Ancient Greek
ΣΧΟΔΙΑ ΕΙΣ ΤΟ ΤΕΤΑΠΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΓΕΝΕΣΕΩΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.
Joannes Philoponus Phil., In Libros De Generatione Animalium Commentaria ΣΧΟΔΙΑ ΕΙΣ ΤΟ ΤΕΤΑΠΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΓΕΝΕΣΕΩΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ..1
Not analysed yet
Ἐν τῷ παρόντι βιβλίῳ, τετάρτῳ ὄντι τῆς Περὶ ζῴων γενέσεως πραγματείας, πρῶτον μὲν δείκνυσι πῶς ὁτὲ μὲν ἄρρενα, ὁτὲ δὲ θήλεα γίνεται τὰ ζῷα, εἶτα διὰ τί τὰ μὲν ὅμοια τῷ πατρί, τὰ δὲ τῇ μητρί, ὁτὲ δὲ οὔτε τῷ πατρὶ οὔτε τῇ μητρί, μἀλλὰ τοῖς προγόνοις οἷον πάππῳ καὶ τἠθῃ (εστι δὲ τήθη ἡ τοῦ πάππου ὁμευνέτις), ὅτε δὲ οὐδὲ τούτων τινί, ἀλλ᾿ ἁπλῶς ἀνθρώπῳ. μετὰ δὲ ταῦτα ζητεῖ καὶ περὶ τῆς τῶν τεράτων γενέσεως καἰ περὶ τῶν ἐπικυϊσκομένων, εἶτα πέρι γάλακτος καὶ ἄλλων τινῶν. ἐπει δὲ Δημόκριτος καὶ ἐμπεδοκλῆς καὶ ἄλλοι τινὲς τῶν φυσιολόγων ἐπειράθησαν εἰπεῖν περὶ τῆς τῶν ἀρρένων καὶ θηλειῶν γενέσεως πρῶτον βασανίζει τὰς τούτων δόξας, εἶθ’ οὕτως ἐκτίθεται τὴν οἰκείαν· πρότερον δὲ ὑπομιμνήσκει ἡμᾶς τῶν εἰρημένων λίαν σαφῶς. τὸ δὲ ἔτι γὰρ ἀτελῶν ὄντων ἐν τῳ γένει κατασκευαστικόν ἐστι τοῦ τίνος ἕνεκα δεῖ πρῶτον λέγει περι της τοῦ ἄρρενος καὶ θήλεος γενέσεως. ἐπεὶ γὰρ πρὸ τοῦ τελειωθῆναι καὶ πάντα τὰ μέρη ἀπειληφέναι, ἵν γνῶμεν, εἴτε τέλειόν ἐστιν εἴτε τερας, ὁμοίως δὲ εἴτε ὅμοιον εἴτε ἀνόμοιον τοῖς γεννήσασι, πρωτὸν τὰ μορια ὁρῶνται καθ’ ἃ χαρακτηρίζεται τὸ ἄρρεν καὶ τὸ θῆλυ, εἰκός ἐστι πρότερον περὶ τῆς τοῦ ἄρρενος καὶ θήλεος εἰπεῖν γενεσεως, πως ποτε μ γίνεται ποτὲ δὲ θῆλυ ἐκ τοῦ αὐτοῦ καὶ τῆς αὐτῆς πατρὸς καὶ μητρός ἔτι οὖν, φησίν, ἀτελῶν ὄντων ἐν τῷ γένει, τουτέστιν ἐν τῷ εἴδει καὶ γὰρ καὶ ἐν τῷ τῶν |ἀνθρώπων εἴδει καὶ τῇ φύσει ἔτι ἀτελῶν ὄντων τῶν ἐμβρύων διορίζεται τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὁμοίως καὶ ἐν τῷ τῶν ἵππων γένει καὶ ἁπλῶς ἐν ἅπασιν, ἐν ὅσοις κεχώρισται τὸ ἄρρεν ἀπὸ τοῦ θήλεος καὶ μὴ συνέζευκται ἀλλήλοις ὥσπερ ἐπὶ τῶν φυτῶν. πότερον δὲ καὶ πρὶν τὴν διαφορὰν εἶναι πρὸς τὴν αἴσθησιν ἡμῶν, τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν ἐστί. τὸ λεγόμενον ἴσον ἐστὶ τῷ πότερον εὐθὺς ἐν τῷ σπέρματί εἰσι τὰ μόρια ἐξ ὧν συνίσταται καὶ χαρακτηρίζεται τὸ ἄρρεν ἢ τὸ θῆλυ, καθάπερ ἔλεγον οἱ ἀπὸ πάντων τῶν τοῦ σώματος μερῶν πάντα τὰ μέρη ἀπέρχεσθαι λέγοντες, οἷον ἀπὸ κεφαλῆς κεφαλὴν πάνυ σμικρὰν καὶ πρὸς αἴσθησιν ἀναίσθητον, καὶ ἀπὸ τῶν ἄλλων πάντων τὰ ἄλλα πάντα, ἢ ὕστερον τοῦ καταμηνίου τοιωσδὶ ἀλλοιουμένου καὶ συμπεττομένου γίνονται ταῦτα. ἀσαφῶς δὲ ἡρμήνευται ἡ λέξις καὶ ἐλλιπῶς· εἴη δ’ ἄν, οἶμαι, τὸ κατάλληλον αὐτῆς τοιοῦτον. πότερον δὲ καὶ πρὶν τὴν διαρορὰν εἶναι πρὸς τὴν αἴσθησιν ἡμῶν, τὸ μὲν θῆλυ, τὸ δ᾿ ἄρρεν ἐστί, τουτέστιν ἐν τῷ σπέρματί εἰσι τὰ μόρια, ἐξ ὧν συνίσταται τὸ θῆλυ ἢ τὸ ἄρρεν, καὶ προσυπακουστέον τὸ ῾ἢ οὔκ εἰσιν ἐν τῷ σπέρματι, ἀλλ’ ὕστερον ὅτε καὶ ὁρῶνται᾿. εἶτα πάλιν ὡς ἀπ’ ἄλλης ἀρχῆς ὡσανεὶ δὶς ἐρωτήσας τὸ αὐτὸ οὕτω τὸν λόγον ἐπακτέον καὶ πότερον ἐν τῇ μητρὶ λαβόντα τὴν διαφορὰν ὁρῶνται τοιαῦτα, ἢ πρότερον πρὸ τοῦ εἰς τὴν μήτραν ἐλθεῖν τοιαῦτα ἦν᾿. τὸ γὰρ ἢ πρότερον ἐπαχθὲν ἄλλως, οἶμαι, νοεῖν τὴν λέξιν οὐ δίδωσιν. ἂν δὲ ἀντὶ τοῦ ἢ πρότερον εἴη γεγραμμένον τὸ ἢ ὕστερον, σαφὴς ἡ λέξις, μηδὲν ἐλλιπὲς ἔχουσα. ἡ δὲ τοῦ Ἀναξαγόρου δόξα τοιαύτη τις ἦν· ὅταν μὲν γὰρ ἀπὸ τῶν δεξιῶν μερῶν τοῦ ἄρρενος ἀπέλθῃ τὸ σπέρμα, πεσεῖται δὲ καὶ εἰς τὰ δεξιὰ μέρη τῆς ὑστέρας, γίνεται ἄρρεν· εἰ δὲ ἐκ τῶν ἀριστερῶν μερῶν τοῦ ἄρρενος καὶ εἰς τὰ ἀριστερὰ τῆς ὑστέρας, θῆλυ. ᾐτιᾶτο οὗν Ἀναξαγόρας τῆς ἀρρενογονίας τὰ δεξιὰ μέρη τοῦ ἄρρενος καὶ θήλεος, τῆς δὲ θηλυγονίας τὰ ἀριστερά. Ἐμπεδοκλῆς δὲ (δεῖ γὰρ τὴν ἅπασαν αὐτοῦ δόξαν ἐκθέσθαι) ἔλεγεν ὅτι ‟διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός, ἡ δ’ ἐν γυναικός”. ἦν δὲ τὸ λεγόμενον ὑπ’ αὐτοῦ τοιοῦτον· ἐν τῇ ὁμιλίᾳ ἀπὸ μὲν τοῦ ἄρρενος ἄπεισιν ἡ ἡμίσεια καρδία πάνυ σμικρὰ καὶ ἀναίσθητος πρὸς αἴσθησιν, ἀπὸ δὲ τοῦ θήλεος ἡ ἡμίσεια, ὁμοίως ἀπὸ τῆς κεφαλῆς τοῦ ἄρρενος ἥμισυ κεφαλῆς, ἀπὸ δὲ τοῦ θήλεος τὸ ἥμισυ, καὶ ἀπλῶς ἐπὶ πάντων τῶν μερῶν ἑκάστου τούτων τὸ μὲν ἥμισυ ἀπὸ τοῦ ἄρρενος, τὸ δὲ ἥμισυ ἀπὸ τοῦ θήλεος. τούτων δὲ ἀπελθόντων καὶ ἐν τῇ ὑστέρᾳ συναθροισθέντων, εἰ μὲν τύχῃ θερμὴ οὖσα ἡ ὑστέρα, νικᾷ ἡ ἀπὸ τοῦ ἄρρενος ἀπελθοῦσα ἡμίσεια καρδία τὴν ἀπὸ τοῦ θήλεος καὶ μεταβάλλει εἰς τὴν ἑαυτῆς φύσιν. παραπλησίως δὲ τοῦτο ποιεῖ καὶ ἡ κεφαλὴ καὶ τὸ αἰδοῖον καὶ τὰ ἄλλα μόρια, καὶ γίνεται ἄρρεν. εἰ δὲ τοὐναντίον ψυχρὰ τύχῃ οὖσα ἡ ὑστέρα, κρατεῖ τὰ τοῦ θήλεος καὶ μεταβάλλει εἰς ἑαυτὰ τὰ τοῦ ἄρρενος, καὶ γίνεται θῆλυ. καὶ διὰ τοῦτό φησιν ἐπιθυμεῖν τῆς ἀλλήλων ὁμιλίας τὰ ἄρρενα καὶ τὰ θήλεα, διὰ τὸ εἶναι καὶ ἐν τῷ ἄρρενι τὰ τοῦ θήλεος καὶ ἐν τῷ θήλει τὰ τοῦ ἄρρενος· τὸ γὰρ ἥμισυ τῆς τοῦ ᾿Εμπεδοκλέους καρδίας, ὡς ἔλεγεν ᾿Εμπεδοκλῆς, θήλεος ἦν, ὁμοίως καὶ τὸ τῆς κεφαλῆς αὐτοῦ ἥμισυ καὶ ἑκάστου τῶν ἄλλων, ὁμοίως δὲ καὶ πάντα τὰ τοῦ θήλεος ἡμίση ἄρρενος ἡμίση εἶναι ἔλεγεν. τὰ μὲν οὖν εἰς θερμὴν ἐλθόντα φησὶν Ἐμπεδοκλῆς ὑστέραν μόρια ἄρρενος καὶ θήλεος κρατεῖν τὰ τοῦ ἄρρενος καὶ γίνεσθαι ἄρρενα, τὰ δ’ εἰς ψυχρὰν θήλεα. τοῦ δὲ θερμὴν ἢ ψυχρὰν εἶναι τὴν ὑστέραν ᾐτιᾶτο τὴν τῶν καταμηνίων ῥύσιν· εἰ μὲν γάρ, φησίν, εἰσὶ θερμὰ τὰ καταμήνια, ἐστὶ καὶ ἡ ὑστέρα θερμή, εἰ δὲ ψυχρά, ὁμοίως καὶ αὔτη ψυχρά. καὶ παλαιοτέραν ἢ προσφατωτέραν, τουτέστι καὶ εἰ μὲν γέγονε πρόσφατος καὶ νεωστὶ ἡ τῶν καταμηνίων ῥύσις, ἀνάγκη θερμοτέραν εἶναι τὴν ὑστέραν, εἰ δὲ μὴ νεωστί, ἀλλὰ πρὸ πέντε φέρε εἰπεῖν ἡμερῶν, ψυχροτέραν. Δημόκριτος δὲ οὐ διὰ θερμότητα καὶ ψυχρότητα ἔλεγε γίνεσθαι ἄρρενα καὶ θήλεα, ἀλλ’ ἁπλῶς κατ’ ἐπικράτειαν τῶν μερῶν. ἔλεγε δὲ οὗτος ἀπὸ πάντων τῶν μερῶν καὶ τοῦ ἄρρενος καὶ τοῦ θήλεος πάντα ἀπέρχεσθαι, ἀλλ’ οὐχ ἡμίση, ὥσπερ ᾿Εμπεδοκλῆς, ὁλόκληρα δέ. κεφαλὴν τέλειον ἀπὸ τοῦ ἄρρενος καὶ κεφαλὴν τέλειον ἀπὸ τοῦ θήλεος, ὁμοίως καρδίαν τέλειον ἀπὸ τοῦ ἄρρενος καὶ καρδίαν ἀπὸ τοῦ θήλεος, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. γίνεσθαι δὲ πρώτως τὴν μάχην ἐν τοῖς μορίοις, καθ’ ἃ διαφέρει τὸ ἄρρεν καὶ θῆλυ, ταῦτα δ’ ἐστὶν ἥ τε ὑστέρα καὶ ὁ περίνεος· πόρος δὲ οὗτος ὁ περίνεος φλεβώδης, ἐν ᾧ τε συνίσταται τὸ τοὐ ἄρρενος σπέρμα καὶ δι’ οὗ εἰς τὸ αἰδοῖον ἀποκομίζεται. γίνεσθαι οὖν φησι τὴν μάχην πρώτως ἐν τούτοις τοῖς μορίοις, καὶ εἰ μὲν κρατήσει ἡ ὑστέρα τοῦ περινέου, μεταβάλλει αὐτὸν εἰς τὴν ἑαυτῆς φύσιν, ἐξ οὗ δὴ καὶ αὔξεσθαι αὐτὴν συμβαίνει. ἐπεὶ δὲ πάμπαν σύνεγγύς ἐστι τῇ ὑστέρᾳ τὸ τοῦ θήλεος αἰδοῖον, διὰ τὴν τῆς ὑστέρας νίκην |νικᾷ καὶ τὸ αἰδοῖον τοῦ θήλεος τὸ τοῦ ἄρρενος αἰδοῖον καὶ μεταβάλλει εἰς ἑαυτό. πλησίον δὲ τοῦ αἰδοίου ὄντων τῶν μηρῶν καὶ τῆς ἥβης, νικῶσι καὶ οἱ μηροὶ τοὺς μηροὺς καὶ ἡ ἥβη τὴν ἥβην, καὶ ἡ κοιλία τὴν κοιλίαν, καὶ τὰ ἄλλα ὁμοίως, καὶ γίνεται θῆλυ. εἰ δὲ νικήσῃ ὁ περίνεος καὶ δι’ αὐτὸν τὸ αἰδοῖον, καὶ διὰ τὸ αἰδοῖον μηροὶ καὶ ἥβη, καὶ διὰ τὴν ἥβην κοιλία καὶ στέρνα καὶ τὰ λοιπὰ ὁμοίως, γίνεται ἄρρεν. ᾿Αλλ᾿ ὁποτέρου ἄν κρατήσῃ τὸ σπέρμα τὸ ἀπὸ τοῦ μορίου ἐλθόν. Σπέρμα λέγει τὰ μόρια, καὶ εἴπομεν ἐν τῷ πρώτῳ βιβλίῳ, ὅπως αὐτὰ σπέρματα λέγει. ἔστι δὲ τὸ λεγόμενον ῾Δημόκριτος δὲ οὐκ αἰτιᾶται τὴν θερμότητα καὶ ψυχρότητα, ἀλλὰ τὴν ἐπικράτειαν τοῦ μορίου, ἐν ᾧ διαφέρουσιν ἀλλήλων τὸ ἄρρεν καὶ τὸ θῆλυ΄. Εἰ γὰρ πεπλασμένων τῶν ζῴων, τοῦ μὲν τὰ μόρια ἔχοντος τὰ τοῦ θήλεος πάντα, τοῦ δὲ τὰ τοῦ ἄρρενος. Ἀσαφῶς ἡ λέξις ἀπήγγελται, ἐστὶ δὲ ἔλεγχος τῆς Ἐμπεδοκλέους δόξης. τὸ δὲ λεγόμενον, οἶμαι, τοιοῦτόν ἐστιν· ὅτε τὰ τοῦ ἄρρενος καὶ θήλεος μόρια εἰς τὴν ὑστέραν εἰσέλθωσιν, ἄν τύχῃ ψυχρὰ οὖσα καὶ ἐπικρατήσῃ τὸ τῆς ὑστέρας ἥμισυ τοῦ ἡμίσεος τοῦ περινέου καὶ μεταβάλλῃ εἰς ἑαυτὴν καὶ ἀναπληρωθῇ, ὡς μηκέτι εἶναι ἡμίσεια ἀλλὰ τέλειος, εἶτα συμβῇ ἅμα τῷ τὴν ὑστέραν τελειωθῆναι τοῦ ἐμβρύου μεταβαλεῖν τὴν τῆς μητρὸς ὑστέραν φυσικῶς ἢ καὶ ἄλλως πως ἀπὸ ψυχρᾶς κράσεως εἰς θερμότητα, ἀνάγκη τότε ὡς εἰς κάμινον ἐμβληθέντα τὴν ἀπὸ ψυχρᾶς κράσεως εἰς θερμὴν μεταβεβληκυῖαν ὑστέραν τὰ μόρια, ἀνάγκη οὖν διὰ τὴν θερμότητα κρατήσειν τὰ λοιπὰ μόρια τοῦ ἄρρενος πλὴν τοῦ περινέου (ἐκεῖνος γὰρ ἤδη ὅτε ψυχρὰ ἦν ἡ τῆς μητρὸς ὑστέρα), καὶ ἔσται τὸ γεγονὸς ὡς μὲν ὑστέραν ἔχον θῆλυ, ὡς δὲ ὄρχεις καὶ αἰδοῖον τοιονδὶ καὶ τὰ λοιπὰ ἄρρεν, ὅπερ ἀδύνατον. ἐκρατήθη μὲν γὰρ ὁ περίνεος ὑπὸ τῆς τοῦ ἐμβρύου ὑστέρας, ὅτε ἦν ἡ τῆς μητρὸς ὑστέρα ψυχρά (τότε γάρ, ὡς εἴρηται, τούτων μορίων ἡ μάχη γίνεται), ἐν δὲ τῷ αὐτῷ νῦν, ἐν ᾧ τετελείωται ἡ τοῦ ἐμβρύου ὑστέρα, μετέβαλλεν ἀθρόον κατὰ τὴν ὑπόθεσιν ἡ τῆς μητρὸς ὑστέρα ἀπὸ ψυχρᾶς κράσεως εἰς θερμήν· κρατηθήσεται οὗν τὰ τοὐ θήλεος μόρια διὰ τὴν θερμότητα (οὔπω γὰρ αὐτὰ ἐκράτησε τὰ τοῦ ἄρρενος), καὶ ἔστιν ἄρρεν ἔχον ὑστέραν. ὁμοίως δὲ κἂν θερμῆς οὔσης ἐπικρατήσῃ ὁ περίνεος, εἶτα εὐθὺς μεταβάλλῃ εἰς ψυχρὰν κρᾶσιν ἡ τῆς μητρὸς ὑστέρα, ἐπικράτεια ἔσται τῶν τοῦ θήλεος μερῶν, ἧττα δὲ τῶν τοῦ ἄρρενος, καὶ ἔσται θῆλυ ἔχον περίνεον, τουτέστιν ἔσται ὡς μὲν ἔχον περίνεον ἄρρεν, ὡς δὲ τοιονδὶ αἰδοῖον θῆλυ. ᾿Αλλὰ μὴν κἂν εἰ τῶν μορίων τῆς διαφοράς αἴτιον ἡ θερμότης. Εὰν ἡ θερμότης, φησί, ποιεῖ τὰ μόρια καθ’ ἅ τὸ ἄρρεν χαρακτηρίαζεται, ἡ δὲ ψυχρότης καθ’ ἃ τὸ θῆλυ, ἔδει τὴν ψυχρότητα καὶ τὴν θερμότητα τῆς τῶν τοιούτων μορίων διαφορᾶς αἰτιώμενον εἰπεῖν, πῶς καὶ τίνα τρόπον ἡ μὲν θερμότης ποιεῖ |ταδί. ἡ δὲ ψυχρότης ταδὶ τὰ μόρια. τοῦτο γάρ ἐστιν ὡς εἰπεῖν τὸ λέγειν περὶ γενέσεως ἄρρενος καὶ θήλεος, τουτέστι τὸ λέγειν, πῶς καὶ τίνα τρόπον τὰ μὲν ποιεῖ τὸ θερμόν, τὰ δὲ τὸ ψυχρόν, τοῦτό ἐστι τὸ λέγειν περὶ γενέσεως ἄρρενος καὶ θήλεος, ἀλλ’ οὐ τὸ ἁπλῶς οὕτως ἀποφαίνεσθαι ὅτι τὸ μὲν θερμὸν ποιεῖ τὸ ἄρρεν, τὸ ψυχρὸν δὲ τὸ θῆλυ. τὸ δὲ τοῦτο γὰρ διαφέρει φανερῶς ἴσον ἐστὶ τῷ ἡ γένεσις (τὸ γὰρ τοῦτο ἀντὶ τοῦ ἡ γένεσις εἴληπται) ἡ γένεσις οὗν, τοῦ ἄρρενος καὶ τοῦ θήλεος φανερῶς διαφέρει, ὥστε ἡ μὲν κατ’ ἄλλον γίνεται τρόπον, ἡ δὲ καθ’ ἕτερον· ἔδει οὗν τὸν Ἐμπεδοκλέα εἰπεῖν τοὺς τοιούτους τρόπους. ἵνα δὲ μή τις εἴπῃ ὅτι ὡς σαφεῖς ὄντας τοὺς τρόπους, καθ’ οὓς τὸ μὲν γίνεται ἄρρεν τὸ δὲ θῆλυ, παρείασεν, ἐπήγαγε τὸ οὐ μικρόν τε ἔργον τὸ ἀπ’ ἐκείνης τῆς ἀρχῆς περὶ τῆς γενέσεως, λέγων ἐκείνην ἀρχὴν τὸ θερμὸν καὶ ψυχρόν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον ῾καίτοι οὐ χρὴ λέγειν ὅτι ὡς σαφεῖς παρῆκεν Ἐμπεδοκλῆς τοὺς τρόπους καὶ τὰς αἰτίας, καθ’ ἃς γίνεται τὸ ἄρρεν καὶ τὸ θῆλυ· οὐ γάρ ἐστι μικρὸν ἔργον οὐδὲ πρόχειρον τὸ εἰπεῖν, ὅπως ἀπὸ τῆς θερμότητος καὶ ψυχρότητος γίνονται, ἀλλὰ καὶ λίαν δυσχερὲς καὶ δύσκολον᾿. ταῦτα εἰπὼν περὶ ᾿Εμπεσοκλέα ἐπάγει τὸ ἰσχυρότατον τῶν ἐπιχειρημάτων τὴν πίστιν ἔχον ἐκ τῶν φαινομένων, λέγων ἔτι δὲ γίνεται δίδυμα ἅμα, καὶ τὸ μέν ἐστιν ἄρρεν, τὸ δὲ θῆλυ· ὥστε εἰ μὲν ἦν ψυχρὰ ἡ ὑστέρα, ἔδει ἀμφότερα θήλεα εἶναι, εἰ δὲ θερμή, ἀμφότερα ἄρρενα· νῦν δὲ τὸ μέν ἐστιν ἄρρεν, τὸ δὲ θῆλυ. εἰ δέ τις λέγει ὅτι τὸ μὲν ἄρρεν ἐν τοῖς δεξιοῖς ἐστι, τὸ δὲ θῆλυ ἐν τοῖς ἀριστεροῖς, οὐδ’ οὕτως ὑγιῶς λέγει· ὦπται γὰρ καὶ θῆλυ ἐν τῷ δεξιῷ μέρει τῆς ὑστέρας πάνυ πολλάκις καὶ ἄρρεν ὁμοίως ἐν τῷ ἀριστερῷ. περὶ ὧν εἰ μὲν μὴ συνεωράκει μηδ’ ὅλως ἀνέτεμεν ᾿Εμπεδοκλῆς, εἰκότως ἡμάρτανεν· ἐκ γὰρ τῶν ἀνατομῶν ταῦτα ὁρᾶταί τε καὶ εὑρίσκεται· εἰ δ’ ἀνέτεμε καὶ εὗρεν ἐν τῇ αὐτῇ καὶ μιᾷ ὑστέρᾳ δίδυμα, ὧν τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ ἦν, ἄτοπον τὸ ἔτι νομίζειν τὴν θερμότητα καὶ ψυχρότητα αἰτίας τῆς τούτων γενέσεως. <Λέγοντί τε τὰ μόρια διεσπάσθαι τοῦ γινομένου>. Τὸ λεγόμενον οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ᾿επειδὴ γὰρ ᾿Εμπεδοκλῆς διασπᾷ τὰ μέρη τοῦ γινομένου, ὥσπερ εἴπομεν πρὸ βραχέος, λέγων ἀπὸ μὲν τοῦ ἄρρενος ἀπιέναι τὸ ἥμισυ τῆς καρδίας, ἀπὸ δὲ τοῦ θήλεος τὸ ἥμισυ (διὸ καὶ ἐπιθυμοῦσι τῆς ἀλλήλων ὁμιλίας), ἐπειδὴ οὖν, φησί, τὰ μόρια, κάλλιον ἦν ᾿Εμπεδοκλεῖ λέγειν ὅτι σύνοδος γίνεται ὁλοκλήρων τῶν μορίων, ὥσπερ Δημόκριτος ἔλεγε, καὶ εἰ μὲν κρατήσει τὰ τοῦ ἄρρενος, γίνεται |ἄρρεν, εἰ δὲ τὰ τοῦ θήλεος, θῆλυ, καὶ μὴ λέγειν ὅτι διὰ ψδξιν καὶ θερμότητα᾿. τὸ δὲ ἀναγκαῖον καὶ τῶν τοιούτων διῃρῆσθαι τὸ μέγεθος, τὸ διῃρῆσθαι ἀντὶ τοῦ διῃρημένον καὶ καθ’ αὑτὸ εἶναι τὸ μέγεθος τῆς τοῦ ἄρρενος κεφαλῆς, ἤτοι ὁλόκληρον εἶναι τὴν κεφαλήν, ἀλλὰ μὴ τὸ ἥμισυ αὐτῆς εἶναι ἀπὸ τῆς τοῦ ἄρρενος κεφαλῆς καὶ τοὐ πατρός, τὸ δ’ ἥμισυ ἀπὸ τῆς κεφαλῆς τῆς μητρός. Ὅλως δὲ τό γε τὴν τοῦ μέρους ὑπεροχὴν κρατήσασαν ποιεῖν θῆλυ βέλτιον μέν. Διὰ τούτων προτίθησι τὴν τοὐ Δημοκρίτου δόξαν τῆς τοῦ ᾿Εμπεδοκλέους δόξης λέγων ῾ὅλως δὲ τὸ λέγειν ὅτι κρατήσασα καὶ νικήσασα φέρε εἰπεῖν ἡ ὑστέρα τὸν περίνεον καὶ εἰς ἑαυτὴν μεταβαλοῦσα θῆλυ ποιεῖ γίνεσθαι, ἢ ἔμπαλιν τὸν περίνεον κρατήσαντα ἄρρεν, βέλτιόν ἐστι τοῦ ἀφροντίστως καὶ ἀνεξετάστως, ὥσπερ ὁ Ἐμπεδοκλῆς, λέγειν ὅτι θερμῆς οὔσης τῆς ὑστέρας ἄρρεν γίνεται, ψυχρᾶς δὲ θῆλυ᾿. οὕτως οὖν προθεὶς καὶ κρείττονα εἶναι φήσας τὴν Δημοκρίτειον δόξαν τῆς Ἐμπεδοκλέους δόξης ἐνίσταται καὶ πρὸς Δημόκριτον λέγων τὸ μέντοι συμβαίνειν ἅμα καὶ τὴν τοῦ αἰδοίου μορφὴν ἑτέραν δεῖται λόγου. εἴπομεν δὲ πρὸ βραχέος τὴν Δημοκρίτειον δόξαν ἐκθέμενοι λέγειν τὸν Δημόκριτον ὅτι ἐπικρατησάσης τῆς ὑστέρας, διὰ τὸ λίαν σύνεγγυς αὐτῇ εἶναι τὸ αἰδοῖον ἐπικρατεῖ καὶ τοῦτο καὶ νικᾶ τὸ τοῦ ἄρρενος αἰδοῖον καὶ εἰς ἑαυτὸ μεταβάλλει, καὶ τὰ λοιπὰ μέρη ὁμοίως. πρὸς τοῦτο οὖν ἀπαντᾷ ὁ Ἀριστοτέλης λέγων ῾ἐπειδὴ τὰ τοῦ θήλεος ἅπαντα μέρη κεκράτηκε τῶν τοῦ ἄρρενος ἀπάντων μορίων καὶ εἰς ἑαυτὰ μεταβέβληκεν, ἔδει τὸ γεννηθὲν μὴ μόνον εἶναι θῆλυ, ἀλλὰ καὶ ἐοικὸς τῇ μητρί· νῦν δὲ πάνυ πολλὰ γίνεται θήλεα ἐοικότα τοῖς πατράσιν· ὁμοίως κἄν ἐπεκράτησε τὰ τοῦ ἄρρενος, ἄρρεν καὶ ἐοικὸς τῷ πατρί· πολλὰ δὲ ἄρρενα ἐοίκασι ταῖς μητράσιν᾿. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη· κατὰ δὲ τὴν λέξιν τὴν εἰ γὰρ ὅτι σύνεγγυς, καὶ τῶν λοιπῶν ἔδει μορίων ἀκολουθεῖν ἕκαστον ἴσον ἐστὶ τῷ ῾εἰ γὰρ διότι σύνεγγυς τῇ ὑστέρᾳ ἐστὶ τὸ αἰδοῖον καὶ τῷ αἰδοίῳ μηροὶ καὶ ἥβη, καὶ τούτοις ἕτερα κἀκείνοις ἄλλα, διὰ τὴν τοὐ ἑνὸς ἐπικράτειαν συνακολουθεῖ καὶ τἄλλα καὶ συνεπικρατεῖ τῷ πρώτως ἐπικρατήσαντι, εἰ δὴ διὰ τοῦτο οὕτως γίνονται, ἔδει θῆλύ τε εἶναι τὸ γεγονὸς καὶ μητρὶ ἐοικός᾿. Ἔτι ἄτοπον καὶ τὸ ταῦτα οἴεσθαι δεῖν γίνεσθαι τὰ μόρια. Καὶ τοῦτο πρὸς Δημόκριτον ἀπέρριπται. ἔστι δὲ ὃ λέγει ‘ἄτοπον τὸ νομίζειν πρῶτον ταῦτα γίνεσθαι τὰ μόρια (λείπει γὰρ τὸ πρῶτον) οὖν τὸ μόνον νομίζειν ὅτι πρῶτον ἡ ὑστέρα ἢ ὁ περίνεος γίνεται καὶ μὴ ἅμ ὅλον τὸ σῶμα, καὶ μάλιστα καὶ πρῶτον αἱ φλέβες, περὶ ἃς περίκεινται αἱ σάρκες, ὥσπερ τὰ χρώματα περὶ τὴν σκιαγραφίαν᾿. ὑποδο|χὴ γὰρ αἵματος καὶ αἱ φλέβες καὶ ἡ ὑστέρα, ἀλλὰ προτέρα ἡ τῶν φλεβῶν· ἐξ αὐτῶν γὰρ ἡ ὑστέρα τὸ αἷμα δέχεται. ὥστε ἀνάγκη πρότερον τὴν καρδίαν, εἶτα τὰς φλέβας, καὶ οὕτω τὰ λοιπὰ γενέσθαι. κινοῦσαν γὰρ ἀρχὴν ἢ τὴν καρδίαν ἢ τὴν ἐν αὐτῇ ψυχὴν εἴρηκεν, ὁμοίως δὲ καὶ γενέσεως ἀρχήν· ἀρχὴ γὰρ γενέσεως ἡ καρδία νῦν ἐν τῷ ποιά τις εἶναι. ὡς γὰρ προιὼν ἐρεῖ, τῆς καρδίας θερμῆς οὔσης γίνονται ἄρρενα δι’ οὓς ἐρεῖ τρόπους· ἤδη γὰρ ἄρρεν ἢ θῆλυ ἐν τῇ καρδίᾳ ἐστί. συμβαίνει μὲν οὖν, φησίν, ἡ διαφορὰ τῶν μερῶν τούτων πρὸς ἄλληλα τοῖς θήλεσι καὶ τοῖς ἄρρεσι, τουτέστι κατὰ τὰ μόρια ταῦτα, τὰς ὑστέρας καὶ τὰ αἰδοῖ, εἰσὶ τὰ μὲν ἄρρενα τὰ δὲ θήλεα, ἀλλ’ οὐκ ἀρχὴν καὶ αἰτίαν τῶν μορίων τούτων ὑποληπτέον οὔτε τὴν θερμοτέραν ἀπλῶς ὑστέραν καὶ ψυχροτέραν, ὡς ᾿Εμπεδοκλῆς φησιν, οὔτε τὴν ἐπικράτειαν τῶν μερῶν, ὡς Δημόκριτος, ἀλλ’ ἑτέραν τινά, εἴτε ἀποκρίνεται σπέρμα καὶ ἀπὸ τοῦ θήλεος καὶ ἀπὸ τοῦ ἄρρενος εἴτε μή. περὶ γὰρ τούτων δέδεικται ἱκανῶς ὅτι οὔτε τὸ ἄρρεν συμβάλλεταί τι σωματῶδες οὔτε τὸ θῆλυ σπέρμα. ῾Ο δ’ αὐτὸς λόγος καὶ πρὸς τοὺς λέγοντας τὸ μὲν ἄρρεν ἀπὸ τῶν δεξιῶν εἶναι, τὸ δὲ θῆλυ ἀπὸ τῶν ἀριστερῶν. Αὕτη ἡ δόξα τοῦ Ἀναξαγόρου· οὗτος γὰρ ἦν ὁ λέγων ὅτι εἰ μὲν ἀπὸ τῶν δεξιῶν μερῶν ἀπέλθοι τοῦ ἄρρενος καὶ πρὸς τὰ δεξιὰ ἔλθοι τῆς ὑστέρας, ἄρρεν γίνεται, εἰ δ’ ἀπὸ τῶν ἀριστερῶν καὶ πρὸς τὸ ἀριστερόν, θῆλυ. δεῖ δὲ ἡμᾶς εἰδέναι ὅτι καὶ οὗτος ἐν τῷ σπέρματι ἐνεργείᾳ ἔλεγεν εἶναι τὰ μόρια, ἀναίσθητα δὲ διὰ σμικρότητα. ἀπαντᾷ οὖν καὶ πρὸς αὐτὸν λέγων ἐπεὶ δέδεικται ὅλως μηδεμίαν ὕλην συμβάλλεσθαι τὸ ἄρρεν, τὰ δὲ μόρια ὕλη τοῦ ὅλου εἰσί, ψεῦδος τὸ λέγειν ὅτι τὰ μὲν ἀπὸ τῶν δεξιῶν ἄρρενός ἐστι γεννητικά, τὰ δ’ ἀπὸ τῶν ἀριστερῶν θήλεος. εἰ δὲ δεῖ, φησί, συγχωρεῖν ὅτι καὶ τὸ ἄρρεν συμβάλλεταί τινα ὕλην, ἀπαντητέον καὶ πρὸς αὐτὸν ὥσπερ καὶ πρὸς ᾿Εμπεδοκλέα᾿. [εἰπὼν δὲ τὸν Ἐμπεδοκλέα θερμότητι καὶ ψυχρότητι τῆς ὑστέρας διορίζειν τὸ ἄρρεν καὶ τὸ θῆλυ, τὸν δὲ Ἀναξαγόραν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς, ἐπάγει πρὸς τὸν Ἀναξαγόραν ὧν διὰ τί αἴτιον, τουτέστιν ὧντινων, τοῦ τε ἄρρενος καὶ θήλεος, ὡς εἶναι τὸ πᾶν τοιοῦτον ῾ἐξ ὧν, τοῦ τε ἄρρενος καὶ θήλεος, διὰ τί αἴτιον τὸ σῶμα τὸ τῆς ὑστέρας ἤτοι ἡ ὑστέρα τοῖς ἐκ τῶν ἀριστερῶν ἀπελθοῦσιν ὑπάρξει, τοῖς δ’ ἐκ τῶν δεξιῶν οὐχ ὑπάρξει’; εἴη |δ’ ἄν τὸ ὧν διὰ τί ἐπὶ τῶν μορίων, ἀλλὰ μὴ ἐπὶ τοῦ ἄρρενος καὶ θήλεος εἰρημένον.] ἐν δὲ τῇ λέξει τῇ ὧν διὰ τίνα αἰτίαν ὑπάρξει τοῖς ἐκ τῶν ἀριστερῶν, τοῖς δ’ ἐκ τῶν δεξιῶν οὐχ ὑπάρξει τὸ σῶμα τῆς ὑστέρας ἴσον ἐστὶ τῷ ᾿διὰ τίνα ποτὲ λόγον καὶ αἰτίαν ἡ ὑστέρα αἰτία ἔσται τοῦ τοῖς μὲν ἀπὸ τῶν ἀριστερῶν τοῦ ἄρρενος ἀπελθοῦσι καὶ εἰς αὐτὴν ἐλθοῦσι θήλεα ἀποτελεῖν, ἄρρενα δὲ μή᾿; ἦν γὰρ ἡ λέγουσα τοῦτο δόξα τοιαύτη· εἰ μὲν γὰρ ἀπὸ τῶν ἀριστερῶν μερῶν τοῦ ἄρρενος ἀπέλθοι τὸ ὁρώμενον σπέρμα καὶ ἐν ἑαυτῷ ἔχον ἐνερ- γείᾳ τὰ μόρια, ἀναίσθητα δὲ διὰ σμικρότητα, καὶ εἰς τὸ ἀριστερὸν μέρος τῆς ὑστέρας εἰσέλθοι, θῆλυ γίνεται. ὥστε λείποι ἄν ἐν τῇ λέξει τὸ ἀριστερόν· τὸ δὲ σῶμα ταὐτόν ἐστι τῷ τὸ μέρος. καὶ εἴη ἄν τὸ πᾶν τοιοῦτον ὧν διὰ τί αἴτιον ὑπάρξει τοῖς ἐκ τῶν ἀριστερῶν, τοῖς δ’ ἐκ τῶν δεξιῶν οὐχ ὑπάρξει τὸ ἀριστερὸν μέρος τῆς ὑστέρας;’ ἀλλὰ καὶ τὸ ἂν γὰρ ἔλθῃ μέν, μὴ ἔχῃ δὲ τοῦτο τὸ μόριον, ἔσται θῆλυ οὐκ ἔχον ὑστέραν ἴσον ἐστὶ τῷ ῾ἂν γὰρ ἔλθῃ μὲν ἀπὸ τῶν δεξιῶν τοῦ ἄρρενος τὸ σπέρμα, πεσεῖται δὲ εἰς τὸ ἀριστερὸν τῆς ὑστέρας, ὡς μὲν ἀπὸ τῶν δεξιῶν τοῦ ἄρρενος ὂν ἕξει περίνεον καὶ οὐχ ὑστέραν, ὡς δὲ εἰς τὸ ἀριστερὸν πεπτωκὸς μέρος τῆς ὑστέρας ἔσται θῆλυ· ἔσται ἄρα θῆλυ μὴ ἔχον ὑστέραν, ὅπερ ἀδύνατον. εἰ δ’ ἀπέλθοι μὲν ἀπὸ τῶν ἀριστερῶν τοῦ ἄρρενος, ἔλθοι δὲ πρὸς τὰ δεξιὰ τῆς ὑστέρας, ἔσται ἄρρεν ἔχον ὑστέραν, ἄρρεν μὲν ὡς πεπτωκὸς ἐν τῷ δεξιῷ τῆς ὑστέρας, ὑστέραν δὲ ἔχον, ὅτι ἀπὸ τῶν ἀριστερῶν τοῦ ἄρρενος ἀπῆλθεν᾿. ἐν δὲ τῇ λέξει τῇ καὶ τοῦτο οὐχ ὅτι ἅπαξ, ἀλλὰ καὶ πλεονάκις ἢ τὸ ἄρρεν τὸ ἡ ἀντὶ τοῦ παρὸ εἴληπται, οὐ διαζευκτικῶς. Παραπλησίως δέ τινες πεπεισμένοι τούτοις εἰσὶ καὶ λέγουσιν ὡς τὸν δεξιὸν ὄρχιν ἀποδουμένοις. Τὸ ἀποδουμένοις ἀντὶ τοῦ δεσμήσασιν, ἐκ τοῦ om δήσω, τὸ δεσμῶ. ἔστι δὲ τὸ λεγόμενον ῾παραπλησίως τοῖς ἀπὸ τῶν δεξιῶν τὰ ἄρρενα γεννῶσι λέγουσι καὶ οὗτοι· φασὶ γὰρ ὡς εἴ τις τὸν δεξιὸν ὄρχιν δεσμήσας προβάτου ἢ ἀνθρώπου ἢ ἄλλου τινὸς ἐν τῇ ὁμιλίᾳ, τὸν δὲ ἀριστερὸν ἐάσει ἀπολελυμένον, τὸ γεγονὸς ἔσται θῆλυ· εἰ δ’ ἀνάπαλιν τὸν ἀριστερὸν δεσμήσει, ἐάσει δὲ τὸν δεξιόν, ἄρρεν ἔσται τὸ γεννηθέν. ἀλλὰ κἄν ἐκτέμῃς τὸν δεξιὸν ὄρχιν, θηλυτοκεῖ, εἰ δὲ τὸν ἀριστερόν, ἀρρενοτοκεῖ᾿. ταῦτα δὲ λέγουσιν οὐ πείρᾳ μαθόντες οὐδ’ ἀληθῶς, ἀλλὰ μαντευόμενοι. λέγουσι γὰρ ὅτι ἐπεὶ τὰ δεξιὰ θερμότερα, ἀνάγκη καὶ τὸ ἀπ’ αὐτῶν ἀπιὸν θερμότερον εἶναι· τὸ δὲ θερμὸν μᾶλλον δύναται συνιστάνειν, τὸ μᾶλλον δυνάμενον συνιστάνειν ἄρρεν ποιεῖ· ἀνάγκη ἄρα καὶ τὸ ἀπὸ τοῦ δεξιοῦ ὄρχεως ἄρρεν εἶναι, θῆλυ δὲ τὸ ἀπὸ τοῦ ἀριστεροῦ. ἐγκαλεῖ οὖν αὐτοῖς καί φησιν ὅτι πρὸ τοῦ δῆσαι θάτερον τῶν ὄρχεων καὶ ἰδεῖν εἰ οὕτως συμβαίνει (τούτου γάρ ἐστι τὸ καὶ προλαμβάνοντες ὡς οὕτως ἔχον πρὶν γινόμενον οὕτως ἰδεῖν), πρὶν οὖν δήσωσι καὶ πεῖραν λάβωσιν εἰ οὕτως γίνεται, ἔκ τινων |εἰκότων ταῦτα μαντεύονται. ἔτι δέ, φησίν, οἱ τοὺς ὄρχεις αἰτιώμενοι τῆς τε ἀρρενογονίας καὶ θηλυγονίας ἠγνόησαν ὡς οὐδὲν οὗτοι πρὸς γένεσιν συμβάλλονται, ὡς δέδεικται ἐν τῷ πρώτῳ βιβλίῳ ταύτης τῆς πραγματείας. σημεῖον δὲ τοῦ μὴ πρὸς γένεσιν τοὺς ὄρχεις συμβάλλεσθαι τὸ πολλὰ μὲν εἶναι ἄρρενα καὶ θήλεα καὶ γεννᾶν καὶ ἄρρενα καὶ θήλεα, ὄρχεις δὲ μὴ ἔχοντα, ὥσπερ οἱ ἰχθύες, ὥστε εἴπερ οἱ ὄρχεις ἦσαν αἴτιοι ἀρρενογονίας καὶ θηλυγονίας, τὰ μὴ ἔχοντα ὄρχεις οὐτ’ ἄν ἄρρενα οὔτε θήλεα ἐγέννων· γεννῶσι δέ. λέγει δὲ τὰ αὐτὰ τῶν ζῴων εἶναι ἄρρενα καὶ θήλεα, τάς τε χάννας καὶ τοὺς ἐρυθρίνους μελίττας τε καὶ βασιλεῖς, καὶ ἄλλα πλείω τούτων. οὕτω δὴ ἀντειπὼν πρὸς αὐτοὺς λέγει ὅτι τὸ μὲν τῆς τῶν ἀρρένων καὶ θηλέων γενέσεως αἰτιᾶσθαι τὸ θερμὸν καὶ ψυχρὸν καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν ἔχει μέν τινα λόγον, ἀλλὰ τὸ λέγειν οὕτως οὐκ ἔστι λέγειν τὸ προσεχὲς καὶ κυριώτατον αἴτιον· ἐπεὶ καὶ τὸ λέγειν ὅτι ὅδε ὁ ἄρτος ἐκ τῶν τεσσάρων ἐστὶ στοιχείων ἀληθὲς μέν, ἀλλὰ τὸ μάλιστα καὶ κυριώτατον αἴτιον αὐτοῦ ἐστι τά τε ἄλευρα ὅ τε ἃλς τό τε ὕδωρ καὶ τὰ λοιπά. τὸ δὲ δεῖ μάλιστα προσάγειν ἐκ τῶν ἐνδεχομένων ἐγγὺς τῶν πρώτων αἰτίων ἴσον ἐστὶ τῷ πολλῶν ἐνδεχομένων εἶναι τοῦ αὐτοῦ αἰτίων καὶ τῶν μὲν ἐγγύτερον τῶν δὲ πορρώτερον, ἐκ τῶν ἐγγύτερον δεῖ ποιεῖσθαι τὰς ἀποδόσεις. ὑποστικτέον δὲ εἰς τὸ ἐνδεχομένων, εἶτα ἐπακτέον τὸ ἐγγὺς τῶν πρώτων αἰτίων. Ἀλλ’ ἐπεὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ διώρισται δυνάμει τινὶ καὶ ἀδυναμία. Ἀντειπὼν πρὸς τοὺς λέγοντας, πῶς τὸ ἄρρεν καὶ θῆλυ γίνεται, καὶ τὴν οἰκείαν μέλλων ἐκθεῖναι δόξαν προλαμβάνει ταῦτα ὡσπερεὶ λήμματα συνεργὰ γενησόμενα αὐτῷ πρὸς τὴν τῆς ἀρρενογονίας καὶ θηλυγονίας ἀπόδοσιν. λέγει οὖν ῾ἐπειδὴ τὸ ἄρρεν καὶ θῆλυ διώρισταί τινι δυνάμει καὶ ἀδυναμίᾳ, καὶ ἄρρεν μέν ἐστι τὸ δυνάμενον πέττειν καὶ συνιστάναι καὶ ἐκκρίνειν σπέρμα ἔχον ἐν ἑαυτῷ τὴν τοῦ εἴδους ἀρχήν, ἀλλ’ οὐ τὴν ὑλικὴν ἀλλὰ τὴν κινοῦσαν πρώτην, τουτέστι τὴν ποιητικήν’ (αὕτη δὲ ἦν μάλιστα ἡ αἰσθητική· τὴν γὰρ θρεπτικὴν καὶ τὸ θῆλυ παρέχεται, ὥσπερ εἴρηκε πρότερον), εἰπὼν οὖν ὅτι τὴν κινοῦσαν πρώτην ἐπήγαγε ‘τὸ γὰρ κινοῦν καὶ ποιοῦν ἡ ἐν ἑαυτῷ ἔχει τὸ γινόμενον, ὥσπερ τὰ φυσικά (πᾶν γὰρ ὃ φυσικῶς γίνηται, ἐν ἑαυτῷ ἔχει τὴν κινοῦσαν ἀρχὴν καὶ ἄγουσαν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ), ἢ ἐν ἄλλῳ, τουτέστιν ἐκτός’. τὰ γὰρ ὑπὸ τέχνης γινόμενα οὐκ ἐν ἑαυτοῖς ἔχει τὸ κινοῦν, ἀλλ῾ ἐκτός· οὐ γάρ ἐστιν ἐν τῷ χαλκῶ ὁ ἀνδριαντοποιὸς ὥσπερ ἐν τῷ σίτῳ ἡ κινοῦσα αὐτὸν ἀρχὴ καὶ ποιοῦσα φύειν καὶ ἀναδιδόναι στάχυν. εἴτε οὖν τὸ γινόμενον ἐντὸς ἑαυτοῦ καὶ σύμφυτον ἔχει τὸ κινοῦν καὶ ποιοῦν, εἴτε |ἐν ἄλλῳ καὶ ἐκτὸς τοῦτο δύναται ποιεῖν, τουτέστι τὸ κινεῖν καὶ ἄγειν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, τὸ οὖν δυνάμενον κινεῖν καὶ ἄγειν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀρχὴν κινητικὴν λεκτέον, κἄν τε ἐντός ἐστι τοῦ γινομένου κἄν τε ἐκτός, ἀλλ’ οὐχ ὑλικήν. τὸ δὲ ἀδυνατοῦν συνιστάνειν καὶ ἐκκρίνειν ποιητικὴν καὶ κινητικὴν ἀρχήν, δεχόμενον δὲ μᾶλλον αὐτὴν ἐν ἑαυτῷ ,θῆλυ τοῦτό ἐστιν. ἔτι, φησίν, εἰ πᾶσα πέψις θερμότητι ἐργάζεται (πᾶν γὰρ τὸ πεπεμμένον θερμότητι ἐπέφθη), πέττει δὲ καὶ συνίστησι τὸ τοῦ ἄρρενος σπέρμα, ἀνάγκη τὰ ἄρρενα τῶν ζῴων θερμότερα εἶναι τῶν θηλέων. τὰ γὰρ θήλεα οὐ διὰ θερμότητα, ὥς τινές φασι, πολυαιμεῖ κατά τινας τόπους, λέγων τινὰς τόπους τὰς ὑστέρας, ἀλλὰ μᾶλλον διὰ ψυχρότητα. κατεσκεύαζον δὲ αὐτὸ οὕτως· εἰ τὸ αἷμα θερμόν, τὸ πλέον ἔχον αἷμα θερμότερον ἔσται τοῦ ἧττον ἔχοντος· ἔχει δὲ πλέον αἷμα τὸ θῆλυ, θερμότερον ἄρ τὸ θῆλυ τοῦ ἄρρενος. ἐγκαλεῖ οὖν αὐτοῖς λέγων ὅτι οὐ πᾶν ὑγρὸν καὶ ἐρυθρὸν αἷμά ἐστιν, ὥστε οὐδὲ θερμόν· ὥστε οὐ θερμότερον ἐξ οὗ τοῦτο γέγονε. περίττωμα μὲν οὖν αἵματος εἴη ἄν τὸ καταμήνιον, ἀλλ’ οὐ κυρίως αἷμα. τὸ δὲ καὶ οὐκ ἔλαττον γινόμενον καὶ καθαρώτερον τοῖς εὐτροφοῦσιν εἰρωνικῶς ἀπέρριπται πρὸς αὐτούς, ὡς εἰ ἔλεγεν ῾οὕτω θαυμαστῶς ἀποφαίνονται περὶ τοῦ καταμηνίου, ὡς ἀναγκαίου ὄντος αἷμα εἶναι πᾶν τὸ πλέον, ἂν δὲ ἡ ἔλαττον καὶ καθαρόν, ὅπερ συμβαίνει γίνεσθαι ἐπὶ τοῖς εὐτροφοῦσιν καὶ καλῶς πέττουσι, τοῦτο μὴ εἶναι αἷμα. μᾶλλον γὰρ καὶ κυρίως αἷμα τὸ ἔλαττον καὶ καθαρώτερόν ἐστιν, ἀλλ’ οὐ τὸ πολύ· οὗτοι δὲ οἴονται τὸ πλέον μᾶλλον σημεῖον εἶναι θερμῆς φύσεως ὥσπερ καὶ τὸ κατὰ τὴν κοιλίαν περίττωμα᾿. καὶ ἐπὶ μὲν τῆς κοιλίας ἀληθὲς τὸ λέγειν ὅτι ὅσα τῶν ζῴων ἐπὶ τοῦ αὐτοῦ εἴδους πλείονα περίττωσιν κατὰ φύσιν ἐκ τῆς κοιλίας ἀποκρίνουσι, θερμότερά εἰσι τῶν ἐλάττονα ἀποκρινόντων· ἄνθρωπος γὰρ ὁ μὴ διά τινα νόσον, ἀλλὰ κατὰ φύσιν πλείονα ἐκ τῆς κοίας περίττωσιν ἀφιεὶς θερμότερός ἐστι τοῦ ἐλάττονα προιεμένου, κατὰ φύσιν δηλαδὴ καὶ τούτου. ἀνάγκη γὰρ θερμοτέρου ὄντος καὶ τῆς πέψεως ἀθρόας γινομένης διὰ τὴν θερμότητα ἀλλὰ μὴ κατὰ βραχύ, ἀθρόαν γίνεσθαι καὶ τὴν τοῦ περιττώματος σύστασιν, ὥστε καὶ τὴν ἔκκρισιν. ἐν δὲ τῷ ψυχροτέρῳ κατὰ βραχὺ γινομένης τῆς πέψεως κατὰ βραχὺ συμβαίνει καὶ τὴν σύστασιν καὶ τὴν ἔκκρισιν γίνεσθαι. ἀλλ’ ἐπὶ μὲν τοῦ περιττώματος οὕτως, ἐπὶ δὲ τοῦ αἵματος τοὐναντίον· οὐ γάρ ἐστι τὸ αἷμα περίττωμα, ἀλλ’ ἡ ἐσχάτη τροφή, πᾶσα δὲ ἡ τοιαύτη ἐλάττων. ὥσπερ γάρ, φησί, καὶ ἐκ τῆς πρώτης τροφῆς ἐκ πολλῆς ὀλίγον ἀποκρίνεται τὸ χρήσιμον (λέγων πρώτην τροφὴν τοὺς στάχυας τοὺς τῇ ἅλῳ κειμένους) ὥσπερ γὰρ ἐπὶ ταύτης πολλαπλάσιον μὲν γίνεται