Ancient Greek
IN LIBRUM VIII
Joannes Philoponus Phil., In Aristotelis Physicorum Libros Commentaria IN LIBRUM VIII.1
Not analysed yet
Τουτέστιν εἶναι μὲν ἀίδιον, ἀλλὰ τῇ διαδοχῇ διακοπτόμενον ἠρεμίᾳ, καὶ οὐ συνεχῶς ἔχον τὴν ἀιδιότητα. Καθὸ οἱ δύο κόσμοι δι’ ὅλου · καὶ ἀεὶ ἀλλάσσοντα καὶ διαδεχόμενα ἄλληλα οὐδαμῶς λήγει, ταύτῃ ἀκίνητοι καὶ ἀίδιοί εἰσι. κατὰ κύκλον, ἤτοι κατὰ περίοδον, ὡς ἔαρ καὶ θέρος καὶ χειμὼν καὶ μετόπωρον ἀίδια οὐ τῆ συνεχείᾳ τοῦ εἶναι, ἀλλὰ κατὰ περίοδον. Εἰ ἔστιν ἀίδιος, φησί, κίνησις συμβάλλεται ἡμῖν <οὐ μόνον> πρὸς τὴν ἀλήθειαν τῆς φυσικῆς θεωρίας, ἀλλὰ καὶ εἰς θεολογίαν, ἥτις θεωρία τῆς πρώτης τῶν ὄντων ἐστὶν ἀρχῆς, πότερον αὐτὴ ἀιδίως ἐνεργεῖ ἄνευ δυνάμεως ἢ οὐκ ἀιδίως αὐτῆς ἡ ἐνέργεια· εἰ γὰρ δειχθείη ὅτι ἀίδιος ἡ κίνησις, ἔσται δηλονότι καὶ τὸ ἀιδίως κινοῦν καὶ μὴ δυνάμει ἔχον τὴν κινητικὴν ταύτην ουναμιν. Τουτέστιν ἦν τι τὸ κωλῦον κινεῖσθαι, οὗ ἀφαιρεθέντος κινηθήσεται. Βούλεται δεῖξαι ὅτι ἀεὶ ἦν δυνάμει τὸ μὲν κινητὸν τὸ δὲ κινητικόν, ἀπό τινος δὲ χρόνου ἤρξατο πρότερον τὸ μὲν κινεῖν τὸ δὲ κινεῖσθαι. τὰ δὲ κινοῦντα καὶ κινούμενα, ἁπλῶς τὰ ποιοῦντα καὶ πάσχοντα, οὐχ ὡς ἔχοντα τὰ μὲν ποιεῖ τὰ δὲ πάσχει, ἀλλὰ ποιὰν σχέσιν πρὸς ἄλληλα ἔσχοντα. καὶ διὰ τοῦτο ὄντος τοῦ κινητικοῦ καὶ τοῦ κινητοῦ οὐκ ἄν γίνεται κίνησις, ἀλλ’ ὅταν φέρε εἰπεῖν ἀλλήλοις πλησιάσῃ, ἔστι κίνησις, ὅταν δὲ ἀποστῇ καὶ μεταβάλῃ τοὺς τόπους, τότε ἠρεμία. καὶ τῶν στερήσεων ἄρα καὶ τῶν ἕξεων τὰ αὐτά ἐστιν αἴτια ἄλλως καὶ ἄλλως ἔχοντα. ἐπεὶ οὖν ἡ τοιάδε σχέσις αὐτῶν ἠρεμίας αἰτία ἐστίν, ἡ ἀντικειμένη κινήσεως· ἵνα ἄρα καὶ ἐξ ἠρεμίας κίνησις γένηται. δεῖ μεταβολὴν γενέσθαι τῆς τοιᾶσδε σχέσεως αὐτῶν, ἵνα ἄλλην ἀναλαβόντα σχέσιν τὸ μὲν κινήσῃ τὸ δὲ κινηθῇ· ἡ δὲ μεταβολὴ κίνησις· ὥστε τῆς πρώτης κινήσεως ἔσται προτέρα