Ancient Greek
EXCERPTA CODICIS VENETI MARC. 227.
Joannes Philoponus Phil., In Aristotelis Physicorum Libros Commentaria EXCERPTA CODICIS VENETI MARC. 227..1
Not analysed yet
εἰπὼν ὅτι “οὔτε κινεῖ οὔτε κινεῖται τὸ εἶδος ἢ ὁ τόπος ἢ τὸ τοσονδί” τοῦτο αὐτὸ διὰ τοῦτο κατασκευάζει. διάφορα γάρ ἐστι, φησί, τό τε κινοῦν καὶ τὸ κινούμενον καὶ τὸ εἰς ὃ ἡ κίνησις. εἰ τοίνυν τὸ εἰς ὃ ἡ κίνησις διαφέρει τοῦ κινουμένου, οὐκ ἄρα ἐστὶ κινούμενον. εἰ δὲ τοῦτο, οὔκ ἐν αὐτῷ ἄρα ἡ κίνησις. οεοεικται ’δε ἐν τῳ τρίτῳ ὅτι ουσε ἐν τῳ κινοῦντι, μόνως ἄρα ἐν τῷ κινουμένῳ. εἶτα ἐπειδὴ τῶν τριῶν μόνων ἐμνήσθη, τοῦ κινοῦντος καὶ τοῦ κινουμένου καὶ τοῦ εἰς ὃ ἡ κίνησις, τὸ δὲ ἐξ οὗ ἡ κίνησις παρῆκεν (πρόδηλον γὰρ τὸ κατὰ τὸν χρόνον· ἔξωθεν γὰρ τοῦ ὁ χρόνος), λέγει ὅτι εἰκότως παραλέλειπται τὸ ἐξ οὗ· μᾶλλον γὰρ ἄν τις ὑποπτεύσειεν εἶναι τὴν κίνησιν ἐν τῷ εἰς ὃ ἢ ἐν τῷ ἐξ οὗ. ἀμέλει καὶ αὐτοὶ ἐκ τοῦ τέλους καὶ τοῦ εἰς ὃ <μᾶλλον> ὀνομάζομεν ἢ <ἐκ> τοῦ οἳ τὴν ἐπὶ φθορὰν κίνησιν φθορὰν λέγομεν καὶ εἰς τὸ μὴ ὂν μεταβολήν, καίτοι ἐξ ὄντος ἐστί, καὶ πάλιν τὴν εἰς τὸ ὂν μεταβολὴν ἐκ τοῦ ὄντος μᾶλλον προσαγορεύομεν γένεσιν καλοῦντες καὶ εἰς ὂν μεταβολήν, καίτοι ἐκ μὴ ὄντος ἐστίν. εἰ τοίνυν μᾶλλον ἐν τῷ εἰς ὃ ὑποπτευθῇ ἡ κίνησις ἢ <ἐν> τῷ ἐξ οὗ, δέδεικται δὲ ὅτι οὐκ ἐν τούτῳ, σχολῇ γε ἐν τῷ ἐξ ἄν εἴη. εἴδη μέν, ὡς ἐπὶ γενέσεως ἀδιαφόρως γὰρ ἀντὶ τῆς μεταβολῆς τῷ τῆς γενέσεως ἐχρήσατο ὀνόματι), παράδειγμα δὲ τῶν εἰδῶν τὴν ἐπιστήμην εἶπεν· εἴρηται γὰρ ἐν τῷ Περὶ ψυχῆς ὅτι γενέσει μᾶλλον ἀναλογοῦσιν αἱ ἐπὶ τὴν ἐπίστη μὴν ὁδοὶ ἢ ἀλλοιώσει. λέγοι δ’ ἄν εἴδη καὶ ὡς ἐπὶ αὐξήσεως εἰς εἶδος γάρ τι τελευτᾷ ἡ αὔξησις), πάθη δὲ ὡς ἐπὶ ἀλλοιώσεως. ’Ev ἅπασι μέν, τουτέστι τοῖς εἴδεσι κτλ. (p. 788,14. 18). τουτέστι κατά τι τῶν συμβεβηκότων· ἢ γὰρ κατὰ ποσὸν ἡ κατὰ ποιότητα η κάτα τόπον. Εἴρηται ἐν τῷ πρώτῳ ταύτης τῆς πραγματείας, ὅτι τῶν ὄντων τὰ μὲν καὶ καθ’ αὑτὸ ἔστι καὶ κατὰ συμβεβηκός, ὡς τὸ εἶδος μόνως γάρ ἐστι τοῦτο ὄν, οὐδαμῶς δὲ μὴ ὄν), τὰ δὲ καθ’ αὑτὸ μὲν ἔστι κατὰ συμβεβηκὸς δὲ οὐκ ἔστιν, ὡς ἡ ὕλη. ἔχει μὲν γὰρ ὑπόστασιν καὶ αὕτη