτῷ τῆς κινήσεως καὶ τῷ τὴν μὲν θάττονα αὐτῶν εἶναι τὴν δὲ βραδυτέραν. ὥσπερ εἰ νοήσεις ἐν τῷ αὐτῷ χρόνῳ ἵππον τε ὀξύτατα κινούμενον καὶ πρόβατον ἐν μιᾷ ἡμέρᾳ· τῶν γὰρ κινήσεων ἀνισοταχῶν οὐσῶν ὁ μετρητικὸς αὐτῶν χρόνος εἷς καὶ ὁ αὐτός ἐστιν, ἡ μία ἡμέρα. Καὶ διὰ τοῦτο αἱ μὲν κινήσεις ἕτεραι καὶ χωρίς. ὁ δὲ χρόνος πανταχοῦ ὁ αὐτός, ὅτι καὶ ὁ ἀριθμὸς εἷς καὶ ὁ αὐτὸς πανταχοῦ ὁ τῶν ἴσων καὶ ἅμα. ἐπειδὴ τῶν ἅμα καὶ κατὰ τὸν αὐτὸν χρόνον γινομένων κινήσεων μετρητικός ἐστιν ὁ χρόνος, ἐνδέχεται δὲ ἐν ταὐτῷ καὶ ἐν γῇ καὶ ἐν οὐρανῷ καὶ πανταχοῦ κινεῖσθαί τι, διὰ τοῦτο συμβαίνει πανταχοῦ μὲν εἶναι τὸν χρόνον ἕνα ὄνια καὶ τὸν αὐτόν, τὰ δὲ μετρούμενα ὑπ’ αὐτοῦ κεχωρισμένα ἀλλήλων εἶναι, ἐπειδὴ καὶ τῶν πανταχοῦ ἴσων κατ’ ἀριθμὸν εἷς καὶ ὁ αὐτὸς ἀριθμὸς μετρητικός ἐστιν. Ἑπεὶ δέ ἐστι φορὰ καὶ ταύτης ἡ κύκλῳ, ἀριθμεῖται δ’ ἕκαστον ἑνὶ συγγενεῖ. Ἑτέρα ἀπορία, ὅτι εἰ ἕκαστον ὑπό τινος συγγενοῦς μέτρου μετρεῖται, τίνι ὁ χρόνος συγγενεῖ μέτρῳ μετρεῖται; ἔστι δὲ ἡ συνέχεια τοῦ λόγου τοιαύτη· ἐπεὶ δέ ἐστιν ἡ φορὰ καὶ ταύτης ἡ κύκλῳ, μετρεῖται δὲ ἕκαστον ὑπὸ ἑνός τινος συγγενοῦς τοῦ ἐλαχίστου, οἷον οἱ δέκα ἵπποι τῷ ἑνὶ ἵππῳ τὸ ἑκατοντάπηχυ ξύλον τῷ πηχυαίῳ ξύλῳ, οὕτως οὖν ἀνάγκη καὶ τὸν χρόνον μέτρον ὄντα κινήσεως συγγενεῖ τινι μετρεῖσθαι καὶ ἐλαχίστῳ. ἐπεὶ οὖν ἐστιν ἡ κυκλοφορία ἐλάχιστόν τι μέτρον κινήσεως, μετρεῖται δὲ οὐ μόνον ἡ κίνησις ὑπὸ τοῦ χρόνου, ἀλλὰ καὶ ὁ χρόνος ὑπὸ τῆς κινήσεως, δῆλον ὅτι ὁ ὑπὸ τῆς ἐλαχίστης κινήσεως μετρούμενος χρόνος οὗτος ἄν εἴη συγγενὲς μέτρον τοῦ ὅλου χρόνου. ἔστι δὲ οὗτος τὸ ημερονυκτιον· τούτῳ γὰρ μετρεῖται καὶ ἑβδομὰς καὶ μὴν καὶ ἐνιαυτὸς καὶ πᾶς χρόνος. μετρεῖται δὲ ἕκαστον ἑνί τινι συγγενεῖ· κἄν γὰρ πάντως καὶ ὑπὸ ἀνομογενοῦς πρώτως ἕκαστον μετρεῖται, ἀλλ’ οὖν καὶ ὑπὸ ὁμογενοῦς πάντως μετρεῖται, ὃ πρώτως ὑπὸ τοῦ ἀνομογενοῦς μετρεῖται. Τοῦτο δ’ ἐστίν, ὅτι τῆς ὡρισμένης κινήσεως χρόνῳ μετρεῖται τῆς τε κινήσεως τὸ ποσὸν καὶ τοῦ χρόνου. Πῶς ἀντιμετροῦσιν ἄλληλα ἡ κίνησις καὶ ὁ χρόνος λέγει. διότι, φησίν, ἡ ὑπὸ τοῦ χρόνου πρώτως ὁρισθεῖσα κίνησις, αὕτη καὶ τῆς πάσης ἐστὶ κινήσεως μέτρον καὶ τοῦ χρόνου· ὁ γὰρ ὑπὸ ταύτης ὁριζόμενος χρόνος μέτρον ἐστὶ τοῦ παντὸς χρόνου. εἰ τοίνυν ἡ ὑπὸ τοῦ χρόνου ὁρισθεῖσα κίνησις, αὕτη καὶ τῆς κινήσεως ἐστι μέτρον καὶ τοῦ χρόνου, δῆλον ὅτι ἀντιμετροῦνται ὑπ’ ἀλλήλων ὅ τε χρόνος καὶ ἡ κίνησις. Εἰ οὖν τὸ πρῶιον μέτρον πάντων τῶν συγγενῶν, ἡ κυκλοφορία ἡ ὁμαλὴς μέτρον μάλιστα. Εἰ ἐν ἑκάστῳ, φησί, τὸ πρῶτον, τοῦτο μέτρον ἐστὶ τῶν συγγενῶν, ἔστι δὲ καὶ τῆς κινήσεως ἡ πρωτίστη ἡ κυκλοφορία ἡ ὁμαλής, αὕτη ἄν εἴη μάλιστα τοὐ χρόνου μέτρον· μέτρον· ὑπὸ ταύτης γὰρ ὁρίζεται ὁ πρῶτος χρό- νος, ὃς μέτρον ἐστὶ παντὸς του χρόνου. Ὅτι ἀριθμὸς ὁ ταύτης γνωριμώτατος. Δύο αἰτίας φησὶν εἶναι, ἐξ ὧν δείκνυται ἡ τῆς ἀπλανοῦς περιφορὰ μέτρον οὖσα τῶν ἄλλων πασῶν. δεῖ γὰρ τὸ μέτρον καὶ ἐλάχιστον εἶναι καὶ γνωριμώτατον, ἀμφότερα δὲ ἐπὶ τῆς κυκλοφορίας τῆς ἀπλανοῦς· καὶ γὰρ ἐλαχίστη πασῶν καὶ γνωριμωτάτη μάλιστα· ἡ γὰρ ταύτης περιφορὰ τὸ ἡμερονύκτιόν ἐστιν, ὅπερ πᾶσίν ἐστι γνωριμώτατον. τὸ δὲ ὁμαλὸν ἔχει, ἀλλ’ οὐ μόνη· τοῦτο γὰρ ἴδιόν ἐστι πάσης περιφορᾶς, τὸ δὲ ἐλάχιστον καὶ τὸ γνώριμον ταύτης μάλιστα. Διὸ καὶ δοκεῖ ὁ χρόνος εἶναι ἡ τῆς σφαίρας κίνησις· Διὰ τοῦτο, φησί, διότι τῇ κυκλοφορίᾳ τῆς ἀπλανοῦς μετροῦνται αἱ ἄλλαι πᾶσαι κινήσεις κατὰ τὸν εἰρημένον τρόπον, διὰ τοῦτο καὶ ἔδοξε τοῖς παλαιοῖς αὐτὸ τοῦτο εἶναι ὁ χρόνος ἡ κυκλοφορία τῆς σφαίρας· ἐπεὶ γὰρ ταύτῃ μετρεῖται ὁ χρόνος, αὐτὸ τοῦτο εἶναι τὸν χρόνον υπενοησαν. Διὰ δὲ τοῦτο καὶ τὸ εἰωθὸς λέγεσθαι