κίνησις κατὰ τὴν μεταβολὴν καθ’ ἣν μεταβάλλει ἐκ τοῦ μὴ δύνασθαι κινεῖν καὶ κινεῖσθαι. Ἤγουν λόγον καὶ αἰτίαν διὰ τί μὴ ἀεὶ οὕτως ἔχει, οἷον διὰ τί μὴ ἀεὶ χειμὼν ἡ θέρος ἢ ἔαρ, ἀλλ’ ὁτὲ μὲν τοῦτο ἄλλοτε δὲ ἐκεῖνο. καὶ ἔστιν αἴτιον ἡ λοξότης τοῦ ζῳδιακοῦ καὶ ἡ κατ’ αὐτὸν τοῦ ἡλίου πορεία. τοῦτο δὴ λεκτέον καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν, ὅσα μὴ ἀπλῶς ἤτοι ἀεὶ ὡσαύτως ἔχοντα ὁρᾶται, ὅτι ἔστιν αἴτιον τῆς μὴ ἁπλότητος. Εἰ μέν, φησίν, εἶχον ἐρρωμένην τὴν διάνοιαν, ᾔδεισαν τίνα μὲν ἀπορίας ἄξια τίνα δὲ μή, νῦν δὲ ἐκ πολλῆς ἀρρωστίας μὴ διακρίνειν δυνάμενοι περὶ τῶν ὁμολογουμένων διαποροῦσιν. ἡ γὰρ κίνησις ἐν πᾶσι τοῖς φυσικοῖς· καὶ ὅτι τοῦτο, καὶ ἡ αἴσθησις πιστοῦται. τέως δὲ ὁ λόγος πρὸς Παρμενίδην καὶ Ζήνωνα. Τὸ σχεδὸν οὐ πρὸς τὸ ψεῦδός φησιν· ἀμφότεραι γὰρ ψευδεῖς αἱ ὑποθέσεις, πλὴν ἐπειδὴ μᾶλλον ἔργον φαίνεται τῆς φύσεως ἡ κίνησις ἤπερ ἡ ἠρεμία καίπερ ὥσπερ ἀρχή ἐστι κινήσεως [ἔστιν] ἡ φύσις, οὕτω ἠρεμίας· ἄγει γὰρ εἰς τὸ τέλος ἕκαστον κινοῦσα, ὅπερ ἐστὶν ἡ ἠρεμία), μᾶλλον τοῦ λέγοντος ἄτα πάντα κινεῖσθαι ὁ πάντα ἠρεμεῖν λέγων ἁμαρτάνει. Ἥγουν στάσις καὶ ἠρεμία τις· τῶν γὰρ ἐναντίων κινήσεων ἐστὶ καὶ στάσις μεταξύ, κατὰ συνέχειαν δὲ κινεῖσθαι αὐτὰς ἀδύνατον, εἰ μὴ πρότερον ὁπωσοῦν διάλειψις γένηται, ὃ δὴ στάσις ἐστίν. Εἰ τὸ νοσοῦν, φησί, μεταβάλλει, πάντως εἰς ὑγείαν μεταβάλλει· εἰς γὰρ τὸ ἐναντίον ἡ μεταβολή. μεταβάλλει δὲ οὐκ ἐν πέρατι χρόνου, ἤγουν τῷ νῦν, ἀλλ’ ἐν χρόνῳ. εἰ γὰρ τοῦτο, ἐπεὶ ἀμερὲς τὸ νῦν, ἅμα ἄν τι νόσοι τε καὶ ὑγιαίνοι· οὐδὲν γὰρ νυν ἑτέρῳ νυν σύνεχες ἐστιν. εἰ δὲ τοῦτο, οὐδὲν ἐπ’ ἄπειρον ὑγιάζεται, ἀλλ’ ἔστι καὶ πέρας καὶ ἀρχή, πέρας μὲν ἡ ὑγεία ἀρχὴ δὲ ἡ τῆς νόσου τελευτή. ὥστε ἐπεὶ εἰς τοὐναντίον ἡ μεταβολή, καὶ στάσει, ὡς ἐδείχθη, διαλαμβάνεται, οὐδεμία ἄν εἴη ἄπειρος ἀλλοίωσις. ὅτι δὲ μὴ ἔστι συνεχὴς ἡ κατὰ τὴν ἀλλοίωσιν κίνησις, καὶ ἡ ἐνάργεια, φησί, δείκνυσιν· ὁ γὰρ λίθος ἐν τῶ πολλῶ χρόνω οὔτε σκληρό- τερος γίνεται οὕτε μαλακώτερος, ἀλλ’ οὐδ’ ἀπορρεῖ τι ἑκάστης αὐτοῦ· ὥστε ἐστὶ στάσις καὶ οὐκ ἀεὶ κίνησις. Ὥσπερ μικρὸν ἄνωθεν εἶναι καὶ στάσιν ἐν τῷ μεταξὺ τῶν ἐναντίων μεταβολῶν φανερὸν ἐγένετο διὰ τῆς ἐναργείας, οὕτω καὶ νῦν αὖ τὰς ἐναν- τίας μεταβολὰς ὁρῶμεν γινομένας· ὅθεν καὶ ἡ στάσις ἐναργής. Πῶ παρὰ φύσιν κίνησις ἡ αὔξησις; ὅτι βαρείας οὔσης καὶ γεώδους τῆς τροφῆς μετὰ τὸ ἀλλοιωθῆναι ἀνάδοσις γίνεται αὐτῆς εἰς πάντα τὰ μέρη, ὃ δὴ κίνησις παρὰ φύσιν τοῦ βαρέος. Ὁ τὸ ποτὲ κινεῖσθαί τινα ποτὲ δὲ μὴ ἀναιρῶν ἀναιρεῖ φανερῶς τὴν γένεσιν, ἥτις γένεσις, εἰ μὴ σαφῶς κίνησις, ἀλλ’ οὐκ ἄνευ κινήσεως· ἡ γὰρ γένεσις κινοῦσα ἄγει πρὸς τὸ τέλος ἤγουν τὸ εἶδος, καὶ τότε ἠρεμία γίνεται. ἀλλ’ ὁ ταύτην ἀναιρῶν φανερῶς καὶ τὴν φθορὰν ἀναιρεῖ· μὴ γὰρ οὔσης γενέσεως οὐδὲ φθορὰ ἂν εἴη. Κατὰ συμβεβηκὸς κινεῖ ὁ φαλακρὸς ἢ ὁ λευκός· οὐ γὰρ ᾗ φα- λακρὸς ἢ λευκός. καὶ κινεῖσθαι ὡσαύτως κατὰ συμβεβηκός, ὡς ὅταν λέγωμεν ᾿ὁ φαλακρὸς ἢ ὁ λευκὸς περιπατεῖ καὶ οἰκοδομεῖ᾿. ἐν τούτοις δὲ συντάττει καὶ τὰ κατὰ μόρια κινοῦντα ἢ κινούμενα, ὅταν ἐκ . . . . . . . . . . . . . Θέσεις φησίν, ὡς ὅταν ἐναλλὰξ τοὺς πόδας κινῶμεν ἐν τῇ βαδίσει καὶ μεταφέρωμεν ποιοῦντες τὸν δεξιὸν ἀριστερὸν καὶ ἀνάπαλιν, πα ῥὰ δὲ τοὺς τρόπους, <ὡς> ὅταν ὀπισθοφανῶς βαδίζωμεν, ἢ ὅταν οἷς οὐ οἷον ταῖς χερσὶ βαδίζομεν τοὺς δὲ πόδας ἄνω ἔχομεν, ὅπερ οὐ πέφυκεν. Ὡς τῶν ἐξ ἑαυτῶν κινουμένων μὴ μίαν ἀλλὰ πλείους καὶ τὰς ἐναν- τίας <δυναμένων> κινεῖσθαι. ἔτι δείκνυσιν ὅτι τὰ τῶν στοιχείων τὰς κατὰ φύσιν οὐ κινεῖται ὑφ’ ἑαυτῶν, ἀλλ’ ᾗ κεχώρισται, τουτέστιν οὕτω κινεῖται ἕκαστον, ᾗ κεχώρισται τὸ κινοῦν τοῦ κινουμένου οὐ τόπῳ, ἀλλὰ φύσει· κἄν γὰρ μόνον ᾖ τόπῳ κεχωρισμένον, οὐ πάσχει τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. Ἐφ᾿ ἕτερον μεταβέβηκεν ἐπιχείρημα, καί φησιν· εἰ ἅπαν τὸ κινούμενον κινεῖται κτλ. (p. 832,11. 