# In Aristotelis Physicorum Libros Commentaria ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΙΩΑΝΝΟΥ.1

Joannes Philoponus, In Aristotelis Physicorum Libros Commentaria, ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΙΩΑΝΝΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-physicorum-libros-commentaria/%CE%A4%CE%9F%CE%A5%20%CE%A6%CE%99%CE%9B%CE%9F%CE%A0%CE%9F%CE%9D%CE%9F%CE%A5%20%CE%99%CE%A9%CE%91%CE%9D%CE%9D%CE%9F%CE%A5.1

Φανερὸν δὲ ἐκ τοῦδε ὅτι ἀνάγκη εἷναι ἕν τι καὶ ἀίδιον τὸ πρῶτον κινοῦν. Εἰ δέδεικται ὅτι ἀνάγκη κη ἀεὶ εἶναι κίνησιν, οὐκ ἐνδέχεταί ποτε μὴ εἶναι. εἰ δὲ τοῦτο, ἀνάγκη συνεχῆ εἶναι καὶ ἀίδιον μηδεμιᾶς γὰρ οὔσης ἀιδίου ἐνδέχεται τὰς μερικὰς φθαρτὰς οὔσας πάσας φθαρῆναι καὶ διαλιπεῖν ἐν μέσῳ, οὕτω δ’ ἄν ἐφεξῆς μὲν ἦσαν συνεχεῖς δὲ οὔ), ἀιδίου δὲ οὕσης τῆς κινήσεως συνεχῆ εἶναι αὐτὴν ἀνάγκη, εἰ δὲ συνεχής, δῆλον ὅτι καὶ μία μία γάρ ἐστιν, ὡς ἄνω εἴρηται]. μιᾶς δὲ οὔσης τῆς συνεχοῦς καὶ ἀιδίου κινήσεως ἀνάγκη καὶ τὸ κινητικὸν αὐτῆς αἴτιον ἓν εἷναι καὶ ἀίδιον. μία γάρ ἐστι κίνησις, ὡς ἄνω εἴρηται, ἡ ἐν ἑνὶ ὑποκειμένῳ ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ γινομένη συνεχής· εἰ γὰρ ἢ τὸ αὐτὸ ὑπ’ ἄλλου καὶ ἄλλου ἢ διάφορα ὑπὸ τοῦ αὐτοῦ κινηθῇ, οὐ λέγεται συνεχὴς ἀλλ’ ἐφεξῆς. ὥστε καὶ οὕτως ἓν τὸ ἀιδίως κινοῦν καὶ ἀκίνητον, ἐπεὶ οὐδὲ κίνησις ἀίδιος ἄν ἦν, εἴ γε τὸ αἴτιον τῆς κινήσεως ἐκινεῖτο. Πάλιν ἐπιβλέψας ἐπὶ τὰς ἀρχὰς τῶν κινούντων. Ὅτι εἰ, ὡς εἴρηται, συνεχής ἐστι καὶ ἀδιάκοπος ἡ τῶν κτὰ μέρος κίνησις γινομένων καὶ φθειρομένων, ἀνάγκη αἰτίαν εἶναί τινα καὶ ἀρχὴν ἀίδιον, ἥτις ἐστὶν αἰτία τοῖς γενητοῖς καὶ φθαρτοῖς τῆς συνεχοῦς μετα- βολῆς. εἰ γὰρ μὴ ἦν τι ἀίδιον καὶ ἀμετάβλητον αἴτιον, οὐδ’ ἀεὶ τὰ κατὰ μέρος γιωόμενα καὶ φθειρόμενα συνεχῶς καὶ ἀδιακόπως ἀγίνοντο καὶ ἐφθείροντο καὶ τὰς ἰδίας κινήσεις ἐκινοῦντό τε καὶ ἐκίνουν. Τὸ μὲν δὴ εἶναι ἄττα τῶν ὄντων ἃ ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ ἠρεμεῖ φανερόν. Τοῦτο γὰρ ἐκ τῆς ἐναργείας δῆλον· οὐ γὰρ ἀεὶ κινεῖται ἡ βῶλος οὐδ’ ἀεὶ ἠρεμεῖ. καὶ νῦν δὲ περὶ τῶν αὐτοκινήτων ἦν ὁ λόγος τῶν κινουμένων μὲν μὴ ἀιδίως δέ, οἷά ἐστι τὰ ζῷα. Καὶ διὰ τούτου γέγονε δῆλον ὅτι οὔτε πάντα κινεῖται οὔτε πάντα ἠρεμεῖ. Ἀναμιμνῄσκει ἡμᾶς τῶν προλαβόντων, τῆς τε ὑποσχέσεως καὶ τῆς συνεχείας τοῦ λόγου, συνάγων τὰ διὰ πολλῶν εἰρημένα. προὔκειτο γὰρ δεῖξαι ὅτι τῶν ὄντων τὰ μὲν ἀκίνητά ἐστι τὰ δὲ ἀεικίνητα, τὰ δὲ ποτὲ μὲν ἠρεμοῦντα ποτὲ δὲ κινούμενα, καὶ οὔτε πάντα ἀκίνητα, οὔτε πάντα ἀεικίνητα, οὔτε τῶν πάντων τὰ μὲν ἀεὶ ἠρεμεῖ τὰ δὲ ἀεὶ κινεῖται· ἔστι γὰρ καὶ τὰ ἐπαμφοτερίζοντα ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα. ἡ μὲν πρόθεσις αὕτη ἦν, ἀλλὰ τὸ μὲν εἶναί τινα ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα δῆλον ἦν, προήλθομεν δὲ λοιπὸν ἐπὶ τὸ δεῖξαι ὅτι ἔστι τινὰ τὰ μὲν ἀεικίνητα τὰ δὲ ἀκίνητα. πρὸς δὲ τούτοις ἐδεήθημεν δεῖξαι πρό· τερον ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἢ ὑπὸ κινουμένου καὶ αὐτοῦ ἢ ὑπὸ ἀκινήτου. εἶτα ἐδείξαμεν ὅτι τῆς μὲν τῶν ἑτεροκινήτων κινή- σεως αἴτιον τὸ αὐτοκίνητον, τῶν δὲ αὐτοκινήτων τὸ ἐν αὐτοῖς ἀκίνητον, ὅπερ οὐ παντάπασίν ἐστιν ἀκίνητον· κινεῖται γὰρ κατὰ συμβεβηκὸς ἡ ψυχὴ κινουμένου τοῦ σώματος. εἶτα ἐδείξαμεν ὅτι ἀνάγκη εἶναί τι αἴτιον καὶ ἀρχὴν πάντων τῶν κινουμένων κατὰ μέρος τὸ ἀεικίνητον, τούτου δὲ ὄντος καὶ δεδειγμένου εἶναί τι καὶ τὸ τοῦτο ἀεὶ κινοῦν παντάπασιν ὂν ἀκίνητον μηδὲ τὴν κατὰ συμβεβηκὸς κίνησιν κινούμενον. εἰ οὖν δέδεικται ὅτι ἔστιν ἀεὶ κινοῦν αἴτιον, ἔστι δὲ καὶ κινούμενον, ὁρῶμεν δὲ σαφῶς καὶ τὰ ποτὲ μὲν ἠρεμοῦντα ποτὲ δὲ κινούμενα, δῆλον ὅτι ἡ εἰρημένη ὑπόθεσις μόνη ἐστὶν ἀληθής. Ὁρῶμεν δὲ καὶ φανερῶς ὄνια τοιαῦτα ἃ κινεῖ αὐτὰ αὑ- τά, οἷον τὸ τῶν ἐμψύχων καὶ τὸ τῶν ζῴων γένος. Ἢ ἐκ παραλλήλου καλεῖ τὸ αὐτό, τὸ ζῷόν φημι καὶ τὸ ἔμψυχον, ἢ ἔμψυχα καλεῖ τὰ· ζωΰφια. τὰ δ’ ἐντεῦθεν ὥσπερ μεταξυλογίαι εἰσί, λέγω δὲ ἐκ τοῦ ταῦτα δὲ δόξαν παρέχει μήποτε ἐνδέχεται κίνησιν εγἅττα γίνεσθαι μὴ οὖσαν ὅλως. ἐπεὶ γὰρ εἶπεν ὅτι ὁρῶμεν τὰ ποτὲ μὲν κινοῦντα ἑαυτά, ποτὲ δὲ ἠρεμίζοντα, ἅτινά ἐστι τὰ ζῷα, ἀνέμνησεν ἡμᾶς τῆς ἐν ἀρχῇ τοῦ βιβλίου τούτου ἀπορίας, ὅτι ἔνθεν ἠπορεῖτο μήποτε ἐν- δέχεται κίνησιν γενέσθαι μηδαμῶς οὖσαν πρότερον. ἠρεμοῦντα γάρ, φησί, καὶ μὴ κινούμενα, ὡς δοκεῖ, ὕστερον κινεῖται, ὥσπερ ὅταν καθεύδοντα ἐγείρηται. καλῶς δὲ εἶπεν ὡς δοκεῖ· τῇ γὰρ ἀληθείᾳ ἀεὶ κινεῖταί τινα κίνησιν, εἰ καὶ μὴ τὴν κατὰ τόπον, ὡς ἐν ἐκείνοις ἐλέγετο. Τοῦτο δὲ δεῖ λαβεῖν, ὅτι μίαν κίνησιν αὐτὰ κινεῖ. [Καὶ] Βούλεται δεῖξαι ὅπερ ἔναγχος εἴπομεν, ὅτι οὐκ ἐπὶ πάσης ἑαυτοῖς ἐστιν αἴτια τὰ αὐτοκίνητα, ἀλλὰ μόνης τῆς κατὰ τόπον, καὶ ταύτης οὐ κυρίως οὐδὲ μόνα· δέονται γὰρ τῶν ἔξωθεν. ὑπό τε γὰρ τῶν ὀρεκτῶν κινεῖται ἔξωθεν ὄντων, καὶ τῆς τροφῆς πεττομένης μὲν καθεύδουσι, τῷ πληροῦν τοὺς πόρους δι’ ὧν αἱ αἰσθητικαὶ δυνάμεις φέρονται ἐκ τοῦ ἐγκεφάλου ἐπὶ τὸ λοιπὸν σῶμα οὐδὲν γὰρ ἄλλο ἐστὶν ὁ ὕπνος ἢ ἠρεμία αἰσθήσεων, αὕτη δὲ γίνεται τῶν ἐκ τῆς πέψεως ἀτμῶν πληρούντων τοὺς πόρους, δι’ ὧν τὸ αἰσθητικὸν διικνεῖται πνεῦμα, καὶ κωλυόντων φέρεσθαι ἐπὶ τὸ σῶμα), ὅταν δὲ ἤδη διακρίνηται ἡ τροφὴ καὶ διαφορῆται μετὰ τὴν πέψιν τὰ περιττώματα, τότε γίνεται καὶ ἡ ἐγρήγορσις τῶν πόρων τοῦ αἰ- σθητικοῦ πνεύματος διαφορηθέντων. τῆς δὲ πέψεως· αἰτίαι μὲν καὶ αἱ φυσικαὶ δυνάμεις, αἴτιον δὲ καὶ τὸ περιέχον τοιώσδε διατιθὲν τὸ σῶμα· διὸ οὐδὲ συνεχῶς ταύτην ἑαυτὰ κινεῖ τὴν κίνησιν, ἅτε δεόμενα καὶ τῆς ἔξωθεν ῥοπῆς. κατὰ αὔξησιν μέντοι καὶ ἀλλοίωσιν προφανῶς οὐχ ὑφ’ ἑαυτῶν κι- νοῦνται