# In Aristotelis Physicorum Libros Commentaria IN LIBRUM VII..1

Joannes Philoponus, In Aristotelis Physicorum Libros Commentaria, IN LIBRUM VII.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-physicorum-libros-commentaria/IN%20LIBRUM%20VII..1

Αὐτίκα τὸ προοίμιον τὸν ὅλον σκοπὸν τοῦ βιβλίου ἐμφαίνει. Εἰλήφθω, φησί, τὸ αβ αὐτοκίνητον καὶ καθ’ αὑτὸ κινείσθω ὅλον, καὶ μὴ λεγέσθω κτλ. (p. 822,3. 4). Γράφεται καὶ ὁμοίως ἔστι λαβεῖν μίαν ἑκάστου κίνησιν. — Οὐδέν, φησίν, ἀδύνατον τὸ λαβεῖν ἑκάστου τῶν κινούντων ἰδίαν τινὰ κίνησιν· εἰ γὰρ καὶ ἅμ κινοῦσί τε καὶ κινοῦντι, ἀλλ’ οὖν δῆλον ὅτι τῆς μὲν χειρὸς ἑτέρα ἐστὶν ἡ κίνησις καὶ ἡ τῆς βακτηρίας ἑτέρα καὶ ἡ τῆς θύρας ἄλλη. Ἡ γὰρ μέλανσις καὶ ἡ λεύκανσις ψυχρότητι καὶ θερμότητι αἱ αὐταὶ τῳ γένει, ὡς ποιότητες· Ἐπειδὴ τὸ ἀγαθὸν ἐν πάσῃ κατηγορίᾳ θεωρεῖται, διὰ τοῦτο εἰπὼν ἐξ ἀγαθοῦ εἰς κακὸν προσέθηκε μὴ διάφορον τῷ εἴδει· αἱ γὰρ ἁπλῶς ἐξ ἀγαθοῦ τῖς ἁπλῶς εἰς κακὸν κινήσεσι τῷ γένει αἱ αὐταί εἰσιν, οὐ τῳ ειοει. Λέγεται καὶ ἡ πρόνοια κινεῖν. ἀλλὰ δηλονότι ἐξῃρημένη τῶν κινουμένων, λέγεται δὲ καὶ ὁ λόγος κινεῖν τὴν ψυχὴν καὶ αὐτὸς ἐξῃρημένος ὤν. Ινα δὲ μή τις εἴπῃ μηδὲ εἶναι δεδειγμένον, εἴπερ ἐξ ὑποθέσεως τὸ ἀδύνατον ἠκολούθησε, τὸ τελικὸν ἐξῃρῆσθαι ἀναγκαῖον τοῦ κινουμένου *** κινεῖ γὰρ καὶ ὁ χόρτος τὸν ὄνον καὶ ἡ εἰκὼν τὸν ἐρῶντα, ἀλλ’ ὡς ὀρεκτὸν ταῦτα κινεῖ, οὐχ ὡς ποιητικὸν αἴτιον τῆς κινήσεως, ἀεὶ δὲ τὸ τέλος καὶ τὸ ἐφετὸν ἔξωθέν ἐστι τοῦ ἐφιεμένου, τὸ δὲ ὡς ποιητικὸν αἴτιον καὶ ποιητικὸν καὶ προσεχὲς ἅμα ἐστὶ τῶν κινουμένων· τὸ γὰρ ἐξῃρημένον αἴτιον καὶ πρῶτον κεχώρισται· κεχώρισται οὖν τῇ οὐσίᾳ ὁ θεὸς τῶν δημι- Οὕτω δὴ λέγεται ὅτι συνωθεῖ τῇ σπάθῃ ὅλην ὁ ὑφάντης τὴν κρόκην ἐπὶ τὴν προλαβοῦσαν κρόκην· πάσας γὰρ τὰς πιλητικὰς τέχνας καὶ συγκριτικὰς συνώσεις φησίν. Ἡ δίνησις, φησί, σύγκειται ἐξ ὁλκῆς καὶ ὤσεως· ἀνάγκη γὰρ τὸ δινοῦν τὸ μὲν ἕλκειν τὸ δ’ ὠθεῖν· τὸ μὲν γὰρ ἀφ’ αὑτοῦ τὸ δὲ πρὸς αὑτὸ ἄγει. ὅταν γὰρ δινῶμεν τὸν ῥόμβον, τῷ μὲν ἑτέρῳ τῶν δακτύλων ὠθοῦμεν αὐτόν, τῷ δὲ ἑτέρῳ ἕλκομεν πρὸς ἑαυτούς. Ὁ γὰρ ἕλκων ἢ ἑαυτῷ προσαγαγεῖν βούλεται τὸ ἑλκόμενον ἢ ἑτέρῳ, ἀδύνατον δὲ ταῦτα ποιεῖν μὴ ἁπτόμενον τοῦ ἑλκομένου ἢ ὠθουμένου. βίαιος γάρ ἐστιν ἡ τοιαύτη κίνησις· εἰς γὰρ τοὔμπαλιν τοῦ κατὰ φύσιν. διὸ καὶ ἅπτεσθαι δεῖ τοὐ ἑλκομένου ἢ τοῦ ὠθουμένου. Μέχρις ἄν ἡ παρ’ ἐμοῦ ἐνδοθεῖσα δύναμις αὐτῷ σῴζηται, ἐὰν μέντοι ἀφῶ μόνον τὸν λίθον, οὐκέτι ῥῖψις τὸ τοιοῦτον οὐδὲ ὅλως ὑπ’ ἄλλου κίνησις, περὶ δὲ τῶν ὑπ’ ἄλλου κινουμένων νῦν ὁ λόγος. Τὸ πῦρ πόρρω κείμενον ἀλλοιοῖ τὸν ἀέρα κἀκεῖνος τὸν ἐφεξῆς καὶ ὁ ἔσχατος ὡς πρὸς ἐμὲ ἀλλοιοῖ τὸ ἐμὸν σῶμα, οὐχ ἁπλῶς ἅμα πᾶν, ἀλλὰ τέως τὴν ἐπιφάνειαν συνεχὴς ὢν αὐτῇ καὶ ἁπτόμενος, ἡ δὲ πρώτως ἀλλοιωθεῖσα ἀλλοιοῖ τὰ παρακείμενα, καὶ οὕτως ἐφεξῆς μέχρι τοῦ βάθους. Εἴρηται ἐν τοῖς Περὶ ψυχῆς ὅΤι τῷ αὐτῷ αἰσθητηρίῳ καὶ τὸ αἰσθητὸν καὶ τὴν στέρησιν αὐτῆς κρίνομεν. οὔκουν ξένον, εἰ καὶ ἁ ψοφίαν ἐν τοῖς αἰσθητοῖς κατηρίθμησε τῇ ἀκοῇ κρινομένην, ὥσπερ καὶ τὸν ψόφον. Τοῦ γὰρ αἰσθητηρίου πάσχοντος ὑπὸ τῶν αἰσθητῶν ἢ διακρινομένου ἢ συγκρινομένου ἀλλοιοῦταί πὼς καὶ ἡ αἴσθησις, καὶ αὐτὸ δὲ τοῦτο τὸ ἐκ τοὐ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλειν ἀλλοίωσίς τις ἐστιν. Ἤτοι ὅτε κατὰ τὰ ἀναίσθητα μόρια πάσχει· ἀγνοοῦμεν γὰρ πολιούμενοι. Πρῶτον αὖξον. Ἡ ἀλλοιωθεῖσα τροφὴ καὶ προσκριθεῖσα τοῖς μορίοις ἅπτεται τοῦ αὐξομένου, ὡς ἓν γίνεσθαι τὸ λοιπὸν τὸ ὅλον μεταβαλούσης τῆς