τὸ ἄχυρον τοῦ σίτου, καὶ πάλιν τούτου ἐν τῷ μύλῳ κατεργασθέντος καὶ διὰ κοσκίνου διακριθέντος πολλαπλάσιον μὲν γίνεται τὸ ἀχρηστότερον, ὑποπολλαπλάσιος δὲ ἡ σεμίδαλις, ἥτις ἐστὶ χρησιμώτατον καὶ ἔσχατον, οὕτως ἀνάγκη καὶ τὸ κυρίως αἷμα, ἐπειδὴ χρησιμωτάτη ἐστὶ τροφὴ καὶ ἀνάλογος τῇ σεμιδάλει, ὀλίγον εἶναι, τὸ δὲ καταμήνιον πολύ, ὡς ἀνάλογον πάλιν τῇ ἀχρήστῳ τροφῇ, ἀφ’ ἧς ἡ σεμίδαλις ἀπεκρίθη. ἐπεὶ δέ, ὡς εἴρηται, ἄρρεν ἐστὶ τὸ δυνάμενον πέττειν, θῆλυ δὲ τὸ μὴ δυνάμενον, εἰκότως ἐκκρίνει τὸ ἄρρεν περίττωμα καθαρόν· δεῖ γὰρ τὸ καθαρὸν ἐπὶ τοῦ περιττώματος ἀκούειν τοῦ ἐκκρινομένου ἀπὸ τοῦ ἄρρενος. εἶπε γὰρ πολλάκις ὅτι ἐστὶ τὸ καταμήνιον σπέρμα οὐ καθαρόν, ὥστε λείπεται σπέρμα καθαρὸν ἀκούειν τὸ τοῦ ἄρρενος. ῾Απάσῃ δὲ δυνάμει ὄργανόν τί ἐστι, καὶ τῇ χεῖρον ἀποτελούσῃ τὸ αὐτό. Καὶ ταῦτα ἔτι ὡς λήμματα προλαμβάνει. εἴη δ’ ἄν τὸ λεγόμενον δῆλον οὕτως εἰποῦσιν· ὥσπερ γὰρ τὸ αὐτὸ ἔργον ποιεῖ καὶ ὁ ἤδη ἀρξάμενος μανθάνειν τὸ τοξεύειν καὶ ὁ τοῦτον διδάσκων (ἀμφότεροι γὰρ τὸ βέλος ἀφιᾶσι διὰ τοῦ τόξου), ἀλλὰ τοῦ μὲν μανθάνοντος τὸ τόξον ἐστὶ |χεῖρον, κρεῖττον δὲ τοῦ διδάσκοντος (τοῦ μὲν γὰρ ἄρτι προκύψαντος εἰς χαῦνον καὶ ἀμενηνὸν τὸ τόξον, θατέρου δὲ εὔτονον καὶ ἰσχυρόν), οὕτω καὶ τὸ ἄρρεν καὶ θῆλυ τὸ αὐτὸ ποιοῦσιν ἔργον (γεννῶσι γὰρ ἀμφότερα), εἰ κρεῖττον τὸ τοὐ ἄρρενος ἔργον, δῆλον ὅτι καὶ τὸ ὄργανον αὐτοῦ, ὁ καλούμενος περίνεος, κρεῖττον ἔσται τῆς ὑστέρας. εἰπὼν δὲ ὅτι τὸ μὲν ἄρρεν δύναται, τὸ δὲ θῆλυ ἀδυνατεῖ, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ἀδύνατον, ὡς ἐν τῷ τετάρτῳ τῆς Μετὰ τὰ φυσικὰ διώρισται συντάξεως (λέγεται γὰρ ἀδύνατον καὶ τὸ μὴ δυνάμενον ὅλως γενέσθαι, καθ’ ὃ σημαινόμενον ἀδύνατόν φαμεν τὴν κέγχρον οὐρανὸν γενέσθαι καὶ ἀριθμὸν τὴν στιγμήν, λέγομεν δὲ ἀδύνατον καὶ τὸ μὴ καλῶς δυνάμενον γενέσθαι, ὥσπερ πάλιν ἄρρυθμόν φαμεν τὸν κακόρρυθμον), κατὰ τὸν δεύτερόν φησι τρόπον τοῦ δυνατοῦ καὶ ἀδυνάτου ἀντικεῖσθαι τὸ θῆλυ καὶ τὸ ἄρρεν. τὸ ταῖς δυνάμεσιν ἀντὶ τοῦ ἡ δύναμις εἴληπται, ὡς εἶναι τὸ πᾶν τοιοῦτον ῾διὸ καὶ ἑκάστου τόπου δύναμις ἅμα ταῖς ἐκκρίσεσι τελειοῦται’. τὸ δὲ διὸ ἕκαστοι οἱ τόποι ἅμα ταῖς ἐκκρίσεσι γίνονται οὐκ ἔστι δηλωτικόν, ὡς ἄν τῳ δόξειε, τοῦ μὴ εὐθὺς ἅμα τῇ πρώτῃ συστάσει καὶ τὸν περίνεον καὶ τὴν ὑστέραν γίνεσθαι· ἅμα γὰρ τοῖς ἄλλοις ἅπασι πλὴν τῆς καρδίας καὶ ταῦτα γίνονται. εἰ γὰρ ἦν τούτου δηλωτικόν, ἐζήτει ἄν τις λέγων ῾εἰ ἅμ τῷ δύνασθαι σπέρμα καὶ καταμήνιον ἐκκρίνειν ἐγίνετο ὁ περίνεος καὶ ἡ ὑστέρα, ἡ δὲ τούτων ἔκκρισις μετὰ πολλοὺς χρόνους τῆς γενέσεως γίνεται, ἀνάγκη καὶ τὴν ὑστέραν καὶ τὸν περίνεον τότε γίνεσθαι· νῦν δὲ ἔτι ἐν τῇ ὑστέρᾳ ὄντα τὰ ἔμβρυα ἐν ταῖς ἀνατομαῖς ὁρῶνται ἔχοντα τὰ μόρια ταῦτα᾿. οὐκ ἔστιν οὗν τούτου δηλωτικόν, ἀλλὰ τὸ γίνονται ἴσον ἐστὶ τῷ τελειοῦνται, καὶ τὸ εἶναι τὴν μὲν ὑστέραν, τὸν δὲ περίνεον τότε κυρίως λαμβάνουσιν, ὅτε καὶ ἡ ἔκκρισις τῶν περιττωμάτων γίνεται, ὥσπερ καὶ τὸ πῦρ λέγεται μὲν καὶ ἐνταῦθα, ἀλλὰ κυρίως τότε ἐστὶ πῦρ, ὅτε ἐν τῷ ἄνω τόπῳ ἐστίν. ὁμοίως δὲ τοῦτο ῥητέον καὶ ἐπὶ κοιλίας καὶ κύστεως. καὶ ἐπεὶ πᾶν μόριον ἐξ οὗ γέγονεν, ἐκ τοῦ αὐτοῦ καὶ τρέφεται, οὐδὲν δὲ τρέφεται, εἰ μὴ ἐν ἑαυτῷ ἕξει τὴν τροφήν, ὑφ’ ἧς τραφήσεται, ἀνάγκη καὶ τὴν ὑστέραν καὶ τὴν κοιλίαν ἐκ τῆς τοιαύτης ὕλης τρέφεσθαι, ἧς εἰσι δεκτικαί, καὶ ἐκ τοιούτου περιττώματος. λίαν δὲ σαφῶς ἐκτίθεται τὰ λοιπά. ταῦτα προλαβὼν λέγει τε καὶ προαναφωνεῖ ὅτι τὸ τοῦ ἄρρενος σπέρμα καὶ ἡ ἐν αὐτῷ φύσις προηγουμένως ἄρρεν βούλεται ποιῆσαι, ὅταν δὲ μὴ δυνηθῇ κρατῆσαι καὶ μεταβαλεῖν τὸ καταμήνιον εἰς τὴν ἑαυτοῦ φύσιν, ἀνάγκη μεταβάλ|λειν εἰς τὸ ἐναντίον. ἔστι δὲ τὸ θῆλυ, ᾗ θῆλυ, ἐναντίον τῷ ἄρρενι· φθορὰ γὰρ καὶ ἀποτυχία ἄρρενος τὸ θῆλυ. ὅτι δὲ τὸ θῆλυ καὶ τὸ ἄρρεν ᾗ ἄρρεν καὶ ᾗ θῆλυ ἐναντία, εἴρηται. ἐπεὶ δέ, ὡς εἴρηται, τῶν διαφόρων δυνάμεων, τῆς τε χείρονος καὶ κρείττονος, διαφέρει τὰ ὄργανα, διάφοροι δὲ αἱ δυνάμεις τοῦ θήλεος καὶ τοῦ ἄρρενος, ἀνάγκη καὶ τὸ ὄργανον διάφορον ἔχειν, ὥστε μεταβάλλει εὐθὺς εἰς τοιοῦτον ὄργανον, λέγω δὴ εἰς ὑστέραν. Εἰ οὖν τὸ μὲν ἄρρεν ἀρχή τις καὶ αἴτιον. ῾Η τοῦ ῥητοῦ ἀπόδοσίς ἐστιν ἐν τῷ ἀναγκαῖον ἄρα ἐν τοῖς ἐναίμοις μοις συνίστασθαι καρδίαν, τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται. εἰπὼν δὲ ἔστι δὲ ἄρρεν ᾗ δύναταί τι, θῆλυ δὲ ᾗ ἀδυνατεῖ, ἐπήγαγε τῆς δυνάμεως δὲ ὅρος καὶ τῆς ἀδυναμίας, δυνάμει λέγων ᾿ὅρος δέ σοι καὶ κανὼν ἔστω τοῦ γνωρίζειν, εἴτε δύναται εἴτε ἀδυνατεῖ, τὸ δύνασθαι πέττειν καὶ μὴ πέττειν. τὸ μὲν γὰρ δυνάμενον πέψαι τὴν ὑστάτην τροφήν (λέγων ὑστάτην ἐνταῦθα τροφὴν ὑφ’ ἧς τὰ μόρια τοῦ ἐμβρύου τε καὶ προσέτι τρέφεται καὶ αὔξεται) τὸ μὲν δὴ δυνάμενον καλῶς πέττειν ἄρρεν ἐστί, τὸ δὲ μὴ δυνάμενον θῆλυ. τὸ δὲ αἴτιον τοῦ δύνασθαι πέττειν καὶ μὴ πέττειν ἐν τῇ ἀρχῇ καὶ τῷ μορίῳ, τουτέστιν ἐν τῇ καρδίᾳ ἐστὶ τῇ ἐχούσῃ τὴν τῆς φυσικῆς θερμότητος ἀρχήν. ἐπεὶ δέ, ὡς πολλάκις εἴρηται, πρώτη πάντων ἡ καρδία συνίσταται, εὐθὺς αὕτη ἐστὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ. εἰ μὲν γάρ ἐστιν ἡ ἐν αὐτῇ ψυχικὴ θερμότης ἀνάλογος τῇ τῶν ἄστρων θερμότητι δυναμένη πέττειν καὶ κρατεῖν, ἄρρεν ἤδη ἡ τοιαύτη καρδία, εἰ δὲ τοὐναντίον, θῆλυ. ζῷον δὲ θῆλυ καὶ ἄρρεν, ὅταν ἔχῃ καὶ τὰ μόρια καθ’ ἃ διαφέρουσι· ταῦτα δ’ ἐστὶν ὁ περίνεος καὶ ἡ ὑστέρα καὶ τὰ τούτοις ἀκολουθοῦντα αἰδοῖα. ἡ μὲν οὖν ἀρχὴ τοῦ ἄρρενος καὶ θήλεος ἡ καρδία ἐστὶ καὶ ἐν τούτῳ, τουτέστιν ἐν τῷ δύνασθαι τὸ ἐν αὐτῇ θερμὸν ἢ κρατεῖν ἢ μὴ κρατεῖν. τὸ δὲ οὐδὲν γὰρ διαφέρει ἀφ’ ἑκάστου τῶν μορίων ἀπελθεῖν ἢ πρὸς ἕκαστον προσελθεῖν τοιοῦτόν ἐστι· τὸ σπέρμα τὸ τοῦ θήλεος καὶ τὸ τοὐ ἄρρενος |ἐπειδὴ καὶ περίττωμά ἐστι τῆς ἐσχάτης τροφῆς, κἂν προσκριθῇ τοῖς ἀφ’ ὧν ἀπῆλθε μορίοις, σάρκας καὶ ὀστᾶ καὶ νεῦρα καὶ τὰ λοιπὰ ποιήσει, κἄν μὴ προσκριθῇ ἀλλ’ ἀπέλθῃ, τὰ αὐτὰ ποιήσει, ὅπερ καὶ γίνεται. τὸ δὲ ὀρθότερον δ’ οὕτως ἴσον ἐστὶ τῷ ὀρθότερόν ἐστι λέγειν ὅμοιον εἶναι τὸ γεννηθὲν τῷ γεννήσαντι διὰ τὸ μηδὲν διαφέρειν ἀφ’ ἑκάστων τῶν μορίων ἀπελθεῖν ἢ πρὸς ἕκαστον προσελθεῖν, καὶ μὴ ὡς οἱ λοιποὶ τῶν φυσιολόγων λέγουσιν, ὅτι ἀπὸ τῆς κεφαλῆς κεφαλὴ ἀπέρχεται καὶ ὅλως ἀφ’ ἑκάστων ἕκαστα. γίνεται οὖν, φησί, θῆλυ τῇ ἀπεψίᾳ καὶ ψυχρότητι τῆς αἱματικῆς τροφῆς· ὅταν γὰρ τὸ καταμήνιον οὕτως ᾖ ψυχρόν, ὥστε μὴ δύνασθαι κρατηθῆναι καὶ συμπεφθῆναι ὑπὸ τῆς ἐν τῇ καρδία ὡς δι’ ὀργάνου τοῦ σπέρματος ἀποτεθείσης ψυχικῆς θερμότητος, θῆλυ γίνεται· γεγονὸς δὲ θῆλυ εὐθὺς ἀποδίδωσιν ἡ φύσις αὐτῷ καὶ τὴν ὑστέραν τὴν δεκτικὴν τοῦ σπέρματος· εἰπὼν δὲ ὅτι ἡ φύσις ἑκάστῳ τῶν περιττωμάτων ἀποδίδωσι τὸ δεκτικὸν μόριον, ἐπήγαγε τὸ δὲ σπέρμα περίττωμα, τουτέστι τὸ δε περίττωμα καὶ τὸ τοῦ ἄρρενος καὶ τὸ τοῦ θήλεος σπέρμα ἐστί· τοῦτο δὲ τὸ σπέρμα τὸ κοινῶς λεγόμενον κατ’ ἀμφοτέρων τῶν περιττωμάτων τοῦ τε θήλεος καὶ τοῦ ἄρρενος διαφέρει. καὶ πῶς διαφέρει, ἐπήγαγε λέγων τοῖς μὲν θερμοτέροις καὶ ἄρρεσι τῶν ἐναίμων, τοῖς δὴ ἄρρεσιν εὔογκόν ἐστι τὸ σπέρμα καὶ συνεστηκός, καὶ οὐ πολὺ ὥσπερ τὸ τοῦ ὢ θήλεος, καὶ διὰ τὸ μὴ εἶναι πολὺ πόροι εἰσὶν ἐν τοῖς ἄρρεσι δεκτικοὶ τῆς τοιαύτης περιττώσεως· τὸ δὲ τῶν θηλέων σπέρμα ἐστὶ δι’ ἀπεψίαν πλῆθος αἱματικόν, ὥστε δεῖ ἔχειν καὶ μόριον τοῦ τοιούτου περιττώματος δεκτικὸν μεῖζον τοῦ τῶν ἀρρένων καὶ ἀνόμοιον· οὐδεμίαν γὰρ ἔχει ὁμοιότητα ἡ |ὑστέρα πρὸς τὸν περίνεον. ἔστιν οὖν ἡ φύσις τῆς ὑστέρας καὶ μέγεθος ἔχουσα καὶ ἀνόμοιος τῷ περινέῳ. οὕτως οὖν εἰπὼν ὅπως τὸ ἄρρεν καὶ θῆλυ γίνεται, ἐπάγει λίαν σαφῶς καὶ τὰ συμβαίνοντα τεκμήρια, καὶ ἐκ τούτων τὰ ὑπ’ αὐτοῦ περὶ τούτων ῥηθέντα πιστούμενος. τὸ δὲ ὑγρότερα καὶ γυναικικώτερα ἐκ παραλλήλου κεῖται. ἀρρενοτοκοῦσι δὲ μᾶλλον βορείοις διὰ τὸ ψυχρότερον εἶναι τότε τὸ κατάστημα καὶ πυκνοῦσθαι τὴν τῶν σωμάτων ἐπιφάνειαν καὶ ἐπὶ τούτῳ μὴ ἐᾶσθαι ἔξω διαπνεῖσθαι τὸ ἐν ἡμῖν θερμόν· μὴ διαπνεόμενον δὲ γίνεται σφοδρότερον. ἐν δὲ τοῖς νοτίοις ψυχρότερα καὶ σπερματικώτερα γίνεται τὰ ζῷα. λέγει δὲ τὴν σελήνην ἐν τῷ μηνὶ ποιεῖν θέρος καὶ χειμῶνα οὐ διὰ τὰς τροπάς, ὥσπερ ὁ ἥλιος (οὗτος γὰρ ἐν τῷ καρκίνῳ γεγονὼς θέρος ποιεῖ, ἐν αἰγόκερῳ χειμῶνα), ἀλλὰ διὰ τὴν πρὸς τὸν ἥλιον ἀπόστασιν καὶ προσέλευσιν. ὁ μὲν γὰρ χρόνος, καθ’ ὃν ἤρξατο φωτίζεσθαι, ἄχρι τοῦ διχότομον γενέσθαι ἀναλογεῖ ἔαρι, ὁ δὲ ἀπὸ τῆς διχοτομίας ἄχρι τοῦ πλησιφαῆ ἀποτελεσθῆναι θέρει, ὁ δὲ ἀπὸ τούτου ἄχρι τῆς διχοτομίας τῆς ἄλλης μετοπώρῳ, ὁ δ’ ἐκ ταύτης ἄχρι τῆς συνόδου καὶ αὐτῆς χειμῶνι. ἐν δὲ τῇ λέξει τῇ ταῦτα δὲ τῆς γενέσεως ταῦτα τὸ ψυχρὸν καὶ θερμὸν λέγει. ἐν δὲ τῇ μάλιστα δὲ διὰ τὴν τοῦ ὕδατος τροφήν· τοῦτο γὰρ πλεῖστον εἰσφέρονται κοινότερον ὕδωρ εἶπε πᾶν τὸ πινόμενον, ὡς εἰ ἔλεγε μάλιστα δὲ διὰ τὴν τοῦ ὑγροῦ τροφήν᾿. τὸ δὲ καὶ ἐν πᾶσίν ἐστι τροφὴ τοῦτο, καὶ ἐν τοῖς ξηροῖς εἶπεν, ὅτι καὶ ἡ ξηρὰ τροφὴ εἰ μὴ γένηται ὑγρά, οὐ τρέφει. ὁ γὰρ χυλός, ὃν αἱ φλέβες ἐκ τῆς κοίας ἕλκουσιν, ὑγρός. ὕδατα δὲ ἀτέραμνα λέγει τὰ ὑπόπικρα καὶ γεώδη. Αἱ δὲ αὐταὶ αἰτίαι καὶ τοῦ τὰ μὲν ἐοικότα γίνεσθαι τοῖς τεκνώσασι τάδε μὴ ἐοικότα. Τὰς αἰτίας διὰ τούτων λέγει, ὅπως τὰ μὲν ἐοικότα γίνεται τῷ πατρί, τὰ δὲ τῇ μητρί· ἐκτίθεται δὲ τὸ πρόβλημα σαφέστατα. ἐν δὲ τῇ λέξει τῇ παρεκβέβηκε γὰρ ἡ φύσις ἐκ τοῦ γένους ἐν τούτοις τρόπον τινά, ὑποστικτέον ἐν τῷ ἐν τούτοις. ἔστι δὲ τὸ λεγόμενον ἐν τούτοις τοῖς μὴ ἐοικόσι τοῖς γεννήσασι παρεκβέβηκεν ἡ φύσις ἐκ τοῦ γένους· τρόπον γάρ τινα ἐξ ἄλλου γένους εἰς ἄλλο μετέβη’. τὸ δὲ ἀρχὴ δὲ πρώτη τὸ θῆλυ γενέσθαι ἴσον ἐστὶ τῷ ἀρχὴ δὲ πρώτη τῆς ἐπὶ τὰ τέρατα ὁδοῦ τὸ θῆλυ γενέσθαι. τὸ γὰρ μὴ ἐοικός τινι τῶν γεννησάντων αὐτὸ τρόπον τινὰ τέρας ἐστὶ καὶ ὁ ἑξαδάκτυλος καὶ ὁ κεφαλὴν ὁμοίαν προβάτου ἔχων καὶ ὁ δικέφαλος· παντοδαπὸν γὰρ τὸ τῶν τερατω|δῶν γένος· ὅμως πρώτη ἀρχὴ τῆς ἐπὶ ταῦτα ὁδοῦ τὸ θῆλύ ἐστιν· ἀπὸ γὰρ τοῦ θήλεος ἀρξάμενα προβαίνουσιν. ἀλλ’ αὕτη μὲν ἡ πρὸς τὸ θῆλυ παρέκβασις, κἂν τρόπον τινὰ τερατώδης ἐστίν, ἀναγκαία ὅμως τῇ φύσει τυγχάνει· δεῖ γὰρ σώζεσθαι τὸ γένος ἡμῶν καὶ τῶν ἄλλων ἀπάντων, ἐν ὅσοις κεχώρισται τὸ θῆλυ τοῦ ἄρρενος. ὅταν οὖν μὴ δυνηθῇ κρατεῖν καὶ ποιῆσαι ἄρρεν, ἐξ ἀνάγκης ποιεῖ θῆλυ, ἵνα χρῆται αὐτῷ πρὸς γένεσιν ἄλλου ἢ ἄλλων. ὥστε κἄν τρόπον τινὰ τέρας ἐστὶ τὸ θῆλυ, ἀλλ’ οὖν ἐξ ἀνάγκης καὶ ἕνεκά του ποιεῖ αὐτὸ ἡ φύσις. τὰ δ’ ἀληθῶς τέρατα ἐξ ἀνάγκης μὲν ποιεῖ διὰ τὴν ὕλην, ὡς ἐρεῖ προϊών, οὐχ ἕνεκα δέ του. τὸ δὲ ἐπεὶ τήν γ’ ἀρχὴν ἐντεῦθεν δεῖ λαβεῖν ἴσον ἐστὶ τῷ τὴν δὲ κυρίως ἀρχὴν καὶ αἰτίαν, καθ’ ἣν ὅμοια καὶ ἀνόμοια γίνεται τοῖς γεννήσασιν, ἐντεῦθεν ληπτέον · εὔπεπτα μὲν γὰρ ὄντα τὰ καταμήνια καθ’ αὑτήν, τουτέστιν οἵα ἐστὶν αὐτὴ τὴν μορφὴν ἡ τοῦ ἄρρενος κίνησις, τοιοῦτον ποιήσει καὶ τὸ ἐξ αὐτῆς γεγονός. εἰπὼν δὲ ἡ τοῦ ἄρρενος κίνησις, ἐπήγαγε τὸ γὰρ γονὴν λέγειν ἢ κίνησιν τὴν αὔξουσαν, ὡς εἰ ἔλεγε ῾τὴν ἀπὸ τοῦ ἄρρενος ποιητικὴν αἰτίαν, εἴτε κίνησίν τις λέγειν βούλεται εἴτε γονὴν εἴτε αὔξουσαν καὶ συνιστῶσαν, οὐδὲν διαφέρει· πάντα γὰρ ταῦτα ἁρμόζει κατ’ αὐτῆς λέγεσθαι· . Λέγω δὲ ἑκάστην δύναμιν τόνδε τὸν τρόπον. Εἰπὼν ὅτι καθ᾿ ὁποίαν ἂν μὴ κρατήσῃ δύναμιν τὴν ἔλλειψιν ποιήσει κατ’ αὐτήν, σαφηνίζων τὸ καθ’ ὁποίαν ἐπήγαγε τὸ λέγω δὲ καθ’ ἑκάστην δύναμιν τόνδε τὸν τρόπον, καὶ εἴη ἂν τὸ καθ’ ἑκάστην ἴσον τῷ καθ᾿ ὁποίαν. ἔχει γὰρ δυνάμεις πολλὰς τὸ σπέρμα· ἔχει γὰρ δύναμιν τοῦ ποιῆσαι Σωκράτην, ἀλλὰ καὶ τοῦ ποιῆσαι ἄνθρωπον ἁπλῶς καὶ μὴ Σωκράτην, ἀλλὰ καὶ τοῦ ζῶον. καθ’ ὁποίαν οὖν μὴ κρατήσῃ τούτων τῶν δυνάμεων· δεῖ δὴ ἄνωθεν ἀρξαμένους οὕτως εἰπεῖν, ὡς ἂν δῆλον γένηται τό τε καθ ὁποίαν ἄν μὴ κρατήσῃ δύναμιν καὶ τὰ λοιπὰ τῆς λέξεως. εἰπὼν ὅτι τόνδε τὸν τρόπον, ἐκτίθεται τὸν τρόπον λέγων ‘τὸ γεννῶν ἐστι μὲν ἄρρεν, ἐστὶ δὲ καὶ Σωκράτης καὶ ἄνθρωπος καὶ ζῷον, ἐστὶ δὲ καὶ γείτων τουδί, ἐστὶ δὲ καὶ γραμματικός. ἀλλὰ τὸ μὲν ἄρρεν καὶ ὁ Σωκράτης καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷον ὑπάρχουσι τῷ γεννητικῷ ᾗ γεννητικῷ καὶ καθ’ αὑτά, τὸ δὲ γεί|τονα εἶναι τοῦδέ τινος καὶ γραμματικὸν ὑπάρχει τῷ γεννητικῷ οὐχ ᾗ γεννητικῷ καὶ καθ’ αὑτά, ἀλλὰ κατὰ συμβεβηκός᾿. ὅτι δὲ κατὰ συμβεβηκὸς ταῦτα ὑπάρχει αὐτῷ ,δῆλον· οὐδέποτε γὰρ γεγέννηται γραμματικός, ἄρρεν δὲ καὶ ὅμοιον πάντῃ πάντως τῷ Σωκράτει γέγονε. τρεῖς οὖν δυνάμεις ὑπάρχουσιν αὐτῷ ὡς γεννητικῷ ἡ τέσσαρες, ἡ τοῦ ἄρρενος, ἡ τοῦ Σωκράτους, ἡ τοῦ ἀνθρώπου καὶ τοῦ ζῴου· καὶ ἔστι μάλιστα ἴδιον τῷ γεννῶντι τὸ ἄρρεν, δεύτερον δὲ ὁ Σωκράτης, τρίτον ὁ ἄνθρωπος, εἶτα τὸ ζῷον. ἰσχύει δὲ πρὸς τὴν γένεσιν μάλιστα τὸ ἴδιον, δεύτερον δὲ τὸ ἐγγύτερον τοῦ ἰδίου, τουτέστι τὸ μάλιστα ἐγγίζον καὶ πλησιάζον τῷ ἰδίῳ· τοῦτο δὲ ἦν ὁ Σωκράτης, εἶτα ὁ ἄνθρωπος, εἶτα τὸ ζῷον. εἰπὼν ταῦτα ἐπάγει γεννᾷ τὸ γεννῶν