συμβαίνει· φασὶ γὰρ κύκλον εἶναι τὰ ἀνθρώπινα πράγματα. Ὅτι καὶ ἡ κοινὴ τῶν ἀνθρώπων συνήθεια τοῦτο πιστοῦται, ὅτι μετρον ἐστὶ καὶ τοῦ χρόνου καὶ πάσης κινήσεως ἡ κυκλοφορία· διὰ τοῦτο γάρ φασι τὰ ἀνθρώπινα κύκλον, διότι ὑπὸ χρόνου μετρεῖται, τὸν δὲ χρόνον κύκλον εἶναι, διότι μέτρον ἐστὶ τῆς κύκλῳ κινήσεως. Καὶ τῶν ἄλλων τῶν κίνησιν ἐχόντων φυσικήν. Τουτέστι καὶ ἐπὶ τῶν ἄλλων τῶν γινομένων καὶ φθειρομένων κύκλον εἶναί φασι, φυτῶν ζῴων μετάλλων καὶ τῶν λοιπῶν. Τοῦτο δὲ ὅτι πάντα ταῦτα χρόνῳ κρίνεται. Διὰ τοῦτο, φησί, τὰ ἀνθρώπινα πράγματα κύκλον λέγουσι, διότι πάντα χρόνῳ κρίνεται, τουτέστιν ἐν χρόνῳ γίνεται καὶ μετρεῖται ὑπὸ τοῦ χρόνου ἀρχὴν ὑπ’ αὐτοῦ λαμβάνοντα καὶ τέλος, ὁ δὲ χρόνος, φησί, κύκλος δοκεῖ εἶναι· ὥστε εἰ τὰ ἀνθρώπινα ἐν χρόνῳ, ὁ δὲ χρόνος κύκλος τις, καὶ τὰ ἀνθρώπινα ἄρα κύκλος τις ἂν εἴη. ὁ δὲ χρόνος κύκλος τις δοκεῖ εἶναι, διότι κύκλου τινὸς καὶ περιφορᾶς μέτρον ἐστί, καὶ αὐτὸς δὲ ὑπ’ αὐτῆς μετρεῖται· ἐπεὶ οὖν τὸ μετροῦν τὸν χρόνον κύκλος τίς ἐστι, καὶ ὁ χρόνος κύκλος τις εἶναι νομίζεται. Παρὰ γὰρ τὸ μετροῦν οὐδὲν ἄλλο παρεμφαίνεται τὸ μετρούμενον, ἀλλ’ ἢ πλείω μέτρα ἔτ’ ῥα τὸ ὅλον. Ὅτι εὐλόγως τῆς κυκλοφορίας μέτρον οὔσης τοῦ χρόνου καὶ ὁ χρόνος κύκλος τις εἶναι δοκεῖ, διὰ τούτων κατασκευάζει. οὐδὲν γὰρ ἄλλο, φησί, δοκεῖ εἶναι τὸ μετρούμενον ἢ πολλάκις τὸ αὐτὸ μέτρον· τὸ γὰρ ἑκατοντάπηχυ τάπηχυ ξύλον οὐδὲν ἄλλο ἐστὶν ἢ πολλάκις ὁ πῆχυς, καὶ τὰ δέκα οὐδὲν ἄλλο ἐστὶν ἢ πολλάκις τὸ ἕν, μέτρον δὲ τοῦ ἀριθμοῦ ἡ μονάς. οὕτως οὖν καὶ εἰ τοῦ χρόνου μέτρον ἡ κυκλοφορία, οὐδὲν ἄλλο ἄν εἴη ὁ χρόνος ἢ πολλαὶ κυκλοφορίαι, εἰ δὲ τοῦτο, καλῶς ἄρα κύκλον εἶναι τὸν χρόνον φασι. Λέγεται δὲ ὀρθῶς καὶ ὅτι ὁ ἀριθμὸς μὲν ὁ αὐτὸς ὁ ἐκ τῶν προβάτων καὶ τῶν κυνῶν, εἰ ἴσος ἑκάτερος, δεκὰς δὲ οὐχ ἡ αὐτὴ οὐδὲ δέκα τὰ αὐτά. Ἐπειδὴ ἐν τῷ δεικνύναι ὅτι ὁ χρόνος ὁ ἅμα πανταχοῦ εἷς ἐστι καὶ ὁ αὐτὸς ὁ πάσης κινήσεως μετρητικός, ἐχρήσατο παραδείγματι τῷ ἐπὶ τῶν ἀριθμῶν, ὅτι καὶ ὁ ἀριθμὸς εἷς ὢν καὶ ὁ αὐτός, οἷον ὁ ζ' μετρεῖ τοὺς ζ' | ἵππους καὶ τοὺς ζ' κύνας καὶ ἁπλῶς πάντα τὰ τῷ ἴσῳ ἀριθμῷ περιεχόμενα, τοῦτο νῦν ὅτι οὕτως ἔχει βούλεται δεῖξαι, ἅμα δὲ καὶ ὃν προείρηκα παραδίδωσι κανόνα, πότε τὸ κοινῶς τινων κατηγορούμενον ἕν ἐστι ναὶ τὸ αὐτὸ ἐπὶ πάντων, πότε δὲ οὐχ ἕν. ἔστιν οὖν, φησίν, ἀληθὲς τὸ λέγειν ὅτι ὁ μὲν ἀριθμὸς ὁ τῶν προβάτων καὶ ἵππων ὁ τούτων μετρητικός, εἰ ἴσα εἴη τὰ μετρούμενα, οἷον οἱ ἵπποι καὶ τὰ πρόβατα, εἷς ἐστι καὶ ὁ αὐτός, ἡ μέντοι δεκάς, φησίν, οὐχ ἡ αὐτή, δεκάδα λέγων ἤδη τὸν μετὰ τοῦ ὑποκειμένου ἀριθμόν, διὸ καὶ σαφέστερον ποιῶν ἐπήγαγεν οὐδὲ δέκα τὰ αὐτά, οἷον ζῷα ἢ ἁπλῶς σώματα. Ὥσπερ οὐδὲ τρίγωνα τὰ αὐτὰ τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές. Οὐ γὰρ τὸν αὐτὸν τοὐ τριγώνου ὁρισμὸν ἐπιδέχονται. οὕτως οὖν οὐδὲ οἱ δέκα ἵπποι τοῖς δέκα προβάτοις οἱ αὐτοί. Καίτοι σχῆμά γε τὸ αὐτό, ὅτι τρίγωνα ἄμφω. Τοῦ γὰρ σχήματος τὸ μὲν εὐθύγραμμον τὸ δὲ περιφερές * * * ὡς ἄμφω εὐθύγραμμα· τρίγωνα γὰρ ἄμφω τὸν αὐτὸν τοῦ εὐθυγράμμου σχήματος ὁρισμὸν ἐπιδέχονται. Ταὐτὸν γὰρ λέγεται οὗ μὴ διαφέρει διαφορᾷ, ἀλλ’ οὐχὶ οὐ διαφέρει. Ἐπὶ τὸν καθολικὸν ἀναβαίνει λόγον παραδιδοὺς κανόνα, τίνα μέν ἐστιν ἅπερ τὰ αὐτά ἐστι κατὰ τὸ κοινῶς αὐτῶν κατηγορούμενον, τίνα οὐ τὰ αὐτά. ταὐτὰ οὖν λέγεται, ὅταν μὴ διαφέρῃ ἀλλήλων διαφορᾷ τινι τοῦ κατηγορουμένου, ὥσπερ διαφέρει διαφορᾷ τριγώνου τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές, διὸ οὐ τὰ αὐτὰ τὰ τρίγωνα, ὡς μέντοι σχῆμα, οὐ διαφέρει τῇ τοῦ κατηγορουμένου διαφορᾷ· εὐθύγραμμα γὰρ ἄμφω. διὰ τοῦτο οὖν ὡς μὲν σχήματα τὰ αὐτά