# In Aristotelis Physicorum Libros Commentaria IN LIBRUM VIII..1

Joannes Philoponus, In Aristotelis Physicorum Libros Commentaria, IN LIBRUM VIII.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-physicorum-libros-commentaria/IN%20LIBRUM%20VIII..1

Ἤτοι διὰ τὸ ποιεῖν τινας ἐκ μὴ ὄντων τὸν κόσμον τὸ γὰρ ἐκ μὴ ὄντων εἰς τὸ ὂν παρῆχθαι μεταβολή ἐστιν, ἥτις ἢ κίνησίς ἐστιν ἢ οὐκ ἄνευ κινήσεως), ἢ κοσμοποιεῖν 〈ἀντὶ τοῦ〉 περὶ συστάσεως τοῦ κόσμου διαλέγεσθαι, ἥτις διὰ κινήσεως ἐν ἅπασι τὸ εἶναι ἔχει. Δημόκριτος καὶ Λεύκιππος. Καθό, φησίν, οἱ δύο κόσμοι ἀεὶ ἀλλάσσοντα καὶ διαδεχόμενα ἄλληλα οὐδαμῶς λήγει, ταύτῃ οἱ κόσμοι οὗτοι ἀκίνητοι καὶ ἀίδιοί εἰσι. κατὰ κύκλον, τουτέστι τῇ περιόδῳ. ὁ δὲ Ἀριστοτέλης οὕτως φησί· καθ’ ἑκά- στην τελειότητα τοῦ σφαίρου καὶ τοῦ κόσμου ἠρεμοῦσι, κινοῦνται δὲ ἐν τῷ μεταξύ. Εἰ ὁ χρόνος, φησίν, ἐν τῷ νῦν θεωρεῖται κατὰ γὰρ τὸ ἐνεστὸς καὶ ὑφέστηκεν· τὸ γὰρ μέλλον οὐκ ἔστιν, οὐδὲ τὸ ἐσόμενον), πᾶν δὲ νῦν πέρας ἐστὶ καὶ ἀρχή πέρας μὲν τοῦ παρελθόντος, ἀρχὴ δὲ τοῦ μέλλοντος), ὥστε εἰ ὁ μὲν χρόνος ἀεὶ ἐν τῷ νῦν θεωρεῖται, πᾶν δὲ νῦν πέρας ἐστὶ καὶ ἀρχή, πρὸ παντὸς ἄρα χρόνου χρόνος ἔσται. Κατὰ γὰρ λόγον τινὰ καὶ τάξιν τῆς τῶν ἁπλῶν ἐπικρατείας ποτὲ μὲν οὕτως ποτὲ δὲ οὕτως ἔχει τὰ σύνθετα. Τουτέστιν ἀναπόδεικτον. — τῶν γὰρ ἀξιωμάτων τὰ μέν ἐστιν αὐτό- πιστὰ καὶ ἐκ τῆς ἐναργείας τῶν πραγμάτων τὴν πίστιν ἔχοντα, οἷαί εἰσιν αἱ κοιναὶ καλούμεναι ἔννοιαι, τὰ δὲ ὡς ἀξιώματα μὲν εἴς τινων κατα- σκευὴν παραλαμβάνονται, ἐξ ἄλλων μέντοι σάφ’ σαφεστέρων προαποδεδειγμένα, ὡς ἔχει ἐν γεωμετρίᾳ· τὸ γὰρ πρῶτον θεώρημα ὡς ἀξίωμα ἐν τῷ δευτέρῳ παραλαμβάνεται αὐτὸ προαποδεδειγμένον διὰ τῶν κοινῶν ἐννοιῶν, καὶ τὸ δεύτερον τοῦ τρίτου, καὶ ἑξῆς οὕτως· τὸ γὰρ τὰς τρεῖς τοῦ τριγώνου γωνίας δύο ὀρθαῖς ἴσας εἶναι ὡς ἀξίωμα ἐν πολλοῖς παραλαμβάνεται ἐν ἄλλοις προαποδεδειγμένον. Οὐ γὰρ δεῖ ἀξίωμα νομίζειν τὸ ἀεὶ οὕτως ἢ ἔχει ἢ γίνεται᾿· ἀεὶ γὰρ γίνεται ἔκλειψις, ἀλλ’ ὅμως οὐ δεῖ τοῦτο ὡς ἀξίωμα λαμβάνειν, ἀλλὰ ζητεῖν τούτου τὰς αἰτίας, ἀεὶ αἱ τοῦ τριγώνου τρεῖς γωνίαι δύο ὀρθαῖς ἴσαι, ἀλλ’ ὅμως δεῖται ἀποδείξεων ἑτέρων. Ἐξ ἐναντίου γὰρ εἰς ἐναντίον. ἀντὶ τοῦ ἐξ ἐναντίου 〈εἰς ἐναντίον〉 εἶπεν ἔκ τινος εἴς τι. οἷον ἐγειρόμεθα ἐξ ὕπνου μηδενὸς κινήσαντος. Ἀλλ᾿ οὐκ ἐνδέχεται κινεῖσθαι τοπικὴν κίνησιν τὸ ἄπειρον. Τὴν γὰρ ἔκ τινος εἴς τι ἁπλῶς καὶ μὴ ἐξ ἐναντίου εἰς ἐναντίον οὐκ ἀνάγκη μὴ ἀίδιον εἶναι πολλάκις γινομένην· ἡ γὰρ κύκλῳ ἔκ τινος μέν ἐστιν εἴς τι, ἐκ Κριοῦ ἐπὶ Ταῦρον καὶ οὕτως ἐφεξῆς, καὶ οὐδὲν κωλύει αὐτὴν ἀίδιον εἶναι μὴ εἰς ἐναντίον κινουμένην, ἀλλ’ ἀεὶ εἰς ἕτερον τὴν αὐτήν. Δόξει γὰρ ἐπὶ τῆς χορδῆς κραδαινομένης τῇ πληγῇ ἐπὶ τὰ ἐναντία τὴν κίνησιν οὖσαν κινεῖται γὰρ ἐπὶ τὰ ἐναντία, ποτὲ μὲν ἐπὶ τὴν ὑπάτην ποτὲ δὲ ἐπὶ τὴν νεάτην) μίαν εἶναι καὶ τὴν αὐτὴν κίνησιν, οὐχ οὕτως δὲ ἔχει· μεταξὺ γὰρ στάσει διαλαμβάνεται. Τὴν μὲν διάνοιαν ἐπὶ τῶν λογικῶν, τὴν δὲ ὄρεξιν ἐπὶ τῶν ἀλόγων. [Ὁ μὲν Σιμπλίκιος τέσσαρα πραβλήματά φησιν ἐνταῦθα τιθέναι τὸν Ἀριστοτέλην, ὧν τὸ δεύτερον εἶναι λέγει τοῦτο, ‘ὅτι ὁ τὴν κίνησιν ἀναιρῶν δοκεῖ μὲν μέρος τι τῶν ὑπαρχόντων τοῖς φυσικοῖς πράγμασι τὴν κίνησιν ἀναιρεῖν, ἀγνοεῖ δὲ μὴ περὶ μέρους ἀλλὰ περὶ ὅλου ἀμφισβητῶν· εἰ γὰρ ἐν τούτῳ ἔχει τὸ εἶναι ἡ φύσις, ἐν τῷ ἀρχὴ κινήσεως τοῖς φυσικοῖς εἶναι, ἀναιρουμένης κινήσεως ἀναιρεῖται ἡ φύσις, ταύτης δὲ ἀναιρουμένης ἀναιρεῖται τὰ φυσικὰ οἷς τὸ εἶναι ἐν τούτῳ ἐστίν, ἐν τῷ ἔχειν φύσιν.’ ταῦτα μὲν ὁ Σιμπλίκιος, ὁ δὲ Φιλόπονος τρία φησὶν εἶναι τὰ προβλήματα, τοῦτο δὲ οὐ λέγει εἶναι πρόβλημα· ἐξηγεῖται γοῦν ὡς ὁ τὴν φύσιν ἀναιρῶν ἀναιρεῖ τὰ φυσικὰ πάντα, ἐν οἷς ἡ φύσις τὸ εἶναι ἔχει. ὅτι δὲ καὶ τὰ τεχνητὰ ἀναιρεῖται κινήσεως ἀναιρουμένης, ἐδείχθη ἔμπροσθεν·. καὶ ἄλλως τῶν φυσικῶν ἀναι- ρουμένων καὶ τὰ τεχνητὰ συναναιρεῖται· ἐν τούτοις γὰρ τὸ εἶναι ἔχει καὶ πᾶσα δόξα καὶ ἐπιστήμη· ἐν ἀνθρώπῳ γάρ, φυσικὸν δὲ χρῆμα ὁ ἄνθρωπος.] Τρίτον οὐχὶ τῆς ὅλης διαιρέσεως, ἀλλὰ τῆς ὑποδιαιρέσεως τοῦ τμήματος τοῦ λέγοντος τὰ μὲν κινεῖσθαι τὰ δὲ ἠρεμεῖν. Ἀντὶ τοῦ ὁμοίως σχεδὸν ψεῦδος τῷ πάντα λέγειν ἠρεμεῖν τὸ πάντα λέγειν κινεῖσθαι. οὐ γὰρ πάντῃ ὁμοίως· εἰ γὰρ καὶ ἀρχὴ κινήσεως καὶ ἠρεμίας ἡ φύσις ἀλλὰ μᾶλλον ἐν κινήσει τὰ τῆς φύσεως ἔργα θεωρεῖται. [Τὸ σχεδὸν οὐ πρὸς τὸ ψεῦδός φησιν ἀμφότεραι γὰρ ψευδεῖς αἱ ὑπο- θέσεις), ἀλλ’ ὅτι ὁμοίως σχεδὸν τῷ πάντα λέγειν ἠρεμεῖν τὸ πάντα λέγειν κι- νεῖσθαι ψεῦδος· οὐ γὰρ πάντῃ ὁμοίως. καὶ ἐπιφέρει διὰ τί· ἧττον γὰρ τοῦτο, φησί, παρὰ τὴν φυσικὴν μέθοδον ἄτοπον τὸ λέγειν πάντα κινεῖσθαι τοῦ λέγειν πάντα ἠρεμεῖν· ὁμοίως μὲν γάρ, φησίν, ἀρχὴ κινήσεως καὶ ἠρεμίας ἡ φύσις, ἀλλὰ μᾶλλον ἐν κινήσει θεωρεῖται τὰ τῆς φύσεως ἔργα· σκοπὸς μὲν γὰρ τῇ φύσει τὸ ἀγαγεῖν ἕκαστον ἐπὶ τὸ οἰκεῖον καὶ κατὰ φύσιν, ἐν ᾧ γινόμενον ἠρεμεῖν τὴν γὰρ βῶλον ἐκστᾶσαν τῆς ὁλότητος κινεῖ μέχρις ἄν τὸν οἰκεῖον καταλάβῃ τόπον, ὁμοίως καὶ τὸ ἀλλοιούμενον καὶ γινόμενον μέχρις ἄν τὸ εἶδος ἀπολάβῃ), ἀλλ’ εἰ σκοπὸς τῇ φύσει ἀγαγεῖν εἰς τὸ οἰκεῖον ἕκαστον εἶδος, ἐν ᾧ γινόμενα τὰ πράγματα ἠρεμεῖν, ἀλλὰ διαφαίνεται μᾶλλον τὸ ἔργον τῆς φύσεως ἐν ταῖς ὁδοῖς ταῖς ἐπὶ τὸ εἶδος ἀγούσαις. εἰ τοίνυν ἐν τῷ κινεῖν μᾶλλον διαφαίνεται, ἧττον ἄρα παρὰ τὴν φυσικὴν μέθοδον ἁμαρτάνουσιν οἱ λέγοντες πάντα κινεῖσθαι τῶν πάντα ἠρεμεῖν λεγόντων. Ἄλλως. οἱ μὲν κίνησιν ἀναιροῦντες συναναιροῦσι καὶ τὴν ἠρεμίαν ἡ γὰρ ἠρεμία παῦλα κινήσεως· κινουμένων γὰρ ἡ ἠρεμία), οἱ δὲ πάντα κινεῖσθαι λέγοντες μόνην <τὴν> ἠρεμίαν ἀναιροῦσιν. Ἀδύνατον, φησίν, ἐπ’ ἄπειρόν τι κινεῖσθαι ἢ αὐξάνεσθαι ἀεὶ ἢ φθίνειν ἀεί· ἔστι γὰρ καὶ τὸ τούτων μέσον, ὃ μήτε αὔξησίς ἐστι μήτε φθίσις, εἰς ὃ ἡ αὔξησις φθάσασα ἵσταται, λέγω δὲ τὸ κατὰ φύσιν μέτρον ἐξ οὗ καὶ ἡ φθίσις ἄρχεται. ἀδύνατον γὰρ κατὰ συνέχειαν συνῆφθαι τῇ αὐξήσει τὴν φθίσιν· εἴπομεν γὰρ ὅτι τῶν ἐναντίων κινήσεων στάσις ἐστὶ μεταξύ. “Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ.” Τοῦτό φησι Σιμπλίκιος Χοιρίλου τοῦ ποιητοῦ εἶναι, Φιλόπονος δὲ Μόσχου τοῦ ποιητοῦ.] To ἔωσεν ἐπὶ τῶν λίθων· οὐχὶ εἰ τοσόνδε ἐχώρισεν τοὺς λίθους τὸ φυτὸν ἢ εἰ τοσόνδε ἀφεῖλε τῆς πέτρας ὁ σταλαγμός. οὐκ ἐπειδή, φησί, τὸ μόριον ὃ ἐμειώθη ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, ἤδη καὶ κατὰ ἄπειρόν τι ἀφαίρεσις γίνεται, διότι ὅλῳ τι πρῶτον ἀφαιρεῖ- ται καὶ δευτέρῳ πάλιν καὶ ἑξῆς. Εἰ μεταβάλλει ἐκ νόσου εἰς ὑγίειαν, ἡ δὲ μεταβολὴ ἐν χρόνῳ πάντως γίνεται, καὶ οὐχὶ κατὰ τὸ νῦν ἅμα ἔσται νοσοῦν τε καὶ ὑγιαῖνον ἀμερὲς γὰρ τὸ νῦν, καὶ οὐδὲν νῦν ἑτέρῳ νῦν συνεχές), πρόδηλον ὅτι οὐδὲν ἐπ’ ἄπειρον ὑγιάζεται, ἀλλ’ ἔστι τι πέρας ὑγιάνσεως καὶ ἀρχή, πέρας μὲν αὐτὴ ἡ ὑγίεια ἀρχὴ δὲ τὸ τῆς νόσου τέλος. Εἰς τοὐναντίον. Ἐπειδὴ πᾶσα ἡ εἰς τὸ ἐναντίον μεταβολὴ στάσει διαλαμβάνεται, οὐ- δεμία ἄρα ἀλλοίωσις ἄπειρος. — Ei μένει ἐν τῷ αὐτῷ μήτε σκληρότερος μήτε μαλακώτερος γινόμενος, ἔστιν ἄρα στάσις. Φερόμενος γὰρ ἄνωθεν ὁ λίθος πρόδηλός ἐστι μέχρις ἂν φθάσῃ τὴν οἰκείαν ὁλότητα φερόμενος, ἵσταται δὲ λοιπὸν ἐν ταύτῃ. [Μέτεισιν ἐπὶ τὴν κατὰ τόπον κίνησιν, καὶ δείκνυσιν ὡς οὐδ’ αὐτὴ πᾶσά ἐστιν ἀίδιος· φερόμενος γὰρ ἄνωθεν κάτω ὁ λίθος πρόδηλός ἐστι μέχρι μὲν ἄν φθάσῃ τὴν οἰκείαν ὁλότητα φερόμενος. Εκαστον οὖν ἐν τῆ ὁλότητι αὑτοῦ ὂν ἠρεμεῖ, κινεῖται δὲ ἐκ ταύτης ὅταν βιασθῇ· κατὰ φύσιν μὲν γὰρ ἕκαστον κινεῖται ἐπὶ τὸν οἰκεῖον τόπον καὶ φέρεται, παρὰ φύσιν δὲ ὅταν βιαίως ἐκ τούτου ἐπὶ τὸν παρὰ φύσιν φέρεται. εἰ τοίνυν μὴ πᾶν ἐστιν ἔξω τῆς ἑαυτοῦ ὁλότητος, ἀλλ’ ἔστι τινὰ ἐν ταύταις, ἠρεμοῦσιν ἄρ τινά· ἔστιν ἄρα καὶ ἠρεμία ἐν παντί.] Τὰς ἐναντίας μεταβολὰς δηλονότι· ἐκ γὰρ λευκοῦ μέλαν γίνεσθαι καὶ ἐκ μέλανος λευκόν, τὰς δὲ ἐναντίας μεταβολὰς στάσει διαλαμβάνεσθαι. [Ὡς γὰρ ἐκεῖ τὴν ἐνάργειαν αὐτὴν ἐμαρτύρετο κρείττονα οὖσαν ἀπο- δείξεως πάσης, οὕτω καὶ ἐνταῦθα· ὁρῶμεν γὰρ ἐπὶ τῶν αὐτῶν γινο- μένας τὰς εἰρημένας μεταβολάς, τουτέστι τὰς ἐναντίας· ἐκ γὰρ λευκοῦ μέλαν γίνεται καὶ ἐκ μέλανος πάλιν λευκόν.] Εἰς γὰρ ὡρισμένον μέτρον ἔρχεται τὸ αὐξόμενον, καὶ ἵσταται. [Ἄλλως. <εἰ> τὸ αὖξον μὴ εἰς ἄπειρον αὔξεται, ἀλλ’ εἴς τι ὡρι- σμένον μέρος ἔρχεται, στήσεται δηλονότι ἐν ἐκείνῳ γενόμενον.] Τὴν τῆς οὐσίαν γένεσιν ἀναιρεῖ, διότι ἡ φύσις μετὰ σκοποῦ εἴς τι εἶδος ὡρισμένον ἄγει τὰ πράγματα, εἰς ὃ ἀγαγοῦσα ἵστησιν αὐτά. εἰ οὖν μὴ ἔστι τὸ ποτὲ μὲν κινούμενον ποτὲ δὲ ἠρεμοῦν, οὐκ ἔστιν οὐσίας γένεσις· [εἰ γὰρ καὶ μὴ ἔστι κίνησις οὐσίας γένεσις, ἀλλ’ οὐκ ἄνευ κινήσεως, παυ- σαμένης δὲ τῆς γενέσεως πέπαυται ἡ κατ’ αὐτὴν κίνησις, ἀναιρουμένης δὲ τῆς γενέσεως καὶ ἡ φθορὰ ἀνῄρηται· ἡ γὰρ τινὸς γένεσις ἄλλου ἐστὶ φθορά.] Εἰ ὁ λέγων τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δὲ ἀεὶ ἠρεμεῖν ἀναιρεῖ γένεσιν καὶ φθοράν, ὁ δὲ γένεσιν καὶ φθορὰν ἀναιρῶν ἀναιρεῖ καὶ τὴν τινὰ γέ- νεσιν καὶ τὴν τινὰ φθοράν, τουτέστι κίνησιν, ὁ ἄρα λέγων τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δὲ ἀεὶ ἠρεμεῖν ἀναιρεῖ καὶ κίνησιν καὶ ἠρεμίαν, εἴπερ ἡ ἠρεμία κινουμένων ἐστί· μὴ οὔσης οὖν κινήσεως οὐδὲ ἠρεμία ἔσται. Τοῦτο μὲν ἐπὶ τῆς κατὰ ποιότητα μεταβολῆς γίνεται γὰρ λευκὸν ἢ θερμόν), ἐν τούτῳ δὲ ἐπὶ τῆς κατὰ τόπον· γίνεται γὰρ ἡ ἐν τῷ ἄνω ἐν <τῷ> κάτω τόπῳ. ὁμοίως καὶ ἐπὶ ὴρεμία ἔσται. Εἰ τὸ δοξάζειν περὶ τῶν πραγμάτων καὶ τὸ φαντασίαν τινὰ αὐτῶν ἔχειν οὐδὲν ἄλλο ἐστὶν ἢ κίνησις, εἴ γε ἐκ τοῦ μὴ δοξάζειν καὶ <φαντάζεσθαί> ποτε δοξάζομεν καὶ φανταζόμεθα, δῆλον ὅτι μεταβεβλήκαμεν καὶ κεκινήμεθα ἐξ ἀργίας εἰς ἐνέργειαν. ὥστε ἔστι κίνησις· ἡ γὰρ δόξα καὶ ἡ φαντασία ἢ κινήσεις εἰσὶν ἢ οὐκ ἄνευ κινήσεως. εἰ δὲ καὶ πειρᾶσθε μεταπείθειν ἡμᾶς ὡς ψευδῆ δοξάζοντας ὅτι ἔστι κίνησις, καὶ ἔστιν ἐκ ψευδους δόξης εἰς ἀληθῆ μεταβάλλειν, ἔστιν ἄρα κίνησις· αὐτὸ γὰρ τοῦτο μεταβολή ἐστι καὶ κίνησις. ἔπειτα οὐδὲ δόξα οὐδὲ φαντασία ἄνευ αἰσθήσεως, πᾶσα δὲ αἴσθησις διὰ κινήσεως πασχόντων γὰρ τῶν αἰσθητηρίων ὑπὸ τῶν αἰσθητῶν γίνεται), ἔστιν ἄρα κίνησις. Οὔτε δόξα οὔτε φαντασία γίνεται ἔν τινι ἄνευ αἰσθήσεως, πᾶσα δὲ αἴσθησις διὰ κινήσεως· πασχόντων γὰρ καὶ ἀλλοιουμένων τῶν αἰσθητηρίων ὑπὸ τῶν αἰσθητῶν αἴσθησις γίνεται. ἀλλ’ οὐδὲ ἄνευ τοπικῆς κινήσεως σεως αἴσθησις γίνεται, εἴ γε αἱ μὲν εἰσδεχόμεναι αἱ δὲ * * * ὄψεις ἢ κατὰ εἰσδοχὴν ἢ κατὰ ἐκπομπὴν ἐνεργοῦσιν. Καὶ τὸ δοξάζειν περὶ πραγμάτων καὶ τὸ φαντασίαν τινὰ αὐτῶν ἔχειν οὐδὲν ἄλλο ἐστὶν ἢ κίνησις, εἴ γε ἐκ τοῦ μὴ δοξάζειν καὶ φαντάζεσθαί ποτε δοξάζομεν καὶ φανταζόμεθα, πρόδηλον ὅτι μεταβεβλήκαμεν καὶ κεκινήμεθα ἐξ ἀργίας εἰς ἐνέργειαν. ὥστε ἔστι κίνησις· ἡ γὰρ δόξα καὶ ἡ φαντασία ἢ κινήσεις τινές εἰσιν ἢ οὐκ ἄνευ κινήσεως, ὡς ἐν τῷ Περὶ ψυχῆς εἴρηται. ἔπειτα, φησίν, ὑμεῖς πειρᾶσθε ἡμᾶς μεταπείθειν ὡς ψευδῆ δοξά- ζοντας ὅτι ἔστι κίνησις· εἰ τοίνυν ἔστιν ἐκ ψευδοῦς δόξης εἰς ἀληθῆ μεταβάλλειν, ἔστιν ἄρα κίνησις· αὐτὸ γὰρ τοῦτο μεταβολή ἐστι καὶ κίνησις.] Ἡ γὰρ ἐνάργεια κρείττων ἁπάσης ἀποδείξεως· οὐδέποτε γὰρ δύναται οὕτω πεῖσαι λόγος ὅτι τὸ πῦρ θερμαίνει. ὡς αὐτὴ ἡ ἐνάργεια πείσει ὅτι θερμαίνει. τὰ γὰρ αἰσθητὰ βέλτιον οἶδεν ἡ αἴσθησις τοῦ λόγου· οὐδέποτε γὰρ ὁ ἐκ γενετῆς τυφλός, κἄν σοφὸς ᾖ, εἰδέναι τὰ χρώματα δυνήσεται ὡς ὁ βλέπων. οἷον τὸ λευκόν· τῷ γὰρ σώματι κινουμένῳ ὑπάρχει. τὰ κατὰ μόριον δὲ τοῖς κατὰ συμβεβηκὸς συντάσσει. Ὁ γὰρ ἄνθρωπος βαδίζων καὶ ὁ λίθος κάτω φερόμενος αὐτά ἐστι τὰ κινούμενα καὶ οὐ τοῖς κινουμένοις ὑπάρχει, οὐδὲ κατὰ μόριον ἀλλὰ καθ’ ὅλα κινεῖται. τῷ τῷ σώματι τοῦ ζῴου καὶ φύσει καὶ παρὰ φύσιν εἶναι τὰς τοῦ ζῴου κινήσεις, διαφέρει ἡ φύσει αὐτοῦ κίνησις τῆς παρὰ φύσιν κατὰ τὴν διάφορον κίνησιν τοῦ ζῴου καὶ τὸ στοιχεῖον ἐξ οὗ σύγκειται τὸ σῶμα. εἰ μὲν γὰρ πλεονάζει τὸ γεῶδες, ἡ μὲν ἐπὶ τὸ ἄνω κίνησις τοῦ ζῴου, οἷον ὅταν κουφίζῃ τὸν πόδα παρὰ φύσιν ἐστὶ τῷ σώματι, ὅταν δὲ φέρῃ τὸν πόδα κάτω, κατὰ φύσιν· εἰ δὲ πύριον ἢ ἀέριον ᾖ τὸ τοὺ ζῴου σῶμα, ἔμπαλιν. Θέσεις μὲν ὡς ὅταν ἐναλλὰξ τοὺς πόδας ἐν τῇ βαδίσει κινῶμεν με- ταφέροντες τὸν δεξιὸν πόδα καὶ ποιοῦντες ἀριστερόν, τρόπους δὲ κινή- σεως, ὡς ὅταν ὀπισθοφανῶς βαδίζωμεν· οὐ γὰρ πέφυκεν ὁ ποὺς κινούμενος ἀπὸ τῆς πτέρνης ἄρχεσθαι. διὰ χειρῶν δὲ βαδίζοντες καὶ τῇ θέσει καὶ τῷ τρόπῳ παρὰ φύσιν ἔχομεν τὰ μόρια· οὔτε γὰρ κάτω εἶναι πεφύκασιν αἱ χεῖρες ἄνω δὲ πόδες, οὔτε αἱ χεῖρες βαδίζειν ἀλλ’ οἱ πόδες. οὐδὲν ἄτοπον ὥσπερ τὸ ζῷον αὐτοκίνητον λέγεται καίτοι ὑφ’ ἑτέρου τὸ εἶναι ζῷον ἔχον, οὕτως καὶ ἐπὶ τῶν ἀψύχων διὰ τὸ ἔχειν ἐν αὑτοῖς τὰς κατὰ φύσιν ῥοπὰς αὐτοκίνητα ἄν λέγεσθαι· ὁ γὰρ ἐκσπάσας τῆς ὁλότητος τὸν λίθον καὶ ῥίψας, τῆς μὲν παρὰ φύσιν κινήσεως καθ’ αὑτόν ἐστιν αἴτιος, τῆς δὲ κατὰ φύσιν κατὰ συμβεβηκός. λέγοιτο γὰρ καὶ τὰ ἁπτόμενα συνεχῆ, ἀλλ’ οὐ κυρίως, οὐδὲ συμ- φυῆ οὐδὲ ἕν τι γενόμενα. καθὸ οὖν τὸ συνεχὲς ἕν τέ ἐστι καὶ συμφυές, ἀπαθές ἐστιν αὐτὸ ὑφ’ αὑτοῦ οὐδὲν πάσχον. Τὸ κινοῦν γὰρ καὶ τὸ κινούμενον τὸ μὲν τὴν ποιητικὴν τὸ δὲ τὴν παθητικὴν σχέσιν ἔχει· ἕτερον οὖν τὸ ποιητικὸν καὶ τὸ παθητικόν, καὶ κεχωρισμέναι αὐτῶν αἱ φύσεις. Τὸ παιδίον δυνάμει τρίπηχυ καὶ τὸ σῶμα δυνάμει λευκὸν καὶ τὸ ἄνω δυνάμει ποῦ οἷον κάτω. Λέγοιτο γὰρ ἄν τὸ λευκὸν δυνάμει ποσόν, ἀλλ’ οὐ τῷ ἔχειν τὴν ἀρχὴν τὴν τοιαύτην ἐν ἑαυτῷ οὐ γὰρ γίνεται τὸ λευκὸν ποσόν), ἀλλὰ κατὰ συμβεβηκὸς λέγεται τὸ λευκὸν ποσὸν ἢ ποῦ. διότι συνέβη τῷ λευκῷ τριπήχει εἶναι ἢ ἄνω ἢ κάτω. ἐνεργείας εἶπεν τῶν σωμάτων τοὺς κατὰ φύσιν αὐτῶν τόπους· τότε γὰρ κατὰ ἀλήθειαν τὴν ἑαυτοῦ ἐνέργειαν καὶ τὸ ἑαυτοῦ εἶδος ἀπο- λαμβάνει ἕκαστον, ὅταν ἐν τῷ κατὰ φύσιν τόπῳ ᾖ. τότε οὖν κινοῦνται ἡ γῆ καὶ τὸ πῦρ κατὰ φύσιν, ὅταν δυνάμει ὦσιν εἰς τοὺς οἰκείους τόπους· τουτεστιν ὅταν ὦσιν εἰς τοὺς παρὰ φύσιν τόπους, κινοῦνται κατὰ φύσιν ἐπειγόμενα τοὺς οἰκείους ἀπολαβεῖν τόπους. Τὸ γὰρ μεταβάλλον τὸν ἀέρα καὶ ποιοῦν πῦρ, εἴτε ἡ κυκλοφορία εἴτε ἡ τρῖψις εἴτε ἄλλο τι, τοῦτο αὐτῷ καὶ τῆς ἐπὶ τὸ ἄνω κινήσεως αἴτιόν ἐστιν. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ἀλλ’ ἐπειδὴ πολλάκις μεταβάλλον ἐκ τοῦ προτέρου δυνάμει εἰς τὸ δεύτερον ἐνίοτε οὐκ εὐθὺς κινεῖται ἐμποδίζοντός τινος, διὰ τοῦτο ἄδηλόν ἐστι τὸ κινοῦν, εἰ δέ τι μὴ ἐμποδίζοι, τῇ ἕξει σύνδρομον ἴσχει καὶ τὴν ἐνέργειαν. Πολλάκις γὰρ ἅμ ὄντος τοῦ τε διδάσκοντος καὶ τοῦ μανθάνοντος οὐ γίνεται ἐνεργείᾳ ἐπιστήμων ὁ μαθητής, ἢ νόσου ἢ ἑτέρας τινὸς πετιστάσεως ἐμποδιζούσης. ἐὰν μή τι κωλύῃ. Υπνος ἢ νόσος ἢ ἄλλη τις περίστασις. εἰ γάρ τις εἴποι μὴ ἐξ ἀνάγκης ἅμ τῇ ἕξει καὶ τὴν ἐνέργειαν εἶναι μηδενὸς κωλύοντος, συμβήσεται τὸν αὐτὸν εἰδέναι τε καὶ μὴ εἰδέναι, ὅπερ ἀδύνατον· ἀδύνατον γὰρ ἀμφότερα τὰ μόρια τῆς ἀντιφάσεως ἐπὶ τοῦ αὐτοῦ ἁρμόζειν. καθὸ μὲν γὰρ ἐν ἕξει ἔχει τὴν γεωμετρικὴν ἐπιστήμην ὁ γεωμέτρης, κατὰ τοῦτό ἐστι γεωμέτρης, καθὸ δὲ ἐνεργῆσαι ἐξ ἀνάγκης μηδενὸς κωλύοντος οὐ δύναται, οὐκ ἄν εἴη γεωμέτρης· ὥστε καὶ ἐπιστήμων ἔσται γεωμετρίας καὶ ἀνεπιστήμων, ὅπερ ἀδύνατον. Τὸ τοῦ κούφου εἶδος, τουτέστι τὸ ἐν τόπω τινὶ εἶναι, οὗτος δέ ἐστιν ὁ ἄνω. ὅταν οὖν ἐν τούτῳ γένηται, τότε τὴν κυρίως ἐνέργειαν κατὰ τὸ εἶδος ἀπολαμβάνει. Διὰ τὸ πεφυκέναι τὸ κοῦφον ἄνω εἶναι τὸ δὲ βαρὺ κάτω, ἑκάτερον αὐτῶν τὴν κατὰ φύσιν κινεῖται κίνησιν· ὥστε εἰ τοῦτό ἐστιν αὐτοῖς ἡ φύσις, τῆς δὲ φύσεως ταύτης αἴτιον τὸ ποιῆσαν τοιοῦτον. ἐκεῖνο ἂν εἴη τῆς τοιαύτης κινήσεως αἴτιον. Τὸ διωρισμένον ἀντὶ τοῦ ἀφωρισμένου· ἀφώρισται, φησί, τῷ βαρεῖ καὶ τῷ κούφῳ κατὰ φύσιν τῷ μὲν τὸ ἄνω τῷ δὲ τὸ κάτω.] Ἀλλὰ καὶ ὑπὸ τοῦ τοίχου κατὰ συμβεβηκός. καὶ οὐ δεῖ ζητεῖν εἰ κινεῖ ὁ τοῖχος καὶ καθ’ αὑτόν· οὐ γὰρ ἀνάγκη, εἴ τι κατὰ συμβεβηκὸς κινεῖ, καὶ καθ’ αὑτὸ κινεῖν. κατὰ συμβεβηκὸς γὰρ καὶ ὑπὸ τοῦ τοίχου ἐωνήθη ἡ σφαῖρα καὶ οὐκ ἀνάγκη καὶ καθ’ αὑτὸ κινεῖσθαι ὑπὸ τοῦ τοί- χου, ἐπεὶ καὶ ἡ ψυχὴ κινεῖται κατὰ συμβεβηκὸς ἐν τῷ ζῴῳ, καὶ οὐ δήπου ἀνάγκη κινεῖσθαι καὶ καθ’ αὑτήν. ὁμοίως καὶ τὸ λευκόν, καὶ ἁπλῶς τὸ ποῖον. Ἐχει καὶ τοῦ ποιεῖν ἀρχὴν ἐν ἑαυτῷ· τὸ γὰρ ἐνεργεία θερμὸν τοῦτό ἐστι τὸ μεταβάλλον τὸ δυνάμει, καὶ τοῦτό φαμεν τὸ κινῆσαν ἐπὶ τὸ ἄνω, διότι τὸ ποιοῦν θερμὸν τοῦτό ἐστι τὸ κινοῦν· ὥστε ἔχοι ἂν ἀρχὴν καὶ τοῦ κινεῖν, οὐ τὴν τοῦ κινεῖσθαι μόνον. ἄλλως τε εἰ ἀρχὴν ἔχει ἕκαστον ἐν ἑαυτῷ τοῦ κινεῖσθαι, ἔχει δηλονότι καὶ οὕτως τὸ κινοῦν· αὕτη γὰρ ἡ ἀρχή ἐστιν ἡ κινοῦσα. Μετὰ τὸ ἔσχατον. Τουτέστιν ἕν τι μεταξὺ ἔχει, δι’ οὗ κινεῖ· τὴν γὰρ θύραν τὸ ἔσχατον κινοῦν ἡ βακτηρία. μετὰ οὖν τοῦτο τὸ ἔσχατον, πρῶτόν ἐστιν εὐθὺς ὁ ἄνθμπος. Εἰ τὸ ἑαυτό, φησί, πρώτως κινεῖ, οὐκ ἀνάγκη καὶ τὸ ὑπ’ ἄλλου κινούμενον εἶναι· κινούσης γὰρ τῆς βακτηρίας τὴν θύραν ἀνάγκη καὶ τὸν ἄνθρωπον κινεῖν, τοῦ δὲ ἀνθρώπου κινοῦντος οὐκ ἀνάγκη τὴν βακτηρίαν. Ἀλλ᾿ οὐκ αὐτοκίνητος ὁ ἄνεμος· ἔστι γὰρ ἡ αἰτία ἡ ποιήσασα ’τον ἄνεμον. Εἰ γὰρ ὑπὸ κινουμένου. Εἰ τὸ κινούμενον κινεῖται ὑπό τινος κινουμένου καὶ αὐτοῦ ὑπ’ ἄλλου, ἤτοι τὸ κινοῦν κατὰ συμβεβηκὸς κινούμενον οὕτω κινεῖ, ἢ καθ’ αὑτό. εἰ μὲν κατὰ συμβεβηκὸς κινούμενον κινεῖ, ἐπειδὴ τὸ συμβεβηκὸς οὐκ ἔστιν ἀναγκαῖον ἀλλ’ ἐνδέχεται καὶ μὴ εἶναι, εἰ ὑποθώμεθα αὐτὸ μὴ ὄν, ἀναιρήσομεν καθόλου τὴν κίνησιν. εἰ γὰρ κατὰ συμβεβηκὸς κινούμενον κινεῖ, ἐνδέχεται καὶ μὴ κινεῖσθαι, μὴ κινούμενον δὲ οὐκ ἄν κινήσῃ, ὥστε δυνα- τὸν μὴ εἶναι κίνησιν ἐν τῶ παντί· ἀλλὰ μὴν ἀνάγκη ἀίδιον εἶναι, ὡς δέ- δεικται ἐν ἀρχῇ· οὐκ ἄρα δυνατὸν τὸ κινοῦν πᾶν κατὰ συμβεβηκὸς κινούμενον τῷ κινεῖσθαι κινεῖν. Τὸ κινεῖν δηλονότι κινούμενα καὶ αὐτά, ἀλλ’ οὐ διὰ τὸ κινεῖσθαι κινεῖν, ἀλλὰ κινοῦντα κατὰ συμβεβηκὸς κινεῖσθαι, ὡς ὅταν βαδίζῃ τις ἅμα καὶ διδάσκῃ· οὐ γὰρ διὰ τὸ βαδίζειν διδάσκει, ἀλλὰ συμβέβηκε τῷ διδά- σκοντι βαδίζειν. Τὸ ᾧ κινεῖ, τουτέστι τὸ ᾧ κινεῖ κἄν τε φυσικὸν ᾖ, ὡς ἡ χείρ, κἄν τε ἔξωθεν, ὡς ἡ βακτηρία, ἐπειδὴ ἅμα ἐστὶ καὶ συνεχὲς κτὰ τὴν ἁφὴν τῷ κινουμένῳ, ἀνάγκη συγκινεῖσθαι αὐτῷ. τὸ δὲ μέχρι τινός, διότι οὐ δι’ ὅλου συμπαρομαρτεῖ τῷ κινουμένῳ· ῥίπτουσα γὰρ ἡ χεὶρ τὸν λίθον μέχρι τινὸς συγκινεῖται. ᾖστε εἶναι μὴ ᾧ κινῇ. Προσυπακουστέον ‘ὑπ᾿ ἄλλου᾿· τὸ γὰρ αὐτοκίνητον, ὃ κινεῖ οὐχ ὡς ὄργανον, ἀκίνητόν ἐστιν ὑπ’ ἄλλου. [Πανταχοῦ τὸν Ἀναξαγόραν ἐπαινεῖ ἄτι νοῦν ἐπέστησε διακοσμήσει τοῦ παντός, πάσας εἶναι λέγων τὰς ὁμοιομερείας μεμιγμένας καὶ κινεῖσθαι ταύτας ὑπὸ τοῦ νοῦ διακρινομένας. ἐπειδὴ <δὲ> τὸν νοῦν κινητικὸν ἔλεγεν, ἀπαθῆ καὶ ἀμιγῆ αὐτὸν εἶπεν, ὥστε καὶ ἀκίνητον, εἴ γε κίνησιν μὲν ἔλεγεν εἶναι τὴν σύγκρισιν καὶ διάκρισιν, αὐτὸν δὲ ἀπαθῆ ὄντα ἀκίνητον, συγκρίσεως δηλονότι καὶ διακρίσεως ἐκτὸς ὑπάρχοντα· διὰ τοῦτο γὰρ ἀπαθής, ἐπειδὴ καὶ ἀμιγής. ἀπαθὴς μὲν οὖν ὡς ἀκίνητος, ἀμιγὴς δὲ ὡς γινώσκων τὰς ὁμοιομερείας. οὕτως γὰρ ἄν μόνως, φησί, κρατοίη ἀμιγὴς ὤν] τουτέστι γινώσκει τὰς ὁμοιομερείας· εἰ γὰρ εἶχεν πρὸς ἑαυτό τινα ὁμοιομέρειαν, ἐκείνη τῶν ἄλλων τὴν γνῶσιν ἐνεπόδιζεν, ὥσπερ ἡ κεχρωσμένη ὕελος οὐκ ἔστι τῶν λοιπῶν χρωμάτων διαπορθμευτικὴ τοῦ προκαταλαβόντος ἐμποδίζοντος τοῖς λοιποῖς. Δεῖ γὰρ μέχρι τῶν ἀτόμων. Ὅταν, φησί, λέγωμεν ὅτι τὴν αὐτὴν κίνησιν ἣν κινεῖ καὶ κινεῖται, ἢ ἄλλην μὲν κινεῖ ἄλλην δὲ κινεῖται, οὐ δεῖ ἀορίστως λαμβάνειν τὸ γένος τῆς κινήσεως, ἀλλὰ τὸ ἄτομον εἶδος. οὐ γὰρ δεῖ λέγειν ὅτι τὸ ἀλλοιοῦν ἀλλοιοῦται, ἀλλὰ τὸ θερμαῖνον θερμαίνεται ἢ τὸ αὖξον θερμαίνεται· οὐδὲ γὰρ ἔστιν ἀλλοίωσις ἁπλῶς, ἀλλὰ πάντα κατά τι ἄτομον εἶδος θεωρεῖται. Ὁ νοῦς οὕτως· εἰ τὸ ἔσχατον καὶ κινούμενον μόνως τὴν κατὰ τόπον ἐκινεῖτο κίνησιν. ἔστι δὲ τῶν κινούντων τὸ ἔσχατον μὲν ἀπὸ τοῦ κινουμένου ἀριθμούντων, πρῶτον δὲ ὡς αἴτιον τῶν λοιπῶν καὶ αὐτὸ κινούμενον τὴν κατὰ τόπον κίνησιν, τοῦτο δὲ τῶν λοιπῶν μᾶλλον αἴτιον τῷ ἐσχάτῳ κινουμένῳ τῆς κατὰ τόπον κινήσεως, τὴν αὐτὴν ἄρα κίνησιν κινεῖται τὸ κινοῦν ἣν κινεῖται τὸ κινούμενον, ὅπερ ἐλήλεγκται. Άδύνατον μὲν τὸ τὴν αὐτὴν καὶ κινεῖν καὶ κινεῖσθαι, πλασματῶδες δὲ τὸ ἄλλην μὲν κινεῖν ἄλλην δὲ κινεῖσθαι. καὶ οὐ μόνον πλασματῶδες, ἀλλὰ καὶ ἀδύνατον, εἴπερ ἐπαναβαῖνον ἥξει ποτὲ εἰς τὸ <τὸ> εἶδος τῆς κινήσεως κινεῖσθαι ὅπερ κινεῖ. ἔδει εἰπεῖν ‘ τὸ καθ’ αὑτὸ καὶ πρώτως αἴτιον πρότερόν ἐστι τοῦ καθ’ ἕτερον αἰτίου καὶ κατὰ συμβεβηκός’, αὐτὸς δὲ ἐξ ἑκατέρας ἀντιθέσεως ἓν μόριον παρέλιπεν, τῆς μὲν τὸ ‘κατὰ συμβεβηκός’ τῆς δὲ τὸ ‘πρώτως’. τὸ δὲ καὶ αὐτοῦ ὄντος, καῒ αὐτοῦ ὄντος αἰτίου. αἰτίου· οὖν καὶ ὁ ἄνθρωπος καὶ ὁ φαλακρὸς καὶ ὁ πῆχυς, ἀλλὰ προηγουμένως τῆς οἰκοδομῆς αἴτιος ὁ ἄνθρωπος καὶ τοῦ φαλακροῦ καὶ τοῦ πήχεος. Ἄλλην ἀρχήν. Οτι πᾶν τὸ κινούμενον διαιρετὸν εἰς αἰεὶ διαιρετά. καθ’ α ὑ τ ὁ δὲ διὰ τὸ κατὰ συμβεβηκός· οὐ γὰρ ἀνάγκη τὸ κατὰ συμβεβηκὸς κινούμενον συνεχὲς εἶναι, οἷον τὴν ψυχὴν