καὶ τὸ καθ’ ἕκαστον οἷον Κορίσκον καὶ τὸ γένος οἷον ἄνθρωπον ἡ ζῶον, οὐ τοῦτο λέγων ὅτι τὸ καθόλου γεννᾷ, ἀλλ’ ὅτι ἐπειδὴ τὸ καθόλου ἐν τοῖς μερικοῖς, ἐὰν μὲν γεννήσῃ ὅμοιον ἑαυτῷ, φαμὲν ὅτι τὸ καθ’ ἕκαστον γεγέννηκεν, εἰ δ’ ἀπλῶς ἄνθρωπον, τὸ καθόλου. γεννᾷ οὖν τὸ γεννῶν καὶ τὸ καθ’ ἕκαστον καὶ τὸ γένος, ἀλλὰ μᾶλλον τὸ καθ’ ἕκαστον· τοῦτο γὰρ ἡ οὐσία καὶ τὸ γινόμενον, τουτέστιν ἡ οὐσία πρώτως καὶ μάλιστα καὶ κυριωτάτη, ἥτις καὶ γεννᾶται, τὸ καθ’ ἕκαστόν ἐστι, τὸ δὲ καθόλου ἐνορᾶται αὐτῷ. γίνεται μὲν γάρ, φησί, τὸ γινόμενον καὶ ποιόν τι, οἷον λευκὸν ἢ θερμόν, ἀλλὰ κυρίως τὸ γινόμενόν ἐστι τὸ τόδε τι καὶ ἡ οὐσία. διόπερ ἀπὸ τῶν δυνάμεων, καὶ προσυ- πακουστέον τὸ τοῦ γεννῶντος, ὡς εἶναι τὸ λεγόμενον ῾ὅσαι δυνάμεις εἰσὶν ἐν τῷ γεννῶντι (ἦσαν δὲ αὗται τὸ ἄρρεν, ὁ Σωκράτης, ὁ ἄνθρωπος, τὸ ζῷον), τοσαῦται καὶ ἐν τῷ σπέρματί εἰσι τῷ ἀπ’ αὐτοῦ ἀπιόντι· εἰσὶ δὲ ἐν αὐτῷ ἐνεργείᾳ, αἱ δὲ τῶν |προγόνων εἰσὶ μέν, ἀλλὰ δυνάμει᾿. καὶ διὰ τὸ εἶναι τὰς τοῦ γεννῶντος ἐνεργείᾳ, εἶπε τὸ μᾶλλον δὲ καὶ ἐγγύτερόν εἰσιν αἱ τοῦ γεννῶντος· τοῦτο γὰρ εἶπε καθ’ ἕκαστόν τι. τούτων οὕτω προληφθέντων καὶ προσέτι ὅτι τῷ μὲν ἄρρενι ἀντίκειται τὸ θῆλυ, τῷ δὲ Σωκράτει ὁ μὴ Σωκράτης καὶ τῷ ἀνθρώπῳ ὁμοίως ὁ μὴ ἄνθρωπος, καθ’ ὁποίαν ἂν μὴ κρατήσῃ δύναμιν, ἀναγκαῖον ἐξίστασθαι καὶ γίνεσθαι τὸ ἀντικείμενον. ἂν μὲν γὰρ ὁ Σωκράτης κρατήσῃ καθὸ ἄρρεν, καθὸ δὲ Σωκράτης κρατηθῇ, τῆς Ξανθίππης δηλονότι καθὸ θῆλυ κρατηθείσης, καθὸ δὲ Ξανθίππη κρατησάσης, ἀνάγκη ἄρρεν γίνεσθαι ἐοικὸς τῇ μητρί. ἐπειδὴ γὰρ ᾗ ἄρρεν ἐκράτησε, τὸ δ’ ἄρρεν κρατῆσαν ἄρρεν ποιεῖ, ἀνάγκη τὸ γεγονὸς ἄρρεν εἶναι, ᾗ δὲ Σωκράτης ἐκρατήθη, γεγονέναι ὅμοιον τῇ Ξαωθίππῃ· αὕτη γὰρ προσεχῶς ἀντίκειται τῷ Σωκράτει. ἂν δὲ κρατήσῃ καὶ καθὸ ἄρρεν καὶ καθὸ Σωκράτης, ἀνάγκη ἄρρεν γίνεσθαι καὶ ὅμοιον τῷ Σωκράτει. ἄν δὲ ᾗ μὲν Σωκράτης κρατήσῃ, ᾗ δὲ ἄρρεν κρατηθῇ, τὸ γεγονὸς ἔσται θῆλυ καὶ ὅμοιον τῷ Σωκράτει. εἰ δὲ κατ’ ἄμφω κρατηθῇ, καὶ ὡς ἄρρεν καὶ ὡς Σωκράτης, ἔσται τὸ γεγονὸς θῆλυ καὶ ὅμοιον τῇ Ξανθίππῃ. ὥσπερ γὰρ τῷ καθόλου πατρί (τοῦτον γὰρ εἶπεν ὅλον πατέρα) ἀντίκειται ἡ καθόλου μήτηρ, οὕτω καὶ τῷ καθ’ ἕκαστον ἡ καθ’ ἕκαστον. ἄν δὲ ὡς ἄρρεν μὲν κρατήσῃ, ὡς Σωκράτης δὲ κρατηθῇ, καὶ κρατηθῇ οὐχ ὑπὸ τῆς Ξανθίππης, μεταβήσεται εἰς τὴν τοῦ πάππου ὁμοιότητα (ἐγγὺς γὰρ οὗτος τῷ Σωκράτει, ἀεὶ δὲ εἰς τὸν ἐχόμενον μεταβαίνει μᾶλλον)· εἰ δὲ μή, εἰς τὴν τοῦ προπάππου. τοῦτο δὲ ῥητέον καὶ ἐπὶ τῆς τήθης· τήθη δέ ἐστιν ἡ τοῦ πάππου ὁμευνέτις. δυνάμεις φησὶ δημιουργούσας τὴν |τοῦ ἄρρενος καὶ τοῦ Σωκράτους καὶ τὴν τοῦ θήλεος καὶ τῆς Ξανθίππης· ἢ μᾶλλον δημιουργούσας δυνάμεις ῥητέον τὴν τοῦ Σωκράτους καὶ τῆς Ξανθίππης, ὡς ἐκ τῶν ἑξῆς ἔσται δῆλον. τὸ δὲ λύονται ἀντὶ τοῦ μεταβαίνουσιν εἴληπται. αἱ τοίνυν δημιουργοῦσαι δυνάμεις, οἷον ἡ τῆς Ξανθίππης καὶ τοῦ Σωκράτους, εἰς τὸ ἐγγὺς μεταβαίνουσιν· εἰ γὰρ ἡ τοῦ γεννῶντος Σωκράτους κίνησις λυθῇ, κατ’ ἐλαχίστην διαφορὰν μεταβαίνει εἰς τὴν τοῦ πατρός, δεύτερον εἰς τὴν τοῦ πάππου. ἀλλὰ καὶ ἐπὶ τῶν θηλέων ἡ τῆς γεννώσης δημιουργοῦσα δύναμις εἰς τὴν τῆς μητρὸς λύεται καὶ μεταβαίνει, εἶτ᾿ ἐφεξῆς εἰς τὴν τήθης. ταῦτα εἰπὼν ἐπιφέρει μάλιστα μὲν οὖν πέφυκεν ᾗ ἄρρεν καὶ ᾗ πατὴρ ἅμα κρατεῖν καὶ κρατεῖσθαι, οὐ τοῦτο λέγων, ὡς ἄν τῳ δόξειεν ἐκ τῆς λέξεως, ὡς ἅμα πέφυκε τὸ αὐτὸ ᾗ ἄρρεν καὶ ᾗ πατὴρ κρατεῖν τε καὶ κρατεῖσθαι, ἀλλ’ ἔστι τὸ λεγόμενον ἴσον τῷ πέφυκε καὶ κατὰ φύσιν μάλιστά ἐστιν, ὅταν τι καθὸ ἄρρεν κρατήσῃ, ἅμα καὶ καθὸ πατὴρ κρατεῖν, εἰ δὲ καθὸ ἄρρεν κρατηθῇ καὶ γένηται θῆλυ, ἅμα καὶ καθὸ Σωκράτης κρατεῖσθαι ὑπὸ τῆς Ξανθίππης· μικρὰ γὰρ ἡ διαφορὰ τοῦ τε ἄρρενος καὶ Σωκράτους πατρός, καὶ τοῦ θήλεος καὶ τῆς Ξανθίππης, ὥστε τὸ ὡς ἄρρεν κρατῆσαν καὶ ὡς πατὴρ ἐκράτησε, τὸ δὲ ὡς θῆλυ καὶ ὡς Ξανθίππη. καὶ ταῦτα ὁ Ἀριστοτέλης δηλῶν ἐπιφέρει διὸ ὡς ἐπὶ τὸ πολὺ τάμεν ἄρρενα τῷ πατρὶ ἔοικε, τάδε θήλεα τῇ μητρί. ἡ γὰρ ἔκστασις ἅμα εἰς ἄμφω ἐγένετο· τὸ γὰρ ἐκ τοῦ ἄρρενος εἰς τὸ θῆλυ ἐκστὰν ὡς ἀντικείμενον εὐθὺς εἰς τὴν Ξανθίππην μεταβαίνει, ὁμοίως καὶ τὸ εἰς τὸ ἄρρεν εὐθὺς καὶ εἰς Σωκράτην· οὐ γὰρ ἐργῶδές τι καὶ δυσχερὲς τὸ ἅμα συμμεμιγμένα ἄμφω γίνεσθαι, οἷον ἄρρεν καὶ Σωκράτην ἢ θῆλυ καὶ Ξανθίππην. καὶ ὅτι ἡ ἔκστασις εἰς ἄμφω γίνεται, οἷον εἰς θῆλυ καὶ Ξανθίππην ἢ ἄρρεν καὶ Σωκράτην, αὐτὸς συλλογιστικῶς ἐδήλωσεν διὲ τοῦ ἀντίκειται δὲ τῷ μὲν ἄρρενι τὸ θῆλυ, τῷ δὲ πατρὶ ἡ μήτηρ, ὃ ἡ μείζων πρότασίς ἐστι τοῦ συλλογισμοῦ, καὶ διὰ τοῦ ἡ δὲ ἔκστασις εἰς τὰ ἀντικείμενα, ὃ ἡ ἐλάττων ἐστίν· ὡς εἶναι τὸν συλλογισμὸν τοιοῦτον ἡ ἔκστασις εἰς τὰ ἀντικείμενα, ἀντίκειται δὲ τῷ ἄρρενι τὸ θῆλυ, τῷ δὲ πατρὶ ἡ μήτηρ, ὥστε ἡ ἔκστασις εἰς ἄρρεν καὶ πατέρα ἔσται ἢ εἰς θῆλυ καὶ μητέρα᾿. δείξας οὖν ὁποῖόν τι γίνεται, εἰ αἱ δημιουργοῦσαι δυνάμεις εἰς τὰς ἐγγὺς ἢ εἰς τὰς πόρρω λυθῶσι, τεχνοῖ ἐντεῦθεν καὶ τί ἀποβαίνει, ἐὰν ἡ ἀπὸ τοῦ ἄρρενος κρατήσῃ κίνησις, ἡ δὲ ἀπὸ τοῦ Σωκράτους μὴ κρατήσῃ. ταῦτα δὲ δέδεικται ὡς ἐξ ἄλλης ἀρχῆς τοῦ ἐὰν δὲ ἡ μὲν ἀπὸ τοῦ ἄρρενος κρατήσῃ κίνησις. ὅτι δ’ ἕτερον τὸ λύονται τοῦ κρατοῦνται, αὐτὸς μετὰ μικρὸν ἐδήλωσεν εἰπών **τὸ οὖν λύονται δὲ αἱ κινήσεις αἱ δημιουργοῦσαι ἴσον ἐστὶ τῷ κρατοῦνται μᾶλλον ὑπὸ τῶν ἐγγύς. τὸ δὲ ἅμα γὰρ εἰς ἄμφω ἔκστασίς τις ἐγένετο δυνάμει τοιοῦτόν ἐστι· δίδυμα γάρ τις τεκοῦσα τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, τὸ μὲν ἄρρεν ὅμοιον ἦν τῷ πατρί, τὸ δὲ θῆλυ τῇ μητρί· ἄν οὖν λυθῇ, ὥσπερ εἴρηται, ἡ τοῦ Σωκράτους δύναμις ὡς Σωκράτους μὴ εἰς τὴν τῆς Ξανθίππης, ἀλλ’ εἰς τὴν τοῦ πατρὸς αὐτοῦ, ἔσται ἄρρεν τῷ πάππῳ ἐοικός, τέλος δὲ συγχέονται, ὥστε μηδενὶ ἐοικέναι τῶν συγγενῶν, ἀλλ’ ἁπλῶς ἀνθρώπῳ. ἐπειδὴ γὰρ ὁ καθόλου ἄνθρωπος πᾶσιν ἀκολουθεῖ τοῖς καθ’ ἕκαστον, ἀνάγκη, ὅταν σύγχυσις γένηται, ἐοικέναι τῷ ἀκολουθοῦντι. ὅτι δὲ πᾶν τὸ κινοῦν κινεῖται ἔξω τοῦ πρώτου, δῆλον· καὶ γὰρ ἡ ἀπλανὴς ἀντιφέρεται ὑπὸ τῶν πλανωμένων ἢ κατὰ τὸν θαυμαστὸν Πτολεμαῖον καὶ ὑπὸ τῆς ἀνάστρου, καὶ ἐπὶ τούτῳ κατὰ ἑκατὸν χρόνους ἀναποδίζουσιν οἱ ἀπλανεῖς μοῖραν μίαν, ὡς τῷ εἰρημένῳ Πτολεμαίῳ δέδεικται. ἐπὶ δὲ τῶν ἀθλητῶν εἰ μὲν ἡ ἐν τῷ δεξιῷ ποδὶ φέρε εἰπεῖν φύσις κρατεῖν δύναται καὶ συμπέττειν, ἡ δ’ ἐν τῷ λαιῷ μὴ δύναται, πάνυ μείζων γίνεται ὁ δεξιὸς τοῦ ἀριστεροῦ, ὡς σχεδὸν μηδένα λόγον ἔχειν θάτερον πρὸς θάτερον. σατυρίασις δέ ἐστιν ὃ λέγουσιν ἐλεφαντιᾶν. οὐ μόνον δὲ τοῦ λαιοῦ μείζων ἐστὶν ὁ δεξιὸς ποὺς κατὰ πολὺ, ἀλλὰ καὶ ἑαυτοῦ μείζων γέγονεν ἢ πρὸ τοῦ ἄρξασθαι τρέφεσθαι, ἐλάττων γὰρ ἦν πρὸ τοῦ τρέφεσθαι. |Ἔνιοι μὲν γάρ φασιν, ἀφ’ ὁποτέρου ἂν ἔλθῃ σπέρμα πλέον, τούτῳ γίνεσθαι μᾶλλον ἐοικός. Εἰπών, πῶς τὰ τέκνα ὁτὲ μὲν ὅμοια γίνεται τοῖς τεκνώσασιν, ὁτὲ δὲ ἀνόμοια, ἐπειδή τινες τῶν φυσικῶν ἐπειράθησαν εἰπεῖν περὶ τῆς αἰτίας τούτου, οὐδὲν δὲ πιθανὸν οὐδὲ ἀναγκαῖον εἶπον, ἐκτίθεται τὰς δόξας αὐτῶν καὶ ἐλέγχει. ὧν μία ἦν ἡ λέγουσα ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαι σπέρμα, καὶ ἀπὸ τοῦ θήλεος καὶ ἀπὸ τοῦ ἄρρενος, καὶ εἰ μὲν εἴη πλέον τὸ ἀπὸ τοῦ ἄρρενος, νικᾶν τὸ τοῦ θήλεος καὶ γίνεσθαι ἄρρεν καὶ ὅμοιον τῷ πατρί, εἰ δὲ ἔλαττον μὲν τὸ τοῦ ἄρρενος, πλέον δὲ τὸ τοῦ θήλεος θῆλυ καὶ ὅμοιον τῇ μητρί· ἂν δὲ ἴσον ᾖ ἑκατέρου καὶ μηδέτερον ὑπερέχῃ μὴ δυνάμενον θάτερον θατέρου κρατεῖν διὰ τὴν ἰσότητα ἀμφοῖν, οὐδετέρῳ γίνεται ὅμοιον, ἀλλ’ ἁπλῶς ἀνθρώπῳ. θεὶς οὖν ταύτην τὴν δόξαν εὐθὺς ἀπαντᾷ πρὸς αὐτὴν λέγων ἱεῖ δέδεικται ψεῦδος ὂν τὸ λέγειν ἀπὸ παντὸς ἀπέρχεσθαι τοῦ σώματος σπέρμα ἔχον ἐν ἑαυτῷ τὰ μόρια πάντα ἐνεργείᾳ, ἀναίσθητα δὲ διὰ σμικρότητα, ψεῦδος ἂν εἴη καὶ τὸ αἰτιᾶσθαι αὐτὸ τῆς ὁμοιότητος καὶ ἀνομοιότητος. ἔτι ἐπεὶ γίνεται καὶ θῆλυ ἐοικὸς τῷ πατρὶ καὶ ἄρρεν τῇ μητρί, ἀνάγκη, ᾗ μέν ἐστι θῆλυ τὸ τεχθέν, πλέον εἶναι τὸ ἀπὸ τῆς μητρός, ἔλαττον δὲ τὸ ἀπὸ τοῦ πατρός, ᾗ δὲ πάλιν ὅμοιον τῷ πατρί, πλέον εἶναι τὸ ἀπὸ τοῦ πατρός, ἔλαττον δὲ τὸ ἀπὸ τῆς μητρός᾿. ἅμα δ’ ἐλθεῖν πλέον ἀπ’ ἀμφοτέρων ἀδύνατον, τουτέστιν ἅμα δὲ τὸ αὐτὸ καὶ ἕν, οἷον τὸ τοῦ θήλεος, τοῦ αὐτοῦ καὶ ἑνός, οἷον τοῦ ἀπὸ τοῦ ἄρρενος, καὶ πλέον εἶναι καὶ ἔλαττον ἀδύνατον. ὥσπερ γὰρ ὁ πέντε ἀριθμὸς καὶ μείζων καὶ ἐλάττων τοῦ ἓξ ἀριθμοῦ εἶναι οὐ δύναται, οὕτω οὐδὲ τὸ τοῦ θήλεος πλέον καὶ ἔλαττον τοῦ ἀπὸ τοῦ ἄρρενος. ἐνστὰς οὖν πρὸς αὐτὴν ἐκτίθεται καὶ τὴν λοιπήν, βελτίονα λέγων εἶναι τῆς προτέ|ρας, ὅμως μέντοι ψευδῆ· αὕτη δὲ ἦν ἡ λέγουσα τὸ σπέρμα πανσπερμίαν εἶναι πάντων τῶν μερῶν. ὥσπερ γάρ, φησίν, εἰ νοήσομεν ὡς ἔν τινι ἀγγείῳ πολλούς τις εἰσήγαγε χυμούς, οἷον οἶνον, ὕδωρ, μέλι, ἔλαιον καὶ ἄλλα τινά, εἶτα δύναμιν εἶχε χωρίζειν αὐτὰ ἀπ’ ἀλλήλων, ἐν δὲ τῇ διακρίσει ταύτῃ λαμβάνειν ἐξ αὐτῶν ὡς ἔτυχε, συμβαίη ἄν ὁτὲ μὲν πλέον λαβεῖν οἴνου, ὁτὲ δὲ ἔλαττον, ὁτὲ δὲ ἴσον, ὁτὲ δὲ τοῦ μὲν οἴνου μηδ’ ὅλως λαβεῖν τι, ἀλλ’ εἰ τύχῃ, ὃ ἄν λάβῃ τοῦ μέλιτος εἶναι, ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ὕδατος καὶ μέλιτος καὶ τῶν ἄλλων, οὕτω καὶ ἐν τῷ σπέρματι ἐπειδὴ ἔνεισι τὰ μόρια πάντα καὶ τὰ τοῦ ἄρρενος καὶ τὰ τοῦ θήλεος, εἰ μὲν συμβῇ λαβεῖν τὴν φύσιν πλείονα ἀπὸ τῶν τοῦ ἄρρενος, ἐοικὸς γίνεται τῷ ἄρρενι, εἰ δὲ πλείονα ἀπὸ τῶν τοῦ θήλεος, τῷ θήλει. λέγει δὲ τὸν λόγον τοῦτον πλασματώδη εἶναι καὶ ἀσαφῆ· οὐ γὰρ σαφῶς εἴρηκεν, εἴτε ἐνεργείᾳ εἰσὶ τὰ μόρια ἐν τῷ σπέρματι εἴτε δυνάμει, ὥσπερ ἡ προτέρα δόξα ἔλεγεν· ἐκείνη γὰρ σαφῶς εἶπεν ἐνεργείᾳ εἶναι τὰ μόρια ἐν τῷ σπέρματι. τὸ δὲ βούλεται δὲ καὶ βέλτιον λέγειν μὴ ἐνεργείᾳ ἴσον ἐστὶ τῷ φαίνεται μὴ λέγειν τὰ μόρια ἐνεργείᾳ ἐνεῖναι ἀλλὰ δυνάμει ἐκ τοῦ λέγειν αὐτὰ πανσπερμίαν· φανερῶς δὲ οὐ λέγει. βέλτιον δὲ καὶ δυνατὸν λέγειν δυνάμει, ἐκεῖνο δὲ ἀδύνατον, τουτέστιν ἐνεργείᾳ δὲ εἶναι ἐν τῷ σπέρματι ἀδύνατον. ἡμάρτανον δέ, φησί, καὶ ὅτι δι’ ἑνὸς τρόπου εἴτε τῆς πανσπερμίας εἴτε τοῦ ἀφ’ ἑκατέρου ἀπέρχεσθαι, ἀφ’ ἑτέρου δὲ πλέον, ἐπειρῶντο περὶ πάντων τὰς αἰτίας ἀποδιδόναι, τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος, καὶ τοῦ τὸ μὲν ἄρρεν τῷ πατρί, τὸ δὲ θῆλυ τῇ μητρὶ ἐοικέναι. αὐτὸς μὲν γὰρ εἰρήκει τὰ μὲν δυνάμει ἐν τῷ σπέρματι τὰ δὲ ἐνεργείᾳ, καὶ τὰ μὲν ἐγγύτερον τὰ δὲ πορρώτερον, καὶ ὅτι τὸ λυόμενον εἰς τὸ ἐφεξῆς λύεται, καὶ τἆλλα ὅσα εἰρήκει· ὁ δὲ ταῦτα μὲν παρορῶν, τρόπον δὲ ἕνα πάντων αἰτιώμενος εἴτε τὴν τῆς γονῆς πανσπερμίαν εἴτε τὴν ἀφ’ ὁποτέρου κατὰ τὸ πλεονάζον ἔκκρισιν, εἴη ἂν λέγων ἀδύνατα καὶ ἀδιανόητα. ἡμάρτανον δὲ περὶ τούτων διὰ τὸ πειρᾶσθαι δι’ ἑνὸς τρόπου ἀποδιδόναι τούτων πάντων τἀς αἰτίας· αὐτὸς γὰρ εἶπεν ὅτι συμβάλλονται πρὸς ἀρρενοτοκίαν καὶ θηλυτοκίαν, ὁμοιότητα καὶ ἀνομοιότητα καὶ αἱ τροφαὶ καὶ αἱ χῶραι ἄνεμοί τε καὶ τἆλλα πάνθ’ ὅσα εἰρήκει. λέγει δὲ καὶ τὰ γεννώμενα ὑπὸ τῶν γυναικῶν τέρατα καὶ ἔχοντα βοός, ὥς φασιν, ἢ μόσχου κεφαλὴν γίνεσθαι διὰ τὰς προειρημένας αἰτίας· ἦσαν δὲ αὗται τό τε λύεσθαι τὰς κινή|σεις τῶν ποιούντων καὶ τὸ ἐπικρατεῖν τὴν ὕλην. συμβαίνει μὲν οὖν ταῦτα διὰ τὰς προειρημένας αἰτίας, ἔστι δ’ οὐθὲν ὧν λέγουσι, τουτέστιν οὔτε δὲ βοῦς οὔτε δὲ πρόβατον ἐξ ἀνθρώπου γίνεται, ἀλλ’ ἐοικότα μὲν βοὶ ἢ προβάτῳ, βόες δὲ καὶ πρόβατα οὔκ εἰσιν· οὐ γὰρ τὸ ἐοικός τινι ταὐτόν ἐστι τῷ ᾧ ἔοικεν. εἰσὶ γὰρ πολλοὶ τῶν κατὰ φύσιν ὄντων ἀνθρώπων καὶ μὴ πηρώματα μηδὲ τέρατα ὄντων ἐπιμήκη ἔχοντες τὰ πρόσωπα καὶ ὅμοια τοῖς τῶν βοῶν, ὅμως οὔκ εἰσι βόεια. διὸ καὶ σκώπτοντες οἱ εὐτράπελοι τοὺς μὴ καλοὺς μηδὲ εὐειδεῖς τοὺς μέν φασι βουπροσώπους, ἄλλους δὲ αἰγὶ φυσῶντι πῦρ (ἔστι γὰρ ὁ αἲξ ὥσπερ καὶ ἡ αἴξ, καὶ διὰ τοῦτο εἶπε φυσῶντι οὐ φυσώσῃ) ἄλλους δὲ εἴκαζον οἰὶ κυρίττοντι. τὶς δὲ φυσιογνώμων ἀνῆγε πάσας τἀς τῶν ἀνθρώπων ὄψεις, τουτέστι πάντα τὰ τῶν ἀνθρώπων πρόσωπα εἰς τριῶν ζῴων· οἷον γὰρ ἄν εἶδεν ἄνθρωπον, ἄνδρα ἢ γυναῖκα, ἀπείκαζε τὸ πρόσωπον αὐτοῦ ἑνί τινι τῶν τριῶν τούτων ζῴων καὶ ἔπειθε πολλάκις τοὺς ἀκούοντας. ὥσπερ οὖν οὗτοι πάντες ὁμοιότητά τινα ἔχουσι κατὰ τὰ σχήματα τῶν προσώπων πρὸς τὰ ἄλογα ζῷα, οὔκ εἰσι μέντοι οἱ αὐτοὶ ἐκείνοις, οὕτω καὶ τὰ γεννώμενα ἀπὸ τῶν ἀνθρώπων τέρατα. ὅτι δὲ ἀδύνατον ἢ ἄνθρωπον ἐκ προβάτου γενέσθαι ἢ πρόβατον ἐξ ἀνθρώπου, δηλοῦσιν οἱ χρόνοι τῆς κυήσεως· πῶς γὰρ δυνατὸν ἄνθρωπον ἐκ προβάτου γενέσθαι, τοῦ μὲν προβάτου ἐν τῷ τετάρτῳ μηνὶ γεννῶντος, τοῦ δ’ ἀνθρώπου ἐν τῷ ἑβδόμῳ ὀλιγάκις, τὰ πλεῖστα δ᾿ ἐν τῷ ἐνάτῳ, μάλιστα δὲ καὶ ἐν τῷ δεκάτῳ, ὅταν ἄρρεν τέκῃ; γεννᾷ δὲ ἐν τῷ ἑβδόμῳ οὐ μόνον τὰ τέλεια, ἀλλὰ καὶ τὰ τέρατα. ταῦτα εἰπὼν ἐπάγει τὰ μὲν οὖν τῶν τεράτων τοῦτον γίνεται τὸν τρόπον, τουτέστιν ἔχοντα κεφαλὰς καὶ πρόσωπα ὅμοια τοῖς τῶν βοῶν καὶ προβάτων, τὰ δὲ γίνεται ἐν τῷ ἔχειν τρεῖς ἢ τέτταρας ἐπὶ τῶν διπόδων πόδας ἢ ἓξ δακτύλους ἐπὶ τῶν πενταδακτύλων ἡ δύο κεφαλάς· ἐγέννησε γάρ τις γυνὴ τέρας δικέφαλον. p. 769b 30 Δημόκριτος μὲν οὖν ἔφη γίνεσθαι τὰ τέρατα διὰ τὸ δύο γονὰς πίπτειν. Τὴν Δημοκρίτειον πρότερον περὶ τῆς τῶν τεράτων γενέσεως παρατίθεται δόξαν, εἶθ’ οὕτως ἐρεῖ τὴν αὑτοῦ. ἔλεγεν οὖν ὁ Δημόκριτος ὅτι ἐν τῇ σήμερον φέρε εἰπεῖν γεγονυίᾳ ὀχείᾳ εἰσῆλθεν ἐν τῇ ὑστέρᾳ ἀπὸ τοῦ ἄρρενος γονή, εἰσέρχεται δὲ καὶ ἐν τῇ εἰς αὔριον γενησομένῃ, καὶ ὅλως ἄλλη μὲν εἰσέρχεται ἐν τῇ προτέρᾳ ὀχείᾳ, ἄλλη δὲ ἐν τῇ ὕστερον γεγονυίᾳ. ὅταν οὖν δὶς ὀχευθῇ τὸ θῆλυ, καὶ δύο εἰσέλθωσιν ἐν τῇ ὑστέρᾳ αὐτοῦ γοναί, ὥσπερ ἡ πρότερον εἰσελθοῦσα πλάττει καὶ ποιεῖ χεῖρας καὶ πόδας καὶ τὰ λοιπά, οὕτω καὶ ἡ ὕστερον εἰσελθοῦσα τὰ αὐτὰ ποιεῖ· ἀλλὰ διὰ τὸ εἶναι τὸ καταμήνιον ἓν καὶ συνεχές, γίνονται καὶ τὰ ἐξ ἀμφοῖν ταῖν γοναῖν συνεχῆ ἀλλήλοις καὶ ἐπαλλάττοντα, τουτέστι κοινωνοῦντα καὶ ὅμοια ὄντα ἀλλήλοις, καὶ διὰ ταύτην τὴν αἰτίαν γίνεται εἷς ἄνθρωπος, ἔχων δύο μὲν κεφαλάς, τέσσαρας δὲ πόδας. ἔλεγε δὲ ὁ Δημόκριτος καὶ τὰ ᾠὰ τῶν ὀρνίθων τέρατα εἶναι· ταχείας γάρ, φησί, καὶ ἐν μιᾷ ὥρα πολλάκις ἐπὶ τού|των γινομένης τῆς ὀχείας πολλαὶ εἰσέρχονται γοναί, καὶ διὰ τοῦτο τοῦ ᾠοῦ τὸ μέν ἐστι λευκόν, τὸ δὲ ὠχρόν· εἰ δὲ εἰσήρχετο μία γονή, ἢ ὠχρὸν ἂν ἦν τὸ πᾶν ἢ λευκόν. εἰσὶν οὖν, φησί, καὶ τὰ ᾠὰ τέρατα, ἀλλὰ διὰ τὸ ἀεὶ οὕτως γίνεσθαι τῇ ταχυτῆτι τῆς ὀχείας οὐ δοκοῦσιν εἶναι τέρατα. ἐπαλλάττειν δὲ καὶ κοινωνεῖν λέγει τὴν τῶν ᾠῶν χρόαν, διότι παντὸς ὀρνιθείου ᾠοῦ τὸ μέν ἐστι λευκὸν τὸ δ’ ὠχρόν. ἡ μὲν οὖν Δημοκρίτειος περὶ τῆς τῶν τεράτων γενέσεως δόξα αὕτη, τὴν ἀπὸ τοῦ ἄρρενος γονὴν αἰτιωμένη· ὅπερ οὗτος οὐ βούλεται, ἀλλὰ μᾶλλον τὴν ἀπὸ τοῦ θήλεος ὕλην. ἐγκαλεῖ δὲ τῷ Δημοκρίτῳ λέγων εἰ δὲ συμβαίνει ἐξ ἑνὸς σπέρματος πλείω γίνεσθαι καὶ μιᾶς συνουσίας, ὅπερ φαίνεται. ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον ῾εἰ ὅλως χρὴ τὸ ἀπὸ τοῦ ἄρρενος αἰτιᾶσθαι σπέρμα, ὡς Δημοκρίτῳ δοκεῖ, καὶ μὴ τὴν ἀπὸ τοῦ θήλεος ἀπόκρισιν, ὡς ἡμῖν, τί δεῖ ἀνακυκλεῖν καὶ λέγειν ὅτι ἡ πρότερον εἰσελθοῦσα γονὴ πεποίηκε τάδε, ἡ δ’ ὕστερον τάδε, καὶ μὴ ἀποφαίνεσθαι ὅτι ἡ αὐτὴ καὶ μία πεποίηκε τὰς τέσσαρας χεῖρας καὶ τὰς δύο κεφαλάς, καὶ τὰ λοιπὰ ὁμοίως᾿; ὁρῶμεν γὰρ ὅτι ἐκ μιᾶς ὀχείας καὶ δηλονότι καὶ μιᾶς γονῆς διδυμοτοκοῦσι πολλαὶ τῶν γυναικῶν, ὁμοίως δὲ καὶ τῶν πολυτόκων πολλὰ ἐκ μιᾶς ὀχείας γεννᾷ πλείονα. εἰ οὖν ἡ μία γονὴ πολλὰ δύναται ποιεῖν ζῷα, ποιήσει ἄρα καὶ ἓν πλείονα ἔχον μέρη τῶν κατὰ φύσιν ἐπιβαλλόντων αὐτῷ· τοῖς γὰρ τοιούτοις, φησί, τουτέστι τοῖς πολυτόκοις, ἀναγκαῖον μάλιστα τοῦτο συμβαίνειν, τουτέστι τὸ τέρατα γεννᾶν. ἄν γὰρ μὴ διακριθῶσ· ι τὰ σπέρματα (εἰ δεῖ ταῦτα αἰτιᾶσθαι κατὰ τὴν Δημοκρίτειον ἀπόφασιν) ἂν δὴ μὴ διακριθῶσι καὶ τοῦτο μὲν τὸ μέρος τοῦ ὅλου σπέρματος ποιήσῃ |ζῷον, ἐκεῖνο δὲ τὸ μέρος ἕτερον καὶ ἄλλο ἄλλο, ἀλλ’ ἅμα ὦσι καὶ συνεχῆ ἀλλήλοις τὰ τοῦ ὅλου σπέρματος μόρια, γενήσεται ἕν τι ζῷον ἔχον, εἰ τύχῃ, δύο μὲν κεφαλάς, ἓξ δὲ πόδας, τέσσαρα δὲ ὦτα. ταῦτα εἰπὼν πρὸς Δημόκριτον τὴν ἑαυτοῦ ἐκτίθεται δόξαν λέγων ὅλως δὲ μᾶλλον τὴν αἰτίαν τῆς τῶν τεράτων γενέσεως οἰητέον ἐν τῇ ὕλῃ, τουτέστιν ἐν τῇ ἐκκρίσει τῇ ἀπὸ τοῦ θήλεος καὶ ἐν τῷ κυήματι τῷ ἐκ τοῦ καταμηνίου καὶ τῆς τοῦ ἄρρενος ὄντι γονῆς. ἄν γὰρ ἐπικράτεια γένηται ἐν τῷ κυήματι τῆς ὕλης, ἧττα δὲ τῆς γονῆς, τέρας ἔσται τὸ γεγονός. λέγει δὲ μάλιστα γίνεσθαι ἐν ταῖς ἀλεκτορίσι τὰ τέρατα διὰ τὸ ἔχειν πολλὰ κυήματα, καὶ πλησίον εἶναι ἀλλήλων, ὥστε ἅπτεσθαι θάτερον θατέρου, ἁπτόμενα δὲ συμφύονται· ἐξ οὗ συμβαίνει πολλάκις περικλείεσθαι ὑπὸ ἑνὸς κελύφους δύο ὠχρά, καὶ δὴ ὁρῶμεν πολλὰ τῶν ᾠῶν δύο ἔχον ἕκαστον αὐτῶν ὠχρά. καὶ ἐπεί, ὡς πολλάκις εἴρηται, τὸ μὲν τοῦ νεοττοῦ σῶμα ἐκ τοῦ λευκοῦ γίνεται, ὡς δὲ προιὼν ἐρεῖ, οἱ [δὲ] πόδες καὶ ἡ τροφὴ ἐκ τοῦ ἐπειδὴ γὰρ οἱ πόδες τῶν ἄλλων γεωδέστεροί εἰσιν ὀστῶν (τὰ γὰρ πλῆκτρα καὶ οἱ ὄνυχες καὶ αἱ ἐν τοῖς σκέλεσι λεπίδες παντελῶς εἰσι γεώδεις), τοιοῦτον δὲ καὶ τὸ ὠχρόν (γεῶδες γὰρ καὶ τοῦτο, ὡς πολλάκις εἴρηται), ἐκ τοῦ ὠχροῦ ἴσχειν τὴν γένεσιν τὰ σκέλη· ἐπεὶ οὖν ἐκ τοῦ ὠχροῦ οἱ πόδες, ἐν ᾧ ᾠῷ δύο εἰσὶν ὠχρά, ἀναγκαῖον τέσσαρας ἢ τρεῖς ἐξ αὐτοῦ γίνεσθαι πόδας. συμφύονται δέ, φησί, πολλὰ κυήματα τῶν ὀρνίθων ὥσπερ καὶ πολλὰ τῶν περικαρπίων· ὁρῶμεν γὰρ δύο κάρυα συμπεφυκότα ἀλλήλοις καὶ ἄλλα πολλά. τούτων οὖν τῶν ὀρνιθείων ᾠῶν ὅσων αἱ λέκιθοι (λέγων λεκίθους τὰ ὠχρά) κεχωρισμέναι εἰσὶν ἀπ’ ἀλλήλων διά τινος ὑμένος, γίνονται ἐκ τοῦ αὐτοῦ καὶ ἑνὸς ᾠοῦ δύο νεοττοὶ τέλειοι μηδὲν ἔχοντες περιττὸν μηδὲ τερατῶδες· ὅσων δὲ συμβῇ τὰς λεκίθους μὴ διείργεσθαι ἀπ’ ἀλλήλων ὑμένι, ἀλλὰ συνεχεῖς εἶναι, γίνονται οἱ τερατώδεις νεοττοὶ μίαν μὲν ἔχοντες κεφαλὴν καὶ ἓν σῶμα, ἐπειδὴ καὶ τὸ λευκὸν ἕν 〈τέτταρα δὲ σκέλη〉. ὅταν γὰρ γένηται ἓν ζῷον μίαν ἔχον κεφαλὴν καὶ ἓν σῶμα, τέτταρα δὲ σκέλη, τότε δὴ [τότε] συμβέβηκε καὶ τὰ λευκὰ τὰ δύο καὶ τὰ ὠχρὰ τὰ δύο μὴ διείργεσθαι ἀπ’ ἀλλήλων ὑμένι. γίνεται δὲ μία κεφαλὴ καὶ ἓν σῶμα διὰ τὸ τὰ δύο λευκὰ ἀνακραθῆναι καὶ δι’ ἀλλήλων χωρῆσαι καὶ ἕν τι σύστημα καὶ μίαν κρᾶσιν ἐξ ἀμφοτέρων καὶ φύσιν γεγονέναι, τέτταρες δὲ ἢ τρεῖς πόδες, διότι τὰ ὠχρά, εἰ καὶ συμπεφύκασιν ἀλλήλοις κατὰ τὰς ἄκρας, ἀλλ’ οὖν δύο πάλιν εἰσὶ καὶ οὐχ ἕν· οὐ γὰρ δύναται ῥᾳδίως οὕτω τὰ ὠχρὰ ἀνακραθῆναι καὶ ἕν τι γενέσθαι διὰ τὸ δυσδιαίρετον αὐτῶν, ὅπερ αὐτοῖς παρέχεται τὸ ἐνὸν γεῶδες. ὅτι δὲ τὰ μὲν λευκὰ ῥᾷστα ἀναμίγνυται καὶ ἀνακεράννυται, τὰ δὲ ὠχρὰ τοὐναντίον, δῆλον ἐπὶ τῶν φαινομένων· εἰ γὰρ δύο ἢ τρία ἢ καὶ πλείονα ᾠὰ θραύσειέ τις καὶ εἰς ἀγγεῖόν τι ἐμβιβάσειεν, ὄψεται τὰ μὲν λευκὰ ἕν τι γεγονότα τὰ δ’ ὠχρὰ καθ’ αὑτὰ μένοντα ἐν τῷ οἰκείῳ ὅρῳ τε καὶ σχήματι. γίνεται οὖν μία κεφαλὴ καὶ ἓν σῶμα, ὅτι καὶ τὸ ἐξ ἀμφοῖν λευκὸν ἕν, πλείονες δὲ τῶν δύο πόδες, ὅτι καὶ τὰ ὠχρὰ δύο καὶ οὐχ ἕν. ὅταν δὲ δύο γένωνται ἐκ τοῦ ἑνὸς ᾠοῦ νεοττοὶ τέλειοι, τότε συνέβη ἕκαστον λευκὸν καὶ ἕκαστον ὠχρὸν καθ’ αὑτὸ εἶναι ὑμένι τινὶ περιεχόμενον· ἐπεὶ οὖν κεχώρισται ἀπ’ ἀλλήλων καὶ τὰ λευκὰ καὶ τὰ ὠχρά, ἀναγκαῖόν ἐστι δύο γενέσθαι νεοττοὺς ὑγιεῖς μηδέν τι τερατῶδες ἔχοντας. ἡ μὲν οὗν διάνοια τῶν εἰρημένων, οἶμαι, τοιαύτη, ἣν αὐτὸς ἐλλιπῶς διὰ βραχυλογίαν ἀπήγγειλεν. ἐν δὲ τῇ λέξει τῇ διὰ τὸ ἀδιόριστα εἶναι τὰ ὠχρὰ τὸ λεγόμενον ἴσον ἐστὶ τῷ διὰ τὸ μὴ εἶναι κεχωρισμένα ὑμένι, ἀλλὰ συνεχῆ. λέγει δὲ ἐν τοῖς ὄφεσι σπάνια γίνεσθαι τὰ τέρατα διὰ τὸ σχῆμα τοῦ σώματος αὐτῶν· ἐπιμῆκες γὰρ καὶ ὅμοιον ῥάβδῳ ὄν, ἀνάγκη καὶ τὴν ὑστέραν ἐπιμήκη εἶναι, ὥστε καὶ τὰ ᾠὰ στοιχηδὸν καὶ ἐφεξῆς τόδε μετὰ τόδε κεῖσθαι καὶ μὴ σωρηδὸν ὡς τὰ τῶν ἀλεκτορίδων· ἐφεξῆς δὲ κειμένων σπανίως ἐν τῷ αὐτῷ καὶ ἑνὶ ᾠῷ συμβαίνει δύο γίνεσθαι κυήματα. ἐν δὲ ταῖς μελίτταις οὐ γίνεται τέρατα, ὅτι τὰ κυττάρια, ἐν οἷς ἐστιν ὁ τόκος αὐτῶν, κεχωρισμένα ἐστὶν ἀπ᾿ ἀλλήλων, ὥστε καὶ οἱ ἐν αὐτοῖς τόκοι. ὀλιγάκις δὲ γίνεται καὶ ἐν τοῖς ἀνθρώποις τὰ τέρατα διὰ τὸ τέλεια γεννᾶν· ὅσα δὲ δύναται τέλεια γεννᾶν βραδέως ἀποτυγχάνει. ὥσπερ γὰρ οἱ χαριέστατοι τῶν ζωγράφων βραδέως ἀποτυγχάνουσι περὶ τὰς τῶν μιμουμένων ὑπ’ αὐτῶν ἐμφερείας, οὕτω καὶ τὰ τελειόγονα. ἐν δὲ τῇ λέξει τῇ τὰ γὰρ πολλὰ τίκτει τυφλὰ τούτων τὸ τούτων περὶ τῶν πολυσχιδῶν εἴρηται· δῆλον δὲ ὅτι καὶ τυφλὰ καὶ |ἀτελῆ. προωδοποίηται οὗν καὶ ἐπιτήδειον καὶ εὐφυὲς πρὸς τεράτων γένεσιν γίνεται τὸ μὴ γεννᾶν ὅμοια. ἐπειδὴ γὰρ ἡ μὲν γεννῶσα κύων ὀφθαλμοὺς ἔχει, τὰ δὲ γεννώμενα οὐκ ἔχει (τυφλὰ γάρ, καὶ ἐκτὸς τελειοῦνται τὰ ὄμματα αὐτῶν), ὡς ἀνόμοια ἑαυτῇ γεννᾷ, ἀνόμοια δὲ κατὰ τὸ τέλειον καὶ ἀτελές. διόπερ ἐπαλλάττει τοῦτο τὸ σύμπτωμα τοῖς τοιούτοις τὴν φύσιν. τοιούτοις λέγει τοῖς πολυτόκοις, σύμπτωμα δὲ τὸ γεννᾶν τέρατα· τῷ δὲ ἐπαλλάττειν νῦν ἀντὶ τοῦ εὑρίσκεσθαι ἐχρήσατο. τὸ οὖν τέρατα, φησί, γίνεσθαι μάλιστα ἐν τοῖς πολυτόκοις εὑρίσκεται. ἐπεὶ δὲ τῶν φύσει γινομένων τὰ μὲν ἀεὶ οὕτως γίνεται, ὥσπερ τροπαὶ ἀνατολαί τε καὶ δύσεις, τὰ δ’ ὡς ἐπὶ τὸ πολύ, ἐν τοῖς ὡς ἐπὶ τὸ πολὺ γινομένοις ἡ τῶν τεράτων συνίσταται γένεσις· ὅταν γὰρ ἀπολισθήσῃ τοῦ ὡς ἐπὶ τὸ πολύ, τέρας ἤδη τὸ ἀπολισθῆσάν ἐστι. ᾿Επεὶ καὶ τούτων ἐν ὅσοις συμβαίνει παρὰ τάξιν μὲν ταῦτα, ἀεὶ μέντοι μὴ τυχόντως. Τὸ μὴ τυχόντως ἴσον ἐστὶ τῷ μὴ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἄλλως, ἀλλ’ ἀεὶ ὡσαύτως. ἔστι δὲ τὸ λεγόμενον ‘καὶ ἐπὶ τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων ἄν ἡ παρέκβασις ἀεὶ ἐν τῷ αὐτῷ καὶ ἑνὶ γένηται, οὐ δοκεῖ τέρας εἶναι. οἷον ὡς ἐπὶ τὸ πολὺ γίνονται οἱ ἄνθρωποι κατὰ φύσιν πένταδάκτυλοι· ἄν δὴ ὁσάκις ἄν ἐγεγόνει ἐκτροπὴ καὶ ἀποτυχία τοῦ πενταδοκτύλου, εἰς τὸ τετραδάκτυλον ἐγίνετο ἡ παρέκβασις, ὡς πάντα ἄνθρωπον ἢ τετραδάκτυλον ἢ πενταδάκτυλον εἶναι, οὐκ ἂν ἐδόκει τέρας τὸ τετραδάκτυλον· νῦν δ’ ἐπειδὴ γίνεται καὶ εἰς ἑξαδάκτυλον καὶ τριδάκτυλον, ἐπὶ τούτῳ δοκεῖ τέρας τὸ τετραδάκτυλον῾. ὅταν οὖν, φησίν, ἡ κατὰ τὸ εἶδος φύσις, τουτέστιν ἡ ἀπὸ τοῦ ἄρρενος γονή, μὴ κρατήσῃ τὴν κατὰ τὴν ὕλην, ἤτοι τὴν τοῦ θήλεος ἔκκρισιν, ἀλλὰ κρατηθῇ, γίνεται τέρας. οὔτε δὴ τὰ ἀεὶ μὴ τυχόντως γινόμενα λέγουσι τέρατα οὔτε τὰ μὴ τυχόντως γινόμενα περικάρπια. ἡ γὰρ ἄμπελος, ἣν καλοῦσι κάπνεον, ὡς ἐπὶ τὸ πολὺ γεννᾷ βότρυας μεταξὺ λευκοῦ καὶ μέλανος ὄντας· ὅταν δ’ ἐκ τούτου τοῦ χρώματος τραπῇ, μεταβαίνει εἰς τὸ μέλαν, οὐδέποτε δ’ ἀνήνεγκε λευκούς. διὸ οὐ καλοῦσι τοὺς μέλανας τέρατα, διὰ τὸ εἰς τὸ μέλαν ἀεὶ γίνεσθαι τὴν παρέκβασιν. τὰ δ’ ἑξῆς σαφῶς ἀπαγγέλλεται. μεθεστῶτα δὲ τοὺς τόπους λέγει τὰ τοὺς οἰκείους τόπους ἀμείψαντα· ἐν πολλοῖς γὰρ ὦπται |τὸ μὲν ἧπαρ ἐν τοῖς ἀριστεροῖς, ὁ δὲ σπλὴν ἐν τοῖς δεξιοῖς κείμενα. λέγει δὲ μηδὲν τῶν ἐναίμων γεγονέναι χωρὶς ἥπατος· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἧπαρ δὲ οὐκ ἔχον μὲν αὐθέν. τὸ μὲν οὖν μηδ’ ὅλως ἔχειν ἧπαρ οὐδέπω γέγονε, τὸ δὲ μὴ ὅλον ἔχειν, ἀλλὰ μέρος γέγονε· πολλὰ γὰρ γέγονε τὸ ἥμιου μόνον τοῦ ἥπατος ἔχοντα, τὸ δὲ ἐν δὲ τοῖς εἰρημένοις ἔχοντα πολλὴν καὶ παντοδαπὴν ταραχὴν ταὐτόν ἐστι τῷ πολλὴν ταραχὴν παρέχει καὶ θόρυβον τοῖς ζητοῦσι τὰς αἰτίας αὐτῶν, πῶς γίνονται τὰ μὲν τὸ ἥμισυ ἔχοντα τοὐ ἥπατος, ἄλλα δὲ τὸν μὲν σπλῆνα ἐν τοῖς δεξιοῖς, ἐν τοῖς ἀριστεροῖς δὲ τὸ ἧπαρ, καὶ τὰ ἄλλα πάντα, ὅσα παρὰ φύσιν γίνεται. κύρια δὲ τοῦ ζῆν ἐστι καρδία, ἧπαρ ,ἐγκέφαλος· ὅταν δὴ ἐν τούτοις τὸ παρὰ φύσιν καὶ τερατῶδες γένηται, οὐ ζῶσιν. ἐν δὲ τῇ λέξει τῇ τούτων δὲ τὰ μὲν μείζω τῶν ἄλλων τὸ τὰ μὲν περὶ τῶν μωνύχων εἴρηται, τὸ δὲ τὰ δὲ πολὺ διαφέρει κατὰ μέγεθος περὶ τῶν ἐλεφάντων καὶ καμήλων. Ἔτι δὲ τὸ γεννῆσαν σπέρμα πλεῖον μὲν τὸ τοῦ μείζονος ἀναγκαῖον εἶναι. Καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ διὰ τί τὰ μεγάλα τῶν ζῴων μονοτόκα ἐστί, τὰ δὲ μικρὰ πολυτόκα. εἴη δ’ ἄν, οἶμαι, δῆλα τὰ λεχθησόμενα τοιαῦτα προειποῦσιν· ἡ εἰσελθοῦσα γονή, ὡς ἐρεῖ προΪών, εἰς τοσαῦτα διῃρέθη, εἰς ὅσα καὶ ἔτεκε· τοσαῦτα γὰρ γεννᾷ, εἰς ὅσα ἡ γονὴ διῃρέθη, καὶ ἔμπαλιν εἰς το|σαῦτα διῃρέθη, εἰς ὅσα καὶ ἐγέννησεν, οἷον εἰ πέντε τέτοκε σκύμνους ἡ λέαινα, εἰς πέντε καὶ ἡ ἀπὸ τοῦ ἄρρενος εἰσελθοῦσα γονὴ διῄρηται. οὐ μόνον δὲ ἡ γονὴ εἰς πέντε διῃρέθη, ἀλλὰ καὶ τὸ τῆς λεαίνης καταμήνιον· εἰς ὅσα γὰρ διαιρεθῇ ἡ γονή, εἰς τοσαῦτα καὶ τὸ καταμήνιον. καὶ τὸ μὲν πέμπτον τοῦ καταμηνίου μετὰ τοῦ πέμπτου τῆς γονῆς πεποίηκεν ἓν κύημα καὶ ἓν ζῷον, τὸ δὲ τέταρτον μετὰ τοῦ τετάρτου ἄλλο, καὶ τὸ τρίτον μετὰ τοῦ τρίτου ἕτερον, καὶ ἐφεξῆς. τοῦτό τε ἡμῖν προειλήφθω καὶ προσέτι ὅπερ αὐτὸ τίθησιν, ὅτι ἡ μεῖζον ζῷον συνιστῶσα γονή, ὁμοίως καὶ τὸ καταμήνιον, μείζονά εἰσι τῆς γονῆς καὶ τοῦ καταμηνίου τοῦ συνιστῶντος ἔλαττον ζῷον. καὶ ὅτι μὲν ἡ τῶν μειζόνων ὕλη πλείων ἐστὶ τῆς τῶν ἐλαττόνων ,δῆλον καὶ ἐπὶ τῶν τεχνητῶν· τῆς γὰρ μείζονος οἰκίας ἡ ὕλη μείζων ἐστὶ τῆς ἐν τῇ ἐλάττονι καταβαλλομένης· ὥστε καὶ τὴν ὕλην καὶ τὴν γονήν, ἀφ’ ὧν γέγονεν ὁ ἐλέφας, ἀνάγκη μεί- ζονας εἶναι τῶν ἀφ’ ὧν γέγονεν ὁ κύων. ὥστε ἐπειδὴ ταῦθ’ οὕτως ἔχει, πολλὰς μὲν μικρὰς γονὰς ἐκ τοῦ κυνὸς καὶ πολλὰ μικρὰ καταμήνια ἐκ τῆς κυνὸς γενέσθαι δυνατόν. εἰ δὲ τοῦτο, καὶ ᾧ τοῦτο ἕπεται· ἦν δὲ τὸ πολλὰ γεννᾶν. διὰ ταῦτ’ ἄρα πολυτοκεῖ τὰ μικρά. πολλὰ δὲ μεγάλα ἐκ τοῦ ἐλέφαντος καὶ τοῦ ἄρρενος καὶ τοῦ θήλεος γενέσθαι, κἄν μεγάλοι ὦσι, χαλεπόν. τοῖς δὲ μέσοις τῷ μεγέθει τὸ μέσον ἀπέδωκεν ἡ φύσις, καὶ οὔτε πολυτοκεῖ ὡς τὰ μικρὰ οὕτε μονοτοκεῖ ὡς τὰ μεγάλα. τούτου δέ, φησίν, αἴτιον. τουτέστι τοῦ τὰ μώνυχα μονοτόκα εἶναι, ὅτι ὡς ἐπὶ τὸ πολὺ τὰ μεγέθη διώρισται κατὰ τὰς διαφορὰς ταύτας, τουτέστιν ὡς ἐπὶ τὸ πολὺ συμβέβηκε τὰ μὲν μεγάλα μώνυχα εἶναι, τὰ δὲ δίχηλά μέσα, τὰ δὲ πολυσχιδῆ μικρά. εἰ τάχα δέ, φησί, καὶ ἀκολουθεῖ τοῖς μωνύχοις τὸ μέγα, τῷ δὲ μεγάλῳ τὸ μονοτόκον, ὁμοίως καὶ τῷ τὸ μέσον καὶ τῷ μέσῳ τὸ ὀλιγοτόκον, ὁμοίως καὶ ἐπὶ τοῦ πολυσχιδοῦς, ὅμως οὐ τὸ μώνυχον καὶ τὸ δίχηλόν καὶ τὸ πολυσχιδές εἰσιν αἴτια τῆς μονοτοκίας καὶ ὀλιγοτοκίας καὶ πολυτοκίας, ἀλλὰ τὸ μέγεθος καὶ ἡ σμικρότης τῶν σωμάτων. σημεῖον δέ· καὶ γὰρ ὁ ἐλέφας μέγιστον καὶ πολυσχιδὲς καὶ μονοτόκον ,ὥστε εἴπερ αἴτιον ἦν τὸ πολυσχιδὲς τῆς πολυτοκίας, ἔδει τὸν ἐλέφαντα πολυτόκον εἶναι. Τῆς δὲ νῦν ῥηθείσης ἀπορίας μάλιστα ἄν τις θαυμάσειεν ἐπὶ τῶν πολυτόκων. ῾Η μὲν ἀπορία τοιαύτη, διὰ τί ὥσπερ ὁ εἷς ὀπὸς εἰς τὸ γάλα τὸ ὂν ἐν τῴ τοιῳδὶ ἀγγείῳ εἰσιὼν οὐ πολλοὺς ποιεῖ τυροὺς ἀλλ᾿ ἕνα, καὶ ὅσῳ μεῖζον ἂν εἴη καὶ πλέον τὸ ὑπ’ αὐτοῦ συνιστάμενον γάλα, τοσούτῳ καὶ ὁ παγεὶς τυρός ἐστι μείζων, διὰ τί οὖν, ὥσπερ ἐπὶ τούτου, οὐχ οὕτως καὶ ἐπὶ τῶν πολυτοκούντων ἡ μία γονὴ οὐ ποιεῖ ἐκ τοῦ ἑνὸς καταμηνίου ἓν ζῷον ἀλλὰ πολλά; προσῆκε γάρ. |θεὶς οὖν τὴν ἀπορίαν κακίζει τοὺς πειρωμένους αὐτὴν λύειν μὴ καλῶς. ἔλεγον γὰρ οἱ μὴ καλῶς αὐτὴν λύοντες ὅτι πολλοὺς ἐχούσης τόπους τῆς ὑστέρας καὶ πολλὰς κοτυληδόνας ἕκαστος τῶν τόπων ἕλκει πρὸς ἑαυτὸν γονήν, καὶ διὰ τοῦτο γίνονται ἐκ τοῦ ἑνὸς πολλά· ὅσαι γὰρ ἂν εἶεν αἱ ἑλκύσασαι τὸ σπέρμα καὶ δηλονότι καὶ τὸ καταμήνιον κοτυληδόνες, τοσαῦτά φασι γίνεσθαι καὶ τὰ ζῷα. ἐγκαλεῖ οὖν τοῖς οὕτω τὴν ἀπορίαν λύουσι λέγων ῾τὸ λέγειν οὕτω μηδέν ἐστι λέγειν· ὲν γὰρ τῷ αὐτῷ καὶ ἑνὶ τόπῳ καὶ τῇ μιᾷ κοτυληδόνι τῆς ὑστέρας γίνονται δύο ζῷα πολλάκις· ἔδει δὲ ἓν γίνεσθαι ἐν ἑκάστῃ τῶν κοτυληδόνων, εἴπερ αὗται τῆς διορίσεως καὶ τοῦ χωρισμοῦ ἦσαν αἴτιαι. ἄλλως τε δὲ καὶ ἐν τοῖς πολυτόκοις οὐχ οὕτω φαίνεται τὰ ἔμβρυα κείμενα κεχωρισμένα δηλαδὴ ἀπ’ ἀλλήλων, ἀλλ’ ἐφεξῆς καὶ ἀλλήλων ἁπτόμενα᾿. ταῦτα πρὸς τοὺς οὕτω λύειν τὴν ἀπορίαν πειρωμένους ἀποσκώψας, αὐτὸς λύει αὐτὴν λέγων ὥσπερ γὰρ καὶ τελειωθέντων τῶν ζῴων ἐστὶν ἑκάστου μέγεθος ὡρισμένον καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ το ἔλαττον, ἅπερ οὐ δύναται ὑπερβῆναι, ὅπερ δὴ καὶ ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως ἔλαβεν, ὅτε τὴν Ἀναξαγόρειον δόξαν ἤλεγχε τὴν πάντα ἐν πᾶσιν εἶναι λέγουσαν ,ὥσπερ οὖν ἐστιν ἑκάστου μέγεθος ὡρισμένον καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον, ἅπερ οὐ δύναται ὑπερβῆναι (οὔτε γὰρ ἴσος οὐρανῷ δύναται γενέσθαι ἄνθρωπος οὔτε πάλιν ἴσος κυάμῳ), ἀλλ’ ἐπὶ μὲν ὢ τὸ μεῖζον, ὥσπερ λέγομεν, καὶ ἔλαττον ὥρισται ἑκάστου τὸ μέγεθος, ἐν δὲ τῷ μεταξὺ ἀοριστίνει, καὶ ἐπὶ τούτῳ ἐστὶν ἄλλο ἄλλου μεῖζον καὶ ἔλαττον, ὥσπερ οὖν ἐπὶ τούτων, οὕτως ἔχει καὶ ἐπὶ τοῦ καταμηνίου· τοῦτο γὰρ εἶπε ὕλην σπερματικήν· ὥρισται γὰρ καὶ τοῦτο καὶ οὐκ έστιν ἀόριστον, ὥστε ἐξ οὗ ἐνδέχεται πέντε γενέσθαι ζῷ, ἓν‘ γενέσθαι, ἢ ἐξ οὗ ἕν, πέντε. εἰ γὰρ ἐξ οὗ ἦν δυνατὸν πέντε γενέσθαι, ἓν ἐγεγόνει, λίαν ἂν ἦν μέγα καὶ ὑπερβαῖνον τὸν ἐπὶ τὸ μεῖζον ὅρον. ἀλλ’ ἀδύνατον· εἴρηται γὰρ ὅτι ὥρισται καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον ἑκάστου ζῴου μέγεθος, ἅπερ ὑπερβῆναι οὐ δύναται. ὁμοίως δὲ κἀν εἰ ἐξ οὗ ἓν ἔμελλε γενέσθαι, πέντε ἐγεγόνεσαν, ὑπερέβη ἂν τὸν ἐπὶ τὸ ἔλαττον φυσικὸν ὅρον. ὅσα οὖν, φησί, τῶν ζῴων διὰ τὴν εἰρημένην αἰτίαν, τουτέστι διὰ τὸ εἶναι μικρὰ τῷ μεγέθει, πλεῖον προΐεται περίττωμα παρόπερ εἰς ἑνὸς ζῴου ἀρχήν, οὐκ ἐνδέχεται ἓν ἐξ αὐτοῦ γενέσθαι, ἀλλὰ τοσαῦτα ὅσα τοῖς μεγέθεσιν ὥρισται τοῖς ἱκνουμένοις· ἔστι δὲ τὸ ἱκνουμένοις ἴσον τῷ μέλλουσι γενέσθαι. ἔστι δὲ τὸ λεγόμενον ἀλλὰ τοσαῦτα γενήσονται τοῖς μεγέθεσιν, ἤτοι τῷ πλήθει καὶ τῷ ἀριθμῷ, ὅσα δυνατὸν ἦν γενέσθαι, καὶ οὔτε ὑπέρβασις γενήσεται τοῦ ἀριθμοῦ οὔτε ἔλλειψις᾿. τὸ δὲ ἐν διαιρουμένῳ τῷ σπέρματι μηνυτικόν ἐστιν οὗ πρὸ βραχέος ἡμεῖς ἐμνήσθημεν· ἐλέγομεν γὰρ ὅτι εἰ πέντε γεγέννηται ζῷ, καὶ τὸ σπέρμα καὶ τὸ καταμήνιον εἰς πέντε διῃρέθη. ἐπεὶ δὲ ἡ ἀπορία ἐκ παραδείγματος τοῦ ὀποῦ καὶ τοῦ γάλακτος προέβαινε, λέγει μηδὲν εἶναι τὸ παράδειγμα τὸ τοιοῦτον· οὐδεμίαν γὰρ ἔχει ὁμοιότητα, εἴπερ ὁ μὲν ὀπὸς τὸ ποσὸν μόνον συνίστησιν, ἡ δὲ γονὴ αὐτό τε καὶ τὸ ποιόν, ἤτοι τὸ τοιονδὶ εἶδος τοῦ ζῴου. Τῶν δὲ πλεοναζόντων μορίων παρὰ φύσιν τὸ αὐτὸ αἴτιον καὶ τῆς διδυμοτοκίας. Πλεονάζουσι παρὰ φύσιν τὰ μόρια, ὅταν ἑξαδάκτυλος ἄνθρωπος γένηται ἢ τρίπους, ἢ ἄλλον τινὰ τρόπον τοιοῦτον. λέγει οὖν ὅτι τὸ αὐτὸ καὶ τούτοις καὶ τῆς διδυμοτοκίας ἐστὶν αἴτιον. ὥσπερ γάρ, φησίν, ἐκεῖ, ἄν πλείω |ὕλην συστήσῃ ἢ εἰς ἑνὸς ζῴου συμπλήρωσιν, δίδυμα γίνεται, οὕτω καὶ ἐπὶ τούτων· ὅταν γὰρ ὕλην λάβῃ εἰς δακτύλου φέρε εἰπεῖν τοῦ μικροῦ καλουμένου συμπλήρωσιν, αὕτη δὲ πλείων ᾖ τῆς ἁρμοζούσης, τότε γίνεται ἄνθρωπος ἔχων τὸν μικρὸν δάκτυλον μείζονα τῶν ἄλλων δακτύλων· τὸ δ’ αὐτὸ καὶ ἐπὶ χειρὸς καὶ ἐπὶ τῶν ἄλλων. ἄν μὲν οὖν μία μείνῃ ἡ ληφθεῖσα ὕλη, γίνεται ὁ εἰρημένος δάκτυλος μέγας, ἂν δὲ σχισθῇ, δύο ἀνθ’ ἑνός, ὥστε συμβαίνει ἀντὶ πέντε ἓξ ἔχειν δακτύλους. ὁμοίως κἂν εἰ πλείων τῆς προσηκούσης ἐλήφθη ὕλη εἰς σύστασιν ἀριστερᾶς φέρε εἰπεῖν χειρός, εἰ μὲν οὖν μὴ διαιρεθῇ, γεννᾶται ἔχων τὴν ἀριστερὰν χεῖρα μείζονα κατὰ πολὺ τῆς δεξιᾶς, εἰ δὲ σχισθῇ, γίνεται τρίχειρ, δύο μὲν ἔχων ἀριστεράς, αἶαν δὲ δεξιάν. ἄν δὲ τὸ σῶμα τοῦ κυήματος σχισθῇ, γεννᾶται τέρας, ἔχον μίαν μὲν κεφαλήν, δύο δὲ αὐχένας καὶ πλευρὰς τέσσαρας καὶ πόδας τέσσαρας. ὥσπερ γὰρ ὁ εἷς ποταμός, ὅταν ἀντικρούσῃ εἰς πέτραν, εἰς δύο διαιρεῖται, ἑνὸς ὄντος τοῦ ἐπέκεινα τῆς πέτρας, οὕτω καὶ ἐπὶ τούτων κεφαλὴ μὲν μία ἀνάλογος οὖσα τῷ ἐπέκεινα τῆς πέτρας μέρει του ποταμοῦ, δύο δὲ τὰ λοιπά, ἀνάλογα πάλιν ταῖν δυοῖν ὑπὸ τῆς πέτρας γεγενημέναιν συστασέοιν. οἱ δὲ πλεονάζοντες, φησί, δάκτυλοι προσφύονται μὲν πολλάκις ἀλλήλοις, ἐνίοτε δὲ καὶ πόρρω διὰ τὴν γινομένην ἐν τῷ κυήματι κίνησιν. οἷον ὡς ἐπὶ παραδείγματος τοῦ μέρους τῆς χειρός, ὃ καλεῖται καρπός, καὶ τῶν δακτύλων ἕλκει ἡ δακτυλοποιητικὴ δύναμις ὕλην ἀπὸ τοῦ καρποῦ εἰς σύστασιν τῶν δακτύλων, πλείων δὲ οὖσα τῆς τῶν πέντε συστάσεως δακτύλων πεποίηκεν ἕξ· εἶτα ἡ τοῦ καρποῦ ποιητικὴ δύναμις ἔνδειαν ἔχουσα ὕλης εἰς ἀναπλήρωσιν τοῦ καρποῦ |διὰ τὸ προαρπάσαι αὐτὴν τὴν δακτυλοποιητικὴν κινεῖ καὶ ἕλκει ἀφ’ οὗ ἄν εὑρήσῃ περιττὴν ὕλην· εὑρίσκει δὲ τὸν ἕκτον δάκτυλον, ὅστις ἕκτος συνέστη ἀπὸ τῆς ὕλης, ἐξ ἧς ἔμελλεν ὁ καρπὸς συστῆναι· ὃν λαβοῦσα προσάπτει τῷ καρπῷ. αὕτη ἐστὶν ἡ αἰτία τοῦ γενέσθαι τινὰς ἔχοντας δάκτυλον ἐν τῷ καρπῷ. ἐνίοτε οὖν, φησί, γίνονται οἱ δάκτυλοι καὶ πόρρω ἀλλήλων διὰ τὸ κινεῖν τὰς δυνάμεις τῆς ψυχῆς τὴν ἐν τῷ κυήματι ὕλην ὁτὲ μὲν πρὸς ἑαυτὴν τὴν δακτυλοποιητικήν, ὁτὲ δὲ τὴν καρποποιητικήν, ὁτὲ δὲ τὴν κεφαλοποιητικήν· ὁτὲ δὲ οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ τὴν τῆς ὕλης ὑπεροχήν, ὅθεν ἀφαιρεθῇ, ἐκεῖ ἀποδιδόναι. ἡ γὰρ ἀπὸ τοὐ καρποῦ εἰς δακτύλων σύστασιν πλείων ληφθεῖσα τῆς προσηκούσης πάλιν εἰς τὸν καρπὸν ἀποδίδοται καὶ ἀντιστρέφεται· τὸ δὲ εἶδος τοῦ δακτύλου ἔχει ἀπὸ τῆς δακτυλοποιητικῆς δυνάμεως, ὅπου ἐπλεόνασε, τουτέστιν ὅπου πλείων τῆς προσηκούσης ἐλήφθη. ᾡ συνέβη δύο αἰδοῖα ἔχειν, ἄρρενος καὶ θήλεος, εἰ μὲν περίνεον ἔχει, τὸ μὲν ἄρρεν κατὰ φύσιν ὑπάρχον αὐτῷ κύριον γίνεται, τουτέστι τέλειον, τὸ δὲ τοῦ θήλεος ἄκυρον καὶ ἀτελὲς διὰ τὸ καὶ τὴν τροφὴν ἀμαυρὰν λαμβάνειν παρὰ φύσιν ὄν. εἰ δὲ τύχῃ ὑστέραν ἔχον, τοὐναντίον τὸ μὲν τοῦ θήλεος κύριον γίνεται καὶ τέλειον, τὸ δὲ τοῦ ἄρρενος ἄκυρον καὶ ἀτελές. προσ- πέφυκε δὲ αὐτοῖς, καὶ οὕτω τρέφεται τὰ παρὰ φύσιν αἰδοῖα, ὥσπερ καὶ τὰ ἑλκώδη φύματα. ἂν μὲν οὖν πλεονάσασα ἡ ὕλη κρατηθῇ ὑπὸ τῆς γονῆς, γίνεται ἐν τῷ ἑνὶ ζῴῳ δύο αἰδοῖα ἄρρενος (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὅμοια ἀλλήλοις), εἰ δὲ κρατηθῇ **γίνονται δύο θήλεα· ἂν δὲ τῇ μὲν κρατήσῃ, τῇ δὲ κρατηθῇ ,ἄρρενος καὶ θήλεος. λέγει δὲ διαφέρειν τὴν παράφυσιν καὶ τὴν πολυτοκίαν τὸν εἰρημένον τρόπον, λέγων παράφυσιν τὴν ἑξαδακτυλίαν καὶ τὰ ὅμοια. τὰ δὲ τέρατα πάλιν διαφέρει τῆς πολυτοκίας, ὅτι τὸ μὲν τέρας ἐστὶ πολλῶν ζῴων σύμφυσις, ἡ δὲ πολυτοκία πολλῶν ζῴων χωρισμός. τῆς δὲ παραφύσεως διαφέρει ἡ πολυτοκία καὶ τὸ τέρας, ὅτι ἐν τῇ παραφύσει περὶ μόρια ἥμαρτεν ἡ φύσις, ἐν δὲ τοῖς τέρασι περὶ τὰς ὁλότητας· ἐν δὲ τῇ πολυτοκίᾳ κατευστόχησε μᾶλλον καὶ οὐκ ἀπέτυχεν. ὅμως αὐτὸς νῦν περὶ τῆς παραφύσεως καὶ τοῦ τέρατος λέγει. τὸ δὲ ἔνια δὲ καὶ τοῦτον τὸν τρόπον ἴσον ἐστὶ τῷ ἔνια δὲ τῶν τερατωδῶν κατ’ οὐδένα γίνεται τῶν ῥηθέντων τρόπων, ἀλλὰ μᾶλλον κατὰ τὸν ῥηθησόμενον. ἀλλὰ καὶ τὸ τὰ δὲ πλείω ἔχοντα ταὐτόν ἐστι τῷ τὰ δὲ δύο ἔχοντα καρδίας, ὥστε ὡς μὲν συμπεφυκὸς ἓν αὐτὸ δεῖ λέγειν, ὡς δὲ δύο ἔχον καρδίας δύο. ἀλλὰ καὶ τῶν οὐ δοκούντων ἀναπήρων εἶναι ἀλλὰ τελείων τινὰς τῶν πόρων λέγει συμπεφυκέναι, καὶ καταλέγει πάντα σαφῶς. τισὶ δὲ συνέβη ὄρχεις μὲν ἔχειν καὶ αἰδοῖον, ἔχειν δὲ τὸ αἰδοῖον κάτωθεν τῶν ὄρχεων, ὥστε δοκεῖν ἅμα ἄρρενος ἔχειν αἰδοῖον καὶ θήλεος· τῶν γὰρ ὄρχεων ἄνω ἀνασπασθέντων ἐμφέρεια θήλεος αἰδοίου ἀποτελεῖται. λέγει δὲ καὶ ὅτι βοῦς θήλεια ἐ|γεγόνει ἐν Περίνθῳ συμπεφυκότα ἔχουσα τὸν πόρον, δι’ οὗ ἔξεισιν ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις, ἥτις ξηρᾶς τροφῆς περίττωσις ἐξήρχετο διὰ τῆς κύστεως καὶ τοῦ αἰδοίου, δι’ οὗ καὶ ἡ τῆς ὑγρᾶς τροφῆς περίττωσις, καὶ πολλάκις ἀνατμηθέντος τοῦ ἀρχοῦ, τουτέστι τοῦ ἀπευθυσμένου ἐντέρου τῆς τοιαύτης βοός, πάλιν συνεφύετο. Τῶν δὲ ζῴων τὰ μὲν ὅλως οὐκ ἐπικυΐσκεται. Ἐπικυίσκεσθαι λέγεται ζῷα, ὅσα μετὰ τὴν σύλληψιν ὀχευθέντα πάλιν ἕτερα συλλαμβάνονται· καὶ τῶν ἐπικυϊσκομένων, φησί, τὰ μὲν τελειοῖ καὶ τὰ ἐκ τῆς πρώτης ὀχείας συλληφθέντα καὶ τὰ ἐκ τῆς δευτέρας, τὰ δ’ οὔ, ὧν τὰς αἰτίας ἐρεῖ προιών. εἰπὼν δὲ ὅτι τὰ μεγάλα τῶν ζῴων οὐκ ἐπικυΐσκεται ὅλως, γοργῶς τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν διὰ γὰρ τὸ μέγεθος τὸ περίττωμα ἀναλίσκεται εἰς τὸ κύημα, τουτέστι διὰ γὰρ τὸ μέγεθος τοῦ κυήματος (τῶν γὰρ μεγάλων ζῴων καὶ τὰ μεγάλα) διὰ δὴ τὸ μέγεθος τοῦ κυήματος ἀναλίσκεται εἰς αὐτὸ τὸ περίττωμα, καὶ ἢ οὐδ’ ὅλως λείπεταί τι, ἢ κἄν λειφθῇ ,ἀλλὰ πάμπαν ὀλίγον ἐστὶ πρὸς τοιούτου κυήματος σύστασιν τὰ δὲ πολυτόκα, φησίν, ἐπικυίσκεται· καὶ τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν διὰ τὸ καὶ τῶν πλειόνων τοῦ ἑνὸς εἶναι θατέρῳ θάτερον ἐπικύημα, πλείονα ἑνὸς λέγων τὰ δύο, τὰ τρία καὶ τοὺς ἐφεξῆς ἅπαντας ἀριθμούς. ἔστι δὲ τὸ λεγόμενον ῾ἐπὶ τῶν πολυτόκων τῶν πλείονα ἑνὸς γεννώντων θάτερον θατέρου ἐπικύημά ἐστιν. οὐ γὰρ ἅμα τελειοῦνται, ἀλλὰ πρῶτον μὲν τόδε, ὅπερ καὶ πρῶτον γεννᾶται, δεύτερον δὲ τελειοῦται τὸ μετὰ τὸ πρῶτον γεννηθέν, καὶ τὸ δεύτερον ἐπικύημα τῷ πρώτῳ, καὶ τὸ τρίτον τῷ δευτέρῳ, καὶ ἐφεξῆς’. ὅτι δὲ οὐχ ἅμα πάντα τελειοῦνται, δῆλον καὶ ἀπὸ τοῦ καιροῦ τῆς κυήσεως· πολλάκις γὰρ γεννᾷ ἡ ὗς ἢ ἡ κύων ἢ ἄλλο τι τῶν πολυτόκων ἐν μὲν τῇ πρώτῃ φέρε εἰπεῖν ὥρᾳ τῆς ἡμέρας ἓν ἢ δύο, ἐν δὲ τῇ δεκάτῃ ἄλλο, καὶ ἐν τῇ μετ’ ἐκείνην ἕτερον, ὡς δηλονότι μὴ ἅμα τελειωθέντων. ἐπεὶ οὖν ἐπὶ τούτων ἄλλῳ ἄλλο ἐπικύημά ἐστι, καὶ εὐφυὴς ἡ τούτων φύσις ὑπάρχει πρὸς τὸ ἐπικυίσκεσθαι, ἡ ἀπὸ τῆς μετὰ τὴν σύλληψιν ὀχείας γονὴ εἰσελθοῦσα καὶ βραχείας ὕλης λαβομένη διὰ τὸ καὶ τὰ κυήματα τῶν τοιούτων ἐκ βραχείας συνίστασθαι ὕλης συνίστησι καὶ ποιεῖ ἐπὶ τοῖς πρώτοις κυήμασιν ἕτερα κυήματα· καὶ διὰ τοῦτο γεννῶνται πρῶτον μὲν τὰ ἐκ τῆς πρώτης ὀχείας καὶ συλλήψεως, ὕστερον δὲ μετὰ δέκα ἢ εἴκοσιν ἡμέρας τὰ ἐκ τῆς δευτέρας. οὕτω γὰρ καὶ δύνανται ἐκτρέφεσθαι, ὅταν σύνεγγυς καὶ πλησίον τῇ πρώτῃ συλλήψει γένηται ἡ δευτέρα· ἂν δὲ γένηται ἡ μὲν πρώτη σήμερον, ἡ δὲ δευτέρα σύλληψις μετὰ τρεῖς ἢ μετὰ δύο μῆ|νας, ὅταν ἤδη τὸ κύημα αὐξηθῇ ,ἢ οὐκ ἐπικυΐσκεται ἢ ὀλιγάκις. εἰπὼν δὲ ἤδη γὰρ ὦπται τὸ τοιοῦτον συμβεβηκὸς ἐπήγαγεν αἴτιον δὲ τὸ εἰρημένον, λέγων εἰρημένον τὸ διὰ τὸ καὶ τῶν πλειόνων τοῦ ἑνὸς εἶναι θατέρῳ θάτερον ἐπικύημα. ἐν δὲ τῇ λέξει τῇ μέχρι τῶν κυουμένων ταῖς γυναιξὶ κυούμενα νῦν λέγει τοὺς καιροὺς τῶν τόκων. τὸ δὲ τῆς λέξεως συνεχὲς τοιοῦτόν ἐστι διὰ τὸ ὡς τὰ πολλὰ τὴν ὑστέραν ταῖς γυναιξί, τουτέστι τῶν γυναικῶν, συμμύειν μέχρι τοῦ καιροῦ τῆς κυήσεως· τότε δὲ ἀνοίγεται, ἵνα ἐξέλθῃ τὸ ἔμβρυον᾿. τὸ δὲ ἄν δὲ συμβῇ ποτε ταὐτόν ἐστι τῷ ἄν δὲ συμβῇ ποτε ἀνεῳγμένην εἶναι τὴν ὑστέραν καὶ διὰ τοῦτο γενέσθαι ἐπικύησιν, γίνεται ταῦτα πάντα, ἅπερ σαφῶς κατα- λέγει. ὥσπερ δέ, φησίν, ἐπὶ τῶν μονοτόκων διὰ τὸ μέγεθος τοῦ κυήματος εὐθὺς ἐν τῇ πρώτῃ συστάσει ἀνήλωται πᾶσα ἡ ὕλη εἰς αὐτό, διὸ καὶ οὐ δύναται ἕτερον συστῆναι, οὕτω καὶ ἐπὶ τῶν πολυτόκων ὅταν αὐξηθῶσι τὰ κυήματα, ὅτε καὶ πλείονος δέονται τροφῆς, οὐκ ἐῶσι τοσαύτην περιτ- τεῦσαι, ὁπόση δὴ εἰς ζῴου σύστασιν ἀρκεῖ· [ἂν δὲ σύνεγγυς γένηται ἡ ὀχεία] ἂν δὲ σύνεγγυς τῇ πρώτῃ ὀχείᾳ ἡ δευτέρα γένηται, ὅταν πάμπαν ἐστὶ βραχέα τὰ κυήματα καὶ ὀλίγης δεόμενα τροφῆς, συνίσταται