τὰ ζῷα, ἀλλ’ ὑπό τε τῆς φυσικῆς δυνάμεως καὶ τοῦ περιέχοντος· διὸ καὶ μὴ κινούμενα τὴν ὑφ’ ἑαυτῶν κίνησιν, τουτέστι τὴν κατὰ τόπον, καὶ αὔξεται καὶ ἀλλοιοῦται. Ἄλλο γὰρ τὸ κινοῦν αὐτὸ κινούμενον καὶ μεταβάλλον πρὸς ἕκαστον τῶν κινούντων αυτα. Ἄλλο ἐστί, φησί, τὸ κινοῦν τὸ ζῷον κινούμενον καὶ αὐτὸ καὶ μεταβάλλον πρὸς ἕκαστον ἀέρα ἢ καιρὸν ἢ τόπον τὸν κινοῦντα αὐτὰ τὰ ζῷα. εἴη δ’ ἂν τοῦτο τὸ ἔμφυτον θερμόν, ὅπερ τῇ τοῦ ἀέρος συμμεταβάλλον κράσει τοίως ἢ τοίως κινεῖ τὸ ζῷον. ἀλλ’ οὐκ ἔξωθεν τοῦτο, περὶ δὲ τοῦ ἔξωθεν αἰτίου ὁ λόγος. εἰ δὲ ἔχει ἡ λέξις αὑτά, οὕτω νοητέον· ἄλλο γάρ ἐστι τὸ κινοῦν τὰ ζῷα, οἷον ὁ ἀὴρ κινούμενος καὶ ἑαυτὸν μεταβάλλων καὶ ἐφαρμοζόμενος ἄλλως καὶ ἄλλως τοῖς αὐτοκινήτοις. καὶ συμπρεπόντως ἀυτά, κἄν μὴ ἔχῃ τὸ ἑ, δασυντέον αὑτά· κρείττων γὰρ ἡ δευτέρα ἐξήἐν γησις. ὁ δὲ Ἀλέξανδρος λέγει καὶ ἄλλως τὸ κυκλοφορητικὸν σῶμα, ὡς μετ’ ὀλίγον δείξει· τοῦτο γὰρ συνεχῶς ἐξ αὑτοῦ καὶ ἀεὶ κινούμενον πᾶσι τοῖς κινουμένοις αἴτιον γίνεται τῆς μεταβολῆς. καὶ δὴ καὶ τὰ προσπίπτοντα τοῖς ζῴοις ἔξωθεν καὶ κινοῦντα αὐτὰ τὰς φυσικὰς μὲν οὐκ ἐξ αὐτῶν δὲ κινήσεις, οἷον φέρε τὰς κατ’ ἀλλοίωσιν, ὑπ’ ἐκείνου κινούμενά τε καὶ μεταβάλλοντα προσπίπτοντα κινεῖ αὐτά, ποτὲ μὲν θερμαινόμενα ποτὲ δὲ ψυχόμενα καί τινα ἄλλην μεταβάλλοντα μεταβολήν, ὧν ἔνια, ἀποστροφῆς αἴτια γινόμενα, τῆς κατὰ τόπον τῶν αὐτοκινήτων κινήσεως τὴν πρώτην ἀρχὴν ἔχειν. ἐπεὶ τοίνυν καὶ τούτοις ἔξωθεν ἡ ἀρχὴ τῆς κινήσεως, διὰ τοῦτο οὐ συνεχῶς αὐτὰ κινεῖ. εἰ οὖν ἐν τῷ ἠρεμεῖν τὰ αὐτοκίνητα ἔξωθέν ἐστι τὸ κινοῦν αὐτὰ καὶ οὐ παντελῶς ἠρεμεῖ, οὐκ ἄρα οὐ παντελῶς ἐν τοῖς ζῴοις γίνεται κίνησις. Ἐν πᾶσι δὲ τούτοις κινεῖται τὸ κινοῦν πρῶτον καὶ τὸ αἴτιον τοῦ αὐτὸ αὑτὸ κινεῖν ὑφ᾿ ἑαυτοῦ. Ἐντεῦθεν λοιπὸν ἡ πρὸς τὰ ἄνω συνέχεια τῶν ἄλλων μεταξὺ εἰρη- μένων, ὥστε. μετὰ τὸ “ὁρῶμεν δὲ καὶ φανερῶς ὄντα τοιαῦτα ἃ κινεῖ αὐτὰ <αὑτά>, οἷον τὸ τῶν ἐμψύχων καὶ τὸ τῶν ζῴων γένος” συντακτέον τὸ ἐν πᾶσι δὲ τούτοις κινεῖται τὸ κινοῦν πρῶτον καὶ τὰ ἑξῆς. ἡ δὲ διάνοια ὅτι εἰ καὶ ἔστιν ἐν τοῖς αὐτοκινήτοις ἀκίνητόν τι αἴτιον, οὐ κυρίως ἐστὶν οὐδὲ παντελῶς ἀκίνητον· κινεῖται γὰρ κατὰ συμβεβηκὸς κινοῦ· μένου τοῦ σώματος, ὥσπερ τὰ διὰ μοχλείας κινοῦντά τι καὶ τῷ κινεῖν ἐκεῖνα συγκινούμενα * * * ὑπ’ αὐτῶν, ὡς οἱ θῆρες οἱ ἐν ζωγρείοις συγκεκλει- σμένοι καὶ κινοῦντες ἑαυτούς. εἰ δὲ κινεῖται ὅλως ὁπωσοῦν καὶ μεταβάλλει, ἀδύνατον συνεχῆ καὶ ἀίδιον κίνησιν κινεῖν· οὐ γὰρ φυλάξει ἐν ταυτότητι τὰ κινούμενα τὸ κινητικὸν αἴτιον. οὐδὲν ἄρα τῶν· τοιούτων αἰτίων ἀίδιον κινήσεως αἴτιον εἶναι δύναται. εἰ οὖν δέδεικται ἀίδιον εἶναι κίνησιν, ἀνάγκη ἄλλο τι εἶναι παντάπασιν ἀκίνητον αἴτιον ταύτης τῆς κινήσεως καὶ παντελῶς ἀμετάβλητον, μηδὲ κατ·ὰ συμβεβηκὸς μεταβάλλον· τῆς γὰρ ἀρχῆς μενούσης τοιαύτη·ς, ἀνάγκη καὶ τὸ πᾶν μένειν ὡς ἔχει, τῆς ἰδίας ἀρχῆς ἐξηρτημένον. οὐκ ἔστι δὲ ταὐτὸ τὸ κινεῖσθαι κατὰ συμβεβηκὸς ὑφ’ ἑαυτοῦ καὶ ὑφ’ ἑτέρου. Ὅτι μὲν οὐδὲ κατὰ συμβεβηκὸς ἡ ἐν τοῖς οὐρανίοις ἀκίνητος αἰτία <κινεῖται>, δῆλον μὲν ἐξ ὧν τὰ οὐράνια οὐ καθ’ ὅλα ἑαυτὰ κινεῖται 35 κατὰ μέρη τοῦ ὅλου ὄντος ἀκινήτου, ὥστε καὶ ἡ ἐν αὐτῷ κινητικὴ δύναμις ἀκίνητός ἐστι κινοῦσα τὸ ὅλον τοῖς μέρεσι καὶ μὴ τόπον ἐκ τόπου τὸ ὅλον μεταφέρουσα. οὐ γὰρ δὴ καὶ αὐτὴν τοῖς μέρεσιν ἑαυτῆς συγκινεῖσθαι φήσομεν κατὰ συμβεβηκός· ἀμερὴς γάρ ἐστιν ἀσώματος οὖσα. διὰ τοῦτο μὲν οὖν οὐδὲ κατὰ συμβεβηκὸς ἐκεῖνα κινεῖται, διὰ τὸ μηδὲ τὰ κινούμενα ὑπ’ αὐτῶν κατὰ ὅλα τοὺς τόπους ἀμείβειν, ἀλλὰ κατὰ μέρη. ἀλλ’ ἐπειδὴ καὶ ἐν τοῖς οὐρανίοις εἰσί τινα ἅπερ ὅλως ἀμείβει τοὺς τόπους, οἷον ἥλιος σελήνη καὶ τὰ λοιπὰ ἄστρα, ὡς ἐκ τούτου συμβαίνειν καὶ τὰς ἐν αὐτοῖς ἀκινήτους αἰτίας κατὰ συμβεβηκὸς κινεῖσθαι, διὰ τοῦτο διορίζει τὸ κατὰ συμβεβηκός. διττὸν γὰρ γίνεται τοῦτο, <τὸ> μὲν ὅταν ἑαυτό τι κινῇ συμβεβηκός ὡς αἱ ἀνθρώπιναι ζωαὶ ἑαυτὰς κινοῦσι κινοῦσαι τὰ σώματα ἐν οἷς εἰσι), τὸ δὲ ὅταν ὑφ’ ἑτέρου τι κινῆται κατὰ συμβεβηκός, ὅπερ καί τισι τῶν οὐρανίων προσήκει. ὁ γὰρ ἥλιος καὶ τὰ λοιπὰ ἄστρα αὐτὰ μὲν περὶ τὰ ἴδια κέντρα κινεῖται μὴ ἀμείβοντα τὸν ὅλον τόπον ἐν ᾧ ἐστι τὸ ὅλον αὐτῶν σῶμα, ὑπὸ μέντοι τοῦ ἐπικύκλου, κινουμένου καὶ αὐτοῦ περὶ τὸ ἴδιον κέντρον καὶ συμπεριαγομένου ὑπὸ τῆς σφαίρας, συμπεριάγεται ὅλον δι’ ὅλου τὸ ἄστρον καὶ ἄλλον ἐξ ἄλλου τὸν ὅλον καταλαμβάνει τόπον, ὥσπερ ἀμέλει καὶ ὁ ἐπίκυκλος αὐτὸς μὲν κατὰ μόρια κινεῖται περὶ τὸ ἴδιον κέντρον κινούμενος, ὑπὸ δὲ τῆς σφαίρας ἐν ᾗ ἐστιν ὅλως συμπεριάγεται· ὥστε καὶ αἱ ζωαὶ αἱ ἐν τούτοις κατὰ συμβεβηκὸς ὑπ’ ἄλλων κινοῦνται οὐχ ὑφ’ ἑαυτῶν ὃν τρόπον <τὰ> ἐν γενέσει, ἡ μέντοι ἀπλανὴς καὶ τῶν λοιπῶν σφαιρῶν οὐδὲ ὑφ’ ἑτέρου κινοῦνται. ὅταν δὲ λέγωμεν κινεῖσθαι σθαι τὰ ἀκίνητα, οὐ τοὺς νοῦς λέγομεν οὐ γάρ εἰσιν οὕτως ἐν ὑποκει- μένω τῷ σώματι ὥστε καὶ συγκινεῖσθαι αὐτῷ κατὰ συμβεβηκός), ἀλλὰ τὰς ἐν ὑποκειμένοις τοῖς σώμασιν ἀσωμάτους μὲν ἀλόγους δὲ ζωάς· ὁ γὰρ νοῦς ἔξωθεν ἐπιλάμπει τῶ σώματι. Ὅσα πλείους φέρεται φοράς. Τουτέστιν ὅσα κινοῦνται μὴ μόνον περὶ τὰ ἴδια κέντρα ὑφ’ ἑαυτῶν, ἀλλὰ καὶ περὶ ἄλλα ὑφ’ ἑτέρων, ὑπό τε τῶν ἰδίων ἐπικύκλων καὶ τῶν σφαιρῶν καὶ ἔτι τῆς ἀπλανοῦς. ταῦτα δέ ἐστι τά τε ἄστρα καὶ οἱ ἐπίκυκλοι. Θάτερον δὲ τοῖς φθαρτοῖς μόνον. Τουτέστι τὸ ὑφ’ ἑαυτῶν κινεῖσθαι. τὸ δὲ μόνον ἀντὶ τοῦ μόνοις· δύναται γὰρ ἡ ἐν ἀνθρώπῳ ζωὴ καὶ ὑφ’ ἑτέρου τοῦ βαστάξαντός τι ἢ ὑθήσαντος κινεῖσθαι κατὰ συμβεβηκός. δῆλον δὲ ὅτι ἐπὶ ἀνθρώπων οὐ τὴν λογικήν φαμεν ζωήν, ἀλλὰ τὴν ἐν ὑποκειμένῳ. Ἀλλὰ μὴν εἴ γέ ἐστί τι τοιοῦτο ἀεὶ κινοῦν μέν τι ἀκίνητον δ’ αὐτὸ καὶ ἀίδιον, ἀνάγκη καὶ τὸ πρῶτον ὑπὸ τούτου κινούμενον ἀίδιον εἶναι. Δοκεῖ δὲ διάλληλος ἡ δεῖξις· ἄνω μὲν γὰρ ἐκ τοῦ εἶναί τι ἀιδίως κινούμενον τὸ ἀιδίως κινοῦν ὅπερ ἀκίνητόν ἐστι κατεσκεύασεν, ἐνταῦθα δὲ ἐκ τοῦ ἀιδίως κινοῦντος τὸ ἀιδίως κινούμενον εἰσφέρει. οὐ μὴν ἀλόγως τοῦτο ἐποίησεν, ἀλλ’ ἐπειδὴ τῆς ἀιδίως τῶν γενητῶν διαδοχῆς ἀνάγκη εἶναι ἕν τι καὶ ἀίδιον αἴτιον, τοῦτο δὲ ὁ μὲν ἴσως ἄν εἴποι κινούμενον εἶναι ὁ δὲ ἀκίνητον, διὰ τοῦτο δείκνυσιν ὅτι εἴτε κινούμενον εἴη τοῦτο τὸ ἀίδιον, ἀνάγκη καὶ ἀκίνητον εἶναί τι ἀίδιον ἀφ’ οὗ τὸ κινούμενον ἀιδίως κινεῖται, ὡς προείρηται, εἴτε ἀκίνητον εἴη, πάντως δεῖ τι εἶναι τὸ ἀιδίως κινούμενον ὃ προσεχῶς κινήσει δι’ ἑαυτοῦ τὰ μὴ ἀιδίως κινούμενα. εἰ γὰρ τὸ παντάπασιν ἀκίνητον μὴ δι’ ἀιδίως κινουμένου ἀλλ’ ἀμέσως κινήσει ἅπαντα, οὐδὲν ἔσται γεν.