19). Τὸ κινεῖν δηλονότι καὶ αὐτὰ κινούμενα, ἀλλ’ οὐ διὰ τὸ κινεῖσθαι κινοῦντα, ἀλλὰ κατὰ συμβεβηκὸς κινεῖσθαι, ὡς ὅταν βαδίζῃ τις ἅμα καὶ διδάσκῃ· οὐ γὰρ διὰ τὸ βαδίζειν, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ διδάσκοντι τὸ βαδίζειν. Συμμεταβάλλει τὸ ὄργανον ἅμα καὶ κατὰ ταὐτὸν τῷ κινουμένῳ ὄν, κἄν τε φυσικὸν ᾖ, ὡς ἡ χείρ, κἄν τε ἔξωθεν, ὡς ἡ βακτηρία, ἐπειδὴ ἅμα ἐστὶ καὶ συνεχὲς καὶ κατὰ τὴν ἁφὴν τῷ κινουμένῳ, ἀνάγκη συγκινεῖσθαι αὐτῷ· ἅπτεται γὰρ ἡ χεὶρ τῆς βακτηρΐας, ἡ δὲ τῆς θύρας. τὸ δὲ μέχρι τινὸς πρόσκειται, ἐπειδὴ οὐ δι’ ὅλου συμπαρομαρτεῖ τῷ κινουμένῳ, ὡς ἡ χεὶρ μετὰ τὸ ῥῖψαι τὸν λίθον οὐκέτι κινεῖται, ὅτι μηδὲ ἅπτεται αὐτοῦ, ὁ δ’ ἀὴρ ἅπτεται, ὅτι καὶ φέρει αὐτόν. Πανταχοῦ κτλ. (p. 833,2 13). Ἐπεὶ τὰ τῆς κινήσεως εἴδη ὡρισμένα εἰσὶ καὶ οὐκ ἄπειρα, τὸ δ κινοῦν τὸ (??)ἢ οὐ κινήσεται, καὶ ἔχω τὸ ζητούμενον ὅτι τὸ πρώτως κινοῦν ἀκίνητόν ἐστιν, ἢ εἰ κινεῖται καὶ ἀεὶ ὑπὸ κινουμένου κινεῖται, τὸ κινούμενον ἀεὶ ἀνακάμπτει, καὶ τὸ τὸ κινηθήσεται τὴν κατὰ τόπον πάλιν κίνησιν ἥνπερ καὶ τὸ ἁ. ὥστε τὸ δ κινούμενον τὴν κατὰ τόπον κίνησιν κινήσει τὸ ἁ τὴν κατὰ τόπον κίνησιν διὰ μέσων τῶν β(??)· ὥστε πάλιν ἥξομεν εἰς τὴν προτέραν ὑπόθεσιν, καὶ κινήσει τὸ κινοῦν ἥνπερ κινεῖται κίνησιν· ὥστε τὸ διδάσκον καθὸ διδάσκει διδαχθήσεται. εἰ δὲ τοῦτο ἀδύνατον, lb n="5"/> ἀδύνατον ἄρα πᾶν τὸ κινοῦν κινούμενον αὐτὸ κινεῖν οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός. Ἢ ὅλον ὅλον κινεῖν κτλ. (p. 834,10. 15). Ὃ λέγει συντόμως τοῦτ’ ἐστίν. ὅτι τὸ κινούμενον ἔτι ἐστὶν ἐν τῷ δυνάμει καὶ οὔπω κτλ. (p. 834,17. 