καὶ τῶν ὄντων ἐστί (κἂν γὰρ λέγωμεν αὐτὴν ἁπλῶς μὴ ὄν, οὐ τὸ μηδαμῶς ὂν κατηγοροῦμεν αὐτῆς), ἀλλ’ ἐπεὶ μηδὲν ἔχει κατ’ ἐνέργειαν εἶδος, κατὰ τοῦτο λέγεται ἁπλῶς μὴ ὄν. ἔστιν οὖν ἡ ὕλη καθ’ αὑτὸ μὲν ὄν, κατὰ συμβεβηκὸς δὲ μὴ ὂν τῷ μετέχειν στερήσεως. ταύτῃ οὖν καὶ ἡ ὕλη κατὰ συμβεβηκὸς μὴ ὄν· συνέβη γὰρ αὐτῇ τῆς στερήσεως μετέχειν, ἥτις καθ’ αὑτὸ μὴ ὄν ἐστι κατὰ συμβεβηκὸς δὲ ὄν, ἥτις συνέβη τῇ ὕλῃ. ὅτι δὲ κατὰ συμβεβηκὸς ἔχει τὴν στέρησιν ἡ ὕλη, δῆλον· οὐ γὰρ ἄν ποτε εἶδος ἐδέξατο, εἰ καθ’ αὑτὸ ὑπῆρχεν ἡ στέρησις αὐτῇ. τούτων οὖν οὕτως ἐχόντων, καὶ τῆς ὕλης καθ’ αὑτὸ μὲν οὔσης ὂν κατὰ συμβεβηκὸς δὲ μὴ ὅν, ἔμελλέ τις ἀπορεῖν πρὸς αὐτόν· εἰ κατὰ κτλ. (p. 789,11. 19) γίνεσθαι. ὑπερβατῶς δὲ ἀναγνωστέον ἀλλ’ ὅμως ἀληθὲς εἰπεῖν ὅτι ὑπάρχει τὸ μὴ ὂν ἁπλῶς κατὰ τοῦ γινομένου. Ὧι γὰρ συμβέβηκε τὸ νοσεῖν, οὗτος εἰς ὑγείαν μεταβάλλει, οὐκ αὐτὸ τὸ νοσεῖν. Καθ’ αὑτὸ μέν, φησίν, οὔτε κινήσεως εἶναι κίνησιν ἐνδέχεται, οὔτε ἅμα τὸ αὐτὸ τὰς ἐναντίας κινεῖσθαι, κατὰ συμβεβηκὸς δέ, φησίν, ἐνδέχεται. οἷον ὁ αὐτὸς ἄνθρωπος ἀναμιμνῃσκόμενος θεωρήματός τινος κατὰ τὸν αὐτὸν χρόνον ἄλλου ἐπελάθετο· λέγεται οὖν οὗτος ἐξ ἀναμνήσεως εἰς λήθην μετα- λάθετο, οὐδὲ ἡ ἀνάμνησις αὕτη ἐπὶ λήθῃ ἐγένετο, ἀλλ’ ὅτι συμβέβηκεν τὸν αὐτὸν ἅμα κατὰ τὸν αὐτὸν χρόνον ἄλλου μὲν μιμνῄσκεσθαι ἄλλου δὲ ἐπιλαθέσθαι. Τοῦτο οὐχ ὡς ἀναγκαῖον εἰς τὴν ἀπόδοσιν προσέθηκεν, ἀλλ’ ὡς ἑπόμενον· τὸ γὰρ κινούμενον τινὶ κινήσει καὶ τὴν ἐναντίαν ποτὲ κίνησιν κινηθήσεται, ὁμοίως δὲ καὶ τὸ ἠρεμοῦν τινὶ ἠρεμίᾳ καὶ τὴν ἐναντίαν ποτὲ ἠρεμήσει. ἐναντίαι δὲ ἠρεμίαι αἱ εἰς τοὺς ἐναντίους τόπους γινόμεναι· διὰ γὰρ τὴν τῶν τόπων ἐναντιότητα καὶ αἱ κινήσεις καὶ αἱ ἠρεμίαι ἐναντίαι. Τουτέστι δεῖ ἐν τῆ γινομένῃ γενέσει ἢ κινουμένῃ κινήσει εἶναι μέν τι τὸ ὑποκείμενον, εἶναι δέ τι καὶ τὸ ἐξ οὗ καὶ τὸ εἰς ὅ· διάφορα γὰρ τὰ τρία. γράφει δὲ καὶ οὕτως ὁ Ἀλέξανδρος· δεῖ γὰρ εἶναί τι τὴν τοῦδε ἐκ τοῦδε εἰς τόδε κίνησιν μὴ κίνησιν, ἵνα ᾖ τὸ εἰρημένον ὅτι δεῖ εἶναί τι πέρας τῆς κινήσεως τοῦ ὑποκειμένου τῆς ἀπὸ τοῦδε ἐπὶ τόδε, τοῦτο δὲ εἶναι μὴ κίνησιν· ἄλλο γὰρ δεῖ εἶναι