ητὸν καὶ φθαρτόν, ἀλλὰ πάντα ἀεικίνητα καὶ ὡσαύτως ἔχοντα, ὥστε ἀναιρεθήσεται γένεσις καὶ φθορά. οὐκ ἄρα τὸ ἀκίνητον αἴτιον προσεχῶς κινήσει, ἀλλ’ ἕτερόν τι ἀίδιον καὶ αὐτό, ἵνα σῴζῃ τὴν ἐν τῇ γενέσει καὶ φθορᾷ ἀιδιότητα, οὐκ ἀκίνητον δὲ οὐδὲ ἀμετάβλητον, ἵνα τῇ τροπῇ ἑαυτοῦ καὶ μεταβολῇ τὰς διαφόρους μεταβολὰς ἐργάζηται, τάς τε κατὰ γένεσιν λέγω καὶ φθορὰν καὶ τὰς λοιπάς. ἀμετάβλητον γὰρ ὂν μίαν ἄν εἰρ- γάσατο καὶ μονοειδῆ καὶ ἀίδιον κίνησιν, νῦν δέ, ὡς μὲν ὑπὸ ἀκινήτου κινούμενον, ἀεὶ καὶ ὡσαύτως κινεῖται (καὶ διὰ τοῦτο τῆς ἀιδίου τοῖς μεταβολῆς αἴτιον γίνεται), ὡς δὲ κατὰ τὴν κίνησιν τῶν μερῶν ἄλλην καὶ ἄλλην σχέσιν ἴσχον πρὸς τὰ ὑπ’ αὐτοῦ κινούμενα, εἰκότως διαφόρως αὐτὰ κινεῖ ποτὲ μὲν γένεσιν ποιοῦν ποτὲ δὲ φθοράν οἷον ὁ ἥλιος προσιὼν θερμαίνει καὶ ποιεῖ φθορὰν μὲν ὕδατος, ἀέρος δὲ γένεσιν ἢ πυρός, ἀπιὼν δὲ τὸ ἐναντίον), ὅπερ οὐχ οἷόν τε ἦν ἐπὶ τοῦ ἀκινήτου αἰτίου γενέσθαι. Ἔστι δὲ τοῦτο δῆλον μέν. Ὁ ‘μέν’ μέν’ σύνδεσμος δηλοῖ ὡς ἄλλῃ χρήσεται ἐπιχειρήσει, ἐπάξει δὲ αὐτὴν μετὰ πολλά, ἧς ἡ ἀρχὴ “οὐ μὴν ἀλλὰ καὶ ἄλλην ποιησαμένοις ῤχήν". Ἅτε οὐδὲ αὐτὸ οὐδὲν μεταβάλλον πρὸς τὸ κινούμενον. Τουτέστι τὴν αὐτὴν σχέσιν ἀεὶ φ·υλάττον πρὸς τὸ κινούμενον. Τὸ δὲ κινούμενον ὑπὸ τοῦ ἀκινήτου δὲ κινουμένου ἤδη, διὰ τὸ ἄλλως καὶ ἄλλως ἔχειν πρὸς τὰ πράγματα, οὐ τῆς αὐτῆς ἔσται κινήσεως αἴτιον. Πολλαχῶς ἐστι τὰ ἀιδίως κινούμενα, τὰ μὲν αὐτόθεν ὑπὸ ἀκινήτου, ὡς ἡ ἀπλανής, τὰ δὲ καὶ ὑπὸ κινουμένου, ὡς τὰ ἄστρα κινούμενα ὑπὸ τῶν ἐπικύκλων καὶ τῶν σφαιρῶν. εἰ δὲ γράφοιτο ὑπὸ τοῦ κινουμένου μέν, ὑπὸ τοῦ ἀκινήτου δὲ κινουμένου, περὶ τῶν ἄστρων λέγει, ἃ κινοῦντι ὑπὸ τῶν σφαιρῶν τῶν ὑπὸ ἀκινήτων κινουμένων. τὰ οὕτως οὖν κινούμενα ἄλλοτε ἄλλην σχέσιν ἔχοντα πρὸς τὰ τῇδε οὐκ ἀεὶ τῆς αὐτῆς ἐστι κινήσεως αἴτια. ἀλλὰ διὰ τὸ ἐναντίοις εἶναι τόποις ἢ εἴδεσιν ἐναντίως παρέξεται κινούμενον ἕκαστον τῶν ἄλλων, καὶ ὁτὲ μὲν ἠρεμοῦν ὁτὲ δὲ κινούμενον. πρὸς βορρᾶν γὰρ γινόμενος ὁ ἥλιος ἢ πρὸς νότον, ἡ ψύχει ἢ θερμαίνει τὰ ἐνταῦθα, τῷ εἰς ἐναντίους τόπους γίνεσθαι ἐναντίας καὶ τὰς ἐνεργείας ποιούμενος. εἶτα ἐπειδὴ οὐκ εἰσὶν οὗτοι κυρίως ἐναντίοι τόποι, τὸ βοριαῖον λέγω καὶ τὸ νοτιαῖον, ἀλλὰ τὸ ἄνω καὶ τὸ κάτω, διὰ τοῦτο ἐπιδιορθούμενος εἴδη αὐτά ἐναντία καλεῖ, ὡς ἐναντίων εἰδῶν ποιητικά, θερμότητος καὶ ψύξεως. εἶτα ἐπειδὴ αἱ ἐναντίαι κινήσεις ἠρεμίᾳ διαλαμβάνοντα., ὡς δείξει, εἰκότως καὶ τῆς ἠρεμίας τῶν τῇδε τὰ οὐράνια αἰτιᾶται. Ἔχομεν οὖν ἐκ τῶν εἰρημένων τὸ προτεθὲν ἐξ ἀρχῆς πρόβλημα καὶ ἀπορούμενον, ὅτι τῶν ὄντων τὰ μὲν ἀκίνητά ἔτι, τὰ δὲ ἀεικίνητα, τὰ δὲ ποτὲ μὲν κινεῖται ποτὲ δὲ ἠρεμεῖ. τοῦτο δὲ δέδεικται διὰ τοῦ δειχθῆναι ὅτι ἔστι τι ἀκίνητον αἴτιον, καὶ ὅτι τὸ ὑπὸ τούτου κινούμενον ἀεικίνητόν ἐστιν ἐξ ἀνάγκης, διὰ τὸ καὶ τὸ αἴτιον τῆς κινήσεως ἀμετάβλητον εἶναι, τὰ δὲ ὑπὸ τοῦ ἀεικινήτου κινούμενα μὴ ἀεὶ εἶναι κινούμενα, διότι καὶ τὸ αἴτιον τῆς κινήσεως μεταβλητόν. Οὐ μὴν ἀλλὰ καὶ ἄλλην ποιησαμένοις ἀρχὴν μᾶλλον ἔσται περὶ τούτου φανερόν. Ἐνταῦθα ἡ πρὸς τὸ ἀνωτέρω ἀπόδοσις ἔνθα ἔλεγεν “ἔστι δὲ τοῦτο δῆλον μέν”, ὡς ἐποίσων καὶ ἄλλο ἐπιχείρημα. ἐνταῦθα οὖν ἑτέρᾳ ἐπιχειρήσει κέχρηται πρὸς τὸ δεῖξαι ὅτι ἔστι τι ἀεὶ κινούμενον. καὶ ἄνω μὲν ἀρχὴν ἐλάμβανεν ὅτι ἔστι τι ἀίδιον καὶ ἀμετάβλητον κινητικὸν αἴτιον, ᾧ ἕπεσθαι ἔλεγεν ἐξ ἀνάγκης τὸ εἶναί τι ἀιδίως ὑπ’ αὐτοῦ κινούμενον, ἐν- ταῦθα δὲ πρῶτον ζητεῖ καὶ οἷον ἀρχὴν ποιεῖται τοὐ προβλήματος τίν δεῖ πρώτην λέγειν τῶν κινήσεων καὶ δείκνυσιν ὅτι τὴν κατὰ τόπον, καὶ ταύτης τὴν κυκλοφορητικήν), εἶτα οὕτως δείκνυσιν ὕστερον ὅτι ταύτην μόνην ἐνδέχεται δέχεται συνεχῶς εἶναι καὶ ἀδιάκοπον· ὥστε ἐν μὲν τοῖς ἔμπροσθεν <ὅτι> ἔστι τι ἀίδιος κίνησις ἔδειξεν. ἐνταῦθα μέντοι καὶ ὡρισμένως δείκνυσι ποία κίνησίς ἐστι συνεχὴς καὶ ἀίδιος. ὅτι οὖν πασῶν τῶν κινήσεων πρώτη ἐστὶν ἡ κατὰ τόπον, δευτέρα δὲ ἡ κατὰ ἀλλοίωσιν, καὶ. τρίτη ἡ κατὰ αὔξησιν καὶ φθίσιν, δείκνυσιν ἐκ τοῦ μὴ ἂν τὰς ἄλλας ὑποστῆναι δίχα τῆς κατὰ τόπον κινήσεως, ταύτην δὲ χωρὶς τῶν ἄλλων εἶναι δύνασθαι, καὶ πάλιν αὔξησιν μὲν καὶ φθίσιν μὴ ἄνευ ἀλλοιώσεως ὑποστῆναι, ἀλλοίωσιν δὲ χωρὶς ἐκείνων εἶναι δύνασθαι. ἐπί τε γὰρ τοῦ αὐξανομένου δεῖ πρότερον ἀλλοιωθῆναι τὴν τροφὴν ὑπὸ τοῦ τρεφομένου καὶ ἀλλοιωθεῖσαν ἐξομοιωθῆναι καὶ προσκριθῆναι τῷ τρεφομένῳ, ἵνα οὕτως ἡ αὕξησις γένηται ἡ γὰρ τροφή, ὡς καὶ ἐν τῷ Περὶ γενέσεως λεχθήσεται, πρὶν μὲν προστεθῇ ἐναντία ἐστὶ τῷ τρεφομένῳ, δυνάμει δέ ἐστιν ὁμοία· παθοῦσα γὰρ καὶ μεταβληθεῖσα ἐξομοιοῦται τῷ τρεφομ.ένῳ καὶ οὕτω προσκριθεῖσα αὐτῷ προσφύεται καὶ ποιεῖ τὴν αὔξησιν· ὥστε προηγήσατο τῆς αὐξήσεως ἡ ἀλλοίωσις), ἵνα δὲ γένηται ἀλλοίωσις ἀνάγκη συνελθεῖν τό τε ἀλλοιοῦν καὶ τὸ ἀλλοιούμενον, τουτέστι τὸ τρέφον καὶ τὸ τρεφόμενον δεῖ γὰρ ἅψασθαι ἀλλήλων τὸ ποιοῦν καὶ τὸ πάσχον), ὥστε χρεία πρὸς τὴν ἀλλοίωσιν τῆς κατὰ τόπον μεταβολῆς. δεῖ γὰρ πλησιάσαι τὸ θερμαῖνον τῷ θερμαινομένῳ καὶ ἀπλῶς τὸ ποιοῦν τῷ πάσχοντι· οὐ γὰρ ἀεὶ ὁμοίως ἔχει τὸ ποιοῦν πρὸς τὸ πάσχον, ἀλλ’ ὁτὲ μὲν ἀφέστηκην αὐτοῦ ὁτὲ δὲ πλησιάζει αὐτῷ, ὡς ὁ ἥλιος τοῖς τῇδε, τὸ δὲ ἀφεστηκέναι καὶ πλησιάζειν μεταβολή ἐστι κατὰ τόπον· χρεία ἄρα πρὸς τὴν ἀλλοίωσιν τῆς κατὰ τόπον μεταβολῆς. ὥστε χρεία πρὸς μὲν τὴν αὔξησιν τῆς ἀλλοιώσεως, πρὸς δὲ τὴν ἀλλοίωσιν τῆς κατὰ τόπον μεταβολῆς. πρωτίστη ἄρα τῶν κινήσεων ἡ κατὰ τόπον μεταβολή, εἴ γε ἀναιρουμένη μὲν συναναιρεῖ τὰς ἄλλας, οὐ συναναιρεῖται δὲ αὐταῖς· κἂν γὰρ μήτε αὔξησις ᾖ μήτε ἀλλοίωσις, οὐδὲν κωλύει τὴν κατὰ τόπον εἶναι κίνησιν, πρῶτον δὲ τῇ φύσει τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον. καὶ ἡ γένεσις δὲ καὶ ἡ φθορὰ ἀλλοιώσεως δεῖται, ὥστε οὐδ’ αὐτὴ ἄνευ τῆς κατὰ τόπον κινήσεως. δείκνυσι δὲ ὅτι τῆς κατὰ τόπον ἡ κύκλῳ προτέρα τῆς κατ’ εὐθεῖαν. ὥστε κινεῖ τὸ ἀκίνητον αἴτιον τὴν πρωτίστην πασῶν κίνησιν καὶ μὴ δεομένην ἄλλης κινήσεως. Πρώτη δ’ ἥδε καὶ συνεχής, ὅτι τὸ πρῶτον κινοῦν κινεῖ ταύτην τὴν κίνησιν. Ἀνάγκη, φησί, τὴν ἀίδιον κίνησιν ταύτην καὶ πρώτην εἶναι καὶ συνεχῆ καὶ μίαν, διότι καὶ τὸ κινοῦν καὶ πρῶτόν ἐστι καὶ ἓν καὶ ἀμετάβλητον. Ἀνάγκη δὲ ἀλλοίωσιν εἶναι τὴν εἰς τὰ ἐναντία μεταβολήν. Ἡ γὰρ τροφὴ ἐναντία πὼς οὖσα τῷ τρεφομένῳ μεταβάλλει καὶ ἐξομοιοῦται αὐτῷ, ἡ δὲ εἰς τὰ ἐναντία μεταβολὴ ἀλλοίωσίς ἐστι, καὶ ἡ τροφὴ ἄρα δι’ ἀλλοιώσεως γίνεται. Ἔτι δὲ πάντων τῶν παθημάτων ἀρχὴ πύκνωσις καὶ μάνωσις. Τοῦτο ὁμολογουμένως ἔνδοξον καὶ οὐκ αὐτῷ ἀρέσκον τὸ ἐπιχείρημα, ἀλλὰ τοῖς λέγουσι τὰ πρῶτα στοιχεῖα ἀμετάβλητα εἶναι κατ’ οὐσίαν διακρίσει πάντα αὐτῶν καὶ συγκρίσει ποιοῦσιν, ὧν ἦν καὶ Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς λέγων ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων. λέγει οὖν ὅτι κατ’ ἐκείνους πρώτη ἐστὶν ἡ κατὰ τόπον κίνησις· εἰ γὰρ πάντα τὰ πάθη πυκνώσει καὶ ἀραιώσει γίνονται, τουτέστι διακρίσει καὶ συγκρίσει, διάκρισίς τε καὶ σύγκρισις γίνεται συνιζανόντων ἢ διισταμένων τῶν σωμάτων, πᾶσα ἄρα μεταβολὴ δεῖται τῆς κατὰ τόπον κινήσεως. ὅτι δὲ οὐκ ἀρέσκει αὐτῷ ταῦτα, δηλοῦσιν αὐταὶ αἱ λέξεις· πυκνότητες γάρ φησι δοκοῦσι, καὶ πάλιν γένεσις λέγεται, ‘εἶναι’ δὲ οὐδαμοῦ εἶπεν. Ἔτι κἀντεῦθεν ἐπισκοποῦσιν ἔσται φανερὸν ὅτι ἡ φορὰ πρώτη. Ἀλλως ἐπιχειρεῖ ὅτι πρώτη τῶν ἄλλων κινήσεων ἐστιν ἡ κατὰ τόπον· δηλοῦντες, γάρ φησι, τὰ τοῦ πρώτου σημαινόμενα, εὑρήσομεν κατὰ πάντα τὰ σημαινόμενα τοῦ πρώτου πρώτην οὖσαν τὴν κατὰ τόπον κίνησιν. λέγεται γεται γὰρ πρῶτον ἤτοι τῷ χρόνῳ, ὡς λέγομεν τοὺς γονεῖς εἶναι πρώτους τῶν παίδων καὶ τοὺς θεμελίους πρώτους εἶναι τῆς ὀροφῆς ἢ ἀπλῶς τὸ παλαιότερον τοῦ νεωτέρου, ἢ τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ, ὡς λέγομεν τὸ ζῷον πρῶτον εἶναι τοῦ ἀνθρώπου, καὶ τὸ τῇ οὐσίᾳ πρῶτον καὶ τιμιώτερον, ὥσπερ λέγομεν τὰ τέλεια πρώτην τάξιν ἔχειν τῇ φύσει τῶν ἀτελῶν, οἷον τὰ λογικὰ τῶν ἀλόγων καὶ τὰ θεῖα τῶν θνητῶν. δεί- κνυσιν οὖν καθ’ ἕκαστον τῶν τοῦ πρώτου σημαινομένων πρώτην οὖσαν τὴν κατὰ τόπον κίνησιν, καὶ πρῶτόν γε δείκνυσιν ὅτι τὴν ἀίδιον κίνησιν ἀνάγκη εἶναι τὴν κατὰ τόπον· συμβάλλεται γὰρ αὐτῷ τοῦτο εἰς τὸ δεῖξαι ὅτι καὶ τῷ χρόνῳ προτέρα ἡ κατὰ τόπον. δείκνυσι δὲ τοῦτο οὕτως· δέ- δεικται, φησίν, ἀνωτέρω ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι τοῦτο γὰρ ἐν ἀρχαῖς τοῦ βιβλίου τούτου κατεσκεύασεν), ἀεὶ δὲ ἔσται κίνησις, ἐὰν ἤτοι μία εἴη καὶ συνεχής, ἡ διάφορος μὲν ἐφεξῆς δὲ ἀλλήλαις, βέλτιον δὲ τὸ μίαν εἶναι καὶ συνεχῆ καὶ ἀίδιον καὶ ἁπλῆν ἐγγὺς γὰρ τοῦτο τοῦ θείου), τὸ δὲ βέλτιον ἐὰν κινῆται ἐπιλέγεται ἡ φύσις καὶ ὁ δημιουργὸς πρὸ τῆς φύσεως τὸ γὰρ δύνασθαί τι καλὸν καὶ μὴ ποιεῖν οὐ θεῖον· ἢ γὰρ φθονεροῦ τοῦτο ἢ ἀργοῦ), ἐνδέχεται δὲ εἶναι συνεχῆ κίνησιν, ὡς δείξει ἐφεξῆς, καὶ ταύτην οὐδεμίαν ἄλλην ἀλλ’ ἢ τὴν κατὰ τόπον· μόνη ἄρα ἡ κατὰ τόπον κίνησις καὶ συνεχὴς καὶ ἀίδιος. δέδεικται γὰρ ὅτι τὴν ἀίδιον δεῖ εἶναι καὶ συνεχῆ, εἴπερ ἐνδέχεται εἶναι συνεχῆ κίνησιν, ὅτι δὲ ἐνδέχεται εἶναι συνεχῆ καὶ ταύτην τὴν κατὰ τόπον ἐφεξῆς δείξει, ἡ κατὰ τόπον ἄρα συνεχὴς καὶ ἀίδιος. ὅτι μὲν οὖν ἀίδιος· δῆλον ἐντεῦθεν, ὅτι δὲ καὶ πρώτη δείκνυσι, πρῶτον μὲν ὅτι συναναιρεῖ καὶ οὐ συναναιρεῖται· εἰ γὰρ γένεσις καὶ ἀλ- λοίωσις καὶ αὔξησις δέονται τῆς κατὰ τόπον, ὡς ἀνωτέρω εἴρηται καὶ γὰρ καὶ πρὸς γένεσιν δεῖ συνελθεῖν τὰ σπείροντα καὶ γεννῶντα), δῆλον ὅτι ἀναιρεθείσης ταύτης ἀνῄρηνται καὶ αἱ λοιπαί, εἰ δὲ ὑπάρχει αὐτὴ τοῖς οὐρανίοις μηδεμίαν μεταβολὴν δεχομένοις, οὐκ ἄρα προσδεῖται τῶν ἄλλων, ὥστε οὐδὲ συναναιρεῖται αὐταῖς, πᾶσαι δὲ αὐτῆς δέονται, εἴπερ τῇ τοιαύτῃ τῶν οὐρανίων κινήσει τὰς πάσας μεταβολὰς ἔχουσι τὰ ἐν γενέσει, καὶ ὅτι, ὡς εἴρηται, δεῖ πρῶτον κατὰ τόπον κινηθῆναι τὸ ποιοῦν καὶ τὸ πάσχον. ἀλλὰ μὴν καὶ τῷ χρόνῳ πρώτη, εἴπερ μόνη ἀίδιος δέδεικται· καὶ ὁρῶμεν αὐτὴν μόνην τοῖς ἀιδίοις σώμασιν ὑπάρχουσαν, τὸ δὲ τοῖς ἀιδίοις ὑπάρχον ἀίδιον, τὸ δὲ ἀίδιον πρότερον τῷ χρόνῳ τῶν γενητῶν. λέγω δὲ οὐ κοινῶς πάντων ἁπλῶς τῶν γενητῶν, ἀλλ’ ἑκάστου ἰδίᾳ· οὐδὲ γὰρ γενικῶς δεῖ παρα- βάλλειν τὰ γενητὰ πρὸς αὐτὴν τὴν κίνησιν ἄτομον οὖσαν, ἀλλ’ ἄτομον γένεσιν πρὸς ἄτομον κίνησιν. εἰ δέ τις εἴποι, φησίν, ὅτι ὑστέρα γενέσεως καὶ ἀλλοιώσεως καὶ αὐξήσεως ἐστιν ἡ κατὰ τόπον, διότι δεῖ πρῶτον γενέσθαι τὸ ζῷον, εἶτα ἀλλοιωθῆναι καὶ καὶ γινόμενον κατὰ τόπον κινηθῆναι, ἰστέον ὅτι ἐπὶ ἑνός, φησιν, ἀτόμου μὲν τῶν γενητῶν τῷ ὄντι <συμβαίνει> ὑστέραν εἶναι τὴν κατὰ τόπον, ἀλλ’ ἡμεῖς οὐ ζητοῦμεν ἐπὶ ἑνὸς