# In Aristotelis Physicorum Libros Commentaria EXCERPTA EX IOANNIS PHILOPONI COMMENTARIIS IN PHYSICORUM LIBROS V—VIII. EXCERPTA CODICIS PARISIENSIS 1853. IN LIBRUM V..1

Joannes Philoponus, In Aristotelis Physicorum Libros Commentaria, EXCERPTA EX IOANNIS PHILOPONI COMMENTARIIS IN PHYSICORUM LIBROS V—VIII. EXCERPTA CODICIS PARISIENSIS 1853. IN LIBRUM V.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-physicorum-libros-commentaria/EXCERPTA%20EX%20IOANNIS%20PHILOPONI%20COMMENTARIIS%20IN%20PHYSICORUM%20LIBROS%20V%E2%80%94VIII.%20EXCERPTA%20CODICIS%20PARISIENSIS%201853.%20IN%20LIBRUM%20V..1

Ὥσπερ τὸ ζῷον διαιροῦμεν ποτὲ μὲν ἐξ αὐτῆς τῆς τοῦ ζᾠου οὐσίας, λέγοντες τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, ποτὲ δὲ ἐκ τῆς διοργανώσεως, ποτὲ δὲ ἐκ τοῦ τόπου ἔνθα διατρίβουσιν, οὕτως καὶ τὰ κινοῦντα καὶ τὰ κινούμενα ποτὲ μὲν ἐκ τῆς οὐσίας τῶν κινήσεων ὡς ὅταν λέγωμεν· τὸ κινούμενον ἢ κατ’ ἀλλοίωσιν κινεῖται, ἢ κατὰ αὔξησιν καὶ φθίσιν, ἢ κατὰ τόπον), ποτὲ δὲ κατὰ ἄλλην ἐπιδιαίρεσιν ἐκ τοῦ τρόπου τῶν κινή- σεων καὶ τοῦ κυριωτέρου καὶ ἀκυροτέρου οἷον τὰ μὲν κατὰ συμβεβηκός, τὰ δὲ κατὰ μέρος, τὰ δὲ καθ’ αὑτά· κυριώτερα γὰρ τὰ καθ’ αὑτὰ κινούμενα, τὰ δὲ κατὰ μέρος ἧττον, τὰ δὲ κατὰ συμβεβηκὸς τὸ ὅλον κατὰ συμβεβηκός). ἐν ἑκάστῃ οὗν τῶν τριῶν κινήσεων, ἐν τῇ κατὰ ποσὸν καὶ κατὰ ποιὸν καὶ κατὰ τόπον, τὰ τρία τμήματα τῆς ἐπιδιαιρέσεως θεωρεῖται, τὸ καθ’ αὑτὸ καὶ κατὰ μέρος καὶ κατὰ συμβεβηκός. οὐ μόνον ἐπὶ τῶν κινουμένων, ἀλλὰ καὶ ἐπὶ τῶν κινούντων. καὶ τὸ μὲν κατὰ μέρος κινούμενον καθ’ αὑτὸ μὲν κινεῖται, οὐ πρώτως δέ, τὸ δὲ πρώτως καὶ καθ’ αὑτὸ καὶ πρώτως, τὸ δὲ κατὰ συμβεβηκὸς οὔτε καθ’ αὑτὸ οὔτε πρώτως. οὕτε γὰρ κινεῖ οὔτε κινεῖται τὸ εἶδος. Εἰ γὰρ μεταβάλλει ἐκ λευκοῦ εἰς μέλαν, ὥσπερ γίνεται τέως ἐν τῷ εἰς ὃ ἡ κίνησις, ἐπειδὴ ἁπλᾶ τὰ πάθη ἐστὶν καὶ οὐκ ἔστιν εἰπεῖν ἄλλο μὲν τὴν κίνησιν, ἄλλο δὲ τὸ ὑποκείμενον τῇ κινήσει τὸ μέλαν. μετα- βάλλει δὲ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν, τὸ δὲ μέλαν κίνησις, εἰς κίνησιν ἔσται μεταβάλλουσα ἡ κίνησις, ὅπερ ἄλογον. διὰ τὸ αὐτὸ οὐδὲ ἐν τῷ ἐξ οὗ ἔσται ἡ κίνησις. Εἴδη μέν, ὡς ἐπὶ γενέσεως (ἀντὶ γὰρ τῆς μεταβολῆς τῷ τῆς γενέσεως ὀνόματι κέχρηται), παράδειγιuα δὲ τῶν εἰδῶν τὴν ἐπιστήμην <εἶπεν>, ὡς ἐν τοῖς Περὶ ψυχῆς· γενέσει γὰρ <μᾶλλον> ἀναλογοῦσιν αἱ ἐπὶ τὰς στήμας ὁδοὶ ἢ ἀλλοιώσει. ἢ εἴδη μέν, ὡς ἐπὶ αὐξήσεως εἰς εἶδος γάρ τι τελευτᾷ ἡ αὔξησις), πάθη δέ, ὡς ἐπὶ ἀλλοιώσεως. Τῷ γὰρ τὸ λευκὸν εἰς ὃ μεταβάλλει νοητὸν εἶναι, κατὰ συμβεβηκὸς καὶ τὸ λευκαινόμενον σῶμα εἰς νοητὸν τι μεταβάλλειν. Τουτέστι τοῖς εἴδεσι τῖς ὑφ’ ἑκάστην κατηγορίαν, οἷον ἐν κουφότητι καὶ θερμότητι, ἅπερ εἰσὶν εἴδη ποιότητος. ποιότητος. πάντων δὲ τῶν γενῶν τῶν κατηγοριῶν, τουτέστιν ἐν ταῖς δέκα κατηγορίαις. ἀεὶ δὲ οὐχ ὅτι γίνεται, ἀλλ’ ὅτι δυνάμεθα ἐννοῆσαι ἐν ἑκάστῃ κατηγορία διαφόρους κατὰ συμβε- βηκὸς κινήσεις. Ἁπλῶς μὲν καλεῖ τὴν τῆς οὐσίας γένεσιν ὅλον γὰρ τότε τὸ εἶδος γίνεται τῆς μεταβολῆς περὶ τὴν ἀνείδεον ὕλην γινομένης), τινὰ δὲ γένεσιν τὴν τῶν συμβεβηκότων, ὅτι τὸ μὲν οὐσιῶδες εἶδος μένει πάθος δέ τι τῶν περὶ αὐτὸ μεταβάλλει. τὶς δὲ ἡ εἰς τὴν τὴντικειμένην ἀπόφασιν. Τὸ γὰρ ἐκ λευκοῦ φθειρόμενον εἰς τὴν ἀντικειμένην ἀπόφασιν φθείρεται, τουτέστι τὸ μὴ λευκόν, ὥσπερ καὶ τὸ ἐκ μὴ λευκοῦ γινόμενον εἰς τὴν ἀντικειμένην κατάφασιν γίνεται, τουτέστι τὸ λευκόν. Τὸ μὴ ὄν, φησί, πολλαχῶς λέγεται· ἀντίκειται γὰρ τῷ ὄντι, καὶ ὁσαχῶς τὸ ὂν τοσαυταχῶς καὶ τὸ μὴ ὄν. τὸ δὲ ὂν ἔστιν ἐν λόγοις, ὡς λέγομεν τὸ ἀληθὲς ὄν, ὅπερ καλεῖ κατὰ σύνθεσιν, ἔστι δὲ καὶ ἐν πράγμασι τὸ ὂν καὶ τοῦτο διχῶς· ἢ γὰρ τὴν οὐσίαν λέγομεν καὶ τὸ εἶδος, ὅπερ καὶ κυρίως ὄν ἐστιν οἷον ἄνθρωπος, λίθος), ἢ τὸ συμβεβηκός. τοσαυταχῶς ἄρα καὶ τὸ μὴ ὄν, τό τε ἐν λόγοις μὴ ὄν, ὡς τὸ ψεῦδος, καὶ τὸ ἐν πράγμασιν, καὶ τοῦτο ἢ <τὸ> τῷ εἴδει ἀντικείμενον, ὅπερ ἐστὶν δεον καὶ ἁπλῶς μὴ ὄν, ὡς ἡ ὕλη, ἢ τὸ τῷ συμβεβηκότι ἀντικείμενον, τὸ μὴ λευκὸν ἢ μὴ θερμόν, ὅπερ τῆ μὴ ὄν ἐστιν. Εἰ γὰρ καὶ ὅτι μάλιστα. Ἐπειδὴ ἡ ὕλη καθ’ αὑτὸ μὲν ὄν, κατὰ συμβεβηκὸς <δὲ> μὴ ὂν διὰ στέρησιν, ἥτις καθ’ αὑτὸ μὴ ὄν ἐστιν, ἔμελλέν τις ἀπορεῖν· εἰ κατὰ συμβε- βηκὸς μὴ ὂν ἡ ὕλη, δῆλον ὅτι καὶ κατὰ συμβεβηκὸς ὂν γίνεται, ὅταν προσλαμ- βάνῃ τὰ εἴδη· ὥστε οὐχ ἁπλῶς ὂν γίνεται· διὰ τί οὖν μὴ λέγομεν αὐτὴν <κινεῖσθαι> εἰς γένεσιν μεταβάλλουσαν, εἴ γε τῶν καθ’ αὑτὸ ὄντων ἐστί; οὖν ὅτι, εἰ καὶ κατὰ συμβεβηκὸς ἔχουσα τὸ μὴ ὂν ἡ ὕλη καὶ τὴν στέρησιν κατὰ συμβεβηκὸς εἰς τὸ ὂν μεταβάλλει, ἀλλ’ ὅμως ἀληθὲς εἶπε ἱν ὅτι καθ’ αὑτὸ γίνεται, ἐπειδὴ ὅλως μετέχει τῆς στερήσεως, ἥτις καθ’ αὑτὸ μὴ ὄν ἐστι· τὸ γὰρ καθ’ αὑτὸ τὸ οὐσιῶδες σημαίνει. ἐπειδὴ οὖν ὅλως ἐξ ἀνειδέου εἰς εἶδος μεταβάλλει, λέγοιτο ἂν καθ’ αὑτὸ γίνεσθαι. οὐδὲ γὰρ πάντως δεῖ τῷ μεταβάλλοντι κατὰ τὰ πρός τι κινήσεως, ἀλλ’ ἀκίνητον [μὲν] μεταβάλλει· εἰ γὰρ κινηθείη ὁ ἀριστερὸς καὶ δεξιὸν καταλάβοι τόπον τοῦ δεξιοῦ ἀκινήτου μείναντος, γέγονεν ὁ δεξιὸς ἀρι- στερὸς αὐτὸς μὴ κινηθείς. εἰ τοίνυν πρὸς τὸ ἀναδέξασθαι τὴν τῶν πρός τι σχέσιν μὴ πάντως δεῖ τῷ δεχομένῳ τὴν σχέσιν κινήσεως, δῆλον ὅτι, ὅταν κινηθῇ μεταβάλλον κατὰ τὰ πρός τι, κατὰ συμβεβηκὸς κινεῖται· ὁ γὰρ κινηθεὶς ἐκ τῶν δεξιῶν ἵνα γένηται ἀριστερὸς τὴν μὲν κατὰ τόπον κίνησιν καθ’ αὑτὸ κινεῖται, συμβέβηκε δὲ τῇ κινήσει ταύτῃ τὸ γενέσθαι αὐτὸν ἀριστερόν. ὥστε κατὰ συμβεβηκὸς τῷ πρός τι ἡ κίνησις. Ἢ τῷ ἕτερόν τι. Ἠ τὸ ὑποκείμενον, φησίν, οὐκ ἔστι κίνησις, ἀλλ’ ἕτερόν τι· μετα- βάλλει δὲ τοῦτο ἐξ ἄλλης μεταβολῆς εἰς ἕτερον εἶδος μεταβολῆς, οἷον ἐκ γενέσεως εἰς φθοράν, καὶ ὅσῳ ἄν γίνοιτο, τοσούτῳ μᾶλλον φθείροιτο. Ἡ γὰρ γένεσις καὶ ἡ φθορὰ εἰς ἀντικείμενά εἰσι μεταβολαὶ ὡδὶ ἡ ὡδί, τουτέστι κτά τινα τρόπον· εἰς τὰ κατὰ ἀντίφασιν γὰρ ἀντικείμενα ἡ κτὰ γένεσιν καὶ φθορὰν μεταβολή. Ἐνδέχεται γὰρ ἠρεμεῖν. Ἀντὶ τοῦ μηκέτι εἰς κίνησιν ἄλλην μεταβάλλειν, ἀλλ’ εἰς εἶδος, οἷον εἰς ὑγίειαν. ἀλλ’ οὐχ οὕτως ἡ ὑπόθεσις. Ἀεὶ γὰρ τῆς ληφθείσης ἀνάγκη προυπάρχειν ἑτέραν μεταβολήν, καὶ ἔσται ἐπ’ ἄπειρον ἡ πρόοδος· ἀδύνατον γὰρ τὴν δευτέραν γενέσθαι μὴ γενομένης τῆς πρὸ αὐτῆς. καὶ οὕτως ἐπ’ ἄπειρον προιούσης τῆς προόδου, ἐπειδὴ τὴν πρώτην λαβεῖν ἀδύνατον, οὐδὲ τὴν ἐφεξῆς λαβεῖν ἐνδέχεται, καὶ οὕτως οὐδεμίαν, καὶ ἀναιρεθήσεται πᾶσα μεταβολή. Πᾶν τὸ κινούμενον τὴν κατ’ εὐθεῖαν κίνησιν εἰ μεταβάλλοι κατ’ εἶδος μεταβολῆς, καὶ κατὰ τὴν ἐναντίαν πάντως μεταβάλλειν πέφυκεν· εἰ οὖν ἔστι, φησί, μεταβολῆς μεταβολή, κατὰ ἐναντίαν μεταβάλλει τὸ αὐτό, καὶ ὃ γίνεται τοῦτο καὶ φθείρεται. εἰ οὖν γενέσεως γένεσις ἔστι, πάντως ἔσται καὶ φθορὰ τῆς γενέσεως. ἐπεὶ οὖν φθείρεται ἡ γένεσις, πρὶν γενέσθαι οὐκ ἄν φθαρείη οὔπω γὰρ ἐστίν), οὐδὲ μετὰ τὸ γενέσθαι οὐκέτι γὰρ ἐστίν· ἐν γὰρ τῷ γίνεσθαι τὸ εἶναι ἔχει πᾶσα μεταβολή)· λείπεται οὖν <ἐν> αὐτῷ τῷ χρόνῳ ἐν ᾧ γίνεται, ἐν τούτῳ καὶ φθείρεσθαι. ἅμα οὖν γίνεταί τι καὶ φθείρεται, ὅπερ ἀδύνατον. Ἔτι ὕλην δεῖ ὑπεῖναι. Πᾶν’ τὸ μεταβάλλον καὶ γινόμενόν τι ἄλλο μέν τι ἔχει τὸ ὑποκείμενον, ἄλλο δὲ τὸ εἰς ὃ ἡ μεταβολὴ γίνεται τῷ ὑποκειμένῳ. εἰ οὑν ἡ γένεσις γίνεται καὶ ἡ κίνησις κινεῖται, δεῖ εἶναι ἄλλο τὸ μεταβάλλον καὶ ἄλλο τὸ εἰς ὃ μεταβάλλει, τουτέστι τὸ εἶδος· ἐπὶ δὲ τῆς γινομένης γενέσεως οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν. ὑποκείμενον δὲ λέγω οὐ τὸ ἐν ᾧ τὴν ὑπόστασιν ἡ γένεσις ἢ ἡ κίνησις ἴσχει, οἷον τὸν ἄνθρωπον, ἀλλ’ αὐτὸ τοῦτο ὃ ἕτερόν τι ὂν γίνεται κίνησις. εἰ οὖν γίνεται ἡ γένεσις, δεῖ εἶναί τι ὅπερ αὐτὸ δεχόμενόν τι γίνεται κίνησις· ἀλλ’ οὐδὲν ἔστιν· οὐκ ἄρα γίνεται ἡ γένεσις. Τουτέστι δεῖ ἐν τῇ γινομένῃ γενέσει ἢ κινουμένῃ κινήσει εἶναι μέν τι τὸ ὑποκείμενον, εἶναι δέ τι καὶ τὸ ἐξ οὗ πρὸς τῷ εἰς ὅ. Οὐ γὰρ ἔσται μάθησις. Εἰ ἔστι γενέσεως γένεσις, καὶ μαθήσεως ἔσται μάθησις· γένεσις γάρ τις ἡ μάθησις. εἰ τοίνυν ἔστι γενέσεως γένεσις, καὶ μαθήσεως ἔσται γέ- νεσις· ἡ δὲ γένεσις τῆς μαθήσεως μάθησις, ὥσπερ τῆς γενέσεως γένεσις * * * ὅπερ ἀδύνατον. οὐ γὰρ τὸ μανθάνειν διὰ μαθήσεως ἡμῖν παραγίνεται· τὸ γὰρ διὰ μαθήσεως παραγινόμενον μαθητόν ἐστι καὶ ἐπιστητόν, ἡ δὲ μάθησις ὁδὸς ἐπὶ τὸ μαθητὸν καὶ ἐπιστητόν. Εἰς γὰρ τὰ μεταξὺ ὡς ἐναντία γίνεται ἡ κίνησις, τὰ δὲ μεταξὺ μᾶλλον ἢ ἧττον πρὸς τοῖς ἐναντίοις. Τῷ γὰρ πλεονάζειν τὸ λευκὸν ἐν τῷ μεταβάλλοντι ἐκ τοῦ πλεονάζον- τος ἐκλήθη λευκόν. ὅταν οὖν ἐπὶ τὸ ἧττον μεταβάλλῃ, ἐπειδὴ ἤδη τὴν τοῦ λευκοῦ ἔσχεν ἐπωνυμίαν, εἰς τὸ ἐναντίον ποιεῖται τὴν μεταβολήν, ὅταν 20 δὲ εἰς αὑτὸ ἐπιδῶ, ἐκ τοῦ ἐναντίου. Εἰ μὲν ἄκρα λέγει τὰ μόρια, κεχωρισμένα ταῦτα ἀπ’ ἀλλήλων καὶ οὐκ ἐν τῷ αὐτῷ ἀλλήλων εἰσὶ τόπῳ, ὥστε οὐδ’ ἅμα, εἰ δὲ τὰς ἐπι- φανείας, ἀσώματοι αὗται καὶ οὐκ ἐν τόπῳ, ὥστε οὐδ’ ἅμα. ἢ ἄκρα μὲν λέγει τὰς ἐπιφανείας, ἅμα δὲ αὐτὰς λέγει ὑπάρχειν ἀντὶ τοῦ ἐφαρμόζειν· τῶν γὰρ ἁπτομένων ἐφαρμόζουσιν αἱ ἐπιφάνειαι, ὥσπερ ἄν εἰ καὶ ἅμα ἦσαν. [Πρὸς γὰρ λῆξαι τὴν ἀπήχησιν τῆς ὑπάτης φθέγγεται ἡ νεάτη.] Ἀλλὰ τοῦ πράγματος ἐν ᾧ κινεῖται. Δυνατὸν γὰρ διαλείποντα τοῦ πράγματος μὴ διαλείπειν τοῦ χρόνου, ὡς εἴ τις ἐν ἀδιακόπῳ χρόνῳ καὶ συνεχεῖ μετὰ τὴν ὑπάτην εὐθὺς κρούσει τὴν νεάτην παραλιπὼν τὰς μεταξὺ χορδάς· τοῦ πράγματος γὰρ οὗτος παρέλιπεν, οὐ τοῦ χρόνου. οὐχ ὑγιὲς δὲ τὸ παράδειγμα· διαλιμπάνει γὰρ καὶ τοῦ χρόνου ὁ κρούων, ἐν ὅσῳ ἄγει τὴν χεῖρα ἐκ τῆς ὑπάτης ἐπὶ τὴν νεάτην. μήποτε οὖν ἡ μὲν πλῆξις διαλιμπάνει τοῦ χρόνου, ἡ δὲ ἄπήχησις οὐκέτι, ἀλλὰ πρὶν λῆξαι τὴν ἀπήχησιν τῆς ὑπάτης φθέγγεται ἡ νεάτη. διὸ εἶπεν φθέγξασθαι, καὶ οὐ κροῦσαι. Οἷον ἐφεξῆς λέγεται εἶναι πόλις πόλει, ἐὰν μὴ ἔστι μεταξὺ αὐτῶν ἄλλη πόλις· εἰ γὰρ καὶ κώμη εἴη καὶ ὄρη μεταξύ, οὐδὲν κωλύει αὐτὰς ἐφεξῆς εἶναι. ἐφεξῆς δὲ λέγεται τὸ δεύτερον τῷ προτέρῳ καὶ τῇ ἀρχῇ, ἡ δὲ ἀρχὴ ἢ θέσει ὡς εἰ τῶν κιόνων τόνδε πρῶτον θῶμεν, εἶτα τόνδε), ἢ εἴδει ἀντὶ τοῦ φύσει· τῇ γὰρ φύσει ἐφεξῆς ἐστι τοῦ γένους τὸ εἶδος. Τὸ γὰρ ἐχόμενον πλείονα προσλαβὸν οἰκειότητα συνεχὲς ἐγένετο. Ἐν τοῖς συγγενέσι· ταῦτα γὰρ πέφυκεν ἑνοῦσθαι ἀλλήλοις. Τουτέστιν ἢ γόμφῳ ἢ κόλλῃ, ὅπερ ἐστὶν ἁφῇ ἤγουν προσφύσει. Ἀντὶ τοῦ ἐπινοίᾳ, οὐ τῷ χρόνῳ· τὸ γὰρ διῃρημένον ποσὸν φύσει πρότερον του συνεχοῦς· Ὥστ᾿ εἰ ἔστι στιγμὴ καὶ μονάς. Οἱ Πυθαγόρειοι τὴν στιγμὴν λέγουσι μονάδα θέσιν ἔχουσαν, καὶ τὴν μονάδα στιγμὴν ἄθετον, καὶ εἰς ταὐτὸν φέρουσι τὴν στιγμὴν τῇ μονάδι. εἰ γὰρ αἱ μὲν στιγμαὶ δύνανται ἐφαρμόζειν ἐπ’ ἀλλήλας καὶ ἕν τι ποιεῖν, αἱ δὲ μονάδες οὐ δύνανται, δῆλον ὅτι οὐ ταὐτόν ἐστι