καὶ τὸ ποιόν. Διαίρεσις τοῦ Φιλοπόνου· ἢ ὅλον ὅλον κινεῖν καὶ κινεῖσθαι ὅλον, ἢ ἕκαστον τῶν μορίων αὐτοῦ ἀντικινεῖν ἄλληλα καὶ οὕτως τὸ ὅλον λέγεσθαι αὐτοκίνητον, ἢ ἕν τι μόριον τοῦ ὅλου εἶναι τὸ αὐτὸ καὶ κινοῦν καὶ κινούμενον καὶ δι᾿ ἐκεῖνο πάλιν λέγεσθαι αὐτοκίνητον, ἡ πάντα τὰ αὑτοῦ μόρια ἕκαστον αὐτοκίνητον εἶναι, ἢ τὸ μὲν εἶναι κινοῦν μόριον τὸ δὲ κινούμενον μόνως καὶ τὸ ὅλον τὸ ἐξ ἀμφοῖν αὐτοκίνητον λέγεσθαι.] Ἔτι διώρισται. Τὸ κινούμενον, φησίν, ἔτι ἐστὶ πρὸς τῷ δυνάμει καὶ οὔπω ἀπέλαβε τὴν οἰκείαν ἐνέργειαν, οἷον τὸ θερμαινόμενον οὔπω ἐστὶ θερμόν, Μ’ ἐπὶ τοῦτο ὁδεύει. τὸ οὖν θερμαίνεσθαι οὔπω ἐστὶ τοῦ εἴδους τελεία ἀπόληψις ἀλλ’ ἀτελής, τὸ δὲ θερμαῖνον ἤδη ἐστὶν ἐνεργείᾳ καὶ τέλειον. ὥστε εἰ τὸ ὅλον αὐτοκίνητον κινεῖ καὶ τὸ ὅλον κινεῖται, τὸ αὐτὸ ἔσται τέλειον καὶ ἀτελές. τὸ δὲ τῆς λέξεως οὕτως· διώρισται, φησίν, ὅτι τοῦτο ὅπερ ἐστὶ κινητόν, τουτέστι δυνάμει. Ἐπεὶ γὰρ τὸ κινούμενον ὁδεύει εἰς τὴν ἐνέργειαν, δῆλον ὅτι ἐν τῷ κινεῖσθαι ἔτι δυνάμει ἐστίν· ὥστε ἡ κίνησις ἀτελής ἐστι τοῦ κινητοῦ ἐνέργεια. ὁ δὲ ‘ δ έ ’ ἀντὶ τοῦ ‘ γάρ’ . Τὸ ὁ ἑ κινοῦν ἤδη ἐνεργεία ἐστίν. οὐκ ἐπὶ πάντων ἀληθὴς οὗτος ὁ λόγος. οὐ γὰρ πάντως τὸ ποιοῦν τι ἐνεργείᾳ ἔχει τὸ εἶδος τοῦ γινομένου· ποιεῖ γὰρ μώλωπα ἡ μάστιξ καὶ οὐκ ἔστι μώλωψ, καὶ ἡ παράτριψις θερμαίνει καὶ οὐκ ἔστι θερμότης, κινεῖ δὲ καὶ ἡ ψυχὴ καὶ οὐκ ἔστι κίνησις, ἀλλ’ οὐδὲ ἐνεργείᾳ εἴς ὅπερ κινεῖ εἶδος, τοῦτο καὶ ἔχει· οὐδὲ γὰρ ὅλως κινεῖται φυσικήν τινα κίνησιν. ἀλλ’ οὐδὲ ἐπὶ τῶν κατὰ τόπον κινούντων ἀληθὴς ὁ λόγος οὔτε γὰρ αἱ ἡμίονοι αἱ κινοῦσαι τὴν ἅμαξαν ἐνεργείᾳ εἰσὶν ἐν τῷ τόπῳ ἔνθα δεῖ πορευθῆναι), ὠὰ καὶ αὐτὰ δυνάμει ἔχει τὸ ἐφ’ ᾧ κινεῖται, ὡς ἐπὶ τῶν ἡμιόνων καὶ τῆς ἁμάξης· ἄμφω γὰρ δυνάμει εἰσὶν ἐν τῷ τόπῳ ἔνθα δεῖ πορευθῆναι. ὁμοίως καὶ ἐπὶ τῆς παρατρίψεως καὶ ἐπὶ τῆς ψυχῆς κινούσης, ἃ κατὰ τόπον οὐδ’ ὅλως κινεῖσθαι πέφυκεν. διὸ εἶπεν ὁ Ἀριστοτέλης ὅσων ἀνάγκη ἔχειν τὸ συνώνυμον, τὸ ὑπ’ αὐτοῦ πάσχον δηλονότι· τότε γὰρ ἀνάγκη ἐνεργείᾳ ἔχειν τὸ εἶδος ὃ ποιεῖ. Τὸ γὰρ ζῷον κινοῦν διὰ τῆς βακτηρίας τὴν θύραν αἰτιώτερόν ἐστι τοῦ κινεῖσθαι τὴν θύραν ἢ ἡ βακτηρία, καὶ μᾶλλον αὑτὸ κινήσει ἢ ἡ βακτηρία. οὕτως καὶ τὸ κινοῦν τι, εἶτα κινούμενον ὑπ’ αὐτοῦ, μᾶλλον ἐκείνου αἴτιόν ἐστι τῆς ἑαυτοῦ κινήσεως καὶ μᾶλλον ἑαυτὸ κινήσει· τὰ γὰρ μᾶλλον ἐγγίζοντα τῆς κινούσης δυνάμεως μᾶλλον κινεῖται. τὸ αὐτὸ ἐπὶ ἑκάστου μέρους ἔστιν εἰπεῖν. Ἀνελὼν τὰς ψευδεῖς ὑποθέσεις, λέγει ὅπως κινεῖ αὐτὸ ἑαυτὸ τὸ αὐτοκίνητον, ὅτι οὔτε ὅλον κινεῖ καὶ κινεῖται, οὔτε ἀντικινεῖ ἄλληλα τὰ μόρια, οὔτε ἕν τι μόριον τοῦ ὅλου ἐστὶν αὐτοκίνητον οὔτε πλείονα, συνάγει ἐκ τῶν εἰρημένων τὸ ἀληθές, ὅτι τοῦ αὐτοκινήτου τὸ μὲν κινεῖ μὲν οὐ κινεῖται δέ, τὸ δὲ κινεῖται μὲν οὐ κινεῖ δὲ ἐξ ἀνάγκης· τῶν γὰρ τεσσάρων ἐληλεγμένων ὑποθέσεων τὴν λοιπὴν ἀνάγκη ἀληθῆ εἶναι, τὴν λέγουσαν τοῦ αὐτοκινήτου τὸ μὲν κινεῖν μόνον τὸ δὲ κινεῖσθαι. οὐκ ἐξ ἀνάγκης δὲ καὶ κινεῖν αὐτὸ τοῦτο διὰ τῶν προκειμένων δείκνυσιν, ὅτι οὐκ ἐξ ἀνάγκης τὸ κινούμενον τοῦ αὐτοκινήτου μόριον καὶ κινήσει τι· ὥστε συγκεῖσθαι τὸ αὐτοκίνητον ἐκ κινοῦντος μόνον καὶ κινουμένου, καὶ κινοῦντος καὶ κινουμένου μόνως, οἷον ἐκ ψυχῆς καὶ σώματος, καὶ τοῦ ἱματίου, ὅπερ κινεῖται μὲν ὑπὸ τοῦ σώματος, οὐ κινεῖ δέ· ἀφαιρεθέντος γὰρ τοῦ ἱματίου μένει οὐδὲν ἧττον τὸ λοιπὸν αὐτοκίνητον, τὸ ἐκ ψυχῆς λέγω καὶ σώματος. εἰ δὲ συνετέλει τι εἰς τὴν τοῦ αὐτοκινήτου οὐσίαν τὸ εἶναί τι ὅπερ κινεῖται ὑπὸ τοῦ σώματος κινουμένου καὶ αὐτοῦ ὑπὸ τῆς ψυχῆς, ἀφαιρεθέντος αὐτοῦ οὐκ ἔμενε τὸ λοιπὸν αὐτοκίνητον· νῦν δὲ μένει· οὐκ ἄρα ἀνάγκη εἶναί τι ὃ κινεῖται ὑπὸ τοῦ σώματος. σύγκειται ἄρα τὸ αὐτοκίνητον ἐκ κινοῦντος μὲν οὐ κινουμένου δέ, καὶ ἐκ κινουμένου μὲν μὴ κινοῦντος δὲ ἐξ ἀνάγκης] Τὸ ᾱ ψυχήν, τὸ β σῶμα, τὸ γ τὸ ὑπὸ τοῦ σώματος κινούμενον ἱμάοὔτε] τίον, εἰ τύχοι, ἢ ἕτερόν τι. καί φησι· σύγκειται τὸ αὐτοκίνητον ἐκ κινοῦντος μόνως καὶ κινουμένου, καὶ κινοῦντος καὶ κινουμένου μόνως, οἷον ἐκ ψυχῆς καὶ σώματος, καὶ ἱματίου, ὅπερ κινεῖται μὲν ὑπὸ τοῦ σώματος, οὐ κινεῖ δέ· ἀφαιρεθέντος γὰρ τοῦ ἱματίου μένει οὐδὲν ἧττον τὸ λοιπὸν αὐτοκίνητον, τὸ ἐκ ψυχῆς λέγω καὶ σώματος. Εἴπερ γὰρ καὶ διὰ πολλῶν. ἐπειδὴ δυνατὸν πολλὰ εἶναι τὰ μεταξὺ κινοῦντα καὶ κινούμενα, ἔσχατον δέ ἐστι τὸ μόνως κινούμενον, διὰ τοῦτο, εἴπερ ἄρα καὶ δυνατὸν διὰ πλειόνων ἀφικέσθαι εἰς τὸ γ ὃ μόνως κινεῖται , ὅμως νῦν ὑποκείσθω δι’ ἑνὸς κινουμένου καὶ κινοῦντος· εἰ γὰρ δειχθείη ὅτι οὐδὲ ἓν ἐξ ἀνάγκης εἶναι δεῖ καὶ κινούμενον καὶ κινοῦν, πολλῶ μᾶλλον οὐδὲ πλείονα. Τὰ τοῦ αὐτοκινήτου μόρια ἅπτονται ἀλλήλων, ἢ τὰ ἀμφότερα σώματα εἶπεν· ὅσον γὰρ ἐκ τῶν εἰρημένων οὔπω δῆλον εἰ σῶμα ἡ ψυχὴ ἢ ἀσώματος. εἰ γὰρ σῶμα ἡ ψυχή, ἀνάγκη καὶ αὐτὴν ἅπτεσθαι τοῦ σώματος καὶ τὸ σῶμα αὐτῆς, εἰ δὲ μὴ εἴη σῶμα, αὐτὴ μὲν ἅψεται τοῦ σώματος τὸ δὲ σῶμα αὐτῆς οὐκέτι. διὸ εἶπεν θατέρου θάτερον. οὐ γὰρ τῷ τὰ πέρατα συμβάλλειν, ἀλλὰ τῷ πάσχειν τι εἰς τὴν οὐσίαν ὑπὸ τοῦ ἀσωμάτου τὸ σῶμα, ὡς ἐπὶ λοιδορίας καὶ λύπης· λέγομεν γὰρ ‘ἥψατό μου ἡ λοιδορία καὶ ἡ λύπη’, ἀλλ’ οὐκ ‘ ἐγὼ τῆς λύπης ἢ τῆς λοιδορίας ’ . ζωοῦται γοῦν ὑπὸ τῆς ψυχῆς τὸ σῶμα καὶ γίνεται ζῶν καὶ αἰσθητικὸν πάσχον εἰς τὴν οὐσίαν ὑπ’ αὐτῆς, ἡ μέντοι ψυχὴ εἰς τὴν οὐσίαν οὐδὲν πάσχει ὑπ’ αὐτοῦ, εἰ μή τι ἄρα ὑπὸ τοῦ πνεύματος· εἶδος γὰρ οὖσα τοῦ πνεύματος συμφθεί- ρεται αὐτῷ. Προσυπακουστέον ‘οὔπω δῆλον’, εἶτα τὸ μὲν γὰρ κινούμενον. Εἰ ἀπορήσει, φησί, τις λέγων· ἐὰν ἀφέλῃ τις μόριον ἐκ τοῦ κινοῦντος, εἰ συνεχές, ἢ τοῦ κινουμένου συνεχοῦς ὄντος, οἷον τὴν χεῖρα ἢ τὸν δάκτυλον, ἆρα τὸ λοιπὸν αὐτοκίνητον ἔσται ἢ οὔ; καὶ εἰ μὲν ἀφαιρεθέντος τινὸς τούτων, οἷον χειρὸς ἢ δακτύλου, μένει τὸ λοιπὸν αὐτοκίνητον, οὐκ ἔστι τὸ ὅλον πρώτως αὐτοκίνητον, ἀλλὰ τὸ χωρὶς τοῦ μορίου τοῦτ’ ἐστὶ τὸ πρώτως αὐτοκίνητον. λύει δὲ τὴν ἀπορίαν οὕτως, ὅτι δυνάμει ἐστὶ τὸ συνεχὲς πᾶν διαιρετόν, οὐκ ἐνεργεία· ὥστε τὰ μέρη δυνάμει εἰσὶν ἐν τῷ ὅλῳ· εἰ γὰρ ἦσαν ἐνεργείᾳ, ἀφαιρεθέντος δέ τινος ἐξ αὐτῶν ἔμενε τὸ λοιπὸν αὐτοκίνητον, οὐκ ἂν ἦν τὸ ἐξ ἀρχῆς πρώτως αὐτοκίνητον, ἐπειδὴ δὲ δυνάμι εἰσὶ τὰ μέρη, ἔστι μὲν καὶ τὸ ὅλον ἐξ ἀρχῆς αὐτοκίνητον, ὅταν δὲ ἀφαιρεθῇ τὸ μέρος, ἕτερον γίνεται αὐτοκίνητον· τὸ γὰρ ἐξ ἀρχῆς ὅλον οὐκέτι σῴζεται. ὥστε δυνάμει εἰσὶ πολλὰ αὐτοκίνητα ἐν τῷ ὅλῳ. Ἀπορίαν τινὰ ἐκτίθεται ἐπὶ τοῖς εἰρημένοις. ἄρῃ φησίν, ἒν ἀφέλῃ τις μόριον ἐκ τοῦ κινουμένου συνεχοῦς ὄντος ἢ καὶ ἐκ τοῦ κινοῦντος εἴπερ ἦν συνεχές, πλὴν ἐπειδὴ τὸ κινούμενον ὁμολογουμένως συνεχές ἐστιν, ἐάν τις ἀφέλῃ μόριον ἐξ αὐτοῦ, οἷον τὴν χεῖρα ἢ τὸν δάκτυλον, ἆρα <τὸ> αὐτοκίνητον ἔσται ἢ οὔ; ὅτι μὲν οὖν τινων μορίων τῶν οὐ καιρίων ἀφαιρεθέντων, οἷον δακτύλου ἢ χειρός, μένει τὸ λοιπὸν αὐτοκίνητον, πρόδηλον. ἔχει οὖν τοῦτο ἀπορίαν. εἰ γὰρ ἀφαιρεθέντος τοῦ μορίου