τὸ πέρας ἐφ’ ὃ ἄγει ἡ κίνησις παρ’ αὐτὴν τὴν κίνησιν. Ἐπειδὴ πολλάκις ἡ μεταβολὴ γίνεται οὐχ ἁπλῶς ἐπὶ τὰ ἐναντία, ἀλλ’ οἷον ἐπὶ τὸ αὐτὸ εἶδος μᾶλλον ἢ ἧττον ὁ γὰρ σκιατραφούμενος λευκότερος γίνεται, καιόμενος δὲ ὑπὸ ἡλίου μελάντερος), ἵνα οὖν μή τις ἀπορήσῃ πρὸς αὐτόν, ὅτι ‘ὅταν τὸ ἧττον λευκὸν εἰς τὸ μᾶλλον λευκὸν μεταβάλοι καὶ τό μᾶλλον εἰς τὸ ἧττον, ποία ἐστὶν αὕτη ἡ κίνησις;’ φησὶν ὅτι καὶ αὕτη ἀλλοίωσίς ἐστι. πᾶσα γὰρ ἀλλοίωσις ἐξ ἐναντίου εἰς τὸ ἐναντίον ὑπάρχει ἢ ἁπλῶς ἢ πῇ, ἀπλῶς μὲν ὅταν ἐκ τοῦ ἄκρου εἰς τὸ ἄκρον, πῇ δὲ ὅταν εἰς τὰ μεταξὺ καὶ τῆ ἐναντία. εἴρηται δὲ καὶ ἀνωτέρω ὡς καὶ εἰς τὰ μεταξὺ ὡς ἡ] ἐναντία γίνεται ἡ κίνησις, τὰ δὲ μεταξὺ μᾶλλον ἢ ἧττόν εἰσι πρὸς τοῖς ἐναντίοις. ἡ οὖν εἰς τὸ μᾶλλον λευκὸν μετεβολὴ εἰς τὸ τῇ ἐναντίον μετέβαλε· μέλαν x003E; ἐστι τὸ ἧττον λευκόν. πῇ οὖν μέλαν καὶ οὐχ ἁπλῶς· καὶ γὰρ ὡς πρὸς τὸ ἄκρον μέλαν λευκόν ἐστιν. Τὸ λευκόν, φησί, μᾶλλον λευκὸν γινόμενον ἐκ τοῦ πῇ ἐναντίου μεταβάλλει, τοῦ μέλανος· τὸ γὰρ ἧττον λευκὸν τῷ μετέχειν τοῦ ἐναντίου ἐστὶν ἧττον. ἐὰν δὲ εἰς τὸ ἧττον λευκὸν μεταβάλλῃ, εἰς τὸ ἐναντίον ποιεῖται τὴν μεταβολήν. τοῦτο δὲ εἶπον διότι τῷ πλεονάζειν τὸ λευκὸν κτλ. (p. 791,17. 20) ἐκ τοῦ ἐναντίου. οὐδὲν <γὰρ> διαφέρει, φησίν, εἰς τὸ εἶναι τὴν μεταβολήν, κἄν τε εἰς τὸ ἁπλῶς ἐναντίον μεταβάλλῃ κἄν τε εἰς τὸ πῇ ἐναντίον. τοῦτο εἶπε δεικνὺς ὅτι δυνατὸν τοῦ χρόνου μηδὲν διαλείπειν διαλεί- ποντα τοῦ πράγματος, ὡς εἴ τις κτλ. (p. 792,3. 9). Ἀπὸ κοινοῦ τὸ διαλεῖπον. διαλείπει γὰρ ἡ τῶν μεταξὺ χορδῶν ἀπήχησις· καὶ γὰρ οἱ βαδίζοντες οὐ . . . . . . . . τοῦ ἐδάφους, ἀλλ’ ὑπερβαίνουσι μετεώρους τοὺς ποοας ποιοῦντες. ἐπεὶ εἶπεν ἀνωτέρω “ἔσχατον τῆς μεταβολῆς τὸ ἐναντίον” . . . . . . . . . κτὰ τόπον ἐναντίον, ὁρίζεται τοῦτο ἐνταῦθα. Ἡτοι φύσει, ὡς τὰ στοιχεῖα ἐφεξῆς ἀλλήλων κατὰ τὴν φυσικὴν ὑπόθειν, τῷ πυρὶ μὲν ὁ ἀήρ, τούτου δὲ τὸ ὕδωρ, τούτῳ δὲ ἡ γῆ, καὶ πάλιν ἐφεξῆς τοῦ γένους τὸ εἶδος. τοῖς Πυθαγορείοις ἐγκαλεῖ λέγουσι τὴν στιγμὴν μονάδα θέσιν κτλ. (p. 792,26. 793,3) λεγομένης, εἴπερ κατὰ τὰ ἄκρα ἅπτονται τὰ ἁπτόμενα. ἄκρον δὲ στιγμῆς οὐκ ἔστιν, ἀλλ’ ἀντὶ τοῦ ἐφαρμόζειν τῶ ἅπτεσθαι ἐχρήσατο. τῶν ἀπηριθμημένων ὀνομάτων καὶ διωρισμένων τὰ μὲν αὐτῷ συμ- βάλλεται εἰς τὸ δεῖξαι τίς ποτέ ἐστιν ἡ κυρίως μία κίνησις, τὰ δὲ εἰς τὸ δεῖξαι ὅτι τὸ συνεχὲς οὐκ ἐξ ἀρῶν σύγκειται, οἷον οὔτε γραμμὴ ἐκ τῶν σημείων οὔτε χρόνος ἐκ τῶν νῦν οὔτε ἡ] κίνησις ἐκ κινημάτων. νῦν οὗν ζητεῖ ποία ἐστὶ μία κυρίως κίνησις, καί φησιν ὅτι πολλαχῶς ἡ μία λέ- γεται κίνησις, ἐπειδὴ καὶ τὸ ἓν πολλαχῶς [καὶ τὸ μία]. τὸ δὲ ἓν τριχῶς λέγεται, ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· καὶ ἡ μία οὖν κίνησις τριχῶς ἂν λέγοιτο. Ὅτι τὸ μὲν ἐφεξῆς καὶ τὸ μεταξὺ ἐν τοῖς ἔχουσι θέσιν καὶ ἐν τοῖς μὴ ἔχουσι, τὰ δὲ λοιπὰ ἐν τοῖς ἔχουσι μόνον. τουτέστι κατὰ τὸ εἶδος τῆς κατηγορίας· αἱ γὰρ ὑπὸ τὴν αὐτὴν κατηγορίαν ἀναγόμεναι ἕν εἰσι τῷ γένει. Οτι δεῖ πάντως ἓν εἶναι τὸ κινούμενον, καὶ ἓν καθ’ αὑτὸ καὶ οὐ κτὰ συμβεβηκός. ἓν δὲ τὸ κινούμενον γίνεται οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, εἰ ὁ Κορίσκος ἅμα βαδίζοι καὶ μελαίνοιτο. οὐδὲ γὰρ κτλ. (p. 794,2. 4) διότι συμβέβηκε τὸν Κορίσκον λευκὸν εἶναι. οὐ δεῖ οὖν ἓν κατὰ συμβεβηκός, ἀλλὰ καθ’ αὑτό, εἶναι τὸ ὑποκείμενον. Τουτέστιν εἰ μὲν δύο αἱ ἕξεις αἱ πάλιν καὶ πάλιν γινόμεναι, δι’ αὐτὸ τοῦτο καὶ αἱ κινήσεις αἱ ἀπὸ τῶν ἕξεων δύο εἰσὶ καὶ αὐταὶ ἐξ ἀνάγκης· τοῦτο γὰρ προσληπτέον ἔξωθεν, εἶτα ἀπὸ ἄλλης ἀρχῆς καὶ ἐκληπτέον ἀπὸ κοινοῦ πάλιν τὸν ‘εἰ’ σύνδεσμον, ἵν’ ᾖ ὁ λόγος ‘ὡς εἰ τῷ ἀριθμῷ μία, καὶ τὰς ἕξεις ἀνάγκη’. δηλοῖ δὲ ὅτι ὥσπερ εἰ τῷ ἀριθμῷ μία ἡ κίνησις ἡ προτέρα τῇ ὑστέρᾳ, καὶ τὰς ἕξεις τὰς πάλιν καὶ πάλιν μίαν εἶναι ἀνάγκη, οὕτως εἰ δύο αἱ ἕξεις οὐ μία, καὶ ἡ κίνησις ἡ πάλιν καὶ πάλιν δύο καὶ οὐ μια. εἰπὼν τίς ποτέ ἐστιν ἡ τέλειος κυρίως κίνησις, ὅτι ἡ ἀπὸ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ εἶδος καὶ ἐν τῷ αὐτῷ χρόνῳ, ἐπειδὴ δοκεῖ αὐτῷ ἐλλιπῶς ἀποδεδόσθαι ὁ λόγος, προστίθησιν ἑτέρους προσδιορισμούς, ὅτι δεῖ τὴν ὄντως μίαν κίνησιν πρὸς τοῖς εἰρημένοις καὶ ὁμαλὴν εἶναι καὶ τελείαν. τελεία δέ ἐστιν ἡ ἐπὶ τὸ τέλειον εἶδος ἄγουσα ἐφ’ ὃ ἐπείγεται καὶ μὴ διακοπτομένη, οἷον ἵνα