21) καὶ τέλειον καὶ ἀτελές. Τουτέστιν εἰς συνώνυμον αὑτῷ ἄγειν τὸ κινούμενον ὑπ’ αὐτοῦ, οἷον τὸ θερμαῖνον θερμὸν ὂν θερμὸν ποιεῖν τὸ θερμαινόμενον. τοῦτο δὲ λέγει ἐπεὶ μὴ πάντα τὰ ποιοῦντα ὅμοια ἑαυτοῖς ποιοῦσι· ἡ γὰρ μάστιξ μώλωπας ποιεῖ οὐκ οὖσα μώλωψ, καὶ ἡ παράτριψις θερμαίνει οὐκ οὖσα θερμότης, κινεῖ δὲ καὶ ἡ ψυχὴ καὶ οὐκ ἔστι κίνησις, ἀλλ’ οὐδὲ ἐνεργείᾳ εἰς ὅπερ κινεῖ εἶδος, τοῦτο καὶ ἔχει· οὐδὲ γὰρ ὅλως φυσικήν τινα κίνησιν κινεῖται. ὅλως δὲ ἐπὶ τῶν κατὰ τόπον κινούντων οὐκ ἔστιν ἀληθὴς ὁ λόγος. Ἐφ᾿ ἑτέραν ὑπόθεσιν μεταβέβηκε, μήποτε ἀντικινεῖται τὰ μόρια τοῦ αὐτοκινήτου ὑπ’ ἀλλήλων. Δείξας ὅτι ἀδύνατον οὕτω λέγεσθαι τὸ αὐτοκίνητον, διότι τὰ μέρη αὐτοῦ ἀντικινεῖ ἄλληλα συνέβαινε γὰρ ἕκαστον ἣν κινεῖται κίνησιν ταύτην κινεῖν, καὶ οὕτω τὴν ἀντίφασιν συναληθεύειν), νὺν δείκνυσιν ὅτι μὴ ἐνδέ- χεται τοῦ πρώτως αὐτοκινήτου μήτε πλείω μήτε <ἓν> ἕκαστον καθ’ εἶναι αὐτοκίνητον, ἀλλ’ οὐδὲ τὸ ὅλον καθὸ ὅλον κινεῖν τε ἑαυτὸ καὶ κινεῖ- σθαι. καὶ πρόεισιν αὐτῷ ἡ δεῖξις, πῶς; δῆλον ἐκ τοῦ κειμένου. πλὴν εἰ τὸ ὅλον . . . . . . κατὰ πάντα . . . . . . . . . . καὶ κινεῖται τὰ μέρη αὐτοῦ κατὰ συμβεβηκὸς. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . Ἀπορίαν τινὰ κτλ. (p. 837,4. 23). Κἄν τε μὴ εὐθύς, φησίν, εἰς τὸ ἀκίνητον σταίη, ἀλλ’ εἰς τὸ αὐτὸ. κινητὸν, ὥσπερ ἡ θύρα ὑπὸ τοῦ ἀνθρώπου κινουμένη εἰς κινούμενον ἵσταται τὸν ἄνθρωπον, ἀμφοτέρως, φησί, τὸ πρώτως κινοῦν ἀκίνητόν ἐστιν. Τοῦτο περὶ τῶν ἀλόγων λέγει ψυχῶν, μὴ ἀιδίους εἶναι τοιαύτας, πάλιν εἰς τὸ εἶναι καὶ μὴ εἶναι παράγεσθαι μὴ διὰ γενέσεως καὶ φθορᾶς καὶ ἐν χρόνῳ· ἡ γὰρ γένεσις καὶ ἡ φθορὰ τῶν μεριστῶν ἐστιν· εἰ γὰρ ὅλως γίνοιτο ἐν χρόνῳ, δῆλον ὅτι ἐν ἑκάστῳ τῶν τοῦ χρόνου μορίων γένεσις αὐτοῦ, οὕτω δὲ οὐκ ἂν εἴη ἀμερές, ἀλλὰ μερισταί.