ἀτόμου συμβαῖνον, ἀλλ’ ἐν τῷ παντὶ τίς ἐστι πρώτη κίνησις, ἔστι δὲ πάντως πρὸ τῆς τοῦδε γενέσεως κίνησις, εἰ καὶ μὴ αὐτοῦ, ἀλλὰ τῶν σπειράντων καὶ γεννησάντων, καὶ πάλιν τῆς ἐκείνων γενέσεως προυπάρχει ἡ τῶν ἐκείνους σπειράντων κατὰ τόπον κίνησις, καὶ πρό γε τῆς ἑκάστου τῶν γινομένων γενέσεως ἡ τῶν οὐρανίων ὑπάρχει ἀίδιος κίνησις, ἥτις οὐ δεῖται ἄλλης μεταβολῆς, ἀλλ’ αὐτὴ ποιεῖ τὰς ἄλλας μεταβολάς. εἰ τοίνυν ἀλλοίωσις μὲν καὶ αὔξησις γενέσεως ὕστεραι ἐν γὰρ τοῖς γενητοῖς μόνοις ὑπάρχουσι), πρὸ δὲ τῆς γενέσεως ἡ κατὰ τόπον, καὶ αἱ λοιπαὶ ἄρα τῆς κατὰ τόπον ὕστεραι. καὶ κατ’ οὐσίαν δὲ καὶ φύσει πρώτη ἡ κατὰ τόπον. τὸ γὰρ τέλειον τοῦ ἀτελοῦς πρότερον τῇ φύσει, ὥσπερ λέγομεν καὶ τὰ θεῖα τὰ ἀεὶ ἐν τέλει ὄντα πρῶτα εἶναι τῶν ἐν γενέσει, ἔστι δὲ τελεία μὲν ἡ κατὰ τόπον (τοῖς γὰρ τετελειωμένοις παραγίνεται), ἀτελεῖς δὲ λοιπαί. τὸ γὰρ ἔτι γινόμενον ζῷον ἀτελὲς ὂν οὐ μόνον γίνεται ἀλλὰ καὶ ἀλλοιοῦται καὶ αὔξει, κατὰ τόπον δὲ οὐ κινεῖται, εἰ μὴ γένηται τέλειον καὶ ἀπολάβῃ τὸ τοῦ ζῴου εἶδος. διὸ τὰ μὴ ἐξισχύοντα τὴν τοιαύτην τελειότητα ἀπολαβεῖν ἀκίνητα μένει, τά τε φυτὰ καὶ τὰ ζωόφυτα· ἡ γὰρ τῶν ζωοφύτων κίνησις συστολὴ καὶ διαστολὴ καὶ διάχυσις μόνον ἐστίν, οὐ μέντοι τόπου μετάβασις. ὅτι γὰρ ἀτελέστερά ἐστι τῶν ζῴων δῆλον ἐκ τοῦ πάντα μὲν τὰ ὑπάρχοντα αὐτοῖς ὑπάρχειν καὶ τοῖς ζῴοις, οἷον αἴσθησιν τὴν κατὰ ἁφὴν γεῦσιν καὶ τὰς φυσικὰς ζωάς, μὴ πάντα δὲ τὰ ὑπάρχοντα τοῖς ζῴοις ὑπάρχειν καὶ αὐτοῖς· οὔτε γὰρ ὄφιν ἢ ἀκοὴν ἢ τὴν κατὰ τόπον ἔχουσι κίνησιν. ἔπειτα εἰ αἱ μὲν ἄλλαι κινήσεις ἐκστατικαί εἰσιν ἢ τῆς οὐσίας ἢ τοῦ ποιοῦ ἢ τοῦ ποσοῦ αὐτῆς] καὶ φθαρτικαί, ἡ δὲ κατὰ τόπον οὐδὲν τοῦ σώματος φθείρει ἀλλ’ ἄφθαρτον διασῴζει, καὶ διὰ τοῦτο τιμιωτέρα τῶν ἄλλων (πρῶτον δὲ φύσει τὸ τιμιώτερον), μόνη δὲ διὰ τοῦτο καὶ τοῖς ἀιδίοις προσήκει ὡς μηδὲν τοῦ ὑποκειμένου ἀλλοιοῦσα), ἅπερ ὁμολογουμένως πρῶτα τῇ φύσει ἐστὶ τῶν γενητῶν, τὸ δὲ τῷ πρώτῳ μᾶλλον προσῆκον μᾶλλόν ἐστι πρῶτον τῶν μὴ προσηκόντων, ἡ ἄρα κατὰ τόπον μᾶλλον τῶν ἄλλων ἐστὶ πρώτη. πρὸς δὲ τούτοις ἐδείχθη τῶν κινουμένων πρῶτον εἶναι τὸ αὐτοκίνητον, αὐτοκίνητον δέ ἐστι τὸ δυνάμενον αὐτὸ ἑαυτὸ κινεῖν κατὰ τόπον, <πρώτη ἄρα ἡ κατὰ τόπον>, εἴπερ τὸ ταύτην ἔχον πρῶτόν ἐστι τῶν κινουμένων. Καὶ τὸ κατ’ οὐσίαν. Τουτέστι τὰ κατὰ τὴν τῆς οὐσίας τελειότητα καὶ ὑπεροχήν. Οὐδεμία γὰρ ἀνάγκη οὔτε αὔξεσθαι οὕτε ἀλλοιοῦσθαι τὸ φερόμενον. Ἐντεῦθεν ἐπιχειρεῖ ὅτι ἀναιρεῖ μὲν ἡ κατὰ τόπον κίνησις τὰς ἄλλας, οὐ συναναιρεῖται δέ, εἴπερ ἄνευ μὲν ταύτης οὐδεμία ἐστίν, ἄνευ δὲ τῶν ἄλλων ἐστὶν ἡ κατὰ τόπον, ὡς ἐπὶ τῶν οὐρανίων. Τοῖς γὰρ ἀιδίοις μόνον ἐνδέχεται κινεῖσθαι ταύτην. Οὐ ‘τοῖς ἀιδίοις μόνον’, ἀλλὰ ‘ταύτην μόνην τοῖς ἀιδίοις᾿· οὐδεμίαν γὰρ ἄλλην κινοῦνται τὰ οὐράνια. Ἀλλ᾿ ἐφ’ ἑνὸς μὲν ὁτουοῦν τῶν ἐχόντων γένεσιν τὴν φορὰν ἀναγκαῖον. Ἐντεῦθεν ἡ ἀπορία· δοκεῖ γὰρ ἐπὶ ἑνὸς ἑκάστου ἀτόμου ἡ γένεσις πρὸ τῆς κατὰ τόπον κινήσεως εἶναι. ἐπιλύεται οὖν λέγων ὅτι πρὸ ἑκάστης γενέσεως ἐστιν ἡ κατὰ τόπον κίνησις τῶν γενητῶν, καὶ πρὸ ταύτης ἡ τῶν οὐρανίων, ἥτις καὶ αὐτὴ γεννᾷ· "ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος”. Ἀλλ᾿ ἕτερον ἀνάγκη κινούμενον εἶναι. Ἐντεῦθεν ἡ ἐπίλυσις. οὐ γινόμενον· οὐκέτι γινόμενον, ἀλλ’ ἤδη γεγενημένον. τὸ δὲ ἐφ’ ἑνὸς μὲν ὁτουοῦν τῶν γινομένων νῶν οὕτως ἔχει, τουτέστι τῶν γενετὴν ἐχόντων οὐσίαν. ὂν αὐτὸ καὶ μὴ γινόμενον, τουτέστι τέλειον ἤδη καὶ μὴ δεόμενον ἐντι γενέσεως, ἀλλ’ ἀπειληφὸς τὸ εἶδος. καὶ τούτου ἕτερον πρότερον· ἢ τὴν τῶν πάππων λέγει κίνησιν τῶν τοὺς γεννήσαντας γεννησάντων, ἢ μᾶλλον τὴν τῶν οὐρανίων. πάντως γὰρ ἄν <εἴη> τὰ κινούμενα φθαρτά· εἰ γὰρ τῶν ἄλλων μεταβολῶν ἡ γένεσις, πάντα αὐτῆς μεθέξει, ὥστε πάντα γενητὰ ἔσονται· εἰ δὲ γενητά, καὶ φθαρτὰ δήπου· καὶ οὐδὲν ἀίδιον. Λέγω δ’ ἐφεξῆς αὔξησιν, εἶτ’ ἀλλοίωσιν καὶ φθίσιν καὶ φθοράν. Οὐκ ἠκριβολογήσατο δὲ περὶ τὴν λέξιν· ἔδει γὰρ προτάξαι, ὡς ἄνω εἴποι τῆς αὐξήσεως τὴν ἀλλοίωσιν. φθίσεως δὲ καὶ φθορᾶς ἡ μὲν τῇ αὐξήσει, ἡ δὲ τῆ γενέσει ἀντίκειται. Ὅλως τε φαίνεται τὸ γινόμενον ἀτελὲς καὶ ἐπ’ ἀρχὴν ἴον. Ἐντεῦθεν ὅτι ἰαὶ τῇ φύσει προτέρα ἡ κατὰ τόπον δείκνυσιν, ὡς τελειοτέρα καὶ τοῖς τελειοτέροις μᾶλλον ὑπάρχουσα. ἐπ’ ἀρχὴν ἰόν, φησί, τουτέστιν ἐπὶ τὸ τέλειον εἶδος· μία γὰρ τῶν ἀρχῶν τὸ εἶδος κατὰ τὴν τελειότητα. ὥστε τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερον εἶναι· ὕστερον γὰρ ἐν τῇ γενέσει τὸ τέλειον παραγίνεται, καὶ λοιπὸν παύεται <ἡ μένεσις> καὶ ἡ κατὰ τόπον κίνησις γίνεται τοῖς ζῴοις, ἀλλὰ τοῦτο τῇ φύσει πρότερον· σκοπὸς γὰρ αὐτῇ καὶ ἀρχὴ εἰδοποιῆσαι καὶ ἀγαγεῖν εἰς τελειότητα, ὥστε τούτου ἕνεκεν τὰ πρὸ τούτου παρείληφε. διὸ τὰ μὲν ὅλως ἀκίνητα τῶν ζῴων δι᾿ ἔνδειαν, οἷον τὰ φυτά· ἀντὶ τοῦ ζώντων᾿· οἷον γάρ φησι τὰ φυτὰ δι’ ἔνδειαν τοῦ τελείου εἴδους ὅ τι ζῴοις ὑπάρχει, καθ’ ὃ καὶ τὴν κατὰ τόπον κινεῖται κίνησιν. καὶ πολλὰ γένη ζῴων· τὰ ζωόφυτα λέγει. καὶ διότι ἥκιστα τῆς οὐσίας ἐξίσταται τὸ κινούμενον τῶν κινήσεων ἐν τῷ φέρεσθαι· ἤτοι τοῦτό φησιν ὅτι τὸ κινούμενον κατὰ τόπον ἥκιστα τῶν ἄλλων κινήσεων ἐξίσταται τῆς οὐσίας ἐν τῷ φέρεσθαι, ἢ τὸ κινούμενον ἐν τῇ μιᾷ τῶν κινήσεων τῇ κατὰ τόπον. Μάλιστα δὲ δῆλον ὅτι τὸ κινοῦν αὐτὸ αὑτὸ ταύτην μάλιστα κινεῖ κυρίως τὴν κατὰ τόπον. Ἕτερον ἐπιχείρημα ὅτι πρώτη ἡ κατὰ τόπον ἐκ τοῦ τὸ αὐτοκίνητον, ὅπερ πρῶτον εἶναι λέγεται τῶν κινούντων καὶ κινουμένων, κατὰ ταύτην τὴν κίνησιν εἶναι αὐτοκίνητον, τὸ δὲ τῷ πρώτῳ ὑπάρχον ὡς πρώτῳ εἴη ἄν πρῶτον. καὶ εἰ δέδεικται ὅτι τὸ πρῶτον τῶν κινούντων καὶ κινουμένων τὸ αὐτοκίνητον, αὐτοκίνητον δὲ τὴν τοπικὴν