τὸ λευκαινόμενον μὴ πρότερον παύσηται κινούμενον ἄχρις ἄν τὸ τέλειον εἶδος τῆς λευκότητος καταλάβῃ. ὥσπερ γὰρ ὁ ἀτελὴς ἄνθρωπος οὐδ’ ὅλως ἐστὶν ἄνθρωπος εἰ δὲ ἄνθρωπος οὐκ ἔστι, πῶς ἄν εἴη ἄνθρωπος εἷς;) ,οὕτω καὶ ἐπὶ κινήσεως ἡ μὴ τελεία οὐδ’ ἄν μία εἴη. τὸ γὰρ τέλειον καὶ ὅλον καὶ ἓν εἰώθαμεν καλεῖν, ὡς τὸν τέλειον ἄνθρωπον ἕνα ἄνθρωπον, τὸ μέντοι ἀτελὲς τοῖς μορίοις τοῦ ἑνὸς ὀνομάζομεν, οἷον τὸ ἀτελὲς ἱμάτιον ἥμισυ τυχὸν ἤ τι τοιοῦτον, ὡς τοῦ ἑνὸς τῷ τελείῳ ἁρμόττοντος· τὸ γὰρ ὅλον καὶ ἓν καὶ τέλειον τῷ εἰδοπεποιημένῳ προσῆκεν. Καὶ ἡ μὴ τελεία, φησί, κίνησις, συνεχὴς δὲ . . . . . . . . . . . . λέγεται μία εἶναι, ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ κυρίως μία, ἀλλὰ κατὰ τὸ συνεχὲς μόνον, οἷον ἐάν τις ἄρξηται λευκαίνεσθαι, εἶτα πρὶν λευκανθήσεται τελέως ἐὰν μεταξὺ στάσις γίνηται καὶ ἠρεμία, λέγεται μὲν ἡ μέχρι τῆς στάσεως κίνησις μία, διότι συνεχὴς μέχρι ἐκείνης, κυρίως δὲ οὐ μία, εἴ γε κατὰ σκοπὸν εἶχεν ἡ φύσις ἢ ἡ τέχνη εἰς τὸ τέλειον εἶδος ἄγειν, τὴν λευκότητα· εἰ γὰρ μέχρι τῶν ἐκεῖσε εἰδῶν ἦν βαδίσαι, τελεία δήπουθέν ἐστι καὶ αὕτη ἡ κίνησις, καὶ διὰ τοῦτο κυρίως μία, ὅταν δὲ ὁ μὲν σκοπὸς ὑπάρχῃ τὸ τέλειον εἶδος τῆς λευκότητος ἐπιθεῖν, μεταξὺ δέ τις ἐγκοπὴ γένηται, ἀτελὴς ἡ τοιαύτη κίνησις, καὶ διὰ τοῦτο οὐ κυρίως μία, εἰ μὴ μόνον ὡς συνεχής. Ἵνα μή τις εἴπῃ ὅτι ἡ ἀνώμαλος κίνησις ἧττον μὲν τῆς ὁμαλῆς ἐστι μία, διὰ τοῦτο δὲ οὐδὲ ὅλως μία τὸ γὰρ ἧττον ἓν οὐχ ἕν), διὰ τοῦτο λέγει ὅτι τὸ ἧττον μῖξιν ἐργάζεται τοῦ ἐναντίου, ἡ δὲ μῖξις μετέχει ἀμφοτέρων τῶν ἐναντίων. καθὸ οὖν μία ἐστί, κατὰ τοῦτό ἐστιν ἧττον μία. Εἰ πᾶσαν κίνησιν μίαν οὖσαν ἐνδέχεται ποιὲ μὲν ὁμαλὴν εἶναι ποτὲ δὲ ἀνώμαλον, οἷον τὴν κατὰ τόπον ἐπ’ εὐθείας μὲν γινομένην ὁμαλὴν ἐπὶ ἕλικος δὲ ἀνώμαλον, ὁμαλὴ δέ ἐστιν ἡ ὁμοιομερὴς ἧς τὸ τυχὸν μέρος τῶ τυχόντι ἐφαρμόζει, οὐκ ἄν κτλ. (p. 795,22. 