κυήματα· περιττεύει γὰρ ἡ ὕλη τότε ἀρκοῦσα εἰς κυήματος σύστασιν. ῾Ομοίως δὲ διὰ τὸ τὸν ἄνθρωπον φύσει πολυτόκον εἶναι, καὶ περιεῖναί τι τῷ μεγέθει τῆς ὑστέρας καὶ τοῦ περιττώματος. Διὰ τούτων τὴν αἰτίαν τίθησι τοῦ διὰ τί μόνη ἡ γυνὴ καὶ ἡ ἵππος ἀπὸ πάντων τῶν θηλέων μετὰ τὴν σύλληψιν ὀχεύονται. οὐδὲν γὰρ τῶν ἄλλων μετὰ τὸ συλλαβεῖν ἀνέχεται ὀχευθῆναι πλὴν γυναικὸς καὶ τῆς ἵππου· αὗται γὰρ καὶ μετὰ τὴν σύλληψιν ἄχρι τοῦ τόκου ὀχεύονται. πάνυ δ’ ἀσαφῶς καὶ μεμελανωμένως ἐπάγει τὰς αἰτίας. τέως δὲ τοῦ τὴν γυναῖκα καὶ μετὰ τὸ πληρωθῆναι ἐπιθυμεῖν ὁμιλίας καὶ ὀχεύεσθαι αἴτιον ἐπήγαγε τὸ διὰ τὸ τὸν ἄνθρωπον φύσει πολυτόκον εἶναι καὶ περιεῖναί τι τῷ μεγέθει τῆς ὑστέρας καὶ τοῦ περιττώματος. εἴη δ’ ἂν τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον ῾μόνα ἀπὸ τῶν ἄλλων ζῴων κυοῦντα καὶ κατὰ γαστρὸς ἔχοντα ὀχεύεται γυνὴ καὶ ἵππος. ἡ μὲν οὖν γυνὴ διὰ τὸ τὸν ἄνθρωπον φύσει πολυτόκον εἶναι καὶ διὰ τὰ ἑξῆς τῆς λέξεως᾿. ἔστι δὲ τὸ λεγόμενον ὡς συλλεξαμένοις εἰπεῖν τοιοῦτον· ἐπειδὴ ἡ ἄνθρωπος πολυτόκος τέ ἐστιν, ἔχει δὲ καὶ τὴν ὑστέραν κάτω πρὸς τοῖς ἄρθροις ,ὅταν συλλάβηται, οὐ πληροῦται ἡ ὑστέρα ὑπὸ τοῦ ἑνὸς ἐμβρύου, ὥστε μὴ δύνασθαι καὶ ἕτερον δέξασθαι. εἰ γὰρ ἐπλήρου αὐτὴν τὸ ἕν, οὐδέποτε ἄν δύο ἢ τρία ἔτεκεν· οὐ γὰρ ἂν εἶχε τούτων χώραν ἡ ὑστέρα πεφυκυῖα πληροῦσθαι ὑφ’ ἑνός. ἐπεὶ |οὖν χώραν ἔχει δέξασθαι καὶ ἄλλο ἢ ἄλλα (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ περιεῖναί τι τῷ μεγέθει τῆς ὑστέρας), ὅταν περιῇ καὶ ἐναπομείνῃ καὶ τοῦ καταμηνίου τι (πάντως δ’ ἐναπομένει διὰ τὸ πολὺ περίττωμα ἐκκρίνειν τὴν γυναῖκα) ὅταν οὖν ἐναπομείνῃ καὶ τοῦ καταμηνίου τι, μὴ μέντοι τοσοῦτον, ὥστε καὶ ἕτερον ἐξ αὐτοῦ συστῆναι δύνασθαι ζῷον, διερεθίζεται αὐτή τε ἡ ὑστέρα ὑπὸ τοῦ καταμηνίου πρὸς μῖξιν, καὶ συνδιερεθίζει καὶ τὸ αἰδοῖον διὰ τὴν γειτνίασιν, ἐν ᾧ αἰδοίῳ γίνεται ἡ ἁφὴ καὶ ἡ ἡδονή. μικρᾶς γὰρ τοῦτο κινήσεως τυχὸν ἀπὸ τῆς ὑστέρας κινεῖταί τε καὶ ἐκμαίνεται, ὁμοίως δὲ καὶ ἡ ὑστέρα ἐκβακχεύεται διά τε τὴν τοὐ καταμηνίου διερέθισιν καὶ διὰ τὴν χώραν· βούλεται γὰρ μᾶλλον εἶναι πλήρης ἢ κενή. ἐπεὶ οὖν ἡ γυνὴ καὶ μετὰ τὴν σύλληψιν διὰ τὸ φύσει ὑγρὸν καὶ ψυχρὸν αὐτῆς προίεται περίττωμα ὡς ἐπὶ τὸ πολὺ πλέον μὲν ἢ ὅσον ἀρκεῖ εἰς τροφὴν τῷ κυήματι, ἔλαττον δὲ ἢ ὥστε γενέ- σθαι ἕτερον ἐξ αὐτοῦ, ἀνάγκη διερεθίζεσθαι αὐτὴν ὑπ’ αὐτοῦ, ὥσπερ τὰ ἄρρενα ὑπὸ τῆς προϋπαρχούσης γονῆς. εἶπον δὲ ὡς ἐπὶ τὸ πολὺ προΐεσθαι τοιοῦτον περίττωμα, διότι οὐκ ἀεὶ τὸ περιττεῦον ἔλαττον ἐστιν ἢ ὥστε συστῆναι ἕτερον κύημα ἐξ αὑτοῦ· εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐπεκυΐσκετο γυνή. ἀλλ’ ἔστιν ὡς ἐπὶ τὸ πολὺ ἔλαττον. ἡ μὲν οὖν γυνὴ δία ταὐτὰς τὰς τοῦ σώματος στερρότητα· λέγει δὲ στερρὰ τὰ πυκνοτάτην ἔχοντα τὴν ὑστέραν, ὥστε μὴ δύνασθαι διαπνεῖσθαί τὸ καταμήνιον. προίεται μὲν γὰρ καὶ ἵππος ὀλίγον περίττωμα, ὥσπερ καὶ τὰ ἄλλα ζῷα, ἀλλ’ ἐκείνων εἰ καὶ συμμεμύκασιν αἱ ὑστέραι μετὰ τὴν σύλληψιν, ὅμως 1 διαπνεῖται οἴα τὴν τῇς ὑστέρας μανότητα καὶ σομφότητα καὶ οὐ μένει, ἵνα νύξῃ καὶ διερεθίσῃ αὐτήν. ἐπὶ δὲ τῆς ἵππου διαπνευσθῆναι οὐ δύναται δία τὸ πυκνὴν εἶναι καὶ στερράν, ἐνὸν δὲ ἐν αὐτῇ κινεῖ καὶ διερεθίζει πρὸς ἐπιθυμίαν μίξεως. ὥσπερ οὖν ἐν τοῖς ἄρρεσι γίνεται τὸ ἀφροδισιάσαι, τουτέστιν ἐπιθυμία ἀφροδισίου διὰ τὸ σπέρμα, οὕτω καὶ τούτοις διὰ τὸ καταμήνιον· πάσχουσι δὲ τοῦτο αἱ γυναῖκες οὐ διὰ τὴν πύκνωσιν τῆς ὑστέρας, ἀλλὰ διὰ τὸ πλῆθος τοῦ καταμηνίου καὶ χώραν τῆς ὑστέρας, αἱ δὲ ἵπποι διὰ πύκνωσιν. τοῦ δὲ τὸ καταμήνιον διερεθιστικὸν εἶναι σημεῖον παρέθετο τὰς ἀκρατεῖς τῶν γυναικῶν. αὗται γὰρ πρότερον μὲν διὰ τὸ τοῦ περιττώματος πλῆθος ἀκρατεύονται, ὕστερον δὲ παύονται διὰ τὸ ἀναλωθῆναι ὕπο του πολλὰ τεκεῖν τὴν ἐποξύνουσαν καὶ διεγείρουσαν αὐτὰς, ὕλην· τῶν δὲ ὀρνίθων, φησί, μᾶλλόν εἰσιν ἀφροδισιαστικὰ τὰ ἄρρενα ἤπερ τὰ θήλεα. εἴρηται γὰρ ὅτι τῶν γυναικῶν οἱ ὑστέραι πλησίον οὖσαι τοῖς ἄρθροις, τουτέστι τοῖς αἰδοίοις, ἀπὸ τῆς ἐν ἐκείνῃ κινήσεως συγκινούμενον αὐτῇ τὸ αἰδοῖον ὀρέγεται μίξεως. ἐπειδὴ γὰρ καὶ ἡ ἁφὴ καὶ ἡ ἡδονὴ ἐν τῷ αἰδοίῳ γίνεται, ἡ μὲν ὑστέρα κινηθεῖσα ὑπὸ τοῦ καταμηνίου κινεῖ τὸ αἰδοῖον, τοῦτο δὲ τὸ ζῷον· ὲν δὲ τοῖς ὄρνισιν ἄνω πρὸς τῷ ὑποζώματι οὖσα ἡ ὕστερα καὶ μὴ πλήσιον τοῦ πόρου, ὃς ἀναλογεῖ τῷ αἰδοίῳ, οὐ διερεθίζει πυκνὰ τὸ ζῷον· τὸ γὰρ ζῷον κυρίως ὑπὸ τοῦ αἰδοίου κινεῖται· ἐν τούτῳ γὰρ ἔχει καὶ ἴτην τῆς ἡδονῆς αἴσθησιν. καὶ τὰ μὲν οὖν θήλεα τῶν ὀρνίθων διὰ τοῦτο μόλις καὶ ὀλιγάκις ὀρέγεται μίξεως· τὰ δ’ ἄρρενα, ὡς εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ περὶ τῶν ἀνθρώπων, τότε μάλιστα ἥδεται, ὅταν ἀνασπασθῶσιν οἱ ὄρχεις ἄνω· τότε γὰρ ἤδη καὶ ἡ γονὴ ἐξακοντισθῆναι σπεύδει· τὰ δὴ ἄρρενα ἀνεσπασμένους ἔχοντα ἄνω τοὺς ὄρχεις τρόπον τινὰ ἐν ἡδονῇ τυγχάνουσιν ὄντα, ὥστε ἂν τύχωσιν ὄντα σπερματικά, ἀεὶ δέονται τῆς τοιαύτης ὁμιλίας· λέγει δὲ τὸν δασύπουν μὴ μόνον ἐκτὸς τῶν γνάθων ἔχειν τρίχας, ἀλλὰ καὶ ἐντὸς διὰ τὸ περιττωματικώτατον εἶναι. διὰ τὸ πεφυκέναι δὲ τὸν δασύπουν μετὰ πολὺν χρόνον τῆς συλλήψεως ἐπικυίσκεσθαι τὰ μὲν ἔχει ἀτελῆ τὰ ἐκ τῆς δευτέρας συλλήψεως, ἕως ἂν τελειώσῃ, τὰ δ’ ἐκ τῆς πρώτης τέλεια ὄντα προίεται. λέγει δὲ καὶ διὰ τί τὰ πολυτόκα τῶν πολυσχιδῶν ἀτελῆ τίκτει τὰ ἔμβρυα, ὥσπερ ἡ κύων τυφλά· ἀτελῆ γὰρ τὰ τυφλά. ἔστω δὲ ἡμῖν ὁ λόγος ἐπὶ τῆς κυνός· νέα μέν, τουτέστι πάνυ σμικρὰ ὄντα τὰ κυήματα καὶ διὰ τοῦτο ὀλίγης δεόμενα τροφῆς δύναται τρέφειν αὐτὸ τὸ ἐκ τῆς κυνὸς περίττωμα, καὶ διὰ τοῦτο ἔχει καὶ φέρει αὐτὰ |κτὰ γαστρός. ὅταν δ' αὐξηθῇ καὶ λάβῃ μέγεθος, οὐ δυναμένη τρέφειν αὐτὰ διὰ τὴν ὀλιγότητα τοῦ περιττώματος προίεται ἀτελῆ· εἰ γὰρ ἠδύνατο τρέφειν, εἶχεν ἄν ἕως οὗ ἐτελείωσε. τὸ δὲ καὶ γὰρ τούτων τὸ τούτων περὶ τῶν πολυσχιδῶν καὶ πολυτόκων εἴρηκεν, ἀλλ’ οὐ περὶ τῶν σκωληκοτοκούντων. λέγει δὲ τὴν ὗν ἐπαλλάττειν, τουτέστι καὶ δίχηλόν εἶναι καὶ μώνυχον, ἀλλ’ εἰ καὶ μώνυχές εἰσιν αἱ ὕες, φησίν, ἀλλ’ οὖν οὐκ ἔχουσι μέγα μέγεθος ὥσπερ τὰ κυρίως μώνυχα· τούτου γάρ ἐστι μηνυτικὸν τὸ τοῦτο γὰρ ὡς μώνυχον οὐκ ἔχει μέγεθος, τουτέστιν οὐκ ἔχει μέγα μέγεθος ὡς τὰ μώνυχα, ἀλλὰ μικρόν, καὶ διὰ τὸ μὴ ἔχειν μέγεθος πολυτοκοῦσι. τὸ δὲ ἅμα δὲ καὶ μᾶλλον ὥσπερ ἀμφισβητοῦν τῇ φύσει τῇ τῶν μωνύχων δίχηλόν ἐστι τοιοῦτόν ἐστι· βούλεται ἡ φύσις μώνυχον τὸ τοιοῦτον γένος ποιῆσαι, ὥσπερ δὲ ἀμφισβητοῦν τῇ φύσει καὶ ἐναντίον αὐτῇ φερόμενον ἐκ μωνύχου διχηλὸν γίνεται ἐπικρατῆσαν δηλαδή, κρατησάσης δὲ τῆς φύσεως μώνυχον. τελειοῖ δὲ αὐτὰ ἐν ἑαυτῇ ἡ ὗς, καίτοι πολυτόκος οὖσα, διὰ τὴν εὐβοσίαν καὶ εὐτροφίαν καὶ λιπαρότητα τοῦ σώματος. καὶ τῶν πολυτοκούντων ὀρνίθων οἱ ἐκ τῶν ᾠῶν νεοττοὶ τυφλοὶ ἐξέρχονται· διὰ γὰρ τὴν πολυτοκίαν οὐ γίνεται τὰ κυήματα τοιαῦτα ὥστε τὰ ἐξ αὐτῶν τέλεια γίνεσθαι. λέγει δὲ καὶ ὅτι ἄν τις τῶν χελιδόνων πάνυ νέων οὐσῶν ἐκκεντήσῃ τὰ ὄμματα, πάλιν ὑγιάζονται. διὰ τί; διότι ἔτι γίνονται, ἀλλ’ οὐ γεγόνασι· τὸ γὰρ γινόμενον κἂν ἐκκοπῆ ἢ ἐκκεντηθῇ, πάλιν φύει διὰ τὴν ὁρμὴν καὶ τὴν κίνησιν, ἣν ἔχει ἔτι εἰς τόδε ἀπὸ τοῦδε. Ὅλως δὲ προτερεῖ μὲν τῆς τελειογονίας διὰ τὴν ἀδυναμιαν του ἐκτρέφειν. Ὅλως δέ, φησί, προτερεῖ μὲν ἡ κύησις καὶ προγίνεται τῆς τῶν ἐμβρύων τελειώσεως διὰ τὸ μὴ δύνασθαι τὴν μητέρα θρέψαι καὶ τελειῶσαι δι’ ἔνδειαν τροφῆς, καὶ ἔμπαλιν ἀτελῆ γίνεται καὶ τίκτεται διὰ τὸ προτερεῖν τὴν κύησιν. λέγει δὲ καὶ ἐν τοῖς ἀνθρώποις μᾶλλον γίνεσθαι ἀνάπηρα τὰ ἄρρενα ἤπερ τὰ θήλεα διὰ τὸ μᾶλλον τῶν θηλειῶν κινεῖσθαι ἐν τῇ μήτρᾳ ὄντα· μᾶλλον δὲ κινοῦνται, διότι καὶ μᾶλλον θερμότερα. Διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τελειοῦνται τὰ θήλεα τοῖς ἄρρεσιν οὐχ ὁμοίως ἐν ταῖς γυναιξίν. Τὸ ἐν ταῖς γυναιξὶν ἴσον ἐστὶ τῷ ἐν ταῖς ὑστέραις ὄντα τῶν γυναικῶν. τὸ δὲ λεγόμενόν ἐστι λύσις ἀπορίας τινός· ἠπορεῖτο γάρ, διὰ τί ἐν τῇ μήτρᾳ ὄντα τὰ θήλεα καὶ τὰ ἄρρεν οὐχ ὁμοίως τελειοῦνται, ἀλλὰ τὰ μὲν ἄρρενα ἐν τῷ ἑβδόμῳ ἢ ἐνάτῳ μηνί, τὰ δὲ θήλεα ἐν τῷ ὀγδόῳ ἢ δεκάτῳ· ταχύτερον ἄρα τὰ ἄρρενα ἐν τῇ ὑστέρᾳ τελειοῦνται, τὰ δὲ θήλεα βραδύτερον. ὥστε οὐχ ὁμοία ἡ τελείωσις ἀμφοῖν, ἀλλ’ ἀνομοία, εἴπερ ἀνόμοιον τὸ τα|χὺ τῷ βραδεῖ, ἀλλ’ ἐν μὲν τῇ μήτρᾳ τὸ θῆλυ ἐπὶ τῶν ἀνθρώπων βραδύτερον τελειοῦται, τὸ δ’ ἄρρεν ταχύτερον. θύραζε δ’ ἐξελθόντα ἀνάπαλιν· ταχύτερον γὰρ εἰς τὴν ἀκμὴν ἡ γυνὴ ἔρχεται καὶ τὴν τοῦ σώματος τελείωσιν ἤπερ ὁ ἀνήρ. ἡ μὲν γὰρ γυνὴ σχεδὸν ἐν τῷ πεντεκαιδεκάτῳ, ὁ δ’ ἀνὴρ ἐν τῷ τριακοστῷ ἔτει. λύει δὲ ταύτην τὴν ἀπορίαν λέγων διὰ τὴν αὐτὴν αἰτίαν ταῦτα συμβαίνειν, δι’ ἣν καὶ τὰ ἄρρενα μᾶλλον ἀνάπηρα γίνεται ἤπερ τὰ θήλεα· ψυχρότερα γὰρ ὄντα τὰ θήλεα πλείονος δεῖται χρόνου εἰς τὸ πεφθῆναι καὶ τελειωθῆναι, τὰ δ’ ἄρρενα διὰ τὴν θερμότητα ταχύτερον· τὸ γὰρ θερμότερον εὐπεπτότερον. ἐντὸς μὲν οὖν διὰ τοῦτο τὰ ἄρρενα ταχύτερον τελειοῦνται, βραδύτερον δὲ τὰ θήλεα, ἐκτὸς δὲ ἀνάπαλιν· ἀσθενέστερα γὰρ ὄντα τὰ θήλεα διὰ τὴν ψυχρότητα ταχὺ συνάπτει πρὸς τὸ γῆρας καὶ τὴν φθοράν. τὰ γὰρ ἀσθενέστερα ταχύτερον γηράσκει καὶ φθίνει, ὥστε διὰ τοῦτο καὶ πρὸς τὴν ἀκμὴν ταχὺ φθάνει· τὸ γὰρ πρότερον γηράσκον καὶ πρότερον ἀκμάζει. ἄλλως τε, φησίν, ὥσπερ ἡ τέχνη καὶ ὁ εἷς τεχνίτης ἐν ὀλίγῳ μὲν χρόνῳ τὸ δεκαμεδιμναῖον φέρε εἰπεῖν τελειοῖ ἀκάτιον, ἐν πλείονι δὲ τὸ ἑκατονταμεδιμναῖον, οὕτω καὶ ἡ φύσις τὰ θήλεα ὡς ἐλάττω ταχὺ τελειοῖ καὶ ἄγει εἰς τὴν ἀκμήν, καὶ διὰ τοῦτο καὶ εἰς τὸ γῆρας, τὰ δ’ ἄρρενα βραδέως ὡς μείζονα. καὶ ἐπεί, ὡς εἴρηται, ἐν ἀνίσοις χρόνοις τελειοῦται τὸ ἄρρεν καὶ τὸ θῆλυ, εἰκότως ὅταν ἡ γυνὴ δίδυμα τέκῃ, καὶ τὸ μέν ἐστιν αὐτῶν ἄρρεν τὸ δὲ θῆλυ, ἧττον σώζονται, ἀλλὰ μᾶλλον σώζονται, ὅταν ἢ ἄρρενα ἀμφότερα ᾖ ἴσοι γὰρ ἀλλήλων οἱ τῶν ἀρρένων χρόνοι) ἢ ἀμφότερα θήλεα· ἴσοι γὰρ πάλιν καὶ τούτων οἱ χρόνοι. τὸ δὲ ἀλλὰ ἀνάγκη ἢ τὸ αρρεν ὑστερεῖν ἢ τὸ θῆλυ προτερεῖν τοιοῦτόν ἐστιν· εἰ μὲν ἦν τῶν διδύμων τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, καὶ ἐτελειώθη τὸ ἄρρεν ἐν τῷ ἐνάτῳ μηνί, οὐκ ἐξήγαγε δὲ αὐτὸ ἡ φύσις αὐτίκα, ἀλλὰ κατέσχεν, ἕως ἂν τετελείωκε καὶ τὸ θῆλυ τετελείωκε δὲ ἐν τῷ δεκάτῳ), εἶτα ἐξήγαγεν αὐτὰ θύραζε ἐν τῇ αὐτῇ καὶ μιᾷ ὥρᾳ, ὑστέρησε τὸ ἄρρεν· οὐ γὰρ καθ᾿ ὅν ἔδει χρόνον ἐξελθεῖν ἐξῆλθεν· εἰ δὲ ἐν τῷ ἐνάτῳ μηνὶ ἐξελθὸν συνεξῆλθεν αὐτῷ καὶ τὸ θῆλυ, ἐπροτέρησε τὸ θῆλου· οὐ γὰρ ἐν τῷ δεκάτῳ μηνὶ ἐξῆλθεν, ἀλλ᾿ ἐν τῷ ἐνάτῳ. ὥστε εἰ μὲν ὑστερήσῃ τὸ ἄρρεν, φθαρήσεται τοῦτο διὰ τὸ τρόπον τινὰ καταξηρανθῆναι καὶ ὑπερκαῆναι χρονοτριβῆσαν ἐντὸς μετὰ τὴν τελείωσιν· εἰ δὲ τοῦτο μὲν ἐξέλθῃ καθ᾿ ὃν δεῖ χρόνον, τὸ δὲ θῆλυ προτερήσῃ, γθαρήσεται τὸ θῆλυ διὰ τὸ μὴ τέλειον ἀλλ’ ἀτελὲς ἐξελθεῖν· ἢ καὶ ἀμφότερα φθαρήσεται διὰ τὸ συμφθείρεσθαι θάτερον ὑπὸ θατέρου. ἐν μὲν οὖν τοῖς ἀνθρώποις διὰ τὴν τοιαύτην αἰτίαν τὸ θῆλυ ἐν τῇ ὑστέρα βραδύτερον τελειοῦται τοῦ ἄρρενος, ἔξω δὲ θᾶττον· ἐν δὲ τοῖς ἄλλοις ζῴοις διὰ τὸ ἐν ἴσῳ χρόνῳ τελειοῦσθαι τὰ ἄρρενα καὶ θήλεα οὐ συμβαίνει παρά φύσιν ἡ θύραζε τῶν ἐμβρύων ἔξοδος. Συμβαίνει δὲ καὶ διαφορὰ περὶ τὰς κυήσεις ἐπί τε τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων. Ἡ διαφορά τῶν γυναικῶν πρὸς τὰ ἄλλα ξῷα περὶ τὰς κυήσεις τοιαύτη ἐστί· τὰ μὲν γὰρ ἄλλα ζῷα περὶ τὴν κύησιν, τουτέστι τὸν πλείονα χρόνον τῆς κυήσεως, εὐθηνοῦσι καὶ λιπώδη καὶ εὐτραφῆ τὰ σώματα ἔχουσιν, οἷον εἰ τέτταρας μῆνας κύει, τοὺς τρεῖς εὐθηνεῖ, τὸν δὲ τέταρτον, καθ’ ὃν ἤγγι|κεν εἰς τὸν καιρὸν τοῦ τόκου, λειπόκρεα καὶ κάτισχνα γίνεται. αἱ δὲ γυναῖκες αἱ πλεῖσται ἀνάπαλιν· ἀπ’ ἀρχῆς μὲν γὰρ τῆς συλλήψεως, μέχρις ἂν σχεδὸν πλησιάσωσι τῷ καιρῷ τοῦ τόκου, ὠχριῶσι καὶ δυσφοροῦσιν, ἀσιτοῦσί τε καὶ κάτισχνοι γίνονται περὶ δὲ τὸν καιρὸν τοῦ τόκου, ἤγουν περὶ ὅλον τὸν ἔνατον μῆνα, μᾶλλον εὐθηνοῦσι. λύει οὖν αὐτὰ σαφῶς πλὴν τοῦ ἥ τε ὠδὶς ἐπίπονός ἐστιν· ὁ δὲ πόνος γυμνάζει τὸ πνεῦμα. ἔστι δὲ τὸ γυμνάζει τὸ πνεῦμα ἴσον τῷ ἰσχυρότερον καὶ βιαστικώτερον ποιεῖ, καὶ πρὸς τούτῳ δυνάμενον κατέχεσθαι. τὸ δὲ λεγόμενον σαφὲς ἔσται, εἰ τῶν ἐν τῇ πραγματείᾳ ταύτῃ πρότερον ῥηθέντων ὑπομνησθῶμεν. ἐλέγετο >ὅτι τὸ πνεῦμα κατεχόμενον ἰσχυροτέρους ἡμάς ἀπεργάζεται· διὰ τοῦτο, κἀν βάρος ἆραι ἀπὸ τῆς γῆς βουληθείημεν, οὐκ ἐκπνέομεν. ‘ἀλλὰ κατέχομεν ἐντὸς τὸ πνεῦμα, κἂν ἡ τῆς ὑγρᾶς ἢ τῆς ξηρᾶς τροφῆς περίττωσις μὴ ῥᾳδίως ἐξέρχηται, καὶ τότε κατέχομεν τὸ πνεῦμα. τούτων ὑπομνησθέντων τὸ λεγόμενόν ἐστι τοιοῦτον· ταῖς πονούσαις γυναιξὶν ὢ) ὁ πόνος ποιεῖ τὸ πνεῦμα ἰσχυρότερον καὶ βιαστικώτερον· ὂν δὲ τοιοῦτον καὶ συσχεθὲν ἐντὸς ἐν τῷ καιρῷ τοῦ τόκου καὶ τῆς ὠδῖνος, ἀκοντίζει ταχέως τὸ ἔμβρυον, δύναμιν ἔχον τοῦτο ποιεῖν καὶ προσέτι ἐπιτηδειότητα τοῦ κατέχεσθαι· ἀκοντίζει γοῦν αὐτὸ ῥᾳδίως καὶ θύραζε ῥίπτει, ταῖς