μονὰς καὶ στιγμή· αἱ γὰρ μονάδες ἐφεξῆς μόνον εἰσίν, αἱ δὲ στιγμαὶ καὶ ἅπτεσθαι δύνανται τῆς ἀφῆς ἐνταῦθα οὐ κυρίως λεγομένης. Ὁσαχῶς, φησί, τὸ ἕν, τοσαυταχῶς καὶ ἡ κίνησις. Κατὰ τὴν ποῦ κατηγορίαν. οἷον ἡ κύκλῳ τῇ κατ’ εὐθεῖαν, ἡ δὲ ἀλλοίωσις τῇ φορᾷ ἑτερογενής· ἡ μὲν γὰρ ὑπὸ τὴν ποιότητα, ἡ δὲ ὑπὸ τὴν ποῦ. οὐ γὰρ ἔστιν ἕν τι κοινὸν γένος κινήσεως ἁπλῶς ἐπαναβεβηκὸς καὶ κατηγορούμενον μὲν] κατὰ τῶν τριῶν κινήσεων, ἀλλ’ ἑκάστη γένος ἐστὶ γενικώτατον, ὥσπερ καὶ αἱ κατηγορίαι ὑφ’ ἃς ἀνάγονται. ὥστε ἁπλῶς ἡ κίνησις οὐκ ἔστι γένος, ἀλλ’ ὁμώνυμος φωνή. Ἰστέον ὅτι τοῦ μὲν ἐφ’ οὗ ἑτέρου ὄντος πάντως καὶ ὁ τρόπος τῆς κινήσεως ἕτερός ἐστιν, ὡς ἐπὶ τῆς εὐθείας καὶ τῆς περιφερείας (ἐπὶ τούτων γὰρ καὶ ὁ τρόπος τῆς κινήσεως ἕτερος ὁ εὐθυφορικὸς καὶ ὁ κυκλοφορικός), ἐὰν δὲ τὸ αὐτὸ ᾖ τὸ ἐφ’ οὗ ἡ κίνησις, οὐ πάντως ὁ αὐτὸς τῆς κινήσεως τρόπος· ἐπὶ γὰρ τῆς εὐθείας καὶ κύλισις γένοιτ’ ἂν καὶ βάδισις εἰς αὐτό. Εἰδέναι δεῖ ὅτι τὸ ἐν ᾧ τρία σημαίνει παρὰ Ἀριστοτέλει, τὸ εἶδος εἰς ὃ τελευτᾷ τὸ κινούμενον, καὶ τὸν τρόπον ἅς κινήσεως, καὶ τὸ ἐφ’ οὗ γίνεται ἡ κίνησις, αὐτὸ τὸ μέγεθος. νῦν δὲ ἐπὶ τοῦ τρόπου τῆς κινήσεως τέτακται καὶ ἐπὶ τοῦ μεγέθους. Ἁπλῶς δὲ μία. Προσέθηκεν τῷ ἀριθμῷ, ἵνα σημάνῃ τὴν ἄτομον οὐσίαν. καλεῖ δὲ αὐπὴν μίαν τῇ οὐσίᾳ· αὕτη γὰρ μόνη ἡ κίνησις ἐν πράγμασι σύστασιν ἔχουσα καὶ ὑφισταμένη, διότι καὶ ἡ οὐσία αὐθυπόστατον, ἡ μέντοι τῷ γένει ἢ τῷ εἴδει μία κίνησις τῇ ἐπινοίᾳ μόνον νοοῦνται. Ἐὰν γὰρ ὁ χρόνος εἷς ᾖ καὶ συνεχής, διάφορα δὲ τὰ κινούμενα, γί- νονται αἱ κινήσεις ἐχόμεναι. οὐδὲ γὰρ τὸ αὐτὸ καὶ τῇ βαδίσει καὶ τῇ μελάνσει ὑπόκειται· ὁ μὲν γὰρ Κορίσκος ὑπόκειται τῇ βαδίσει, ὁ δὲ λευκὸς τῇ μελάνσει. οὐ κυρίως οὖν ἓν τὸ ὑποκείμενον, ἀλλὰ κατὰ συμβεβηκός, διότι συνέβη τὸν Κορίσκον λευκὸν εἶναι. Τὰ γὰρ ἔχοντα τὰς ἕξεις σώματα ῥευστά ἐστιν· ὥστε τοῦ ὑποκει- μένου μὴ τοῦ αὐτοῦ ὄντος οὐδὲ αἱ ἕξεις αἱ αὐταί εἰσιν. Εἰ δύο, φησίν, ὑπάρχουσιν αἱ ἕξεις, τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἐνεργειῶν ὑπάρξει καὶ δύο καὶ αὗται ἔσονται, καὶ εἰ τῷ ἀριθμῷ μία ἡ ἐνέρ- γεια, καὶ τὴν ἕξιν ἀνάγκη μίαν εἶναι, οὐ μέντοι τῆς ἕξεως μιᾶς οὔσης καὶ τὴν ἐνέργειαν εἶναι μίαν ἀνάγκη. Τῶν γὰρ θείων οὐκ ἔστι τι ἔσχατον, ὥστε οὐδὲ συνεχῆ ἡμῖν, τῶν δὲ ἐν γενέσει ἔστι πάντως πέρας, οἷον λευκάνσεως καὶ θερμάνσεως καὶ τῶν λοιπῶν. ἀλλ’ εἰ καὶ ἔχουσι τὰ ἐν γενέσει πέρατα, ὁμώνυμα αὐτῶν τὰ πέρατά εἰσι τῶν γε μὴ ὁμοειδῶν, οἷον γραμμῆς καὶ βαδίσεως. διὸ οὐδὲ γένοιτ’ ἂν ἐκ τούτων τι συνεχές, τῷ μὴ δύνασθαι τὰ πέρατα αὐτῶν ἓν γενέσθαι. Καὶ οἷον ἡ λαμπάς. Εἰώθεσαν