26). Ἐντεῦθεν οἱ ἔλεγχοι τῶν δ΄ τρόπων, ἤρξατο δὲ ἀπὸ τοῦ τετάρτου. οὐκ ἔστιν οὖν, φησίν, ἡ ἐκ λευκοῦ κίνησις τῇ εἰς μέλαν ἐναντία, οὐδὲ <ἠ> ἐξ ὑγείας τῇ εἰς νόσον· μία γάρ ἐστι καὶ ἡ αὐτὴ ἀφισταμένη μὲν τοῦ ἑτέρου, ὁδεύουσα δὲ ἐπὶ τὸ ἕτερον. Εἰ καὶ συμβαίνει, φησίν, ἐπὶ τῶν· κινήσεων εἰπόντα τὸ ἐξ ἐναντίου εὐθὺς καὶ τὸ εἰς ἐναντίον συνεπινοεῖν, ἀλλ’ ὅμως, ἐπειδὴ νὺν ἀποδιελόντες τὰ μόρια οὕτω σκοποῦμεν διὰ τὸ τέλειον τῆς διαιρέσεως, μᾶλλον ἂν αἱ εἰς τἀναντία μεταβολαὶ ἐναντίαι ἄν ἦσαν ἢ αἱ ἐκ τοῦ ἐναντίου, διότι καὶ τὴν κλῆσιν ἐκ τῶν τελῶν ἔχουσι, καὶ τῶν μὲν ἐξ οὗ ἀπαλλάττονται, προσλαμβάνουσι δὲ τὰ εἰς ὅ. ἄλλα περὶ τούτου μὲν ὕστερον ἐροῦμεν, φησί, τοῦ μεταξὺ δηλονότι, πῶς ἡ μεταβολὴ οὐ μόνον ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον γίνεται, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου εἰς · τὸ μεταξύ· ἐρεῖ γὰρ ὀλίγον ὕστερον. Διὰ τούτων τοῦ πρώτου ἐλέγχει τὸν τρίτον, τὸν ὑποτιθέμενον ἐν τῷ ἑνὶ τῶν ἐναντίων ἀμφοτέρας τὰς κινήσεις, τὴν μὲν ἐξ αὐτοῦ τὴν δὲ εἰς αὐτό. φησὶν οὗν ὅτι οὐδὲ αὗται αἱ κινήσεις ἐναντίαι εἰσί. ,κἂν τό ἕτερόν ἐστι τῶν ἐναντίων ἐν ᾧ θεωροῦνται· καὶ γὰρ ἐν οἷς, φησί, μὴ ἔστιν ἐναντίον ἴδοι τις ἄν μεταβολὰς μὲν ἐναντίας, κινήσεις δὲ οὔ, οἷον ἐν ἀνθρώπῳ κτλ. (p. 796,17. 19). Ὅπερ ὑπέσχεν ἐρεῖν νῦν ποιεῖ. ἐπεὶ γὰρ αἱ μεταβολαὶ οὐ μόνον ἐξ ἐναντίων γίνονται εἰς ἐναντία, ἀλλὰ καὶ εἰς τὰ μεταξύ (μεταβάλλει γὰρ λευκὸν οὐ μόνον εἰς τὸ μέλαν, ἀλλὰ καὶ εἰς τὸ φαιόν), καθά, φησί, μετέχει τοῦ ἐναντίου τὸ μεταξύ, κατὰ τοῦτο τὴν μεταβολὴν εἰς αὐτὸ ποιεῖται. πρὸ γὰρ ἑκατέρου, φησί, τῶν ἄκρων ἐναντίον πώς ἐστι τὸ μεταξύ· εἰ γὰρ μετέχει τῶν ἄκρων τὸ μεταξύ, οἷον τὸ φαιὸν λευκοῦ καὶ μέλανος, δῆλον ὅτι μεταβάλλει εἰς αὐτὸ τὸ λευκὸν οὐ καθὸ λευκοῦ μετέχει οὐδὲν γὰρ αὐτὸ εἰς ἑαυτὸ μεταβάλλει), ἀλλὰ καθὸ τοῦ μέλανος. Ἐπειδὴ κατεσκεύασεν ὅτι ἡ ἠρεμία ἀντίκειται τῇ κινήσει, ἐπειδὴ στέρησις ἡ ἠρεμία, ἡ <δὲ> στέρησις καὶ ἡ ἕξις ἀντίκεινται μέν, ἀλλ’ οὐχ τὰ ἐναντία, ὁ δὲ λόγος νῦν περὶ τῶν ἐναντίων κατὰ ἠρεμίαν, διὰ τοῦτο εἶπεν ὅτι κατά τι ἐναντία. Οὐχ ἡ τυχοῦσα, φησί, στέρησις ἤιοι ἠρεμία τῇ τυχούσῃ κινήσει ἐστὶν ἐναντίον οὐδὲ γὰρ ἡ κατὰ αὔξησιν ἠρεμία τῇ κατὰ τόπον), ἀλλὰ δηλονότι ἡ ὑπὸ τὸ αὐτὸ γένος ἀναγομένη· τὰ γὰρ ἐναντία ἐν τῷ αὐτῷ γένει. τῇ οὖν κατὰ τόπον κίνησε ἡ κτὰ τόπον