τροφῆς καὶ ἐξομοιωθείσης τοῖς μορίοις, ἀλλὰ πρὶν μεταβάλῃ, ἐν ὅσῳ ἦν τροφή, ἥπτετο τοῦ αὐξηθησομένου καὶ οὐδὲν ἦν μεταξύ. οὕτω καὶ ἐπὶ τοῦ φθίνοντος ἀφαιρεῖταί τι ἀπ’ αὐτοῦ, ὃ αἴτιόν ἐστι τῆς φθίσεως. τὸ οὖν ἀφαιρούμενον πρὶν ἀφαιρεθῇ συνεχὲς ἦν τῷ ὅλῳ δηλονότι, ὥστε οὐδὲν ἦν αὐτῶν μεταξύ. Τοῦτο, φησί, λέγω πρῶτον, ὅπερ ἐστὶ πρὸς τὸ κινούμενον ἔσχατον, τοῦτο δέ ἐστιν ἡ ἀλλοιωθεῖσα τροφὴ καὶ προσκριθεῖσα τοῖς μορίοις, μήπω μέντοι ἐξομοιωθεῖσα· ἔστι γὰρ καὶ ὁ ἄρτος καὶ ὁ σῖτος τροφή, ἀλλ’ οὐ συνεχὴς τῳ τρεφομένῳ. Ἥ τε γὰρ ὑγεία συμμετρία ἐστὶ τῶν στοιχείων, ἔστιν ἄρα τῶν πρός τι· ἡ γὰρ συμμετρία συμμέτρων συμμετρία. ὅτε τὰ ὁμοιομερῆ πρὸς ἄλληλα συμμέτρως ἔχουσι, γίνεται ἡ ἰσχύς, ὅτε δὲ τὰ ὀργανικά, κάλλος. καὶ ἡ ἀσυμμετρία πάλιν τῶν αὐτῶν τούτων ποιεῖ τήν τε νόσον καὶ τὴν ἀσθένειαν καὶ τὸ αἶσχος. ἔστι δὲ καὶ ἡ ἀσυμμετρία τῶν πρός τι· ἀσυμμέτρων γάρ. Διττὴ γὰρ ἡ φαντασία, ἡ μὲν ἀπὸ τῶν πολλῶν αἰσθημάτων, ἡ δὲ ἀπὸ ἀναπλάσεως. Ὅταν γὰρ ἄρξηται κρίνειν τόδε τὸ λευκόν, ὅτι διακρίνει τὴν ὄψιν, εἶτα καὶ ἄλλο καὶ ἄλλο, οἷον ἐρεθιζόμενον πρὸς τοὺς οἰκείους καὶ συμπεφυκότας αὐτῷ λόγους ὑπὸ τούτων, ὅτι πᾶν λευκὸν διακριτικὸν ὄψεως, καὶ ἀποφαίνεται καὶ περὶ ὧν οὐκ οἶδε λευκῶν, ὅταν ἡ διάνοια ἠρεμήσῃ καὶ στῇ μηκέτι σφόδρα ὑπ’ αὐτῶν ὀχλουμένη. Ὠσπερ οὖν, φησί, τῆς ἀναβλέψεως καὶ τῆς ἁφῆς οὐκ ἔστι γένεσις οὐ γὰρ δεόμεθα κινήσεως τινος ἢ ὅλως μεταβολῆς εἰς τὸ ὁρᾶν, ἀλλ’ εὐθὺς ἀναβλέψαντες ὁρῶμεν· ἡ γὰρ τῶν βλεφάρων κίνησις ἄλλου ἐστὶ κίνησις, τῶν βλεφάρων αὐτῶν, οὐ τοῦ ὁρᾶν. ὁμοίως καὶ τὰ ἁπτόμενα οὐ διὰ κινήσεώς τινος ἢ γενέσεως ἅπτονται· εἰ γὰρ καὶ δεῖ κινεῖσθαι ὥστε συνελθεῖν τὰ μέλλοντα ἅπτεσθαι, ἀλλὰ περὶ ἄλλο ἡ μεταβολὴ καὶ ἄλλου· κατὰ τόπον γὰρ ἡ κίνησις καὶ μεγεθῶν, εἰς αὐτὴν μέντοι τὴν ἁφὴν οὐκ ἄγει κίνησίς τις οὐδὲ γένεσις), ὥσπερ, φησί, τούτων οὐκ ἔστι γένεσις οὐδ’ ἀλλοίωσις, οὕτως οὐδὲ τοῦ ἐνεργεῖν· ὅμοια γὰρ ταῦτα· καὶ γὰρ ἡ ἀνάβλεψις καὶ ἡ ἁφὴ ἐνέργειά τις. Λῆψιν ἐπιστήμης· φησὶν αὐτὴν τὴν κίνησιν τῆς δυνάμεως, ἣν ἔχοντες λοιπὸν ἐπιτήδειοί ἐσμεν εἰς τὸ καὶ τὴν ἕξιν κτήσασθαι, οἷοί εἰσιν οἱ παῖδες οἱ τῆς νηπίας παυσάμενοι ἡλικίας καὶ ἤδη μαθήματα παραδέξασθαι δυνάμενοι. δείκνυσιν οὖν ὅτι ἐπὶ τῆς δυνάμεως οὕτε ἀλλοίωσις θεωρεῖται οὔτε γένεσις. γίνεται γὰρ ἡ τοιαύτη δύναμις ἐν τῇ ψυχῇ οὐκ αὐτῆς παθούσης τι οὐδὲ μεταβαλούσης, ἀλλὰ τῆς φυσικῆς ταραχῆς καταστάσης. ἐν γὰρ τοῖς παιδίοις πολλή ἐστιν ἡ φυσικὴ ταραχή· τῆς γὰρ φύσεως εἰς τέλειον ἀγαγεῖν βουλομένης τὸ ζῷον σφοδρότεραι τότε αἱ φυσικαὶ δυνάμεις κινοῦνται θρεπτικὴ ἀλλοιωτικὴ αὐξητική. διὸ καὶ θᾶττον ἐπὶ πλέον τότε πρ ...... Ἐνταῦθα ζητεῖ εἰ δυνατὸν τὰς ἑτερογενεῖς κινήσεις πρὸς ἀλλήλας συγκρίνεσθαι, καὶ δείκνυσιν ἀδύνατον τοῦτο, εἶτα κατασκευάζει ὅτι οὐ μόνον ἑτερογενεῖς οὐ συμβληταί. ἀλλ’ οὐδὲ ὁμογενεῖς μὲν ἕτεραι δὲ τῷ εἴδει. Εἰ γὰρ αἱ κινήσεις ἴσαι, ἥ τε εὐθεῖα καὶ ἡ περιφερής, καὶ τὰ διαστήματα ἐξ ἀνάγκης. Νῦν βούλεται δεῖξαι ὅτι οὐδὲ ἡ κατ᾿ εὐθεῖαν τῇ κύκλῳ συμβλητή. Τὸ πολὺ καὶ τὸ διπλάσιον ὁμώνυμα. ἐπὶ ἄλλης γὰρ καὶ ἄλλης κατηγορεῖται οὐσίας· ἕτερον γὰρ τὸ ἐν μεγέθει πολὺ καὶ ἕτερον τὸ ἐν χυμῷ καὶ ἐν ψόφῳ. Τοῦτο κατασκευή ἐστι τοῦ μὴ δύνασθαι τὰ συνώνυμα μίαν φύσιν ἐν ἄλλῳ καὶ ἄλλῳ ..... εἶναι· πᾶσα γὰρ μία φύσις ἐν ἑνί τινι ὑποκειμένῳ ὑφέστηκε, καὶ πᾶν ἓν ὑποκείμενον μῖας φύσεως δεκτικόν ἐστιν, οἷον χρωμάτων μὲν ἡ ἐπιφάνεια δεκτική, χυμῶν δὲ οὐκέτι, ἀλλὰ τὸ ὑγρόν, ψόφοις δὲ τὸ διηχὲς τοῦ ἀέρος ὑπόκειται, καὶ ἐπὶ τῶν ἄλλων <όμοίως>. οὐκ ἂν οὖν τὴν διαφορὰν τοῦ λευκοῦ φύσει ἐν χρώματι καὶ ἐν ...... μίαν ............................ δεῖ, φησί, τὰ συμβλητὰ μήτε κατ’ εἶδος διαφέρειν αὐτά, μήτε ἐν ὑποκειμένοις εἶναι κατ’ εἶδος διαφόροις. Ώσπερ, φησίν, ἐπὶ χρωμάτων εἴπομεν ὅτι συμβλητὰ καὶ τὰ κοινὰ γένη καὶ διαιρετά, οὕτω φαμὲν καὶ ἐπὶ κινήσεως τῆς κατὰ τόπον, ὅτι τὰ κατὰ ἄτομον εἶδος κινήσεως συμβλητὰ καὶ ἴσα ἐν ἴσῳ χρόνῳ ὡρισμένον τι καὶ ἴσον διάστημα κινηθέντα. Πότερον, φησί, τὸ τοῦ ἀτόπου αἴτιον διὰ τὴν φορὰν ἐγένετο ὅτι πλεοναχῶς λέγεται, ἢ διὰ τὴν ὑποκειμένην τῆ φορᾷ γραμμὴν καὶ αὐτὴν τοσαυταχῶς λεγομένην καὶ εἰς ἴσα εἴδη διαιρουμένην; οὐ γὰρ δὴ διὰ τὸν χρόνον ἕνα κατ’ εἶδος καὶ τὸν αὐτὸν ὄντα αἰεί. καὶ φησι· δι’ ἀμφότερα ἅμα. ἔοικε γάρ, φησί, ταῦτα πρὸς ἑαυτὰ ἀναστρέφειν, τό τε ὑποκείμενον ἐφ’ οὗ ἡ κίνησις καὶ ἡ κίνησις· ἄν τε γὰρ τὸ ὑποκείμενον εἰς εἴδη διαιρῆται, οἷον ἡ γραμμὴ εἰς εὐθεῖαν καὶ περιφερῆ, ἀνάγκη καὶ τὴν κίνησιν κατὰ ταῦτα διαιρεῖσθαι καὶ εἶναι κίνησιν κατ’ εὐθεῖαν καὶ περιφερῆ, ἄν τε τὸ εἶδος αὐτὸ διαιρῆται, καὶ τὸ ὑποκείμενον διαιροῖτ’ ἄν. Ἥ τε βάδισις καὶ ἡ πτῆσις κατ’ εὐθεῖαν κινήσεις, ταῦτα δὲ εἴδει οὐκ εἰσὶν εἴδη, εἰ δὲ τοῦτο οὐχ ἑτεροειδεῖς. καὶ τίς οὖν ἡ διαφορά; ἡ κτὰ μόνα τὰ τῶν ὀργάνων σχήματα· τῇ μὲν γὰρ πόδες, τῇ δὲ πτέρυγες. διὰ δὲ ταῦτα οὐδὲ ἕτερον εἶδος κινήσεως γίνεται. Πρὸς τὸ γνῶναι τὰς συμβλητικὰς κινήσεις συμβάλλεται ἡμῖν τὸ γνῶναι τὰς διαφορὰς τῶν κινήσεων, ὅτι αἱ μὲν γένει διαφέρουσιν ὡς ἡ ἀλλοίωσις καὶ ἡ φορά, αἱ δὲ εἴδει ὡς ἡ λεύκανσις καὶ ἡ μέλανσις, αἱ δὲ τῷ ἀτόμῳ ὡς ἡ τοῦ ἵππου λεύκανσις καὶ τοῦ κυνός· τοῦτο γὰρ ἴσμεν ἐκ τῶν εἰρημένων, ὅτι εἰ μὴ αἱ αὐταὶ κατ’ εἶδος, οὐ συμβληταί. Ἢ ὅτι ὁμώνυμος ἡ κίνησις, ἡ ὅτι καὶ ἕκαστον τῶν γενῶν αὐτῆς πολλά. Ἐὰν τὸ αὐτὸ πρᾶγμα ὑπάρχῃ ἐν ἄλλῳ καὶ ἄλλῳ ὑποκειμένῳ. Τίνι, φησί, κριτηρίῳ διοριοῦμεν ὅτι τὸ γλυκὺ ἕτερον τὸ ἐν χρώματι καὶ φωνῇ; ὁμοίως δὲ καὶ ὅτι τὸ λευκὸν τὸ ἐν χρώματι καὶ φωνῇ ἕτερον; οὐχ ὅτι φαίνεται ταῦτα τὰ αὐτὰ ὄντα, διὰ τοῦτο δεῖ νομίζειν ὅτι καὶ ταὐτά εἰσιν, ἀλλὰ δεῖ σκοπεῖν εἰ ὄντως εἰσὶ κατὰ φύσιν τὰ αὐτά. Τί, φησίν, ἐστὶ τὸ λεγόμενον ἰσοταχῶς ἀλλοιοῦσθαι; Καθὸ ἤδη λοιπὸν διάφορα εἴδη ἀλλοιώσεως, καὶ διὰ τοῦτο οὐ μία ἀλλοίωσις ἄμφω, κἂν περὶ ταὐτὸ ὑποκείμενον γένηται. Εἰ μὲν οὖν τὰ κινούμενα εἴδει διαφέρει, ὧν εἰσὶν αἱ κινήσεις. Ὧν εἰσὶν αἱ κινήσεις ἀντὶ τοῦ καθ’ ἅ εἰσιν αἱ κινήσεις. φησὶν οὖν ὅτι τὰ κινούμενα κατὰ τὰ πάθη καθ’ ἃ κινεῖται καθ’ αὑτά, οὕτως ἔχουσι καὶ αἱ κινήσεις. οἷον τὸ λευκὸν καὶ μέλαν σῶμα καθ’ ἃ πεποίωται εἴδει διαφέρει· οὐκοῦν καὶ ἡ λεύκανσις καὶ ἡ μέλανσις εἴδει διαφέρουσι. πάλιν τὸ λευκὸν καὶ γλυκὺ γένει δι’ διαφέρει· οὐκοῦν γλύκανσις καὶ λεύκανσις γένει. πάλιν εἰ δύο ἐσθῆτες λευκαίνοιντο, ἀριθμῷ αἱ τούτων λευκότητες διαφέρουσιν· οὐκοῦν καὶ αἱ λευκάνσεις. τὸ δὲ κατὰ συμβεβηκὸς ἐπὶ τῶν παθῶν καθ’ ἃ κινοῦνται δεῖ ἐξακούειν, οὐκ ἐπ’ αὐτῶν τῶν κινουμένων· ἱεῖ αὐταὶ αἱ κινήσεις διαφέρουσι καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός.’ καθ’ αὑτὸ μὲν γὰρ εἴδει διαφέρουσιν ἡ λεύκανσις καὶ ἡ μέλανσις, ἐπειδὴ καὶ ἡ λευκότης καὶ ἡ μελανία, κἄν ὁμοειδεῖς εἶεν οἱ ἀλλοιούμενοι, κατὰ συμβεβηκὸς δὲ καὶ οὐ καθ’ αὑτὸ διαφέρουσιν αἱ κινήσεις, οἷον ἡ ἐν ἀνθρώπῳ λεύκανσις καὶ ἵππῳ· μίαν γὰρ καὶ τὴν αὐτὴν κινοῦνται τῷ εἴδει κίνησιν. ὡς οὖν κινούμενα οὐ διαφέρουσι καθ’ αὑτά, διότι καθὸ κινοῦνται ἐνυπάρχει καὶ τὸ αὐτὸ εἶδος, κατὰ συμβεβηκὸς