κίνησιν, δῆλον ὅτι πρώτη τῶν κινήσεων ἣν κινεῖται τὸ αὐτοκίνητον κατὰ τοὺς τρεῖς του πρώτου τρόπους, καὶ τῷ χρόνῳ, καὶ τῷ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, καὶ τῇ φύσει· τελεία γὰρ καὶ τῶν ἄλλων αἰτία, ὡς τοῖς τελείοις τῶν σωμάτων ὑπάρχουσα. Τίς δὲ φορὰ πρώτη, νῦν δεικτέον. Δείξας ὅτι πρώτη τῶν κινήσεων ἐστιν ἡ κατὰ τόπον, νῦν δείκνυσιν ὅτι ἡ κύκλῳ τῶν ἄλλων πρώτη ἐστὶ τῷ δείξαι ὅτι ταύτην μόνην ἐνδέχεται εἶναι συνεχῆ. ἔδειξε γὰρ ἀνωτέρω [ὅτι] τὴν ἀίδιον κίνησιν συνεχῆ εἶναι ἢ ἐφεξῆς· βέλτιον γὰρ τὸ συνεχές, ἀεὶ δὲ τὸ βέλτιον ἡ φύσις ἐκλέ- γεται, “ἂν ᾖ δυνατόν,” ὥστε δεῖ τὴν πρώτην καὶ ἀίδιον κίνησιν συνεχῆ εἶναι. ὅτι δὲ ἐνδέχεται συνεχῆ εἶναι κίνησιν ἐκεῖ μὲν ἔλαβεν ὁμολογούμενον καὶ ἀποδείξειν ἐπηγγείλατο, ἐνταῦθα δὲ λοιπὸν εἰς τοῦτο εἰσβάλλει, πρότερον δὲ δείκνυσιν ὅτι οὐδεμίαν τῶν ἄλλων ἐνδέχεται εἶναι συνεχῆ, εἶθ’ οὕτως ὅτι ἡ κατὰ τόπον μόνον ἐστὶ συνεχής, καὶ ταύτης ἡ κύκλῳ. ὅτι οὖν οὐδεμία τῶν ἄλλων ἐστὶ συνεχής, δείκνυσιν ἐκ τοῦ πάσας ἀπὸ ἀντικειμένου εἰς ἀντικείμενον μεταβάλλειν· ἥ τε γὰρ γένεσις ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβάλλει καὶ ἡ φθορὰ ἀνάπαλιν, καὶ ἡ ἀλλοίωσις ἀπὸ ἐναντίου εἰς ἐναντίον οἷον ἀπὸ λευκοῦ εἰς μέλαν ἢ ἀπὸ θερμοῦ εἰς ψυχρὸν ἢ ἔμπαλιν), καὶ ἡ αὔξησις δὲ καὶ φθίσις ἀπὸ ἐλάττονος εἰς μεῖζον ἢ ἀπὸ μείζονος εἰς ἔλαττον. εἰ τοίνυν πᾶσαι ἀπὸ ἀντικειμένου εἰς ἀντικείμενον γίνονται, τὰς ἀντικειμένας ποιήσονται μεταβολάς αἱ γὰρ εἰς ἀντικείμενα εἴδη μεταβολαὶ καὶ αὐταί εἰσιν ἀντικείμεναι, οἷον ἡ ἀπὸ λευκοῦ τῇ ἐπὶ λευκόν),. αἱ δὲ ἀντικείμεναι μεταβολαὶ ἠρεμίᾳ διαλαμβάνονται, ὡς δείξει, οὐκ ἄρα ἐνδέχεται οὐδεμίαν εἰς ἀντικείμενα μεταβολὴν συνεχῆ εἶναι, ἀλλ’ ἐφεξῆς μέν εἰσι, συνεχεῖς δὲ οὔ. ὅτι δὲ μεταξὺ τῶν ἀντικειμένων μεταβολῶν πάντως ἠρεμία ἐστί, δείκνυσιν οὕτως· τὸ γὰρ μελαινόμενον, φησίν, οὐ κινεῖται ἐπὶ λευκότητα, οὐκοῦν ἀρχὴν ἕξει ποτὲ τῆς ἐπὶ λευκότητα ὁδοῦ, ἀλλὰ πᾶσα ἀρχὴ κινήσεως πέρας ἐστὶν ἠρεμίας, ὥστε μετὰ τὴν μέλανσιν ἠρεμεῖν δεήσει ἵνα τὸ αὐτὸ λευκανθῆ. Ἀλλὰ τοῦτο οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ζητούμενον λαβεῖν ὁμολογούμενον. εἰ γὰρ ὅλως δοθείη ᾿πᾶσα πᾶσα ἀρχὴ πάσης κινήσεως καὶ ἠρεμίας ἐστὶ πέρας᾿, ἀδύνατον συνεχεῖς εἶναι τὰς ἀντικειμένας κινήσεις, τῆς γὰρ ὑποθέσεως κειμένης ὅτι συνεχεῖς αἱ ἀντικείμεναι, οὐχ ἕξει χώραν ὁμολογούμενον λαμβάνειν ὅτι πᾶσα ἀρχὴ κινήσεως πέρας ἐστὶν ἠρεμίας· εἰ γὰρ τοῦτο ἦν ὁμολογούμενον, ἡ ὑπόθεσις χώραν οὐκ εἶχεν. οὕτως ἦν ἐπιχειρητέον, ὅτι εἰ συνεχὴς ἡ λεύκανσις τῇ μελάνσει καὶ πάλιν τῇ λευκάνσει ἡ μέλανσις, οὐχ ἕξει οὕτως πέρας ἡ φύσις, ἀλλ’ ἀσκόπως καὶ μάτην κινήσει, καὶ ἔσται ἡ λεύκανσις ἅμα καὶ μέλανσις· μία γὰρ ἔσται κίνησις ἡ ἀπὸ λευκοῦ ἐπὶ λευκόν· εἰ γὰρ διὰ τοῦτο κινεῖ ἀπὸ λευκοῦ ἵνα ἐπὶ λευκὸν ἀγάγῃ, ματαιοπονήσει ἡ ζητοῦσα ὅπερ ἔχει καὶ μηδ’ ἐν αὐτῷ μένουσα. εἰ τοίνυν ταῦτα ἄτοπα, ἄτοπον δηλονότι τὸ συνεχεῖς εἶναι τὰς ἀντικειμένας. ἀλλὰ τοῦτο τὸ ἐπιχείρημα πρὸς μὲν τὰς φυσικὰς μεταβολὰς ἔχοι ἂν λόγον (οὐδὲν γὰρ τῷ ὄντι μάτην ἡ φύσις ποιεῖ), πρὸς δὲ τὰς τεχνητὰς οὐκέτι. γὰρ ἂν εἴποι τις ἐπὶ τῆς λιθαργύρου, ἥτις ἑψομένη μετὰ ἐλαίου τὴν μὲν ἀρχὴν ἐπὶ τὸ λευκότερον ὁδεύει τὸ φάρμακον, εἶτα μελαίνεται; συνεχεῖς ἄρα αἱ ἐναντίαι μεταβολαί· οὐ γὰρ ἀπλῶς ἐπὶ τούτου σκοπὸν εἶχεν ἡ τέχνη μελᾶναι ἢ λευκᾶναι τὸ φάρμακον, ἀλλ’ ἁπλῶς σύστασιν αὐτῷ τοιάνδε ποιῆσαι, τούτῳ δὲ τῷ σκοπῷ καὶ τῇ ἐπὶ τὸν σκοπὸν ὁδῷ, λέγω δὲ τῇ τοσῇδε ἑψήσει, ἐπηκολούθησε τὸ ποτὲ μὲν λευκανθῆναι ποτὲ δὲ μελανθῆναι τὸ φάρμακον. οὐδὲ γὰρ ἁπλῶς ἐνταῦθα σκοπός ἐστι φύσεως τὸ λευκᾶναι ἢ μελαναὶ, ὥσπερ ἐπὶ τοῦ κύκνου ἢ ἐπὶ τοῦ κόρακος, ἀλλ’ ἑτέρῳ σκοπῷ τὰ χρώματα ἐπηκολούθησε. καὶ ἐπὶ τῆς κατὰ τόπον δὲ κινήσεως φυσικῶς μὲν ἀδύνατον συνεχεῖς εἶναι τὰς ἐναντίας (μίαν γὰρ τῶν ἐπὶ τὰ δέδωκεν ἑκάστῳ ἡ φύσις), βίᾳ δὲ ἴσως οὐκ ἀδύνατον, ὡς εἰ φερομένου βαρέος καὶ πρὶν ἠρεμῆσαι ἀντικρούσει τι ἀθρόον καὶ ἐπὶ τὸ ἄνω πέμψειεν, εἰ μὴ κἀνταῦθα ἀνεπαίσθητόν τις ἠρεμίαν ὑπόθοιτο. καὶ ἐπὶ δρομέων δὲ ἢ ἱππέων τὴν ἀπὸ τῆς βαλβῖδος ἐπὶ τὴν νύσσαν καὶ ἀπὸ ταύτης ἐπὶ τὴν βαλβῖδα συνεχεῖς εἷναι δυνατόν, ἀλλ’ ἴσως οὐκ ἐναντίαι αὗται. Αὐξήσει δὲ καὶ φθίσει ἢ μέγεθος καὶ σμικρότης ἢ μεγέθους τελειότης καὶ ἀτέλεια. Ἐπειδὴ εἶπε μέγεθος καὶ σμικρότης, ἀόριστα δὲ τὸ μέγεθος καὶ ἡ σμικρότης, διὰ τοῦτο ἐπήγαγεν ἢ τελειότης μεγέθους καὶ ἀτέλεια. 6 ἡ γὰρ τελειότης τοῦ μεγέθους ὥρισται ἐν ἑκάστῳ εἴδει. Τὸ δὲ μὴ ἀεὶ κινούμενον τήνδε τὴν κίνησιν, ὂν δὲ πρότερον, ἀνάγκη πρότερον ἠρεμεῖν. Εἴπερ ὅλως ἐστὶ πρὸ τῆς κινήσεως· δεῖ γὰρ τὸ ἠρεμοῦν εἶναί τι, ἵνα καὶ ἠρεμῇ. εἰ τοίνυν τὸ μελαινόμενον οὔπω λευκαίνεται τὸ γὰρ λευκαινόμενον ἀπὸ μέλανος ἐξίσταται, οὐκ ἀπὸ λευκοῦ), ἀρχὴν δέ ποτε λαμβάνει λευκάνσεως, ἠρεμήσει πρότερον καὶ ἔσται μεταξὺ μελάνσεως καὶ λευκάνσεως ἠρεμία. τὸ δὲ ὂν δὲ πρότερον προσέθηκε διὰ τὴν γένεσιν· τὸ γὰρ μεταβάλλον ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι οὐκ ἦν πρότερον, ὥστε οὐδὲ ἠρεμεῖ, ὅπερ καὶ αὐτὸς ἐπιφέρει. ἀλλ’ οὐδέν, φησί, πρὸς τὸν λόγον, εἴτε ἠρεμία ἐστὶ μεταξὺ γενέσεως καὶ φθορᾶς εἴτε μή· κἄν γὰρ μὴ ἔστιν ἠρεμία ἐν τῷ μὴ ὄντι, ἀλλ’ οὖν ἀμεταβλησία ἐστὶ τὸ μεταξὺ τῶν δύο μεταβολῶν καὶ χρόνος, καὶ οὐκ εἰσὶ συνεχεῖς, ὅπερ ἐζητεῖτο. οὐ δεῖ δὲ λέγειν ὅτι οὐχ ἁρμόττει ὁ λόγος ἐπὶ γενέσεως καὶ φθορᾶς διὰ τὸ τὰ μὲν ἐναντία μὴ δύνα- σθαι ἅμα εἶναι, γένεσιν δὲ καὶ φθορὰν μὴ εἶναι ἐναντία· ὅλως γὰρ οὐδὲ ἐπὶ τῶν ἄλλων δεῖ τῶ τοῦ ἐναντίου ὀνόματι χρήσασθαι, ἀλλ’ ἁπλῶς τῷ μὴ δύνασθαι ἅμα εἶναι, ὅπερ ἐπὶ πάντων τῶν ἀντικειμένων ἐστὶν ἀληθές. οὐ καλῶς δὲ συνάγει τὸ ἄτοπον· οὐδὲ γὰρ εἰ συνεχεῖς εἶεν αἱ ἀντικείμεναι μεταβολαί, ἀνάγκη ἅμα εἶναι τὰ ἀντικείμενα. οὐδὲ γὰρ ἅμα καὶ [ἅμα] λευκαίνεται καὶ μελαίνεται κατὰ τὸν αὐτὸν χρόνον, ἀλλ’ ὥσπερ τοὐ λευκαινομένου τὰ μόρια οὐκ ἐν τῷ αὐτῷ μὲν χρόνῳ λευκαίνεται, συνεχὴς δέ ἐστιν ἡ τῶν μορίων λεύκανσις καὶ ἀδιάκοπος, καὶ ὥσπερ τὰ διάφορα τῆς λευκότητος μέτρα ἐπὶ τῆς αὐτῆς λευκάνσεως οὐκ ἐν τῷ αὐτῷ μὲν χρόνῳ γίνεται οὐδὲ δυνατὸν ἅμα αὐτὰ γενέσθαι, συνεχὴς μέντοι ἐστὶν αὐτῶν ἡ κίνησις, οὕτως κἄν ἀντικείμεναι κινήσεις συνεχεῖς ὦσιν, οὐκ ἀνάγκη ἅμα αὐτὰς εἶναι, ἀλλ’ ἐν τῷ νῦν τῆς μὲν πέρας ἐστὶ τῆς δὲ ἀρχή. ὥστε τοῦτό γε τὸ ἄπορον εὐκόλως συναχθείη ἄν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν μεταβολῶν τῶν μὴ οὐσῶν κινήσεων, τουτέστι γενέσεως καὶ φθορᾶς. Οὐδὲν γὰρ διαφέρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς κατ᾿ ἀντίφασιν μεταβολάς. Οὐδέν, φησί, πρὸς τὸ προκείμενον ἡμῖν συμβάλλεται εἴτε ἐναντίαι εἴτε μὴ γένεσις καὶ φθορά, ἀλλὰ τοῦτο μόνον, εἰ μὴ δύνανται ἅμα εἶναι. ὁμοίως δέ, φησίν, οὐδὲν διαφέρει καὶ εἰ μὴ ἠρεμία ἐστὶ μεταξὺ αὐτῶν, ἀλλ’ εἰ μόνον χρόνος τις διαλαμβάνων αὐτὰς ἀπ’ ἀλλήλων καὶ μὴ ἐῶν συνεχεῖς εἶναι. Μηδὲ ἔστι μεταβολὴ ἠρεμίᾳ ἐναντίον. Κινήσει μὲν γὰρ κίνησις ἐναντίον, μεταβολὴ δὲ ἁπλῶς οὐκέτι· οὐ γὰρ δὴ καὶ γενέσει ἢ φθορᾷ, διότι μηδὲ κινήσεις αὗται. ἄλλως τε <τὸ> ἠρεμοῦν εἶναί τι δεῖ ἴνα καὶ ἠρεμῇ, τὸ δὲ μὴ ὂν οὐκ ἔστιν· ὥστε οὐ τῇ ἔκ τοῦ μὴ ὄντος οὐδὲ τῇ εἰς τὸ μὴ ὂν μεταβολῇ ἠρεμία ἄν εἴη ἐναντίον. εἰ δὲ τοῦτο, οὐδὲ διαλήψονται ἠρεμίᾳ γένεσις καὶ φθορά. p. 261b15 Οὐ δεῖ δὲ ταράττεσθαι, ὅτι τὸ αὐτὸ πλείοσιν ἔσται ἐναντίον. Ἐπειδὴ εἶπεν ὅτι αἱ ἀντικείμεναι μεταβολαὶ οὐχ ἅμ γίνονται, καὶ ὅλως ἀντέθηκε κίνησιν κινήσει, ἀντίκειται δὲ τῆ κινήσει καὶ ἠρεμία, ἀπορεῖ εἰ δύο ἑνί ἐστιν ἀντικείμενα· οὕτω γὰρ ἂν ἄδικος ἔσται ἡ φύσις δύο ἑνὶ ἀντιτάξασα. καὶ νῦν γὰρ πιθανῶς ἐπιχειρεῖ λέγων ὅτι ἐπὶ πολλῶν ἐστιν ἡ τοιαύτη ἀντίθεσις· τῷ γοῦν ἴσῳ καὶ τὸ μεῖζον καὶ τὸ ἐλατὸν ἀντίκειται, καὶ τὸ μέτριον τῷ τε ὑπερέχοντι καὶ τῷ ὑπερεχομένῳ. ἰστέον δὲ ὅτι καὶ τῶ ἴσω ἐκεῖνα οὐχ ὡς μείζονα ἢ ἐλάττονα ἀλλ’ ἁπλῶς ὡς ἄνισα ἴσῳ ἀντίκειται, καὶ τῷ συμμέτρῳ τό τε ὑπερέχον καὶ τὸ ἐλλεῖπον ὡς ἀσύμμετρα. ἔστι δὲ εἰπεῖν καὶ ὅπερ αὐτὸς ἀλλαχοῦ λέγει, ὅτι ὅταν δύο τῷ αὐτῶ ἀντίκειται, οὐ κατὰ τὸ αὐτὸ ἀντίκειται, ἀλλὰ τὸ μὲν ὡς εἰοος ειοει, τὸ δὲ ὡς ἕξις στερήσει· οἷον τῇ θρασύτητι ἀντίκειται καὶ ὡς στερήσει ἡ συμμετρία καὶ ὡς ἐρύει ἡ δειλία. οὕτω καὶ τῇ κινήσει ὡς μὲν <εἴδει> εἶδος ἡ ἀντικειμένη κίνησις ἀντίκειται, ὡς δὲ ἕξει στέρησις ἡ ἠρεμία. Ἔτι δὲ ἐπί τε τῆς γενέσεως καὶ τῆς φθορᾶς καὶ παντελῶς ἄτοπον εἶναι δόξειεν. Ἐπὶ γενέσεως καὶ φθορᾶς, φησί, μᾶλλόν ἐστιν ἐναργέστερον ὅτι οὐκ εἰσὶν αἱ ἀντικείμεναι μεταβολαὶ συνεχεῖς· οὐ γὰρ ἄν ἡ φύσις εἰς τὸ εἶναί τι ἄγουσα διὰ τὸ μὴ εἶναι αὐτὸ ἐκίνει, καὶ σκοπὸν ἐτίθετο ποιῆσαι ἵνα εὐθὺς φθείρῃ. ὃ δὲ ἐπὶ μιᾶς μεταβολῆς ὑπάρχει, τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν εὔλογον· τὰ γὰρ τῆς αὐτῆς φύσεως καὶ τὰ αὐτὰ ἐχ’ εἰ συμπτώματα. Ὅτι δὲ ἐνδέχεται εἶναί τινα ἄπειρον μίαν οὖσαν καὶ συνεχῆ, καὶ αὐτή ἐστιν ἡ κύκλῳ, λέγωμεν νῦν. Δείξας ὅτι οὐδεμία τῶν ἄλλων κινήσεων δύναται εἶναι μία καὶ συνεχὴς· καὶ ἀίδιος, οὔτε ἀλλοίωσις οὔτ’ αὔξησις οὔτε γένεσις καὶ φθορά, νῦν βούλεται δεῖξαι ὅτι μόνη ἡ κατὰ τόπον κίνησις δύναται εἶναι συνεχὴς καὶ ἀίδιος, ὡς πρωτίστη καὶ τελειοτέρα τῶν ἄλλων, <ἀλλ᾿> οὐ πᾶσα ἡ τόπον κίνησις, ἀλλὰ μόνη ἡ κύκλῳ. ἐπεὶ γὰρ τὸ κινούμενον τὴν κατὰ τόπον κίνησιν ἐπὶ γραμμῆς τινος κινεῖται, τῆς δὲ γραμμῆς εἴδη τρία (ἀπλῆς μὲν γὰρ γραμμῆς εἴδη δύο, εὐθεῖα καὶ περιφέρεια, ἔστι δὲ καὶ τὸ ἐκ τούτων μικτὸν ἓν εἶδος, ἐξ εὐθείας λέγω καὶ περιφερείας, τοῦτο δέ ἐστιν ἡ ἕλιξ), τριῶν οὐσῶν γραμμῶν ἀνάγκη καὶ τὸ κινούμενον ἢ ἐπ’ εὐθείας κινεῖσθαι ἢ ἐπὶ περιφερείας ἢ ἐπὶ ἕλικος. ὅτι μὲν οὖν μόνη τῶν κινήσεων ἀίδιος ἡ κατὰ κύκλον, οὕτε δὲ ἡ κατ’ εὐθεῖαν οὔτε ἡ ἐπὶ τῆς ἕλικος, νῦν δείκνυσιν. ὅτι δὲ ἡ ἕλιξ ἐξ εὐθείας σύγκειται καὶ περιφερείας, μάθοις ἂν οὕτως. ἐὰν εὐθείας τινὸς τὸ μὲν ἕτερον πέρας ἀκίνητον μένῃ, κινῆται δὲ τὸ ἕτερον καὶ περιάγηται, γράφει κύκλον· οὕτω γοῦν καὶ τέκτονες τῇ στάθμῃ τὸν κύκλον γράφουσι, τὸ ἕτερον μὲν πέρας αὐτῆς πηγνύντες, τὸ δὲ ἕτερον κινοῦντες καὶ περιάγοντες. νόει τοίνυν μύρμηκά τινα ἀπὸ τοῦ ἀκινήτου πέρατος τῆς εὐθείας κινούμενον ἐπ’ αὐτῆς. εἴτε οὖν ἡ εὐθεῖα μόνη κινοῖτο, ὁ μύρμηξ δὲ μὴ κινοῖτο, κύκλος ἐστὶ τὸ γραφόμενον μόνον, εἴτε ὁ μύρμηξ κινοῖτο, ἡ εὐθεῖα δὲ μή, εὐθεῖα μόνη τῇ κινήσει τοῦ μύρ- μηκος γράφεται, ἐὰν δὲ ἀμφότερα κινῶνται ἥ τε εὐθεῖα καὶ ὁ μύρμηξ, ἀπὸ τοῦ σημείου τῆς εὐθείας τοῦ ἀκινήτου συμπεριαγόμενος ἅμα τῇ εὐθείᾳ γράψει ἕλικα. ἐν ὅσῳ γὰρ αὐτὸς ἀπαρτίζει τὴν εὐθεῖαν, πολλάκις αὐτῆς συμπεριαγούσης ἑαυτῇ τὸν μύρμηκα, συμβήσεται τὸ ὑπὸ τῆς ἰδίας αὐτοῦ κινήσεως καὶ ὑπὸ τῆς συμπεριαγωγῆς τῆς εὐθείας ἕλικα γράφ’ γράφεσθαι· κινούμενος γὰρ ὁ μύρμηξ κατὰ μικρὸν ἐπὶ τῆς εὐθείας περιαγομένης αὐτῆς μείζους περιφερείας ἐξ ἐλαττόνων ἀεὶ γράψει κατὰ τὸ συνεχές, τοῦτο δέ ἐστιν ἕλιξ. τριῶν οὖν ὄντων τῶν εἰδῶν τῆς κατὰ τόπον κινήσεως, ἐὰν δειχθῇ ὅτι ἀδύνατον τὴν κατ’ εὐθεῖαν κίνησιν μίαν εἶναι τῷ ἀριθμῷ καὶ συνεχῆ καὶ ἀίδιον, δῆλον ὅτι οὐδὲ τὴν ἕλικα δυνατόν. ἔχει γὰρ ἐν ἑαυτῇ τὴν εὐθυπορικὴν κίνησιν, ἥτις ἀίδιος εἶναι οὐ δύναται· κἄν γὰρ ἔχῃ τὴν κύκλῳ τὴν δυναμένην ἀίδιον εἶναι, ἀλλ’ ὅταν συμπερανθῇ ἡ κατ’ εὐθεῖαν, ἕλικα μὲν οὐκέτι κινηθήσεται, κύκλον δὲ μόνον· ὥστε ἡ ἑλικοειδὴς κίνησις οὐκ ἀίδιος. ἔστι