ἠρεμία ἐναντίον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἀλλὰ τοῦτο μὲν λέγεται ἁπλῶς. παλιν, φησί, προσδιορισμοῦ δεῖ· τὸ γὰρ εἰπεῖν ὅτι ἡ κατὰ τόπον τῇ κατὰ τόπον, ὁλοσχερέστερόν ἐστι καὶ ἀδιόριστον. πότερον γάρ, φησίν, ἡ ἐν τῷ κάτω μονὴ τῇ ἐκ τοῦ κάτω κινήσει ἐναντία ἐστὶ καὶ ἡ ἐν τῷ ἄνω τῇ ἐκ τῶν ἄνω, ἢ τῇ ἐν τῷ κάτω μονῇ ἡ ἐπὶ τὰ κάτω κίνησις ἐναντία καὶ ἡ ἐν τῷ ἄνω τῇ ἐπὶ τὰ ἄνω; Διὸ καὶ δοκεῖ ἡ τοιαύτη κίνησις τρόπον τινὰ γένεσις μᾶλλον καὶ ἀρχὴ τῆς τοιαύτης ἠρεμίας, τῆς ἐν ᾧ κινεῖται δηλονότι, καὶ οὐχὶ ἐναντία. Ἐπιλύεται τὴν ἀπορίαν λέγων ὅτι εἰσὶ καὶ ἐν αὐταῖς παρὰ φύσιν κινήσεις· οὐ μόνον γὰρ ἔστι κατὰ φύσιν φθορά, ἀλλὰ καὶ παρὰ φύσιν, οἷον εἴ τις ὑπὸ ξίφους τελευτήσει. καὶ εἰ φθορὰ παρὰ φύσιν, καὶ γένεσις ἐξ ἀνάγκης· οἱ γοῦν διὰ τρυφὴν παρὰ τὸν προσήκοντα καιρὸν ἡβῶντες καὶ σπερμαίνοντες τοιοῦτοι ἄν εἶεν· παρὰ φύσιν γοῦν τότε ἡ τοῦ σπέρματος γένεσις. Ἑτέραν ἀπορίαν ἐκτίθεται, καί φησιν· εἰ ἔστι φθορὰ κατὰ φύσιν, ἔστι δὲ καὶ παρὰ φύσιν, ἐναντίον δὲ τὸ παρὰ φύσιν τῷ κατὰ φύσιν, αἱ φθοραὶ ἄρα ἐναντίαι ἀλλήλαις· εἰ δὲ δὴ καὶ τῇ γενέσει ἐναντίαι, δύο ἄρα ἑνὶ ἐναντία. Ἡ λύσις τῆς ἀπορίας. τί κωλύει, φησί, δύο ἑνὶ ἀντικεῖσθαι ἔστιν ὥς, τουτέστι κατά τινα τρόπον; κατὰ γὰρ ἄλλο καὶ ἄλλο δύο τῷ αὐτῷ ἀντικεῖσθαι οὐδὲν ἄτοπον. καὶ γὰρ <εἰ> ἡ μὲν ἡδεῖα ἡ δὲ εἰ τύχοι τὴν ἑτέραν τῶν φθορῶν τὴν κατὰ φύσιν ἡδεῖαν εἶναι, τὴν δὲ παρὰ φύσιν λυπηράν, κατὰ μὲν τὸ ἡδὺ καὶ τὸ λυπηρὸν ἀντικείσονται ἀλλήλαις, ἕξουσι δὲ καὶ τὴν γένεσιν ἀντικειμένην οὐ κατὰ τοῦτο, ἀλλὰ καθὸ γένεσις φθορᾷ· ἀλλήλαις γὰρ οὐ καθὸ φθοραὶ ἀντέκειντο, ἀλλ’ ὡς ἡ μὲν κατὰ φύσιν ἡ δὲ παρὰ φύσιν, αἷς παρακολουθεῖ τῇ μὲν τὸ ἡδὺ τῇ δὲ τὸ λυπηρόν. Ἀπορεῖ διὰ τούτων ὅτι εἰ πάσης ἠρεμίας τῆς μὴ οὔσης ἀιδίου γένεσις ἔστι τῆς γὰρ ἀκινησίας τῆς γῆς ἀιδίου οὕσης οὐκ ἔστι γένεσις), εἰ δὲ γένεσις τῆς μὴ ἀεὶ οὔσης ἠρεμίας τὸ ἵστασθαι, ἔτι δὲ τὸ ἵστασθαι θᾶττόν ἐστι κινεῖσθαι, ἀνάγκη ἄρα καὶ ἐπὶ τῶν παρὰ φύσιν ἠρεμιῶν, εἴπερ ἔστιν αὐτῶν γένεσις μὴ οὐσῶν ἀιδίων, τὴν γένεσιν αὐτῶν εἶναι τὸ ἵστασθαι, τουτέστι τὸ θᾶττον κινεῖσθαι. νῦν δὲ τὸ ἐναν· τίων ὁρῶμεν ἐπὶ τῶν παρὰ φύσιν ἠρεμούντων· ἐγγίζοντα γὰρ κτλ. (p. 798,18. 