ἔμεινε τὸ λοιπὸν αὐτοκίνητον, οὐκ ἦν ἄρα τὸ ὅλον πρώτως αὐτοκίνητον, ἀλλὰ τὸ χωρὶς τοῦ μορίου τοῦτό ἐστι τὸ πρώτως αὐτοκίνητον , ὥσπερ καὶ ἐπὶ τῆς ἀφαιρέσεως τοῦ ἱματίου ἔμεινε τὸ λοιπὸν αὐτοκίνητον , δῆλον ὅτι οὐ συνε- πλήρου τὸ αὐτοκίνητον τὸ ἱμάτιον. ἡ μὲν οὖν ἀπορία τοιαύτη, ἐπιλύεται δ’ αὐτήν, ὅτι δυνάμει μέν ἐστι τὸ συνεχὲς πᾶν διαιρετόν, ἐνεργείᾳ δὲ οὔ· ὥστε τὰ μέρη δυνάμει εἰσὶν ἐν τῷ ὅλῳ, οὐκ ἐνεργείᾳ. εἰ μὲν οὖν ἦν ἐνεργείᾳ τὰ μέρη, εἶτα ἀφαιρεθέντος τοῦ κατ’ ἐνέργειαν ὄντος μέρους ἔμενε τὸ λοιπὸν αὐτοκίνητον, τῷ ὄντι οὐκ ἦν τὸ ἐξ ἀρχῆς πρώτως αὐτοκίνητον, ὥσπερ ἐπὶ· τῆς ἀφαιρέσεως ἔχει τοῦ ἱματίου, ἐπειδὴ δὲ δυνάμει εἰσὶ τὰ μέρη, ἔστι μὲν καὶ τὸ ὅλον αὐτοκίνητον, ὅταν δὲ ἀφαιρεθῇ τὸ μέρος, ἕτερον γίνεται αὐτοκίνητον· τὸ γὰρ ἐξ ἀρχῆς ὅλον οὐκέτι σῴζεται. ὥστε δυνάμει ἔνεισι πολλὰ αὐτοκίνητα ἐν τῷ ὅλῳ, ὅταν δὲ ἐνεργείᾳ διαιρεθῇ τοῦ ὅλου τὸ μέρος, γίνεται αὐτοκίνητον τὸ καταλειφθέν] Φιλόπονος λέγει· κάλλιόν ἐστι στίζειν ἐν τῷ διαιρετοῖς· τὸ γὰρ διαιρετὸν αὐτὸ τοῦτο δυνάμει ἐστίν. ἡ δὲ ἔννοια αὕτη· οὐδὲν κωλύει τῷ κατὰ δύναμιν διῃρημένῳ καὶ μὴ κατ’ ἐνέργειαν ἐνεῖναι δυνάμει. ἔστι γὰρ ἐν τῷ ζῴῳ δυνάμει πολλὰ πρῶτα, <ἃ> αὐτοκίνητα μὲν γίνεταί τινων διαιρουμένων, εἴ γε καὶ τὸ ὅλον πρώτως αὐτοκίνητον, καὶ τὸ μετὰ ἀφαίρεσιν τοῦ μορίου ἕτερον πάλιν πρώτως αὐτοκίνητον. Τὸ ζητεῖν, φησίν, εἴτε πᾶσαι αἱ ψυχαὶ ἀίδιοί εἰσιν ἀκίνητοι οὖσαι, εἴτε τινὲς μὲν ἀίδιοι τινὲς δὲ οὐκ ἀίδιοι, οὐκ ἔστι τῆς προκειμένης πραγματείας, ἀλλὰ τῆς Περὶ ψυχῆς, τὸ δὲ νῦν πρόκειται δεῖξαι ὅτι ἔστι τι τὸ ἀκίνητον αἴτιον πάσης ἐκτὸς μεταβολῆς, αἴτιον δὲ τοῖς ἄλλοις κινήσεως. Ἐπί τινων. Ἐπειδήπερ τὰς ἀλόγους ψυχὰς μὴ ἀιδίους εἶναι ἀλλὰ γινομένας καὶ ἀπογινομένας ὡμολόγηται, ἔστω, φησί, τοῦτο δεδομένον καὶ τῶν τοιούτων ἀρχῶν μὴ ἀιδίους εἶναι * * * καὶ ταύτας εἰς τὸ εἶναι καὶ τὸ μὴ εἶναι παράγεσθαι διὰ γενέσεως καὶ φθορᾶς. πᾶσα γὰρ γένεσις μεριστοῦ τινός ἐστι πράγματος καὶ ἐν χρόνῳ τινί, διὰ τὸ μὴ ἀθρόως εἰς τὸ εἶναι παράγεσθαι τὸ μεριστόν, ἀλλὰ κατὰ μέρος. ὁμοίως δὲ φθορὰ πᾶσα μεριστοῦ τινός ἐστι, διὰ τὸ κατὰ μέρος πάλιν ἀπογίνεσθαι. εἰ δέ τί ἐστι τῶν ἀσωμάτων καὶ ἀμερῶν μὴ ἀίδιον, ἀλλὰ ποιὲ μὲν ὂν ποτὲ δὲ μὴ ὄν, ἀναγκαῖον τοῦτο διὰ γενέσεως παράγεσθαι εἰς τὸ εἶναι, μηδὲ ἐν χρόνῳ, ἀλλ’ εἶναι ἢ μὴ εἶναι ἀχρόνως, οἷαί εἰσιν αἱ ἄλογοι ψυχαὶ καὶ τὰ ἔνυλα εἴδη καὶ αἱ ἁφαί. Ὅσον, φησίν, ἐκ τῶν δεδειγμένων, τὸ μὲν κινούμενον μεριστόν ἐστιν ἐξ ἀνάγκης, τὸ δὲ κινοῦν οὐκ ἀνάγκη μεριστὸν εἶναι. Τουτέστιν ὅτι οὔτε ἁπλῶς πάσης τῆς κατὰ γένεσιν καὶ φθορὰν ἀιδιότητος ἕν τί ἐστι καὶ μερικὸν αἴτιον, οὔτε ἄλλης μὲν ἄλλο ἑτέρας δὲ ἕτερον, οἷον φέρε εἰπεῖν τῆς γενέσεως καὶ φθορᾶς ἕν τι ἢ ἁπλῶς πάσης, ἢ τῆσδε μὲν τῆς οὐσίας ἄλλο ἑτέρας δὲ ἕτερον. ὁμοίως καὶ ἐπὶ τῆς κατὰ ποιότητα μεταβολῆς καὶ ἐπὶ τῶν λοιπῶν. Ἀλλ᾿ οὐδὲν ἧττον. οὐδὲν ἧττον καὶ οὕτως ἐστί τις κίνησις καθολικωτέρα τῶν ἐν γενέσει καὶ ἀίδιος, ἥτις ἐστὶν ἑτέρα παρ’ ἑκάστην τῶν κατὰ μέρος· τοῦτο γάρ ἐστὶ τὸ καὶ τοῦτο παρ’ ἕκαστον. εἰς τὸ αὐτό. αἱ γὰρ τῶν σφαιρῶν εἰς τὴν τῆς ἀπλανοῦς ἀνάγονται, ἥτις ποιεῖ τὰς λοξὰς καὶ πρὸς τὸν ζῳδιακὸν κινήσεις συνθέτους ἔκ τε τῆς ἰδίας αὐτῶν κινήσεως τῆς ἐπ’ ἀνατολάς, καὶ τῆς ἐνδιδομένης αὐταῖς παρ’ αὐτῆς, λέγω δὴ τῆς ἐπὶ δύσιν. Εἰ δέδεικται ὅτι ἀνάγκη εἶναι ἀεὶ κίνησιν, οὐκ ἐνδέχεταί ποτε μὴ εἶναι· εἰ δὲ τοῦτο, ἀνάγκη συνεχῆ εἶναι καὶ ἀίδιον. μηδενὸς γὰρ ὄντος ἀιδίου ἐνδέχεται τὰς μερικὰς φθαρτὰς οὔσας πάσας φθαρῆναι καὶ διαλιπεῖν ἐν μέσῳ, οὕτω δ’ ἄν ἐφεξῆς μὲν εἶεν συνεχεῖς δὲ οὔ. ἀιδίου δὲ οὔσης τῆς κινήσεως συνεχῆ ἀνάγκη εἶναι, εἰ δὲ συνεχής, δῆλον ὅτι καὶ μία, εἰ δὲ μία, ἀνάγκη καὶ τὸ κινητικὸν αὐτῆς αἴτιον ἓν εἶναι καὶ ἀίδιον. Ἢ ἐκ παραλλήλου καλεῖ τὸ αὐτὸ ζῷον καὶ ἔμψυχον, ἢ ἔμψυχα καλεῖ τὰ ζωόφυτα. τὰ δὲ ἐντεῦθεν μεταξυλογία ἐστίν. Βούλεται δεῖξαι ὄτι οὺ πάτης κινήσεως ἐστιν αἴτια τὰ αὐτοκίνητα, ἀλλὰ μόνης τῆς κατὰ τόπον, καὶ ταύτης οὐ κυρίως· δέονται γὰρ καὶ τῶν ἔξωθεν. ὑπό τε γὰρ τῶν ὀρεκτῶν κινεῖται ἔξωθεν ὄντων καὶ ὑπὸ τῆς τροφῆς· πεττομένης γὰρ καθεύδουσιν. τοιώσδε ἢ τοιώσδε διατιθὲν τὸ σῶμα. Πληρουμένων τῶν πόρω δι’ ὧν αἱ αἰσθητικαὶ δυνάμεις χορηγοῦνται. Ἀὴρ ἢ καιρὸς ἢ τόπος· τὸ γὰρ ἔμφυτον θερμὸν τῇ τοῦ ἀέρος συμ- μεταβάλλον κράσει τοίως ἢ τοίως τὸ ζῷον κινεῖ. Αἱ ἄλογοι ζωαί. αἵτινές εἰσιν ἐν ὑποκειμένοις τοῖς σώμασιν, ὥστε συγκινεῖσθαι αὐτοῖς κατὰ συμβεβηκός· ὁ γὰρ νοῦς οὐκ ἐν ὑποκειμένῳ, ἀλλ’ ἔξωθεν ἐπιλάμπει τῶ σώματι. Τουτέστιν ὅσα κινοῦνται μὴ μόνον περὶ τὰ ἴδια κέντρα ὑφ’ αὑτῶν, ἀλλὰ καὶ περὶ ἄλλα ὑφ’ ἑτέρων, ὑπό τε τῶν ἰδίων ἐπικύκλων καὶ τῶν σφαιρῶν καὶ ἔτι τῆς ἀπλανοῦς. ταῦτα δέ ἐστι τά τε ἄστρα καὶ οἱ ἐπίκυκλοι. Τουτέστιν ἀεὶ τὴν αὐτὴν σχέσιν φυλάττον πρὸς τὸ κινούμενον. Ὁ γὰρ ἥλιος πρὸς βορρᾶν γινόμενος ἢ πρὸς νότον, ἢ ψύχει ἢ θερμαίνει τὰ ἐνταῦθα, τῷ εἰς ἐναντίους τόπους γίνεσθαι ἐναντίας καὶ τὰς ἐνεργείας ποιούμενος, καὶ ἐπειδὴ οὗτοι οἱ τόποι, τὸ βόρειον τὸ νότιον, οὐκ εἰσὶν ἐναντία, ἀλλὰ τὸ ἄνω καὶ κάτω, διὰ τοῦτο εἴδη αὐτὰ ἐναντία καλεῖ, ὡς ἐναντίων εἰδῶν ποιητικά, θερμότητος καὶ ψύξεως. εἶτα ἐπειδὴ αἱ ἐναντίαι κινήσεις ἠρεμίᾳ διαλαμβάνονται, ὡς δείξει, εἰκότως καὶ τῆς ἠρεμίας τῶν τῇδε τὰ οὐράνια αἰτιᾶται. τὴν ἀίδιον καὶ πρώτην καὶ συνεχῆ καὶ μίν, διότι καὶ τὸ κινοῦν καὶ πρῶτόν ἐστι καὶ ἓν καὶ ἀμετάβλητον. Εἰ γὰρ ή τροφὴ ἐναντία οῦσα τῷ τρεφομένῳ μεταβάλλει καὶ ὲξημοιοδται αὐτῷ, ή δὲ εὶς ἐναντία μεταβολὴ ὰλλοίωσίς ἐστι, καὶ ή τροφὴ ἄρα δι’ ἀλλοιώσεως γίνεται. τοῦτο τὸ ἐπιχείρημα οὐκ ἀρέσκει αὐτῷ, ἀλλὰ δι’ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα λέγοντα ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων. φησὶν οὖν ὅτι καὶ κατ’ ἐκείνους πρώτη ἡ κατὰ τόπον κίνησις· εἰ γὰρ πάντα τὰ πάθη πυκνώσει καὶ ἀραιώσει γίνονται, ὅ ἐστι συγκρίσει καὶ διακρίσει, διάκρισις δὲ καὶ σύγκρισις γίνεται συνιζανόντων ἢ διισταμένων τῶν σωμάτων, πᾶσα ἄρα μεταβολὴ δεῖται τῆς κατὰ τόπον κινήσεως. ἐκ δὲ τοῦ δοκοῦσι καὶ τοῦ λέγεται δείκνυσιν ὅτι οὐκ ἀρέσκεται τῷ δόγματι. τουτέστι τὸ κατὰ τὴν τῆς οὐσίας τελειότητα καὶ ὑπεροχήν. Οὐ ‘ τοῖς ἀιδίοις μόνον’, ἀλλὰ ‘ταύτην μόνην τοῖς ἀιδίοις’· οὐδεμίαν γὰρ ἄλλην κινοῦνται τὰ οὐράνια. Ἡμεῖς, φησίν, οὐ ζητοῦμεν τὸ ἐπὶ ἑνὸς ἀτόμου συμβαῖνον, ἀλλ’ ἐν τῷ παντὶ τίς ἐστι πρώτη κίνησις, ἔστι δὲ πάντως πρὸ τῆς τοῦδε γενέσεως κίνησις, εἰ καὶ μὴ αὐτοῦ, ἀλλὰ τῶν σπειράντων. Καὶ τούτου ἕτερον πρότερον. ’H τὴν τῶν πάππων λέγει κίνησιν τὴν τοὺς γεννήσαντας γεννήσασαν, ἢ μᾶλλον τὴν τῶν οὐρανίων. Εἰ γὰρ πρωτίστη τῶν ἄλλων μεταβολῶν ἡ γένεσις, πάντα αὐτῆς μεθέξουσιν, ὥστε πάντα γενητὰ ἔσονται· εἰ δὲ γενητά, καὶ φθαρτά· καὶ οὐδὲν ἀίδιον. Ἐπ᾿ ἀρχὴν ἰόν. Ἀντὶ τοῦ ἐπὶ τέλειον εἶδος. Τὰ ζωόφυτα λέγει. ἐπειδὴ ἀόριστον τὸ μέγεθος καὶ ἡ μικρότης, διὰ τοῦτό φησιν ἢ τεεν εκαστω ειοει. Τὸ δὲ μὴ ἀεὶ κινούμενον. Τὸ μὴ ἀεὶ λευκαινόμενον. φησίν, ἢ μελαινόμενον ἢ ἄλλην τινὰ κίνη- σιν κινούμενον, ἀλλ’ ἀρχὴν λαμβάνον τοῦ κινεῖσθαι τήνδε τὴν κίνησιν, ἀνάγκη πρότερον ἠρεμεῖν, εἴπερ ὅλως ἐστὶ πρὸ τῆς κινήσεως· δεῖ γὰρ τὸ ἠρεμοῦν εἶναί τι, ἵν καὶ ἠρεμῇ. εἰ τοίνυν τὸ μελαινόμενον οὔπω λευκαίνεται (τὸ γὰρ λευκαινόμενον ἀπὸ μέλανος ἐξίσταται, οὐκ ἀπὸ ἀρχὴν δέ ποτε λαμβάνει λευκάνσεως, ἠρεμήσει πρότερον καὶ ἔσται μεταξὺ λευκάνσεως καὶ μελάνσεως ἠρεμία. τὸ δὲ ὂν πρότερον προσέθηκεν διὰ τὴν γένεσιν· τὸ γὰρ μεταβάλλον ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι οὐκ ἦν πρότερον, ὥστε οὐδὲ ἠρεμεῖ. διό, φησίν, οὐδὲν πρὸς τὸν λόγον, εἴτε ἠρεμία ἐστὶ μεταξὺ γενέσεως καὶ φθορᾶς. εἴτε μή. ἰστέον δὲ ὅτι οὐ δεῖ λέγειν <ὅτι> οὐχ ἁρμόττει ὁ λόγος ἐπὶ γενέσεως καὶ φθορᾶς διὰ τὸ τὰ ἐναντία μὴ δύνασθαι ἅμα εἶναι, γένεσιν δὲ καὶ φθορὰν μὴ εἶναι ἐναντία· οὐ δεῖ γὰρ οὐδὲ ἐπὶ τῶν ἄλλων τῶ τοῦ ἐναντίου ὀνόματι χρῆσθαι, ἀλλ’ ἁπλῶς τῷ μὴ δύνασθαι ἅμα εἶναι, ὅπερ ἐπὶ πάντων ἀντικειμένων ἐστὶν ἀληθές. ’E π ὶ τῶν μεταβολῶν. τῶν μὴ οὐσῶν κινήσεων, τουτέστι γενέσεως καὶ φθορᾶς. οὐδέν, φησί, πρὸς τὸ προκείμενον ἡμῖν συμβάλλεται, εἴτε ἐναντίαι εἴτε μὴ γένεσις καὶ φθορά, ἀλλὰ τοῦτο μόνον, εἰ μὴ δύνανται ἅμα εἶναι. Καθάπερ τὸ ἴσον. τῷ γὰρ ἴσῳ οὐχ ὡς μείζονα καὶ ἐλάσσονα ἀντίκεινται, ἀλλ’ ἀπλῶς ὡς ἄνισον ἴσῳ ἀντίκεινται, καὶ τῷ συμμέτρῳ τό τε ὑπερέχον καὶ ἐλλεῖπον ὡς ἀσύμμετρα. ἰστέον δὲ ὅτι ὅταν δύο τῷ αὐτῷ ἀντίκεινται, οὐ κατὰ τὸ αὐτὸ ἀντίκεινται, ἀλλὰ τὸ μὲν ὡς εἶδος εἴδει, τὸ δὲ ὡς ἕξις στερήσει, οἷον τῇ θρασύτητι ἀντίκειται καὶ ὡς στερήσει ἡ συμμετρία καὶ ὡς εἴδει ἡ δειλία. οὕτω καὶ τῇ κινήσει ὡς μὲν <εἴδει> εἶδος ἡ κίνησις ἀντίκειται, ὡς δὲ ἕξει στέρησις ἡ ἠρεμί. Ὀτι οὐκ εἰσὶν αἱ ἀντικείμεναι μεταβολαὶ συνεχεῖς, δῆλον ἐκ τῆς γε- νέσεως καὶ τῆς φθορᾶς· οὐ γὰρ ἂν ἡ φύσις εἰς τὸ εἶναί τι ἄγουσα διὰ τὸ μὴ εἶναι αὐτὸ ἐκίνει, καὶ σκοπὸν ἐτίθετο ποιῆσαι ἵνα εὐθὺς φθείρῃ. Τὸ γὰρ ἄπειρον κατ’ ἐνέργειαν οὐχ ὑφέστηκεν. Τῷ γὰρ ἄνω τὸ κάτω ἐναντίον, τὸ δεξιὸν τῷ ἀριστερῷ, τῷ ἔμπρο- σθεν τὸ ὄπισθεν. Τὸ ἐν ᾧ ἐπὶ τοῦ εἴδους τάττει, ὅθεν καὶ ἀπαριθμεῖται τὰ εἴδη τῆς κινήσεως. — Πάθος ἐπὶ ἀλλοιώσεως, εἶδος ἐπὶ γενέσεως καὶ φθορᾶς. τῇ μὲν κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις (κύκλῳ δέ ἐστι ἡ τοῦ ὅλου κύκλου, οἷαί εἰσιν αἱ τῶν οὐρανίων κινήσεις· οὐ γὰρ δυνατὸν δύο κύκλους ἐπὶ τῆς αὐτῆς γραμμῆς κινεῖσθαι, ἵνα καὶ ἐναντιωθεῖεν ἀλλήλαις), ταῖς δὲ ἐπὶ κύκλου κινήσεσιν οὐκ ἄτοπον ἐναντίωσιν εἶναι· ἐπὶ γὰρ τοῦ αὐτοῦ κύκλου δύο τινὰ δύνανται ἀντιπροσώπως κινεῖσθαι. Ἀλλ᾿ οὐχ ἡ εἰς πλάγιον τῇ ἄνω. Οὐκ ἔστιν ἡ εἰς τὰ πλάγια κίνησις τῇ ἐπὶ τὸ ἄνω ἐναντία· διὸ οὐδὲ ἱστᾶσιν ἄλληλα τὰ οὕτως κινούμενα, ἀλλὰ συνωθοῦσι καὶ λοξὴν κινοῦνται κίνησιν. ὑποκείσθω γὰρ τετράγωνον χωρίον καὶ κινούμενά τινα τὸ μὲν ἐκ τῆς μιᾶς πλευρᾶς ὡς ἐπὶ τὸ κάτω, τὸ δὲ ἐκ τῆς ἑτέρας ἐπὶ τὰ πλάγια. ὅταν συνέλθωσι ταῦτα περὶ τὴν γῆν, οὐ στήσουσιν <ἄλληλα> ἀλλὰ καὶ λοξὴν κινήσουσι κίνησιν κατὰ τὴν διάμετρον τοῦ χωρίου. δῆλον οὖν ὅτι οὐκ ἐναντίαι αἱ κινήσεις αὗται (οὐδὲ γὰρ ἱστῶσιν ἀλλήλας), ἀλλ’ εἰ ὑπεναντίαι, διότι ἄλλως ἐμποδίζουσι πρὸς τὴν ἐξ ἀρχῆς αὐτῶν πρόθεσιν· οὐ γὰρ δὴ πρὸς τὴν κίνησιν ἁπλῶς. Τριῶν γὰρ ὄντων. τοῦ μέσου, φησί, ποτὲ μὲν δυνάμει λαμβανομένου ποτὲ δὲ ἐνεργείᾳ, ὅταν μὲν ἐνεργείᾳ λαμβάνηται καὶ διαιρῇ τὴν γραμμήν, τότε τῷ ὑποκειμένῳ ἓν ὂν δύο λόγους ἀναδέχεται· ἔστι γὰρ τὸ αὐτὸ τοῦ μὲν ἀρχή, τοῦ δὲ πέρας. ὅταν οὑν ἐπὶ τῆς κατ’ ἐνέργειν διῃρημένης γραμμῆς κινεῖταί τι, γινόμενον ἐν τῷ κατ’ ἐνέργειαν σημείῳ τῷ διαιροῦντι αὐτὴν ἀνάγκη στῆναι. δεῖ δὲ λαμβάνειν διαιρουμένην τὴν γραμμὴν καὶ τὸ σημεῖον κατ’ ἐνέργειαν γινόμενον οὐ τῇ τομῇ, ἀλλὰ τῷ κινούμενον μέχρις ἐκείνου ἀφιγμένον ὡς ἐπὶ πέρας οὕτως ἀνακάμπτειν· τῷ γὰρ πέρας σχεῖν τὸ σημεῖον τῆς ἐπὶ τάδε κινήσεως, ἐνεργείᾳ εἴληπται τὸ σημεῖον, ὅπερ ἀρχὴ γίνεται τῆς ἐπὶ θάτερα κινήσεως. κἂν μὴ ἀνακάμπτῃ δὲ ἀλλὰ τὸ λοιπὸν ἥμισυ φέρηται, ὡσαύτως· ὡς ἐπ’ ἄλλην γὰρ γραμμὴν ἄρχεται κινεῖσθαι ἀπὸ τοῦ αὐτοῦ σημείου. τῷ ὅλῳ μεγέθει οὐ γίνεται διαίρεσις τὸ νῦν· οὐδὲ γὰρ ἐπεὶ ἐν ἑκάστῳ τῶν σημείων εἶπεν εἶναι τὸ κινούμενον ἐν τῷ νῦν, διὰ τοῦτο καὶ διαιρεῖ τὸ νῦν τὸ ὅλον μέγεθος· δυνάμει γὰρ εἴληπται, οὐκ ἐνεργείᾳ. Αἰεὶ στήσεται τὸ ἁ φερόμενον. ἐάν τις εἴποι, φησίν, ὅτι συνεχῶς κινούμενον τὸ ᾱ γίνεται πρὸς ἑκάστῳ τῶν σημείων καὶ ἀπογίνεται, ἐπειδὴ τὸ γίνεσθαι καὶ ἀπογίνεσθαι ἐν ἄλλῳ καὶ ἄλλῳ νῦν ἀνάγκη γενέσθαι, συμβήσεται παντελῶς ἀναιρεθῆναι τὴν κίνησιν·· πάντων γὰρ δύο νῦν μεταξὺ χρόνος. ὥστε ἠρεμήσει ἐν ἑκάστῳ τῶν νῦν, εἰ δὲ τοῦτο, ἀναιρεθήσεται παντελῶς ἡ κίνησις. Κατ’ ἐνέργειαν, ὅπερ γίνεται τελευτὴ καὶ ἀρχή. Οὕτω, φησί, ποιεῖ αὐτὸ ἀρχὴν καὶ τελευτήν, ὥσπερ ἄν εἰ καὶ νοήσοι, διότι ἡ ἀρχὴ καὶ τὸ τέλος οὐ φύσει εἰσίν, ἀλλὰ σχέσει· πέρατα γάρ εἰσι φύσει ἐν ἡμῖν λοιπὸν τὸ ὅθεν ἄν θέλωμεν ἀρξαμένοις ἐκεῖνο ἀρχὴν ποιῆσαι, ὥσπερ νῦν ἀρξαμένοις ἀπὸ τοῦ ᾱ ποιοῦμεν τὸ β τέλος αὐτοῦ εἶναι, τοῦ δὲ (??) ἀρχὴν τὸ β. Δυνάμει διῃρημένη. τὸ φερόμενον τὸ δ. ἔλαβε δὲ ἀντὶ ὅλης τῆς γραμμῆς ἑκατέρας αὐτῶν τὰ πέρατα. Ἀλλ᾿ ἦν ἐν τομῇ χρόνου. Ἐπὶ τοῦ ἀδιαιρέτου μεγέθους, ὅτι τὸ δ ἐν τῷ ζ οὐκ ἦν ἐν χρόνῳ τινί, ἀλλ’ ἐν τομῇ χρόνου, ὥσπερ τὸ ἁ ἐν τῷ β ἐν χρόνῳ τινὶ ἦν καὶ οὐκ ἐν τῶ νῦν. Ἐπὶ τῆς συνεχοῦς, φησί, γραμμῆς ἀδύνατον λέγειν ὄτι ἐν τῷ μέσῳ σημείῳ ἐν χρόνῳ τινί ἐστιν. τῆς ὅλης γραμμῆς πέρατα τὸ δ καὶ ἡ, φερόμενον ποτὲ μὲν κάτωθεν ἄνω ποτὲ δὲ ἄνωθεν κάτω. τῷ οὖν ἑνὶ πέρατι, τῷ δ, ὡς δύο κέχρηται, αὐτὰ δὲ τὰ πέρατα λαμβάνει ἀντὶ τῶν κινουμένων. Ἀλλὰ μὴν τήν γε πάλαι λύσιν. Οὐ δυνατόν, φησίν, ἐπὶ τοῦ ἀνακάμπτοντος εἰπεῖν ταὐτά, ἅπερ ἐπὶ τοῦ συνεχοῦς κινουμένου ἐλέγομεν, ὅτι ἐν τῷ σημείῳ ἐστὶ μόνον ἐν τῷ νῦν, οὐ μέντοι γίνεται καὶ ἀπογίνεται· ἐκεῖ γὰρ κατὰ δύναμιν ἐλάμβανε το ση με ιο ν. Ἄνω γὰρ συνήγετο ἄτοπον ὅτι τὰ ἄπειρα διέξεισιν, ἐνταῦθα δὲ ὅτι ἀριθμήσει τὸ ἄπειρον, ἀδύνατον δὲ τὸ ἄπειρον ἀριθμηθῆναι· πᾶς μὲν γὰρ ἀριθμὸς ὅρος ἐστί τις καὶ οἷον περιγραφή, τὸ δὲ ἄπαρον ἀόριστον. τὸ δὲ πρότερον ἀριθμεῖν ἀντὶ τοῦ πρὶν κινηθῆναι καὶ ἄλλο ἥμισυ ἀριθμεῖν ὃ ἐκινήθη, καὶ τοῦτο ποιεῖν καθ’ ἕκαστον τῶν ἡμίσεων. τουτέστι πρὸς αὐτὸ τοῦτο, εἰ ὅλως οἷόν τε διεξελθεῖν ἢ ἀριθμῆσαι τὰ ἄπειρα, οὐχ ἱκανὴν εἴπομεν τότε λύσιν. ἐάν, φησί, μὴ συμπλέ<κῃ τις> τῷ μήκει ἐφ’ ᾧ κινεῖται καθ’ ὃν ἡ κίνησις, ἀλλ’ ἐπὶ μόνου τοῦ χρόνου τὴν ἐρώτησιν ποιήσηται, ἢ καὶ ἐπὶ τοῦ μήκους μόνου· οὐδὲν γὰρ διαφέρει. ἐὰν γάρ τις τέμῃ τὸ μέγεθος εἰς δύο ἡμίση, ποιεῖ τὸ μέσον τοῦ μὲν πρώτου τελευτήν, ἀρχὴν δὲ τοῦ δευτέρου· ὥστε οὐκ ἐφύλαξε τὸ συνεχές. Ὁ γὰρ συνεχῶς κινούμενος. Ἡ μὲν οὐσία, φησί, τῆς γραμμῆς οὐ χαρακτηρίζεται κατὰ τὸ συνεχές· πολλὰ γὰρ ἕτερα