στοιχηδὸν δύο τάγματα λαμπάδα ἑκάτερον ἔχον ἀπὸ τοῦ πρώτου ἀρχόμενοι ἀλλήλοις διαδιδόναι τὴν λαμπάδα ἕκαστος τῷ σύνεγγυς κατὰ τὸ οἰκεῖον τάγμα, ἁμιλλώμενοι ποῖον τάγμα πρότερον πρὸς τὸν ἔσχατον διαβιβάσει τὴν λαμπάδα. οὐ συνεχὴς οὖν ἐν τούτοις ἡ τῆς λαμπάδος φορά, ὅτι οὐδὲ τὸ ὑποκείμενον συνεχές, οἱ ἄνθρωποι, ἀλλ’ ἐχομένη, τῷ τὸν χρόνον εἶναι συνεχῆ. εἰ δὲ μηδὲ ὁ χρόνος συνεχής ἐν γὰρ τῇ μεταδόσει πάντως γίνεται στάσις), οὐδὲ ἐχόμεναι ἄν εἶεν αἱ τῆς λαμπάδος κινήσεις, ἀλλ’ ἐφεξῆς. Οἷον ἐάν τις ἄρξηται λευκαίνεσθαι, εἶτα πρὶν τελείως λευκανθῇ ἐὰν μεταξὺ στάσις γένηται, λέγεται μὲν ἡ μέχρι στάσεως κίνησις μία, διότι συνεχὴς μέχρις ἐκείνου, κυρίως δὲ οὐ μία, εἴ γε σκοπὸν εἶχεν ἡ φύσις ἢ ἡ τέχνη εἰς τὸ τέλειον εἶδος ἀγαγεῖν τῆς λευκότητος. Τίς μὲν οὖν κίνησις ἁπλῶς μία, εἴρηται· ἔτι δὲ λέγεται μία καὶ ἡ τέλειος. Ζήτει ἔμπροσθεν. Ἐν τῷ ὥς. Παρὰ τὸν τρόπον τῆς κινήσεως ἀνώμαλος κίνησις γίνεται, οἷον παρὰ τὸ μὴ ἰσοσθενῶς τὴν ὅλην ἐξανύσαι κίνησιν, τῷ τὰ μὲν ἐν πλείονι τὰ δὲ ἐν ἐλάττονι χρόνῳ τῶν μορίων κινεῖσθαι. Ὥστε οὐδὲ βαρύτης καὶ κουφότης. Βαρύτητα καὶ κουφότητα λέγει οὐ τὰς εἰδοποιοὺς τῶν στοιχείων δια- φοράς, οἷον πυρὸς κουφότητα, καὶ τῆς] γῆς βαρύτητα, ἀλλὰ βαρύτητα καὶ κουφότητα γῆς πρὸς γῆν, οἷον τυχὸν λίθου πρὸς γῆν. εἰς ταὐτὸν γὰρ φέρονται, καὶ οὐκ εἰσὶν εἰδοποιοὶ διαφοραί· πᾶσι γὰρ παρακολουθοῦσι τοῖς φερομένοις ἐπὶ τὸ κάτω σώμασιν. ὁμοίως καὶ ἐπὶ πυρὸς βαρὺ πῦρ τὸ ἧττον κοῦφον λέγοντες· καὶ οὐκ εἰσὶ βαρύτης καὶ κουφότης εἰδοποιοὶ τοῦ πυρὸς διαφοραί, ἀλλὰ παρακολουθήματα πᾶσι τοῖς στοιχείοις παρα- κολουθοῦντα. Ὁμαλή ἐστιν ἡ ἐπ’ εὐθείας γινομένη, ἀνώμαλος δὲ ἡ ἐπὶ ἕλικος, ἡ δὲ ὁμαλὴ ὁμοιομερής, ὁμοιομερὴς δὲ ἧς τὸ τυχὸν μέρος τῷ τυχόντι ἐφαρ- μόζει. οὐκ ἄν οὖν δύο ἐχόμεναι κινήσεις μὴ οὖσαι ὁμοειδεῖς μία ἄν εἴη καὶ συνεχής, οἷον ἀλλοίωσις καὶ βάδισις· εἰ γὰρ αἱ ἐχόμεναι καὶ μὴ ὁμοειδεῖς μία, ἔσται ποτὲ καὶ ὁμαλής, ταὐτὸν δὲ εἰπεῖν ὁμοιομερής· ὁμοιομερὲς δέ ἐστιν οὗ τὸ τυχὸν μόριον τῷ τυχόντι ἐφαρμόζει· ὥστε ἐφαρ- μόσει ποτὲ ἡ ἀλλοίωσις τῇ βαδίσει, ὅπερ ἄτοπον. Τῷ γὰρ ὑποκειμένῳ αἱ αὐταί εἰσι, τῇ σχέσει καὶ τῷ ὁρισμῷ διαφέ- ρουσαι· ἄλλως μὲν γὰρ θεωροῦμεν αὐτὴν ἐξ οὗ ἀφίσταται, καὶ ἄλλως εἰς ὃ ἐπείγεται, ὡς ἐπὶ κλίμακος. Εἰ καὶ συμβαίνει ἐπὶ τῶν κινήσεων εἰπόντα τὸ ἐξ ἐναντίου συνεπι- νοεῖν καὶ τὸ εἰς ἐναντίον, ἀλλ’ ὅμως, ἐπειδὴ νῦν ἀποδιελόντες τὰ μόρια οὕτω σκοποῦμεν διὰ τὸ τέλειον τῆς διαιρέσεως, μᾶλλον αἱ εἰς τὰ ἐναντία μεταβολαὶ ἄν εἴησαν ἢ αἱ ἐκ τῶν ἐναντίων, διότι καὶ τὴν κλῆσιν ἐκ τῶν τελῶν ἔχουσιν, καὶ τῶν μὲν ἐξ οὗ ἀπαλλάττονται, καὶ προσλαμβά- νοῦσι τὸ εἰς Ο. Εἰ μάθησιν λέγοι τὴν μεταμάθησιν, οἷον τὴν ἐκ ψευδῶν δοξῶν εἰς ἀληθεῖς μεταβολήν, ὁμοίως καὶ τὴν ἀπάτην τὴν ἐξ ἀληθῶν εἰς ψευδεῖς, ἔκ τινος εἴς τι οὖσαι κινήσεις ἂν εἶεν αὗται, εἰ δὲ τὴν εἰς τὰς ἐναντίας μεταβολήν, ἢ κατὰ μάθησιν εἰς τὰς ἀληθεῖς δόξας ἢ κατὰ ἀπάτην εἰς ψευδεῖς, μεταβολαὶ μᾶλλον αὗται καὶ οὐ κινήσεις. γενέσεις γάρ τινες, ἐπειδὴ ἐκ στερήσεων ἡ μεταβολή, μᾶλλον δὲ ἀλλοιώσεις· εἰδοπεποίηται γὰρ τὸ ὑποκείμενον ὁ ἄνθρωπος. τὸ δὲ δι’ αὑτοῦ· ἀπατᾶται γάρ τις καὶ δι’ ἑαυτοῦ ψευδῆ συνάγων συμπεράσματα. ἀντίκειται δὲ ἡ μὲν δι’ ἄλλου ἀπάτη τῇ μαθήσει, ἡ δὲ δι’ αὑτοῦ τῇ εὑρέσει. ἐξ ὑγίεια β ἐκ νόσου α δ α δ εἰς ὑγίειαν γ εἰς νόσον Καὶ ὅσοις μὴ ἔστιν ἐναντίον. οἷον ἐν ἀνθρώπῳ γένεσις καὶ φθορά, ἡ μὲν εἰς ὃ ἡ δὲ ἐξ οὗ, ὥστε <ἡ> ἐκ τοῦ αὐτοῦ τῇ εἰς τὸ αὐτὸ μεταβολὴ μέν ἐστιν ἐναντία, οὐ κίνησις. Ἐπειδὴ στέρησις ἡ ἠρεμία, ἀντίκειται δὲ τῇ κινήσει, ἡ δὲ ὀξὶς καὶ ἡ στέρησις ἀντίκεινται μὲν ἀλλ’ οὐχ ὡς ἐναντία, ὁ δὲ λόγος νῦν περὶ ἐναν- τίας κινήσεως, διὰ τοῦτο εἶπεν 〈ὅτι〉 κατά τι ἐναντία ἡ ἕξις τῇ στερήσει· οὐ γὰρ δύναται συνεῖναι ἡ ἕξις τῇ στερήσει, ὡς οὐδὲ τὰ ἐναντία. στέρησιν δὲ λέγει ἐνταῦθα οὐ τῆς δυνάμεως, ἀλλὰ τῆς ἐνεργείας, ἥτις καὶ ἀνακάμπτει. Ἡ γὰρ εἰς ταὐτὸ κίνησις. Ἐπειδὴ γὰρ ὅσῳ τοῦ κατὰ φύσιν τόπου ἐγγίζει τὸ κινούμενον, θᾶττον κινεῖται ἅτε ῥωννύμενον ὑπὸ τῆ οἰκείας ὁλότητος, ὅσῳ δὲ τοῦ κατὰ φύσιν ἀφίσταται, τοσούτῳ ἀσθενέστερον κινεῖται οὕτω καὶ οἱ ἐκ νόσου εἰς ὑγίειαν μεταβάλλοντες ὅσῳ τῇ ὑγιείᾳ πλησιάζουσι, θᾶττον κινοῦνται ἐπὶ ταύτην), διὸ τὸ ὀξυτέραν οὖν εἶναι τὴν πλησιαιτέραν <τοῦ> κατὰ φύσιν κίνησιν αὐτὴν καλεῖ, διὰ τὸ ἐπὶ ἠρεμίαν λοιπὸν ἐπείγεσθαι. εἰ τοίνυν τῆς ὅλης κινή- σεως μέρος ἐστὶ τὸ ἠρεμίζεσθαι, τὸ τόδε οὐκ ἐναντίον τῇ τοιαύτῃ ἠρεμίᾳ, ἤγουν τῇ εἰς ταὐτό· ἐπ’ ἐκείνην γὰρ ἄγει. οὐδὲ ἡ ὅλη ἄρα κίνησις ἐναντίον τῇ εἰς ταὐτὸν ἠρεμίᾳ. Αὕτη γὰρ ἐξ αὐτῆς. Ἡ γὰρ φθορὰ ἐκ τῆς ἀμεταβλησίας τῆς ἐν τῷ ὄντι. Ἡ δὲ γένεσις εἰς ἐκείνην. Εἰς γὰρ τὴν ἐν τῷ ὄντι ἀμεταβλησίαν ὁδεύει. — οὐκ ὂν λέγει οὐ τὸ μηδαμῇ μηδαμῶς ὄν, ἀλλὰ τὴν ὕλην, καὶ διὰ τοῦτό φησιν ἀμεταβλησίαν εἶναι ἐν τῷ μὴ ὄντι, ὡς εἰ νοήσειας τὴν ὕλην μήπω εἶ- δος δεξαμένην. Τὸ κατὰ φύσιν διττόν, ἢ τὸ τελειωτικὸν ἢ τὸ μὴ ὑπό τινος ἔξωθεν βίας γινόμενον. ἐνταῦθα οὖν λέγει τὸ μὴ ὑπό τινος ἔξωθεν βίας γι- νόμενον· τὸ γὰρ πῦρ οὐκ ἄν ἐπὶ τὸ κάτω κινηθείη μὴ βίας τινὸς ἔξω· θὲν αὐτῷ γενομένης. καὶ ἐπὶ βώλου ὡσαύτως. ἡ μέντοι φθορὰ καὶ ἡ νόσος οὐχ ὑπό τινος ἔξωθεν βίας γίνεται, ἀλλ’ ἐπειδὴ πᾶν τὸ γε- νητὸν οὐκ ἀίδιον, διότι οὐδὲ ἀπειροδύναμον, ἀνάγκη χρόνῳ ἀποκαμεῖν τὴν φύσιν κἂν μή τις ἔξωθεν βία γένηται, ἀποκαμνούσης δὲ λύσις τῆς ἁρμο- νιας γίνεται. Ἄρ’ οὖν καὶ γενέσεις εἰσὶ βίαιοι. οἱ διὰ τρυφὴν θᾶττον τοῦ ὡρισμένου χρόνου σπερμαίνοντες. εἱμαρμέναι δὲ ἀντὶ τοῦ κατὰ τὸν εἱρμὸν καὶ τὴν ἀκολουθίαν τῆς φύσεως. Ἀντὶ τοῦ οὐ μόνον γενέσει. Ταῦτα κυρίως ὑπάρχει τοῖς στοιχείοις. ἡ ἐπὶ τὸ ἄνω ἢ ἡ ἐπὶ τὸ κάτω κίνησις πρώτως καὶ κυρίως τοῖς στοιχείοις ὑπάρχει, καὶ αἱ ἠρεμίαι ὡσαύτως. εἰ δέ τι καὶ τῶν συνθέτων ἔχει ταῦτα, οὐ κυρίως ἔχει οὔτε πρώτως. οἷον τὸ ξύλον εἰ λέγεται κατὰ φύσιν ἐπὶ τὸ κάτω κινεῖσθαι ἢ ἠρεμεῖν, οὐ κυρίως ἄν λέγοιτο ἐπὶ τὸ κάτω κινεῖσθαι ἢ ἠρεμεῖν· μετέχει γὰρ καὶ ἀέρος καὶ πυρός, ὧν παρὰ φύσιν ἡ ἐπὶ τὸ κάτω κίνησις. ἀλλ’ οὐδὲ πρώτως ἐν τοῖς συνθέτοις αἰ τοιαῦται κινήσεις τοῖς συνθέτοις· τὸ γὰρ ξύλον οὐ καθὸ ξύλον ἐπὶ τὸ κάτω κινεῖται, ἀλλ’ ὅτι γῆς πλείονος με- τέχει. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. Ἔχει δ’ ἀπορίαν. Εἰ πάσης ἠρεμίας τῆς μὴ ἀιδίου γένεσις ἔστιν, αὕτη δέ ἐστι τὸ ἵστασθαι, τὸ δὲ ἵστασθαί ἐστι τὸ θᾶττον κινεῖσθαι, ἀνάγκη ἄρα καὶ ἐπὶ τῆς παρὰ φύσιν ἠρεμίας, εἰ ἔστιν αὐτῆς γένεσις μὴ οὔσης ἀιδίου, εἶναι τὴν γένεσιν αὐτῆς τὸ ἵστασθαι, τουτέστι τὸ θᾶττον κινεῖσθαι· νῦν οὖν ἐπὶ τῶν παρὰ φύσιν τὸ ἐναντίον ὁρῶμεν ἐγγίζοντα γὰρ τῷ παρὰ φύσιν τόπῳ βραδύτερον κινεῖται)· ὥστε, εἰ ἔστι γενητὴ ἡ παρὰ φύσιν ἠρεμία εἴπερ μὴ ἀίδιος, οὐκ ἔστι δὲ ἐπ’ αὐτῆς τὸ θᾶττον κινεῖσθαι, τουτέστι τὸ ἵστα- σθαι, τουτέστιν ἡ γένεσις τῆς ἠρεμίας, ἔσται ἄρα τι μὴ ἀεὶ ἠρεμοῦν μὴ γενόμενον ἠρέμουν, ὅπερ ἄτοπον· τὸ γὰρ μὴ αιοιον γενητὸν. πρὸς ο φησιν ὅτι οὐκ ἐπὶ πάσης ἠρεμίας θεωρεῖται τὸ ἵστασθαι, τουτέστι τὸ ταχὺ κι- νεῖσθαι, ἀλλ’ ἐπὶ τῆς κατὰ φύσιν, διότι πρὸς τῷ οἰκείῳ τόπῳ γίνεται τὸ κινούμενον· ῥώννυται γὰρ ὑπὸ τῆς οἰκείας ὁλότητος. τὸ δὲ παρὰ φύσιν κινούμενον, ὅσῳ τοῦ οἰκείου τόπου ἐξίσταται, ἀσθενέστερον γίνεται ἀπολεῖ· τὸ ἵστασθαι, τουτέστι τὸ ταχὺ κινεῖσθαι, ἀλλὰ τῆς κατὰ φύσιν. Ἢ ὅλως εἶναι τὸ εἰς τὸν αὑτοῦ τόπον. Τὸ ἵστασθαι, φησίν, ὅπερ ἐστὶ τὸ ταχέως κινεῖσθαι, ἢ τοῦτό ἐστι τὸ ἐπὶ τὸν αὑτοῦ τόπον φέρεσθαι, ἢ εἰ μὴ τοῦτο οὐδὲ γὰρ ἐξ ἀρχῆς ἐπὶ τὸν αὑτοῦ τόπον φερόμενον ἵσταται, τουτέστι ταχέως κινεῖται), ἅμα γοῦν τοῦτο συμβαίνει· μόριον γάρ ἐστι τῆς ἐπὶ τὸν αὑτοῦ τόπον κινήσεως τὸ ἵστασθαι, τῆς δὲ ἐν τῷ παρὰ φύσιν ἠρεμίας γένεσίς ἐστιν οὐ τὸ ἵστασθαι, ἀλλὰ τὸ βίᾳ κινεῖσθαι.

---

John Philoponus, In Aristotelis Physicorum Libros Commentaria, ed. Girolamo Vitelli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg009.local001/.