22) γενητόν. Ἐπιλύεται τὴν ἀπορίαν. φησὶν ὅτι οὐκ ἐπὶ πάσης ἠρεμίας θεωρεῖται τὸ ἵστασθαι, τουτέστι τὸ ταχὺ κινεῖσθαι, ἀλλ’ ἐπὶ τῆς κατὰ φύσιν, διότι [γὰρ] ὅτε πρὸς τῷ οἰκείῳ τόπῳ γίνεται τὸ κινούμενον ῥώννυται, ὅτε δὲ ἀπὸ 5 τοῦ οἰκείου ἐξίσταται τόπου ἀσθενέστερον γίνεται κτλ. (p. 798,26. 799,2). Ἤ, φησί, τὸ ἵστασθαι ὅλως εἶναι τὸ εἰς τὸν ἑαυτοῦ τόπον φέρεσθαι, ἢ συμβαίνειν ἅμα τῷ εἰς τὸν ἑαυτοῦ τόπον φερομένῳ, ὡσεὶ παρακολούθημα ἅμα ἐκείνῳ συμβαῖνον. Καὶ τοῦτο ὕστερον ἐπαπορεῖ τοῖς εἰρημένοις. εἰ ἐναντίαν, φησίν, ἐλέ- γομεν τὴν ἐν τῷδε ἠρεμίαν τῇ ἐξ αὐτοῦ κινήσει, τὸ δὲ ἔν τινι ἀρξάμενον κινεῖσθαι οὔπω πάντῃ τὸ ἐξ οὗ κινεῖται ἀπολέλοιπεν, ἀνάγκη τὰ ἐναντία ἐν τῷ αὐτῷ εἶναι· εἰ γὰρ ἐναντία μὲν ἡ κίνησις τῇ ἐξ οὗ ἠρεμίᾳ, μετέχει δὲ ἔτι κἀκείνης, ἐν τῷ αὐτῷ ἄν εἴη τὰ ἐναντία· τὸ γὰρ ἐκ λευκότητος κινούμενον οὔπω παντελῶς ἀπολέλοιπε τὴν λευκότητα, εἰ δὲ μὴ ἀπολέλοιπε, μετέχει αὐτῆς, ἔστι δὲ αὕτη καὶ ἐναντία ἐπὶ γὰρ τὸ ἐναντίον ἡ ὁδός), ἅμα ἄρα τὰ ἐναντία. Ἡ λύσις τῆς ἀπορίας. τὸ κινούμενον, φησίν, ἀπὸ λευκότητος, εἰ ἔτι δοκεῖ ἠρεμεῖν ἐν αὐτῇ, διότι μὴ ἀποβέβληκε πᾶσαν τὴν λευκότητα, οὐ καθ’ ἅπαξ ἐροῦμεν ἠρεμοῦν τε ἐν τῇ λευκότητι καὶ κινούμενον ἐξ αὐτῆς, ἵν’ οὕτως δόξωσιν ἅμα τὰ ἐναντία εἶναι, ἀλλὰ πῇ ἠρεμεῖν. οὐδὲν δὲ θαυμαστὸν κατά τι τῶν ἐναντίων μετέχειν ὡς κεκραμένων ,οἷον τὸ φαιόν, τὸ δὲ ἅμα τὰ ἐναντία ἄκρατα ἐν τῷ αὐτῷ εἶναι ἀδύνατον. καὶ διὰ τοῦτο, φησίν, οὐ κυρίως ἐναντία ἐστὶ κινήσει ἠρεμία, ἀλλὰ πῇ ἐναντία, κυρίως δὲ κίνησις κινήσει ἐναντία. —Ὅ φησι τοιοῦτόν ἐστιν, ὅτι κτά τι ἔχει ἄλλο καὶ ἄλλο τἀναντία, καὶ οὐ κατὰ τὸ αὐτό. —Ἕτερον ἐπιχείρημα. ἐπὶ πᾶσι, φησί, τὸ κινούμενον πάντως καὶ μεριστόν ἐστιν, ὡς δείξει ἐν τῷ ἑβδόμῳ, ἕξει τὸ μέν τι ἐξ οὗ κινεῖται τὸ δὲ εἰς ὅ· ὥστε κατ’ ἄλλο καὶ ἄλλο μεθέξει τῶν ἐναντίων. Τίς μὲν οὖν μία κίνησις εἶπεν, οὐ μέντοι εἶπεν τίς ἠρεμία μία, ἀλλ’ ἐκ τῶν εἰς κίνησιν εἰρημένων δῆλόν ἐστι καὶ περὶ τῆς ἠρεμίας· ἃ γὰρ ἐπ’ ἐκείνης εἴρηται, ταῦτα καὶ ἐπὶ ταύτης ἁρμόσει.