συνεχῆ, ἡ ἐπιφάνεια τὸ σῶμα ἡ κίνησις ὁ χρόνος, ἡ δὲ οὐσία αὐτῆς ἑτέρα τίς ἐστιν, οἷον μῆκος ἀπλατές. ἔχει οὖν ἄπειρα ἡμίση, φησί, καθὸ συμβέβηκεν αὐτῇ συνεχεῖ εἷναι, οὐ καθὸ γραμμή ἐστιν, ἡ δὲ κίνησις ὡς ἐπὶ γραμμῆς, οὐχ ὡς ἐπὶ συνεχοῦς, γίνεται. ἔδει γὰρ ἐκ παντὸς συνεχοῦς δύνασθαι κίνησιν γενέσθαι, νῦν δὲ οὐ γίνεται· οὐ γὰρ δὴ ἐπὶ σωμάτων, τῶν ἀντιτύπων κατὰ βάθος λέγω. ὥστε τὸ κινούμενον ἐπειδὴ κατὰ συμβεβηκὸς κινεῖται ἐπὶ συνεχοῦς, κατὰ συμβεβηκὸς καὶ ἄπειρα ἡμίση κινεῖται, καθ’ αὑτὸ δὲ οὔ. κακῶς δὲ εἶπεν τὴν γραμμὴν <κατὰ συμβεβηκὸς> συνεχῆ· καθ’ αὑτὸ γάρ ἐστι συνεχής· εἶπεν ὅτι ἡ γραμμὴ κατὰ συμβεβηκὸς συνεχής, ὡς διὰ τοῦτο καὶ ἄπειρα κατὰ συμβεβηκὸς διεληλυθέναι. καθ’ αὑτὸ μὲν οὖν συνεχὴς ἡ γραμμή, ἀλλ’ οὐ καθὸ συνεχὴς γίνεται ἐπ’ αὐτῆς ἡ κίνησις, ἀλλὰ καθὸ μῆκός ἐστιν, ὥσπερ καθ’ αὑτὸ μὲν ζῷον ὁ ἄνθρωπος, ἀλλ’ οὐ καθὸ ζῷον ἡ γραμματικὴ αὐτῷ ὑπάρχει (οὕτω γὰρ ἄν ὑπῆρχεν καὶ ἵππῳ) ἀλλὰ λογικὸν ἢ ἐπιστήμης δεκτικόν· τοῦτο γὰρ ἀνθρώπου τὸ χαρακτηριστικόν. οὕτως οὐ δι’ αὐτὸ τὸ συνεχὲς ἡ κίνησις ἐπὶ αὐτοῦ γίνεται. ἀλλὰ δι’ ἄλλο, λέγω δὴ τὸ μῆκος. τὸ δὲ δι’ ἄλλο οὐκ ἔστι κατὰ συμβεβηκός, ἀλλὰ καθ’ αὑτό· τὰ γὰρ κατὰ μόριον ποιοῦντά τι ἢ πάσχοντα δι’ ἄλλο πάσχειν ἢ ποιεῖν λέγεται, τὸ δὲ μόριον καθ’ αὑτὸ ὑπάρχει τῷ ὅλῳ, οὐ κατὰ συμβεβηκός. Ἔσται ἅμα τὸ αὐτὸ ὂν καὶ οὐκ ὄν. Τοῦ μὲν γὰρ χρόνου, τοῦ τε τῆς πρώτης διαθέσεως καὶ τοὐ τῆς ὑστέρας, κοινόν ἐστι, τοῦ δὲ πράγματος αὐτοῦ οὐκέτι κοινόν, τοῦ λευκοῦ λέγω καὶ τοῦ οὐ λευκοῦ, ἀλλὰ τοῦ ὑστέρου ἂν εἴη. εἰ γάρ τις θέλοι τοῦ προτέρου, φησίν, εἶναι ἢ ἀμφοῖν, συμβήσεται τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ εἶναι· ἐν ὅλῳ γὰρ τῷ προτέρῳ χρόνῳ οὐ λευκὸν ἦν· οὐκοῦν καὶ ἐν τῷ πέρατι αὐτοῦ· καὶ πάλιν ἐν ὅλῳ τῷ ὑστέρῳ λευκόν· οὐκοῦν καὶ ἐν τῇ ἀρχῇ· ἓν δέ τι τῷ ὑποκειμένῳ τὸ πέρας τοῦ προτέρου καὶ ἡ ἀρχὴ τοῦ ὑστέρου· ὥστε τὸ αὐτὸ καὶ λευκὸν ἔσται καὶ οὐ λευκόν. πάλιν ἐὰν ᾖ τοῦ προτέρου μόνου, διὰ τοῦτο μὲν πάλιν οὐ λευκὸν ἔσται ἐν τῷ νῦν. ἀλλ’ ἐπειδὴ ἐν αὐτῷ πέρας ἀπείληφεν ἡ ἐπὶ τὸ λευκὸν μεταβολή, ἔσται δηλονότι λευκὸν ἐν ἐκείνῳ· τὸ αὐτὸ <ἄρα> ἔσται κατὰ τὸ αὐτὸ καὶ οὐ λευκὸν καὶ λευκόν. τουτέστι παντὶ τῷ προτέρῳ χρόνῳ δοτέον τὴν προτέραν διάθεσιν τοῦ πράγματος πλὴν τοῦ ἐσχάτου αὐτοῦ καὶ πέρατος, ὅπερ ἐστὶ τὸ (??) ἐν γὰρ οὐκέτι οὐ λευκόν, ἀλλὰ λευκόν. ὥστε τὸ (??) τῇ ὑστέρᾳ διαθέσει τῇ κατὰ τὸ λευκόν. To μεταβάλλον τὸ δ λαμβάνει, χρόνον δὲ ἐκ δύο ἀτόμων τῶν ᾱ β συγκείμενον, καὶ ἐν μὲν τῷ ἁ γίνεσθαι τὸ δ λευκόν, ἐν δὲ τῷ β γεγονέναι καὶ εἶναι. εἰ τοίνυν ἐν μὲν τῷ β γέγονε καὶ ἔστιν, ἐν δὲ τῷ ἁ γίνεται, τὸ δὲ γινόμενον οὔπω ἐστί, τοῦτο δὲ διὰ γενέσεως ἄγεται εἰς τὸ εἶναι, δεῖ εἶναι μεταξὺ τοῦ ἆ καὶ β χρόνον ἐν ὧ γενήσεται. Οὐ γὰρ ὁ αὐτὸς λόγ·ος ἔσται καὶ τοῖς μὴ ἄτομα λέγουσιν. Ἡμεῖς, φησί.. φαμὲν οὐκ ἐν ἑτέρῳ χρόνῳ τὸ γίνεσθαι ἐν ἑτέρῳ δὲ τὸ γεγονέναι τε καὶ εἶναι, ὥσπερ οἱ τὰ ἄτομα λέγοντες ἀναγκάζοντι λέγειν, ἀλλ’ ἐν τῷ πέρατι τοῦ χρόνου ἐν ᾧ ἐγίνετο, ἐν τούτῳ φαμὲν γεγονέναι τε καὶ εἶναι, τούτου δὲ τοῦ πέρατος οὐδέν ἐστιν ἐφεξῆς, ὥστε ἀφορίσαντας εἰπεῖν ὅτι μέχρι τούτου μὲν ἐγίνετο ἐν τούτῳ δὲ γέγονε καὶ ἔστιν, ὥσπερ τὰ ἄτομα ἀφορίζομεν ἀλλήλων· εἰς ταῦτα γὰρ ἔσχατα διαιρεῖται ὁ χρόνος. Οὐκ ἔστι, φησί, πλείων χρόνος ἐν ᾧ γίνεται καὶ ἔστι τοῦ ἐν ᾧ γίνεται μόνον. ἔστι μὲν γὰρ ἐν πέρατι καὶ οὐκ ἐν μέρει τοῦ χρόνου ὃ εἶναι, γίνεται δὲ ἐν ὅλῳ τῷ χρόνῳ, καὶ οὐ διώρισται τοῦ πέρατος τοῦ χρόνου ἐν ᾧ ἔστι τὸ εἶναι αὐτὸς ὁ χρόνος ἐν ᾧ τὸ γίνεσθαι, ἀλλὰ γινόμενον δι’ ὅλου τοῦ χρόνου ἐν τῷ πέρατι αὐτοῦ ἔστιν. ἐπὶ τοι τῶν λεγόντων ἐξ ἀτόμων συγκεῖσθαι τὸν χρόνον ἀνάγκη λέγειν ἐν τοῖσδε μὲν τοῖς ἀτόμοις γίνεσθαι, ἐν τοῖσδε δὲ εἶναι· ὥστε διώρισται ὁ χρόνος ἐν ᾧ γίνεται τοῦ ἐν ᾧ ἔστιν. ἐπεὶ οὖν διωρισμένοι εἰσὶν οἱ χρόνοι, καὶ ἐν μὲν τῷ ἑνὶ ὄντα οὐ γίνεται ἐν δὲ τῷ λοιπῷ γινόμενα οὔπω ἐστί, τὸ δὲ μὴ ὂν εἶτα ὂν καὶ διὰ γενέσεως εἰς τὸ εἶναι ἄγεται, δεῖ ἄρα χρόνον εἶναι μεταξὺ ἐν ᾧ γενήσεται, καὶ πάλιν τὰ αὐτὰ συμβήσεται. καὶ τοῦτο ἐπ’ ἄπειρον. Ἅμα δὲ καὶ ἐκ τούτου μεταβάλλει. Εἰ κινεῖται ἀπὸ τοῦ 7 ἐπὶ τὸ γ, ἵνα ἀποστῇ ἀπ’ αὐτοῦ καὶ κινηθῇ πάλιν ἐπὶ τὸ ᾱ, δῆλον ὅτι μεταβάλλει ἐκ τοῦ γ μήπω ὂν εἰς τὸ (??) γὰρ ἀφίκηται εἰς αὐτό, σκοπὸν εἶχε τοῦ ἀποστῆναι ἀπ’ αὐτοῦ καὶ ἀνα- κάμψαι. εἰ δὲ τοῦτο ἄτοπον, τὸ συνεχεῖς εἶναι τὰς ἐναντίας κινήσεις, ἀνάγκη ἵστασθαι ἐπὶ τὸ γ· ἡ γὰρ κίνησις οὐκ ἄσκοπός ἐστι τῇ φύσει, οὐδὲ διὰ τοῦτο ἄγει ἐπὶ τὸ εἶδος ἵνα ἅμα καὶ φθαρῇ αὐτό (ματαιοπονήσει γὰρ οὕτω), ἀλλ’ ἵνα ἐν τῷ εἴδει φυλάξῃ. τῆς κατὰ τόπον καὶ κατὰ ἀλλοίωσιν, καὶ τῶν λοιπῶν· καὶ τὴν γένεσιν γὰρ καὶ τὴν φθορὰν ὡς κινήσεις λαμβάνει. Τὸ γὰρ λευκαινόμενον ἀνάγκη ἠρεμεῖν τὴν ἐπὶ τὸ μέλαν κίνησιν, καὶ τὸ γινόμενον τὴν ἐπὶ φθοράν· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. εἴ τοίνυν κινεῖται ἀπὸ τοῦ ᾱ ἐπὶ τὸ (??) δῆλον ὅτι ἠρεμεῖ τὴν ἀπὸ τοῦ γ ἐπὶ τὸ ἁ εἰ δὲ ἐν ὅλῃ τῇ ἀπὸ τοῦ ᾱ ἐπὶ τὸ γ ἠρεμεῖ τὴν ἐναντίαν κίνησιν, δῆλον ὅτι καὶ ὅταν ἐπὶ τοῦ (??) ᾖ. ὥστε δεῖ πρότερον ἐν τῷ (??) ὴρεμῆσαι, καὶ οὖτω κινηθῆναι ἀπ᾿ αὐτοῦ ἐπὶ τὸ α. Ἀνάγκη πρότερον ἠρεμεῖν. Ἀλλ᾿ οὐκ ἀνάγκη· εἰ γὰρ καὶ ἐν ὅλῳ τῷ διαστήματι τῷ ἀπὸ τοῦ ᾱ ἐπὶ τὸ (??) ἠρεμεῖ τὴν ἀπὸ τοῦ (??) ἐπὶ τὸ ἁ κίνησιν ἐν τῷ πέρατι τῷ γ φημί, ἀμερεῖ ὄντι, οὐκέτι ἀνάγκη· ἅμα τῷ πληρῶσαι τὴν ἀπὸ τοῦ ᾱ ἐπὶ τὸ (??) κίνησιν. ἐπειδὴ ἕπεται τῇ κινήσει ταύτῃ ἡ τῆς ἐναντίας ἠρεμία πεπαυμένης τῆς κινήσεως πέπαυται καὶ ἡ ἠρεμία· ὥστε εἰ πέπαυται ἡ ἠρεμία τῆς ἐναντίας κινήσεως, κινήσεται αὐτὴν καὶ οὐ στήσεται. Καὶ γέγονεν οὐ λευκόν. Ἀμα, φησί, τῷ φθαρῆναι τὸ μὴ λευκὸν γίνεται τὸ λευκόν· ἡ γὰρ τοῦ μὴ λευκοῦ φθορὰ γένεσίς ἐστι τοῦ λευκοῦ. ὅτε οὖν τελείως τὸ <μὴ> λευκὸν φθείρεται, κατὰ τὸ αὐτὸ νῦν τὸ λευκὸν τελείως γέγονεν. εἰ τοίνυν αἱ εἰς τὰ ἐναντία κινήσεις συνεχεῖς εἰσι μὴ διαλαμβανόμεναι στάσει, ἐν τῷ αὐτῷ νῦν τό τε μὴ λευκὸν ἔφθαρται καὶ γέγονε τὸ λευκόν, καὶ πάλιν τὸ μὴ λευκὸν γέγονε· ὁδεύει γὰρ κατὰ τὸ συνεχὲς ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον. ὥστε ἅμα ἔφθαρται τὸ μὴ λευκὸν καὶ γίνεται, ὅπερ ἀδύνατον. Ἔτι οὐκ εἰ συνεχής. Οὐ γὰρ διὰ τὴν τοῦ χρόνου συνέχειαν καὶ αἱ ἐναντίαι κινήσεις συνεχεῖς ἐξ ἀνάγκης. ἄλλως τε εἰ καὶ ὁ μὲν ὅλος χρόνος συνεχής ἐστιν, ὁ μέντοι παραμετρῶν τὰς ἐναντίας κινήσεις οὐ συνεχής· διαιρεῖται γὰρ τῷ χρόνῳ τῶ μεταξὺ τῆς ἠρεμίας, ὅσπερ συνεχής ἐστι πρὸς ἀμφοτέρους, ἐκεῖνοι δὲ διαιροῦνται τούτῳ. ὥστε οὐκ εἰ συνεχὴς ὁ χρόνος, διὰ τοῦτο καὶ αἱ κινήσεις, ἀλλ’ ὅτι τῶν ἐναντίων τὸ αὐτὸ πέρας εἶναι οὐ δύναται, διὰ τοῦτο οὐ συνεχεῖς. Τὸ γὰρ ἐκ τοῦ ἁ κινούμενον. Πρόθεσις γάρ ἐστι τὸ κύκλῳ κινεῖσθαι, καὶ οὐχὶ ἁπλῶς ἐκ τοῦδε, ἀλλ’ ἀνάγκη τοῦτο κατὰ συμβεβηκὸς ὑπάρχειν, διότι πανταχοῦ ἅμα εἶναι οὐ δύναται· μιᾷ ἄρα προθέσει ἐξ αὐτοῦ καὶ εἰς αὐτὸ κινεῖται. Πολλάκις. Ἀπὸ γὰρ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῆς κινήσεως οὕσης δὶς ἀνάγκη τὸ κινούμενον ἐν τῷ αὐτῷ γίνεσθαι, ἐν δὲ τῇ κύκλῳ ἐπὶ τῆς ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαταστάσεως ἅπαξ γίνεται ἐν ἑκάστῳ τὸ κινούμενον. τῆς λεγούσης ὅτι ἐπὶ τῆς κύκλῳ κινήσεως οὐδέποτε γίνεται δὶς ἐν τῷ αὐτῷ τὸ κινούμενον. — Τοῦτο διὰ τὴν γένεσιν καὶ τὴν φθοράν. ἐν γὰρ ταῖς ἄλλαις μεταβολαῖς πολλά ἐστι μεταξύ, ἐν δὲ ταύτῃ οὐ δοκεῖ διὰ τῶν αὐτῶν ἀνακάμπτειν· γίνεται γὰρ ἐκ στοιχείων σπέρμα καὶ ἐκ τούτου σὰρξ εἶτα ἄλλο τι τὸ ἔμβρυον, εἶτα ἐφεξῆς μέχρι τοῦ τελείου ἀνδρός· ἐν δὲ τῇ φθορᾷ οὐ δοκεῖ διὰ τῶν αὐτῶν ἀνακάμπτειν. ἢ λέγομεν ὅτι εἰ καὶ μὴ διὰ πάντων ἀνακάμπτει, ἀλλὰ διά τινων προδρόμων καὶ ἀτελῶν εἰδῶν ἀνακάμπτει εἰς τὰ στοιχεῖα. οὐδὲ μεταξὺ θεῖναί τι. Μεταξὺ τοὺ χρόνου καθ’ ὃν κινεῖται, οἷον εἰ κινοῖτο ἀπὸ τοῦ ἁ ἐπὶ τὸ β, εἶτα ἐν τῷ ἀνακάμπτειν ἀπὸ τούτου προσθείην τι τῷ ἁ πέρατι, τὴν γ διάστασιν. τοῦτο δὲ εἶπεν ἵνα μὴ δόξῃ τις ἐλέγχειν τὸν λόγον, ὅτι οὐκ ἀνάγκη δὶς εἰς τὸ αὐτὸ ἐλθεῖν ἀνακάμπτον· εἰ γὰρ κινεῖται ἀπὸ τοῦ ἁ ἐπὶ τὸ β, εἶτα ἀνακάμπτοι, καὶ πρὶν ἀφικέσθαι εἰς τὸ ἁ προσθείην αὐτῷ τὴν (??) διάστασιν ἅπαξ δηλονότι τὴν (??) ἐκινήθη. ὁμοίως κἄν ἀφέλω ἀπὸ τοῦ διὰ τοῦτό φησιν ὅτι, κἄν προσθῇς κἄν ἀφέλῃς, ἀνάγκη δὶς ἐν τῷ αὐτῷ γενέσθαι· εἰ γὰρ καὶ μὴ ἐν τῷ ἁ ἢ τῷ 7 γίνεται δίς, ἀλλ’ οὖν ἐν ἄλλοις γίνεται δίς. Τὸ μᾶλλον οὐ πρὸς τὸ ἁπλῆ, ἀλλὰ πρὸς τὸ τέλειος· τό τε γὰρ τέλειον ἐπὶ τῆς κύκλῳ μᾶλλον ῥητέον ἢ τῆς κατ’ εὐθεῖαν, καὶ τὸ ἁπλοῦν. Πρότερον δὲ φύσει καὶ λόγῳ. τῷ ἀξιώματι ἢ τῇ διδασκαλίᾳ· καὶ γὰρ πρὸς τὸν ὁρισμὸν τῆς κατ’ εὐθεῖαν κινήσεως δεόμεθα τῆς κύκλῳ, λέγοντες κατ’ εὐθεῖαν κίνησιν εἶναι τὴν ἐκ τοῦ μέσου ἐπὶ τὸ πέριξ ἢ ἐκ τοῦ πέριξ ἐπὶ τὸ μέσον, τὰ δὲ πρὸς διδασκαλίαν τινῶν παραλαμβανόμενα πρότερα ἐκείνων ἐστίν. ἐπὶ ταύτης γὰρ οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέλος ἔστι λαβεῖν· τί γὰρ μᾶλλον ἀρχὴ ὁ Κριὸς ἢ μέσον τῶν παρ’ ἑκάτερα αὐτοῦ Ἰχθύων λέγω δὴ Ταύρου, ἢ τέλος ὡς ἀπὸ Ταύρου τὴν ἀρχὴν ποιουμένων; ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου οὐδὲν μᾶλλον τοῦτο ἀρχὴ μᾶλλον] ἢ ἐκεῖνο, καὶ οὐδὲν μᾶλλον τοῦτο ἀρχὴ ἢ μέσον ἢ τέλος. ἐπεὶ οὖν μὴ ἔστιν ἀρχὴ καὶ μέσον καὶ τέλος κατ’ ἐνέργειαν ἐν τῷ κύκλῳ, διὰ τοῦτο δυνατὸν συνεχῆ εἶναι μόνην καὶ μίαν τὴν αὐτὴν κίνησιν· ἀεὶ γὰρ τὰ κύκλῳ κινούμενα ἐν ἀρχῇ εἰσι καὶ μεσότητι καὶ τέλει, ὡς πρὸς ἄλλην δηλονότι σχέσιν, καὶ οὐδέποτε κατ’ ἐνέργειαν ταῦτα λαμβάνεται καὶ φύσει, καὶ οὐ θέσει. ἀεὶ γὰρ ἐν ἀνατολῇ ὁ ἥλιος, ἀεὶ ἐν μεσουρανήματι, ἀεὶ ἐν δύσει, ὡς πρὸς ἄλλην καὶ ἄλλην οἴκησιν. καὶ ἕκαστον τῶν οὐρανίων ὁμοίως. Αἴτιον δ’ ὅτι πάντα συμβέβηκε ταῦτα τῷ κέντρῳ. Συμβέβηκεν τὸ κέντρον καὶ ἀρχὴν εἶναι καὶ μέσον καὶ τέλος. ἀρχὴ μὲν γάρ, οἷον εἰ νοήσεις ῥυϊσκομένην καὶ ἐκτεινομένην ἀπὸ τοῦ κέντρου τὴν σφαῖραν· τὴν γὰρ γένεσιν οὕτως ἐξ αὐτοῦ ἔχει. τέλος δέ, εἰ νοήσεις αὐτὴν οἱονεὶ συστελλομένην καὶ συναγομένην· εἰς τοῦτο γὰρ δηλονότι τελευτήσει. μέσον δέ ὅταν ἔχῃ ὡς ἔχει καὶ μένῃ ἡ σφαῖρα. ἐπεὶ οὖν ταῦτα συμβέβηκεν τὸ κέντρον εἶναι, ἔστι δὲ τοῦτο ἀκίνητον, ἀνάγκη πᾶσα καὶ τὴν ὅλην σφαῖραν ἀκίνητον εἶναι τῆς γὰρ ἀρχῆς ἠρεμούσης καὶ τοῦ μέσου καὶ τοῦ τέλους, ἀνάγκη πᾶσα καὶ τὸ ὅλον ἠρεμεῖν), τῷ δὲ τὰ μέρη κινεῖσθαι περὶ τὸ ἴδιον κέντρον ἀκίνητον μένον, ταύτῃ κινεῖται. Ὥστε διὰ τὸ ἔξω εἶναι. ἐπειδὴ τὸ κέντρον ἔξω ἐστὶν τῆς περιφερείας, τὸ δὲ κινούμενον ἐπὶ τῆς περιφερείας κινούμενον οὐδέποτε ἥξει πρὸς τὸ κέντρον, οὐδέποτε ἄρα ἠρεμήσει. Ἔτι δὲ καὶ ὁμαλῆ ἐνδέχεται τὴν κύκλῳ κίνησιν. Τὰ γὰρ ἐπ’ εὐθείας κινούμενα ὅσῳ μὲν ἐγγίζουσι τοῦ κατὰ φύσιν τόπου, ὀξύτερον κινεῖται, ἀφ’ ἱστάμενα δὲ ἀμβλύτερον, ἀμβλύτερον δὲ καὶ ὀξύτερον κινούμενα ἀνωμάλως κινεῖται· τὰ δὲ κύκλῳ κινούμενα οὐδέποτε μᾶλλον καὶ ἧττον ὄντα ἐν τῷ κατὰ φύσιν τόπῳ * * * ἀλλ’ ἀεὶ μόνα ὁμαλῶς κινεῖται. τὰς αἰτίας τῆς κινήσεως τούτων ἀποδιδόασιν τοῖς κατὰ τόπον κινοῦ- σιν, ὁ μὲν τῷ νῷ, ὁ δὲ νείκει καὶ φιλίᾳ, ὁ δὲ τῷ κενῷ. Τῶν ἄλλων κινήσεων δηλονότι· τὰς γὰρ ἀτόμους συγκρίνεσθαι μόνον ἢ διακρίνεσθαι καὶ οὕτω ποιεῖν γένεσιν καὶ φθοράν, καὶ παρὰ τὴν τοιάνδε αὐτῶν θέσιν ἀλλοιοῦσθαι τὰ πράγματα ἐξ αὐτῶν συγκείμενα, παμὰ δὲ τὴν προσθήκην ἢ τὴν ἀφαίρεσιν αὐξάνεσθαι καὶ μειοῦσθαι. Πλάτωνά φησιν. Ὀτι τὸ ἀκίνητον αἴτιον ἓν ὂν καὶ τὸ αὐτό. — Ὅτι ἡ κατὰ τόπον, καἰ ταύτης ή κύκλῳ ’Ev χρόνῳ γὰρ πᾶσα κίνησις. Τὸ δὴ δ. Λαμβάνει τὸ β πρὸς τὸ ἆ μείζονα λόγον ἔχον ἤπερ τὸ ἑ πρὸς τὸ δ, καί φησιν ὅτι εἰ τὸ μεῖζον κινούμενον ἐν πλείονι χρόνῳ κινεῖται καὶ ἔχει τὸ β πρὸς τὸ ᾱ μείζονα λόγον ἤπερ τὸ ἑ πρὸς τὸ δ, ἐν πλείονι χρόνῳ κινηθήσεται τὸ β τοῦ (??) ἀλλὰ μὴν τὸ β ἐν ἀπείρῳ· τὸ (??) ἄρα κινηθήσεται ὑπὸ τοῦ δ. καὶ λαμβάνει τὸν ζ πεπερασμένον χρόνον * * * γίνεται ἡ τομὴ εἰς ἄνισα· εἰ γὰρ εἰς ἴσα τέμνοιτο τὸ β, οὐδὲν ἀδύνατον συνάγεται· ὡς γὰρ ἡ ὅλη τὴν ὅλην ἐν ἀπείρῳ, οὕτω καὶ τὸ τοῦ ᾱ μέρος τὸ ἴσον μέρος ἐκ τοῦ β ἐν ἀπείρῳ κινήσει. Ἀεί, φησί, τῇ δ ἴσον μόριον προστιθεὶς καταναλίσκω τὸ ᾱ ὁμοίως καὶ τὴν β ἀεὶ προστιθεὶς ἴσον τῆς (??) Τουτέστι σφοδρότερον ὑπὸ τοῦ ἀπείρου πάσχειν ἢ ὑπ’ ἄλλου. εἰ δὲ σφοδρότερον, καὶ ἐν ἐλάττονι χρόνῳ ὑπ’ αὐτοῦ· ἐξ οὗ συνάγει μὴ εἶναι χρόνον ἐν ᾧ τὸ ἄπειρον κινεῖ. Παντὶ πεπερασμένῳ προστιθεὶς δύναμαι ὑπερβάλλειν πᾶν πεπερασμένον καὶ ὡρισμένον μέγεθος, καὶ ἀφαιρῶν δύναμαι ἐλλιπέστερον ποιῆσαι παντὸς πεπερασμένου καὶ ὡρισμένου. ἐπεὶ οὖν ὥρισται ὁ ἁ χρόνος, δύναμαι ἀεὶ ἀφαιρῶν ἀπὸ τοῦ αβ ποιῆσαι αὐτὸν ἴσον τοῦ ἁ καὶ ἐνδεέστερον. Καίτοι ἐνδέχεται ἐν ἐλάττονι. Εἰ καὶ ἐν ἐλάττονι μεγέθει, οἷον ἐν μικρῷ μολίβδῳ., ἔστι δύναμις πλείων μείζονος ξύλου, ἀλλ’ ἐὰν αὐξήσω τὸ ξύλον ἐκεῖνο ἔτι μᾶλλον; ἀεὶ αὔξων οὐδέποτε ὑπερβάλλω τὸ ἄπειρον, ἀνάγκη πᾶσα καὶ τὴν ἐν αὐτῷ δύναμιν παντὸς πεπερασμένου μεγέθους ὑπερβάλλειν †τουδε ἄπειρον. Ἀντιστρέφει γὰρ ὑπεναντίως ὁ χρόνος τῆ δυνάμει· ταύτης μὲν γὰρ αὐξομένης ὁ χρόνος μειοῦται. τοῦ δὲ χρόνου αὐξομένου ἐλαττοῦται ἡ δύναμις. Ἡ γὰρ μαγνῆτις λίθος κινοῦσα τὸν σίδηρον ποιεῖ αὐτὸν κινεῖν τὸν σύνεγγύς αὐτοῦ, κἀκεῖνος τὸν ἐφεξῆς. Η γὰρ ἕν ἐστι τὸ κινοῦν ἢ ὠθοῦν ἢ καὶ ἀμφότερα ποιοῦν (δυνατὸν γὰρ ἕλκοντα πρότερον καὶ περιαγαγόντα τὸ ἑλκόμενον ἔμπροσθεν, οὕτως ὠθεῖν), ἢ πλείονα ἄλλο παρ’ ἄλλου ἐκδεχόμενον. τὴν κίνησιν, ὡς ἐπὶ τῶν ῥιπτουμένων ἄλλον ἐξ ἄλλου ἀέρα δεχόμενον τὸν λίθον κινεῖν. τοῦτο δὲ ποιεῖν τὸ ὕδωρ ἢ τὸν ἀέρα διὰ τὸ εὐδιαίρετον. τὸ δὲ ἀλλ’ ὡς ἀεὶ κινούμενον, ὅτι οὐχ ὁμοίαν ἀεὶ κινεῖται κίνησιν ὅλον, ἀλλὰ τόδε μὲν τὸ μόριον ταχυτέραν ἄλλο δὲ βραδυτέραν.

---

John Philoponus, In Aristotelis Physicorum Libros Commentaria, ed. Girolamo Vitelli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg009.local001/.