ἐστιν ἄμφω, τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές, ὡς μέντοι τρίγωνα οὐ τὰ αὐτά· διαφέρει γὰρ τριγώνου διαφορᾷ. Ἀλλ’ ἐν τῇ αὐτῇ διαιρέσει καὶ μιᾷ. Τουτέστιν ὑπὸ τὸ αὐτὸ τῆς διαιρέσεως μόριον. τῶν γὰρ σχημάτων τὰ μὲν εὐθύγραμμα τὰ δὲ περιφερῆ· ἄμφω οὖν τὰ τρίγωνα ὑπὸ τὰ εὐδύγραμμα. καὶ πάλιν τῶν εὐθυγράμμων σχημάτων τὸ μὲν τρίγωνον τὸ δὲ ἄλλο τι· ὡς μὲν οὖν σχήματα, οὐδὲν διαφέρουσιν ἀλλήλων τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές ὑπὸ τὸ αὐτὸ γὰρ τῆς διαιρέσεως μόριον ἄμφω, τὸ εὐθύ· γραμμον. ἀλλὰ καὶ ὡς εὐθύγραμμα τὰ αὐτά· ὑπὸ τὸ αὐτὸ γὰρ μόριον τῆς διαιρέσεως τοὐ εὐθυγράμμου, τὸ τρίγωνον), ὡς μέντοι τρίγωνα, οὐκέτι τὰ αὐτά· οὐ γὰρ ὑπὸ τὸ αὐτὸ μόριον τῆς διαιρέσεως τοῦ τριγώνου πίπτει, ἀλλὰ τὸ μὲν ὑπ’ ἄλλο τὸ δὲ ὑπ’ ἄλλο. Καὶ ἀριθμὸς δὲ ὁ αὐτός· οὐ γὰρ διαφέρει ἀριθμοῦ δι’· φορᾷ ὁ ἀριθμὸς αὐτῶν, ἑπτὰς δὲ οὐχ ἡ αὐτή· ἐφ’ ὧν γὰρ λέγεται, οιαφερει. Πιστωσάμενος τὸν καθόλου κανόνα ἐπὶ τῶν σχημάτων, ἁρμόζει λοιπὸν αὐτὸν τῷ προκειμένῳ. τῶν οὖν ἑπτὰ κυνῶν καὶ ἑπτὰ ἵππων ὁ μὲν κοινῶς κατηγορούμενος ἀριθμὸς εἷς ἐστι καὶ ὁ αὐτός οὐ γὰρ διαφέρουσιν ἀλλήλων ἀριθμοῦ διαφορᾷ· περιττοὶ γὰρ ἀμφότεροι· ὥστε εἷς καὶ ὁ αὐτὸς ἐπ’ ἀμφοτέρων ὁ ἀριθμὸς κοινῶς αὐτῶν μετρητικὸς ὑπάρχων), ὡς μέντοι ἑπτὰς ἑκατέρα, οὐκ ἔστιν ἡ αὐτή. ἑπτὰς γὰρ ἤδη μετὰ τῶν ὑποκειμένων νοεῖται· εἰ τοίνυν διαφέρουσιν ἀλλήλων τὰ ὑποκείμενα, διαφέροιεν ἄν ἀλλήλων καὶ αἱ ἑπτάδες. οὕτως οὖν ἔχει καὶ ἐπὶ τοῦ χρόνου τοῦ μετρητικοῦ τῶν κινήσεων· οὐδὲν κωλύει ἓν μὲν εἶναι καὶ τὸ αὐτὸ τὸν μετρητινκὸν τῶν κινήσεων χρόνον, τὰ μέντοι μετρούμενα διάφορα εἶναι.

---

John Philoponus, In Aristotelis Physicorum Libros Commentaria, ed. Girolamo Vitelli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg009.local001/.