δέ τι καὶ ἄλλο εἶδος ἕλικος συγκείμενον, ἐκ δύο σφαιρι- κῶν κινήσεων συγκείμενον, οἵαν φαμὲν γράφειν τὸν ἥλιον ἤ τινα τῶν πλανω- μένων· συμπεριαγόμενος γὰρ ὑπὸ τῆς ἀπλανοῦς καὶ ἀεὶ ἀπὸ τοῦ κατὰ κορυφὴν ἡμῶν ἀφιστάμενος ἢ ἐγγίζων τούτῳ ἕλικα γράφει. καὶ ἔστιν ἡ τοιαύτη ἕλιξ συνεχὴς καὶ ἀίδιος, μᾶλλον δὲ οὐδὲ αὐτὴ μία ἀλλὰ πολλαί· μία γὰρ ἀπὸ τοῦ χειμερινοῦ ἐπὶ τὸν θερινόν, καὶ πάλιν ἀνακάμπτοντος ἄλλη ἀπὸ τοῦ θερινοῦ ἐπὶ τὸν χειμερινόν. ἀλλ’ ἐκεῖνο σκεπτέον ὅτι οὐ δι’ αὐτὸν ἔχει ἡ τοιαύτη ἕλιξ τὸ ἀίδιον οὐδὲ ὅλως καθ’ αὑτήν ἐστιν, ἀλλ’ ὁ μὲν ἥλιος ἀεὶ κύκλον κινεῖται, τῷ δὲ μὴ περὶ τοὺς αὐτοὺς πόλους κινεῖσθαι τὴν ἡλιακὴν σφαῖραν τῇ ἀπλανεῖ συμβαίνει τὸν ἥλιον ποτὲ μὲν ἐγγυτέρω τῶν πόλων τῆς ἀπλανοῦς εἶναι, ὡς ὅταν ἡ περὶ τὸν χειμερινὸν τροπικὸν ἢ περὶ τὸν θερινόν, ποτὲ δὲ πορρωτέρω, ὅταν περὶ τὸν ἰσημερινὸν ᾖ. ἡμεῖς οὖν, μιγνύντες τήν τε ἰδίαν αὐτοῦ κίνησιν ἄλλοτε ἐπὶ Μου μορίου τοῦ ζῳδιακοῦ κινουμένην καὶ τὴν συμπεριαγωγὴν αὐτοῦ τὴν ὑπὸ τῆς ἀπλανοῦς, τὴν ἕλικα ἐπινοοῦμεν. ὥστε εἰ καὶ ἀιδίως κινεῖται, οὐχ ὡς ἕλικα ἀλλ’ ὡς κύκλον κινούμενος, ἐπεί τοι εἰ αὐτὸς ἕλικα ἐπὶ τῆς ἰδίας σφαίρας ἐκινεῖτο, ἀδύνατον ἦν αὐτῷ συνεχῶς καὶ ἀιδίως αὐτὴν κινεῖσθαι. δῆλον γὰρ ὅτι ἀρξάμενος ἐκ τοῦ χειμερινοῦ τροπικοῦ ἢ καὶ ἐκ τοῦ πόλου αὐτοῦ κινούμενος ἑλικοειδῶς τὴν σφαῖραν κατέληγεν εἰς τὸν ἕτερον πόλον· εἰ δὲ πάλιν ἀνακάμπτειν ἔδει, οὐκέτι συνεχῆ τὴν κίνησιν εἶναι δυνατόν, ὡς δείξει ἐφεξῆς, ὅτι πάντως ἀνακάμπτουσα ἡ κίνησις στάσει διαληφθήσεται. οὐδὲ ἡ ἐπὶ τῆς μιᾶς ἄρα σφαίρας καθ’ ὑπόθεσιν ἡνωμένη ἕλιξ ἁπλῆ ἐστιν, ἀλλὰ καὶ αὐτὴ σύγκειταί πὼς ἐξ εὐθείας καὶ περιφερείας· τὴν γὰρ κατὰ πλάτος ὑπόστασιν, εἰ καὶ ἅμα τῇ περιαγωγῇ ποιεῖται, ἀλλ’ οὖν εὐθοπορικῶς ποιεῖται, τῷ δὲ κατὰ μικρὸν ποεῖσθαι λανθάνει τὴν αἴσθησιν. ἀλλὰ καὶ ἡ δρακοντοειδὴς μικτή ἐστιν ὁμοίως τῆς εὐθείας μηκέτι δι’ ὅλου περιαγομένης, ἀλλ’ ἀνακαμπτούσης· εἰ γὰρ νοήσεις, ὡς ἤδη εἴρηται, τὸν μύρμηκα φερόμενον ἐπὶ τῆς περιαγομένης εὐθείας, τὴν δὲ εὐθεῖαν μὴ δι’ ὅλου περιαγομένην, ἀλλ’ ἀνακάμπτουσαν, γράψει ἡ τοῦ μύρμηκος ἐπὶ τῆς εὐθείας κίνησις τὴν τοιαύτην ἕλικα. Τὰ μὲν οὖν εἴδη τῆς γραμμῆς καὶ τῆς κατὰ τόπον κινήσεως τρία, τά τε ἁπλᾶ δύο καὶ τὸ μικτόν. ἐὰν οὖν δειχθῇ ὅτι ἡ κατ’ εὐθεῖαν κίνησις οὐ δύναται εἶναι συνεχὴς καὶ ἀίδιος, δῆλον ὅτι οὐδὲ <ἡ> μικτή· εἰ δ’ ἀίδιον εἶναι κίνησιν, ὡς ἔδειξε, μηδεμίαν δὲ τῶν ἄλλων δυνατόν, λείπεται ἄρα μόνην τὴν κυλλῷ ἐνδέχεσθαι ἀίδιον εἶναι. Ὥστ᾿ εἰ μὴ ἐκείνων ἡ ἑτέρα συνεχής. Ἐκείνων, τῶν ἁπλῶν δηλονότι. ἡ ἑτέρα, ἡ κατ’ εὐθεῖαν. εἰ οὗν αὕτη μὴ ἀίδιος, ἐν δὲ τῇ μικτῇ ἡ κατ’ εὐθεῖαν ὑπάρχει κίνησις, οὐδὲ ταύτην ἄρα ἐνδέχεται ἀίδιον εἶναι. Ὅτι δὲ τὸ φερόμενον τὴν εὐθεῖαν καὶ πεπερασμένην οὐ φέρεται συνεχῶς, δῆλον. Δείκνυσιν ὅτι ἀδύνατον τὴν ἐπ’ εὐθείας κίνησιν ἀίδιον εἶναι μίαν οὖσαν τῷ ἀριθμῷ καὶ συνεχῆ, πρῶτον μὲν ὅτι ἐπὶ ἀπείρου τινὸς εὐθείας φέρε- σθαι ἀδύνατον· δέδεικται δὲ ἐν τῷ τρίτῳ βιβλίῳ ὅτι ἀδύνατον εἷναι τὸ ἄπειρον κατ’ ἐνέργειαν, ὥστε ἀνάγκη τὸ φερόμενον ἐπ’ εὐθείας ἐπὶ πεπερασμένης τινὸς φέρεσθαι, πεπερασμένης δὲ οὔσης τῆς εὐθείας καὶ κίνησις ἐξ ἀνάγκης πεπερασμένη. εἰ δ᾿ ἀνακάμπτει, ἀνάγκη πᾶσαν μὴ μίαν εἶναι καὶ συνεχῆ κίνησιν· ἀνακάμπτον γὰρ τὰς ἐναντίας κινήσεται κινήσεις τρεῖς γὰρ αἱ κατὰ τόπον ἐναντιώσεις· τὸ γὰρ ἄνω τῷ κάτω ἐναντίον, τῷ δεξιῷ τὸ ἀριστερόν, τῷ ἔμπροσθεν τὸ ὄπισθεν), εἰ δὲ ἀνακάμπτον τὰς ἐναντίας κινεῖται, αἱ δὲ κατὰ τὰ ἐναντία κινήσεις ἐξ ἀνάγκης στάσει διαλαμβάνονται, ὡς ἔδειξεν, ἀνάγκη μὴ μίαν εἶναι καὶ συνεχῆ τοῦ ἀνακάμπτοντος τὴν κίνησιν. καὶ ἄλλως ὥρισται, φησί, τί ποτέ ἐστιν ἡ μία κίνησις, ὅτι ἡ τοῦ αὐτοῦ κινουμένου λέγω καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ κατὰ τὸ αὐτὸ εἶδος γινομένη κίνησις. εἰ τοίνυν τὸ ἀνακάμπτον τὰς ἐναντίας κινεῖται, οὐκ ἄρα μίν κινεῖται κίνησιν, εἴ γε τὸ μίαν κινούμενον τὴν αὐτὴν κινεῖται. Τρία γάρ ἐστι, τό τε κινούμενον, οἷον θεὸς ἢ ἄνθρωπος. καὶ ὅτε, καὶ τρίτον τὸ ἐν ᾧ. Τρία, φησίν, ἔδει συνδραμεῖν πρὸς τὸ ποιῆσαι μίαν, τὸ κινούμενον τὸ αὐτό, οἷον τὸν αὐτὸν ἄνθρωπον θεὸν δέ φησι τὰ οὐράνια), καὶ τὸν αὐτὸν χρόνον καὶ τὸ αὐτὸ τῆς κινήσεως εἶδος· τοῦτο γὰρ τὸ ἐν ᾧ. ὅθεν καὶ ἀπαριθμεῖται τὰ εἴδη τῆς κινήσεως· τοῦτο γάρ ἐστι, φησί, τόπος, ὡς ἐπὶ τῶν κατὰ τόπον κινουμένων τὸ ἄνω ἢ τὸ κάτω ἢ ἕτερόν τι, ἢ πάθος, ὡς ἐπὶ τῶν κατὰ ἀλλοίωσιν κινομένων, ἢ εἶδος, ὡς ἐπὶ τῶν κατὰ γένεσιν καὶ φωράν. Φᾶσί τῇ μὲν κύκλῳ κινήσει μὴ εἶναι ἐναντίωσιν· κύκλῳ δέ ἐστι κτλ. (p. 842,14. 18). Ἄλλο ἐστὶ κύκλῳ φέρεσθαι καὶ ἄλλο κύκλον· κύκλῳ μὲν φέρεται τὰ οὐράνια καὶ πάντες ἐκεῖσε οἱ κύκλοι, ἀλλ’ οὐχ ἱστῶσιν ἀλλήλους διὰ τοῦτο οὐδὲ ἔχοι τις ἐνστῆναι πρὸς τὸν τοῦ Ἀριστοτέλους λόγον), κύκλον δὲ φέρεται τὰ ἐπὶ κύκλου, ταῦτα δὲ καὶ ἀνακάμπτειν δύναται. διὰ τί; ὅτι ἐπὶ κύκλου κινούμενον δυνατὸν ἢ συνείρειν τὴν κίνησιν καὶ περιάγειν συνεχῶς τὸν κύκλον, ἢ μέχρι τινὸς κινηθὲν ἀνακάμπτειν. κἂν οὖν συνείρονταί τινα τὴν κίνησιν ἀντιπροσώπως δὲ κινούμενα συναντήσουσιν, ἱστῶσιν ἄλληλα, κἂν κινούμενόν τι ἀνακάμπτῃ πάλιν, ἵσταται. Ὁ γὰρ δραμὼν τήνδε τὴν εὐθεῖαν καὶ θελήσει στῆναι, ἐναργῶς στή- σεται πρότερον. Ἐὰν μὴ διέλῃ κατὰ τὸ σημεῖον τὴν γραμμήν, καὶ οἱονεὶ ἐπιστῇ αὐτῷ ὡς πέρατι, καὶ λοιπὸν ὡς ἀπ’ ἀρχῆς τινος ἐντεῦθεν τοῦ ἑτέρου ἡ κίνησις ἄρξηται, οὐ γίνεται ἐνεργείᾳ τὸ σημεῖον. Λόγῳ φησὶν ἢ τῷ ἀξιώματι κτλ. (p. 848,26. 29).

---

John Philoponus, In Aristotelis Physicorum Libros Commentaria, ed. Girolamo Vitelli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg009.local001/.