μέντοι διαφέρουσιν αἱ κινήσεις, διότι συμβέβηκε τῶν λευκάνσεων τὴν μὲν ἐν ἵππῳ τὴν δὲ ἐν ἀνθρώπῳ εἶναι. εἰ μέντοι δύο ἀνθρώπων ὁ μὲν ὑγιάζοιτο ὁ δὲ λευκαίνοιτο, αἱ τούτων ἀλλοιώσεις, ἑτεροειδεῖς οὖσαι καθ’ αὑτό, κατὰ συμβεβηκός εἰσιν ὁμοειδεῖς τῷ ἐν ὁμοειδέσιν εἶναι τοῖς μεταβάλλουσιν. Εἰ ἐν ἴσῳ ἕτερον γέγονε πρὸ ἑτέρου, οἷον ἀνθρώπων δύο γινομένων ὁ μὲν γέγονε πρὸ τοῦδε ἄνθρωπος. Ἐπὶ τῶν ἰσοταχῶν ἀλλοιώσεων τὸ κοινὸν ἀνόμοιον, ἰδικὸν δὲ τὸ μᾶλλον καὶ ἧττον, ἐπὶ δὲ τῶν ἀνισοταχῶν φορῶν κοινὸν μὲν τὸ ἀνισοταχὲς ἢ τὸ ἄνισον, ἰδικὸν δὲ τὸ μεῖζον καὶ τὸ ἔλαττον. οὐχ οὕτω δὲ καὶ ἐπὶ τῶν ἀνισοταχῶν γενέσεων ἔχομεν ὀνόματα ἢ κοινὸν ἀφφοῖν ἢ ἰδικὸν ἑκατέρας, ἀλλὰ δία ..... καὶ τὸ κοινὸν καὶ τὸ ἰδικὸν ὄνομα. λέγομεν δὲ ὅτι ἀνισοταχής ἐστι γένεσις, θάττων μὲν ἡ τοῦ αὐτοῦ εἴδους ἐν ἐλάττονι χρόνῳ, βραδυτέρα <δὲ> ἡ ἐν μείζονι. Ἡ πέμπτη ἀναλογία. εἰ τὸ ἥμισυ, φησί. τῆς ᾱ δυνάμεως, ὅπερ ἦν τὸ ἑ, τὸ ἥμισυ τοῦ β βάρους, ὅπερ ἦν τὸ ζ, ἐν τῷ δ χρόνῳ τὴν γ διάστασιν ἐκίνησεν, οὐκ ἀνάγκη δήπου τὴν αὐτὴν ἡμίσειαν δύναμιν ἐν τῳ αὐτῷ χρόνῳ τὸ διπλάσιον τοῦ ὅ βάρος, ὅπερ ἦν τὸ β, τὸ x003E; τῆς (??) διαστάσεως κινεῖν· τοῦτο γὰρ ἦν ἀνάλογον. νῦν δὲ τοῦτο ἀδύνατον· οὐδὲ γὰρ εἰ ῑ ἄνδρες ναῦν ἕλκουσιν ἐν μιᾷ ὥρᾳ πηχυαῖον διάστημα, ἀνάγκη δήπου τοὺς αὐτοὺς ἐν τῷ αὐτῷ χρόνῳ τὸ διπλάσιον τοῦ ζ βάρος, ὅπερ ἦν τὸ β, ἤγουν τὴν διπλασίαν ναῦν, τὸ ἥμισυ τοῦ διαστήματος κινῆσαι· ἐνίοτε γὰρ οὐδ’ ὅλως κινήσουσιν. οὐδὲ πάλιν τὴν αὐτὴν ναῦν ἡ ἡμίσεια δύναμις τῶν ι΄ ἀνδρῶν, τουτέστιν οἱ ε΄, ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἥμισυ κινήσει διάστημα· εἰ γὰρ τοῦτο, καὶ ὁ εἷς δυνηθείη ἄν ἑλκύσαι τὴν ναῦν τὸ ἀνάλογον διαστημα. ἀλλ’ ἀδύνατον· οὐ γὰρ τέμνεται, φησίν, ἡ τῶν νεωλκῶν ἰσχὺς κατὰ τὸ διάστημα ὃ ἐκινήθη ἡ ναῦς, ἵνα καὶ ὁ εἶς τὸ ὅπερ εἶλκον οἱ ι' ὁμοῦ ἐν τῷ αὐτῷ χρόνῳ κατὰ τὸ δέκατον κινήσῃ διάστημα. Οὐδὲ δὴ τοσοῦτον μόριον. Τὸ μὲν μόριον τῆς κέγχρου ἢ ὁ εἷς νεωλκὸς ἐν τῷ ὅλῳ ὑπάρχοντες συνεισφέρουσί τι εἰς τὴν κίνησιν τοῦ ἀέρος ἢ τοῦ ....., οἷον εἰ ρ΄ εἶεν οἱ ἕλκοντες, τὸ ἑκατοστὸν μέρος τῆς δυνάμεως ὁ εἷς συνεισάγει τῇ ὅλῃ δυνάμει. ταύτην οὖν, φησί, τὴν δύναμιν ἤγουν συνεισῆγεν ἐν τῷ ὅλῳ x003E; ὁ εἷς νεωλκός ἢ τὸ ὅλον] μόριον τῆς κέγχρου, καθ’ ἑαυτὰ δὲ ὄντα ταῦτα οὐ κινήσει. εἶτα καὶ τὴν αἰτίαν ἐπάγει. αὐτό, φησί, τὸ μόριον καθ’ ἑαυτὸ οὐδέν ἐστιν ἐν τῶ ὅλω ὄν· οὐδὲ γὰρ ὡς καθ’ ἑαυτὸ ὂν καὶ ἰδιοπεριορίστως κινοῦν, οὕτω κινεῖ ἐν τῷ ὅλῳ, ἀλλὰ δυνάμει ἐστὶν ἐν τῷ ὅλῳ, τουτέστιν ὕλης λόγον ἐπέχει. ὥσπερ οὖν τὰ τοῦ ὀνόματος μόρια, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται, καθ’ αὑτὰ μὲν ἄσημά ἐστιν, ἐν μέντοι τῷ ὅλῳ ὡς ὕλῃ ὄντα συμβάλλεται ἕκαστον πρὸς τὴν ὅλην τοῦ ὀνόματος σημασίαν, οὕτως καὶ ὁ νεωλκὸς καθ’ αὑτὸν μὲν οὐδὲν κινήσει, ἐν μέντοι τῷ ὅλῳ ὡς ὕλῃ ὑπάρχων συνεισάγει τι εἰς τὴν τοῦ ὅλου κίνησιν. Εἰ δύο τινὰ εἶεν κινοῦντα καὶ ἑκάτερον αὐτῶν κινῇ τι τὸ ἴσον διάστημα ἐν ἴσῳ χρόνῳ, εἰ συντεθεῖεν τὰ δύο κινοῦντα καὶ τὰ δύο κινούμενα, τὸ ἐκ τῶν κινούντων συντεθὲν κινήσει τὸ ἐκ τῶν δύο κινουμένων συγκείμενον ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ διάστημα, οἷον εἰ ἄνδρες δύο ἑκάτερος ἰδίᾳ ἕλκοι βάρος λιτρῶν ρ΄ ἐν μιᾷ ὥρᾳ στάδιον ὅν, οἱ δύο ἅμα τὰς σ΄ λίτρας ἑλκύσουσιν ἐν τῇ ὥρᾳ ἓν στάδιον.

---

John Philoponus, In Aristotelis Physicorum Libros Commentaria, ed. Girolamo Vitelli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg009.local001/.