δ’ ἀγυμνάστοις καὶ μὴ πονούσαις βραδέως διὰ τὴν τοῦ πνεύματος ἀσθένειαν. ἔστι δὲ τοῦ ἀκοντίζειν αἴτιον ἥ τε ἰσχὺς τοῦ πνεύματος καὶ τὸ δύνασθαι κατέχεσθαι τὸ πνεῦμα, τῆς δὲ ἰσχύος καὶ τοῦ κατέχεσθαι τὸ πνεῦμα πάλιν εἰσὶν αἴτια τὰ γυμνάσια καὶ οἱ πόνοι. ἔστι μὲν οὖν, φησί, καὶ ταῦτα, τουτέστι τὸ γυμνάζεσθαι καὶ μὴ γυμνάζεσθαι, συμβαλλόμενα πρὸς τὴν διαφορὰν τοῦ πάθους, τουτέστι τοῦ ῥᾳδίως ἢ μὴ ῥᾳδίως τίκτειν. μάλιστα δέ, φησί, τὸ αἴτιον τοῦ τάς γυναῖκας ὕστερον εὐθηνεῖν, τὰ δὲ λοιπὰ τῶν ζῴων πρότερον, τὸ δὴ αἴτιον τούτου ἐστὶ τόδε· ἐπειδὴ γὰρ τῶν ζῴων τοῖς μὲν γίνεται κάθαρσις, ἀλλ’ ὀλίγη, ἄλλοις δὲ οὕτως ὀλίγη, ὡς μηδὲ εἶναι ἐπίδηλον, ταῖς δὲ γυναιξὶ πάνυ πολλή, ἐπεὶ οὖν ταὐθ’ οὕτως ἔχει, ταῖς μὲν γυναιξὶ πρῶτον γίνεται τὸ δυσφορεῖν διὰ τὸ εἶναι μικρὸν τὸ ἔμβρυον καὶ ὀλίγῃ χρῆσθαι τροφῇ· μικρὸν γὰρ ὂν καὶ ὀλιγότροφον τὸ μὲν καταμήνιον κωλύει θύραζε ἐξέρχεσθαι ἐπικείμενον ἐν τῷ στόματι καὶ τῷ τραχήλῳ τῆς ὑστέρας, ὀλίγον δὲ ὂν τὸ ὑπ’ αὐτοῦ ἐσθιόμενον ἀνάγκη τὸ περιττεῦον εἶναι πολὺ καὶ ἐμποιεῖν πόνους καὶ ταραχὰς διὰ τὸ ὡς εἴρηται μήτε καταναλίσκεσθαι ὑπὸ τοῦ ἐμβρύου μήτε ἐᾶσθαι ἐξιέναι· ὕστερον δὲ μέγα γεγονὸς τὸ ἔμβρυον καὶ πολλῇ χρώμενον τῇ τροφῇ ἢ οὐδέν τι καταλείπεται τοῦ ἐκκρινομένου καταμηνίου ἢ πάμπαν βραχὺ καὶ μηδεμίαν δυνάμενον ποιεῖν αἴσθησιν ἢ πόνον. τούτου δ’ οὕτως ἔχοντος, λέγω δὴ τοῦ ἐμβρύου, καὶ πολλῇ χρωμένου τροφῇ κουφίζει τῶν ὀδυνῶν τὴν μήτραν. διὰ ταύτην δὴ τὴν αἰτίαν αἱ γυναῖκες πρότερον μὲν δυσφοροῦσιν, ὕστερον δὲ εὐθηνοῦσιν. ἐν δὲ τοῖς ἄλλοις ζῴοις πρότερον μὲν σύμμετρον ὂν τὸ καταμήνιον τῇ τοῦ ἐμβρύου τροφῇ εὐθηνοῦσιν, ὕστερον δὲ αὐξηθὲν καὶ πλείονος δεόμενον τροφῆς ἢ ὅσην ἀποκρίνει τὸ θῆλυ ἐσθίει τὴν μέλλουσαν ἀποκρίνεσθαι εἰς τροφὴν τῶν τοῦ θήλεος μερῶν. ἀνάγκη δὲ στερισκόμενον τὸ θῆλυ τῆς οἰκείας τροφῆς ἰσχνοῦσθαι καὶ συμπίπτειν καὶ ὅλως τοὐναντίον πάσχειν τοῖς προτέροις. τοῦτο δὲ ᾐνίξατο διὰ τοῦ αἴτιον τὸ τὴν αὔξησιν τοῦ κυήματος δεῖσθαι πλείονος ἢ τῆς περιττωματικῆς τροφῆς. Περὶ δὲ τῆς καλουμένης μύλης ῥητέον, ἡ γίνεται μὲν ὀλιγάκις ταῖς γυναιξίν. Tῆς λέξεως ἡ ἀπόδοσίς ἐστιν ἐν τῷ περὶ μὲν οὗν τοῦ πάθους τῆς αἰτίας εἴρηται ἐν τοῖς προβλήμασι· τὰ δ’ ἄλλα λίαν σαφῶς μεταξὺ προεντέθειται. εἰ τάχα δὲ εἰρῆσθαι αὐτῷ λέγει περὶ τῆς μύλης ἐν τοῖς προβλήμασιν, ὅμως καὶ ἐνταῦθα σαφέστατα λέγει, ὅπως γίνεται. γίνεται δὲ σκληρὰ δι’ ἀσθένειαν θερμοῦ ὥσπερ καὶ τὰ μεμολυσμένα τῶν κρεῶν σκληρὰ γὰρ καὶ αὐτὰ δι’ ἔνδειαν τοῦ ἕψοντος πυρός), περὶ ὧν μεμολυσμένων εἴρηται ἐν τῷ τετάρτῳ τῶν Μετεώρων. ταῦτα εἰπὼν τὴν αἰτίαν τοὺ τίνος χάριν ἡ ἄχρι τοῦ τῆς ζωῆς τέλους ἐν τῇ γαστρὶ φέρει τὴν μύλην ἡ γυνὴ ἢ ἄχρι πολλοῦ λέγει· ἔοικε γὰρ ἡ φύσις δυσθανατεῖν, λέγων φύσιν τὴν ἐν τῇ γονῇ τοῦ ἄρρενος ψυχικὴν θερμότητα. σπεύδουσα γὰρ πέψαι τὸ καταμήνιον καὶ συστῆσαι τελειῶσαί τε καὶ πέρας ἐπιθεῖναι τῇ γενέσει, μὴ δυναμένη δὲ διὰ τὴν ὑπερβολὴν τῆς τοῦ καταμηνίου ψυχρότητος καὶ ὑγρότητος τότε γὰρ συμβαίνει συνίστασθαι τὴν μύλην, ὅταν ὑπερβάλῃ ἡ ψυχρότης καὶ ἡ ὑγρότης τοῦ καταμηνίου καὶ σφοδραὶ γένωνται) μὴ δυναμένη οὖν συμπέψαι μήτε μὴν βουλομένη ἡττηθῆναι καὶ οἱονεὶ ἀποθανεῖν ἀντιμάχεται πρὸς τὸ καταμήνιον, καὶ τρόπον τινὰ πόλεμον ἔχει μετ’ αὐτοῦ |συνεχῆ ἢ ἄχρι τέλους τῆς ζωῆς τῆς γυναικὸς ἢ ἄχρι πολλοῦ. οὔτε γὰρ τετελείωκεν, ἵνα θύραζε προίηται, οὕτε μὴν ἀλλότριόν ἐστι σχέσις γάρ ἐστί τις τῇ τε γονῇ καὶ τῷ καταμηνίῳ) οὔτε οὖν ἀλλότριόν ἐστιν, ἵν’ ἐάσῃ ἐξελθεῖν, ἀλλὰ κατέχει καὶ πειρᾶται τελειῶσαι. λέγει δὲ τὴν γυναῖκα ὑστερικήν· ἔστι δὲ τὸ ὑστερικὸν ἴσον τῷ πάθη τῆς ὑστέρας ὑφίσταται· οὐδενὸς γὰρ ἄλλου ζῴου ὑστέρα τοσαῦτα καὶ τοιαῦτα ὑφίσταται πάθη, ὅσα ἡ τῆς γυναικός. τὸ οὖν ποικίλον τῶν παθῶν αἴτιον γίνεται τοῦ μόναις ἢ μάλιστα ταῖς γυναιξὶ τοῦτο συμβαίνειν τὸ πάθος. Τὸ δὲ λεγόμενον περὶ τοῦ γάλακτος τὸ ὥστε ἐλλείπειν αὐτὸ ἐν τῷ χρόνῳ τούτῳ οὐδὲν ἴσον ἐστὶ τῷ οὔτε προγίνεται τοῦ καιροῦ τῆς κυήσεως οὔθ’ ὑστερεῖ, ἀλλ’ ἰσοδρομεῖ. κἂν γὰρ ὁρῶνται πολλὰ τῶν ζῴων καὶ τῶν γυναικῶν αἱ πλείους ἔχουσί τι γαλακτῶδες, ὅμως οὐκ ἔστι τοῦτο γάλα· ἁλμυρὸν γάρ ἐστι καὶ οὐκ ἐδώδιμον· γάλα δ’ ἐστίν, ἡνίκα τέκῃ. καὶ τοῖς μὲν ἄλλοις τῶν ζῴων κατὰ τὸν καιρὸν τοῦ τόκου γίνεται τὸ γάλα, ταῖς δὲ γυναιξὶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ διὰ τὸ τίκτειν αὐτὰς καὶ ἐν αὐτῷ· τὸ δὲ πρότερον, οἷον τὸ ἐμφαινόμενον ἐν τῷ ἕκτῳ μηνὶ ἄχρηστόν ἐστι διὰ τὸ μὴ εἶναι γάλα, ἀλλά τι γαλακτῶδες. ἀποδίδωσι δὲ λόγον, δι’ ὃν πρὸ μὲν τοῦ καιροῦ τῆς κυήσεως ἄχρηστόν ἐστι τὸ γάλα καὶ ἄπεπτον, τότε δ’ ἐν τῷ καιρῷ τοῦ τόκου πεπεμμένον, καὶ ἐκ τῆς ὕλης, ἣν ἀνάγκην καλεῖν ἔθος αὐτῷ, καὶ ἐκ τῆς ἕνεκά του αἰτίας. καὶ τὴν μὲν ἕνεκά του ἐπήγαγε σαφῶς, τὴν δ’ ἐκ τῆς ὕλης οὕτως ἐπάγει λέγων εὐλόγως δὲ συμβαίνει καὶ διὰ τὴν ἐξ ἀνάγκης καὶ ὑλικὴν αἰτίαν πεπεμμένον ἤδη εἶναι εἰς τοὺς τελευταίους ἤγουν τοὺς τῆς κυήσεως χρόνους. τὸ μὲν γὰρ πρῶτον, φησίν, οὐχ ὅτε δηλονότι πάμπαν ἐστὶ σμικρόν, ἀλλ’ ἐν τῷ μεταξὺ μεγέθει τῆς τε τοιαύτης μικρότητος καὶ τῆς τελειότητος, ἣν ἀπολαβὸν εὐθὺς ἔξεισι |θύραζε) τὸ μὲν οὖν πρῶτον ἕλκει τὸ ἔμβρυον τῆς τοιαύτης περιττώσεως, ἐξ ἧς τὸ γάλα συνίσταται, τὸ γλυκύτατον εἰς οἰκείαν τροφήν πάντων γὰρ τροφὴ τὸ πεπεμμένον καὶ γλυκύτατον), Γ’ ὥστ’ ἀνάγκη τὸ λειπόμενον ἁλμυρὸν εἶναι καὶ δύσχυμον· τοιοῦτον γὰρ πάσης τροφῆς περίττωμα. διὰ ταύτην δὴ τὴν αἰτίαν ἐστὶν ἄχρηστον τὸ πρὸ τοῦ χρόνου τῆς κυήσεως γάλα. τελειουμένων δὲ τῶν κυημάτων καὶ ἤδη ὄντων πρὸς τῷ θύραζε ἐξελθεῖν πλέον ἐστὶ τὸ περίττωμα καὶ δηλονότι καὶ τὸ γλυκύ· τελειωθὲν γὰρ πάμπαν ἐστὶ τὸ ἑλκόμενον ὀλίγον καὶ ἀναλισκόμενον· δι’ ἣν δὲ αἰτίαν, ἐρεῖ μετ’ ὀλίγον. πολὺ δὴ ὂν καὶ γλυκὺ διὰ τὸ μὴ ὁμοίως ὥσπερ καὶ πρότερον ἕλκεσθαι τὸ γλυκύ, ἀνάγκη καὶ τὸ ἐκ τούτου τότε γινόμενον γάλα γλυκὺ εἶναι. εἰ γὰρ καὶ ἐμμέμικται ἐν αὐτῷ ἁλμυρόν τι, ἀλλὰ διὰ τὸ πλεονάζειν τὸ πεπεμμένον γλυκὺ οὐδεμία γίνεται αἴσθησις τοῦ ἁλμυροῦ, ὥσπερ οὐδὲ ἐν τοῖς ποταμοῖς τῆς ξηρᾶς καὶ γεώδους καὶ ἁλμυρᾶς ἀναθυμιάσεως, καίτοι ἐνούσης ἐν τῷ ποτίμῳ ὕδατι. πρότερον μὲν οὖν ἕλκον τὸ ἔμβρυον ἅπαν τὸ γλυκύ, τὸ λειπόμενόν ἐστιν ἁλμυρόν, ὥστε καὶ τὸ ἐκ τούτου γινόμενον γαλακτῶδες, ὕστερον δὲ ὀλίγον ἕλκον, ἀναγκαῖον εἶναι γλυκύ, ὥστε καὶ τὸ ἐκ τούτου γάλα, καὶ μάλιστα εἶναι γλυκύ, ὅταν θύραζε ἐξελθὸν οὐδ’ ὅλως ἕλκεταί τι τοὐ γλυκέος, ἀλλ’ †ἅπαντος ἀνερχομένου εἰς τοὺς μαστούς. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα. τὰ δὲ κατὰ τὰς λέξεις τὸ μὲν ἔστι γάρ τις καὶ κυήματος τελείωσις κατασκευαστικόν ἐστι τοῦ διὰ τί τελειωθὲν τὸ ἔμβρυον πάμπαν ὀλίγην ἕλκει τροφήν. τὸ δὲ λεγόμενόν ἐστι δυνάμει τοιοῦτον ‘ὥσπερ γάρ ἐστι τελείωσις καὶ ἡμῖν καὶ πᾶσι τοῖς ζῴοις, εἰς ἣν φθάσαντες οὐκέτι αὐξόμεθα ἢ ἀκμάζομεν, ἀλλὰ πᾶν τοὐναντίον πάσχομεν, οὕτως ἐστὶ καὶ τοῖς ἐμβρύοις ὡς ἐμβρύοις τέλος, τρία γὰρ αὐτοῖς αὕτη · οἰκεία μὲν γὰρ πρὸ τοῦ τελειωθῆναι, ἀλλοτρία δὲ μετὰ τὴν τελείωσιν), ὥσπερ καὶ ἡμεῖς θύραζε τελειωθέντες οὐκέτι θηλάζειν τὰς μητέρας βουλόμεθα, ὡς ἀλλοτρίας ἡμῖν ταύτης ἤδη οὔσης τῆς τροφῆς, καίτοι πρότερον οἰκείας οὔσης· ἐν ᾧ οὖν γινόμενα τὰ ἔμβρυα τέλει καὶ μήτ’ ἐκ τῆς ὑστέρας τὴν τροφὴν λαμβάνειν ἐθέλοντα μήτε ἐν αὐτῇ μένειν ἐξέρχεται θύραζε καὶ μεταβάλλει τὴν γένεσιν, ἤτοι ἐξ ἄλλου τόπου εἰς ἄλλον γίνεται· ἤδη γὰρ ἔχει πάντα τὰ ἑαυτοῦ μέρη, καὶ οὐδέν τι ἐλλείπει αὐτῷ, οὐδὲ βούλεται λαμβάνειν τὸ μὴ αὑτοῦ. εἴρηται γὰρ ὅτι ἀλλοτρία αὐτῷ αὕτη· ἡ τροφὴ καὶ οὐκ οἰκεία. τὰ μὲν οὗν κατὰ τὴν λέξιν τοιαῦτα. ἡ δὲ τῆς λέξεως ἀπόδοσις τοιαύτη· τελειουμένων δὲ τῶν κυημάτων, καὶ ἐφεξῆς τἆλλα πάντα, καὶ ὑποστικτέον εἰς τὸ καὶ οὐκέτι λαμβάνει τὸ μὴ αὑτοῦ· εἶτα ἐπακτέον ὡς ἀπόδοσιν τοῦ λόγου τὸ ἐν ᾧ καιρῷ γίνεται τὸ γάλα χρήσιμον, ἴσον ὃν τῷ διὰ τοῦτο ἐν τῷ καιρῷ τοῦ τόκου γίνεται τὸ γάλα χρήσιμον. Eἰς δὲ τὸν ἄνω τόπον καὶ τοὺς μαστοὺς συλλέγεται διὰ τὴν ἐξ ἀρχῆς τόξιν τῆς συστάσεως. Διὰ τούτων τὴν αἰτίαν προτίθεται εἰπεῖν τοῦ διὰ τί συλλέγεται εἰς τοὺς μαστοὺς τὸ καταμήνιον, ἐξ οὗ καταμηνίου καὶ ἐν οἷς μαστοῖς γίνεται τὸ γάλα· ὅπερ ταὐτόν ἐστι τῷ διὰ τί κάτωθεν ἄνω. ἀλλὰ καὶ πρὸ τούτου 31) λέγει τε καὶ κατασκευάζει ὅτι κατὰ τὸν καιρόν, καθ’ ὃν τὸ γάλα μέλλει γίνεσθαι, κενοὶ γίνονται καὶ σομφοὶ οἱ μαστοί συνεργήσει γὰρ τοῦτο αὐτῷ πρὸς τὸ ἀποδοῦναι τὸ διὰ τί κάτωθεν ἄνω προχωρεῖ) καὶ τότε μετὰ τοῦτο ἀποδίδωσι τὴν τοῦ προβλήματος αἰτίαν. συλλέγεται οὖν, φησίν, εἰς τὸν ἄνω τόπον διὰ τὴν ἐξάρχῆς τάξιν τῆς συστάσεως τῶν ζῴων. ἡ γὰρ τάξις τῆς συστάσεως αὐτῶν τοιαύτη· πρῶτον μὲν γὰρ γίνεται τὰ ἄνω τὸ γὰρ κύριον τοῦ ζῴου καὶ ἐν ᾧ τὸ εἶναι αὐτῷ ἐστι, τὸ ἄνω ἐστὶ τοῦ ὑποζώματος, ὥστε ἀναγκαῖον τοῦτο πρῶτον γίνεσθαι), δεύτερον δὲ τὸ κάτω· χάριν γὰρ τῆς τροφῆς καὶ |τοῦ περιττώματος αὐτῆς ἐστιν, ὅπως τὰ πορευτικὰ τῶν ζῴων μετὰ τὸ φαγεῖν ἐν ἑαυτοῖς, τουτέστιν ἐν τῇ κοιλίᾳ αὐτῶν, ἔχοντά τε καὶ περιφέροντα ὥσπερ ἐν φάτνῃ τὴν ἤδη ληφθεῖσαν τροφὴν μεταβάλλῃ τοὺς τόπους. εἰ γὰρ μὴ εἶχε τὴν κοιλίαν, ἵνα ἐν αὐτῇ ἀθρόον ἀποτιθέμενα τὴν τροφὴν συνεχῶς καὶ ἄχρι πολλοῦ τρέφηται, ἐπειδὴ καὶ ἡ πέψις αὐτῆς καὶ ἡ ἀνάδοσις καὶ ἡ πρόσκρισις συνεχὴς καὶ ἄχρι πολλοῦ, μόνιμα ἄν ἦν καὶ συμπεφυκότα πρὸς τὸ ἐξ οὗ τὴν τροφὴν ἤμελλε λαμβάνειν, ὥσπερ καὶ τὰ φυτά. νῦν δ’ ἐναποτίθησιν ἐν αὐτῇ καὶ ἄλλης οὐ δεῖται, ἕως ἄν ἅπασα σχεδὸν ἀναδοθῇ καὶ προσκριθῇ· ταύτης δὲ ἀναλωθείσης πάλιν πεινᾶ καὶ λαμβάνει καὶ ἀποτίθησι, καὶ οὕτως ἐφεξῆς. ἐπεὶ οὖν, ὡς εἴρηται, τὸ κύριον τοῦ ζῴου καὶ ὅλως τὸ ζῷον τὸ ἄνωθεν τοῦ ὑποζώματός ἐστιν, εἰσὶ δὲ καὶ τῆς γενέσεως καὶ συστάσεως αἴτια καὶ κύρια τῶν ζῴων τό τε καταμήνιον καὶ ἡ γονή, ἀνάγκη καὶ τὸ καταμήνιον καὶ τὴν γονὴν ἐντεῦθεν, ἤτοι ἐκ τῶν ἄνω, ἀποκρίνεσθαι· εὔλογον γάρ, ἵνα μὴ λέγωμεν ἀναγκαῖον, ἐκ τῶν κυρίων τὰ κύρια ἀποκρίνεσθαι. ταῦτα δὲ ἐδήλωσε διὰ τοῦ ἐντεῦθεν δὲ καὶ ἡ σπερματικὴ περίττωσις ἀποκρίνεται διὰ τὴν εἰρημένην αἰτίαν, τουτέστι διὰ τὸ εἶναι τὸ ζῷον τὸ ἄνωθεν τοῦ ὑποζώματος, ἢ καὶ διὰ τὸ κοιλαίνεσθαι τοὺς ὀφθαλμοὺς τῶν χρωμένων συχνῶς τοῖς ἀφροδισίοις· ἀπὸ τῶν ἄνω γὰρ ἀπερχομένης τῆς γονῆς, καὶ μάλιστα ἀπὸ τῶν ὀφθαλμῶν, ἀνάγκη κοιλαίνεσθαι. ὅτι δὲ κοιλαίνονται, δῆλον ἡμῖν καθ’ ἑκάστην γίνεται ἐπὶ τῶν κάπρων. ἐπεὶ οὖν, ὡς εἴρηται, τὸ ἄνω κύριον, ἀνάγκη καὶ τὰ κύρια ἐξ ὧν τὸ ζῷον ταῦτα δ’ ἐστὶ γονὴ καὶ καταμήνιον) ἐκ τῶν ἄνω εἶναι, ἐν ᾧ ἄνω ἐστὶν ἡ καρδία. οὔσης δὲ ἐκ τῶν ἄνω τῆς τοιαύτης σπερματικῆς περιττώσεως ἀναγκαῖον τὴν μεταβολὴν αὐτῆς ἐνταῦθα πρῶιον γίνεσθαι ἐπίδηλον, λέγων μεταβολὴν τὴν ἀρχὴν τῆς γενέσεως αὐτῆς. ἡ ἀρχὴ γὰρ ἡ χρονικὴ τῆς γενέσεως καταμηνίου καὶ γονῆς ἐκ τῶν ἄνω τόπων γίνεται ἡμῖν ἐπίδηλος· ἡνίκα γὰρ ἄρξηται γίνεσθαι, εὐθὺς αἴρονταί τε οἱ μαστοὶ ἄνωθεν ὄντες τοῦ ὑποζώματος, καὶ ἡ φωνὴ μεταβάλλει ἐπὶ τὸ τραχύτερον, καὶ ἡ τῶν ἀρρένων καὶ ἡ τῶν θηλειῶν. καὶ γὰρ ἡ τῶν φωνῶν ἀρχὴ ἐκ τῆς καρδίας ἐστίν, ὡς ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ὅτε λέγει τίνος ἕνεκα αἱ τῶν ἐκτεμνομένων φωναὶ ἅμα τῷ ἐκτμηθῆναι ἐπὶ τὰς τῶν θηλειῶν μεταβάλλουσιν. ἀλλὰ πῶς μὲν αὗται ἐπὶ τὰς τῶν θηλειῶν μεταβάλλουσιν, ἐκεῖσε γενόμενοι πιέσομεν· ἡμῖν δὲ συλλογιστικῶς συνακτέον τὸν λόγον ὧδέ πῃ· ἐκ τῶν ἄνω καὶ ἐν τοῖς ἄνω οἱ μαστοὶ καὶ αἰ φωναί, ἐκ τῶν μαστῶν καὶ φωνῶν ἡμῖν γίνεται ἐπίδηλος ἡ γένεσις τῆς τοιαύτης περιττώσεως, ἐκ τῶν ἄνω ἄρα ἡμῖν γίνεται ἐπίδηλος ἡ γένεσις αὐτῆς· εἰ δὲ ἐκ τῶν ἄνω, δῆλον ὅτι καὶ ἐξ αὐτῶν ἀποκρίνεται. μεταβάλλει δὲ ἡ φωνὴ ἐπὶ τὸ τραχύτερον, ἡνίκα ἄρξωνται ἀφροδισιάζειν, διότι καὶ τὸ κινοῦν τὸν ἀέρα ἢ τὸ πνεῦμα, ἐξ οὗ ἡ φωνὴ γίνεται, ἀλλοῖον τότε γίνεται. ἔστι δὲ τὸ κινοῦν τὸ πνεῦμα ἡ καρδία· αὕτη γὰρ τὸν πνεύμονα κινεῖ. πῶς δὲ τότε ἀλλοία ἡ καρδία γίνεται, ἐρεῖ πάντως ἐν τῷ τέλει τοῦ πέμπτου βιβλίου. οἱ δὲ μαστοὶ αἴρονται τότε, διότι, φησίν, ἐκ τῶν ἄνω ἀποκρίνεται τὸ σπέρμα, ἐκεῖθεν δ’ ἀποκρινομένου ἀναγκαῖον τοὺς μαστοὺς γίνεσθαι κενούς. ἐπεὶ δὲ δέδεικται ἐν τοῖς περὶ φύσεως μηδὲν εἶναι κενόν, ἀνάγκη πληροῦσθαι αὐτοὺς πνεύματος καὶ εἶναι μὲν κενοὺς σπερματικοῦ περιττεύματος, πλήρεις δὲ πνεύματος, ὅπερ λεπτυνόμενον διὰ τὴν θερμότητα καὶ εἰς μείζονα ὄγκον ἐπιδιδὸν αἴρει τοὺς μαστούς, ὥσπερ καὶ τοὺς πεφυσημένους ἀσκοὺς τὸ ἐν αὐτοῖς πνεῦμα. αἴρονται μὲν οὖν καὶ διὰ ταύτην τὴν αἰτίαν, ἀλλὰ καὶ διὰ τὴν ἕνεκά του· ἕνεκα γὰρ τοῦ ἀποθεῖναι τὴν φύσιν ἐν αὐτοῖς τὴν τοῦ θηλάσοντος τροφήν· ἐν ἄλλῳ γὰρ τόπῳ παρὰ τοὺς μαστοὺς ἀπελθεῖν οὐκ ἐνδέχεται, ὡς ἐρεῖ προιών. λέγει δὲ μεταβάλλειν καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰς φωνὰς καὶ τὰ περὶ τοὺς μαστοὺς κατὰ τὸν καιρὸν τοῦτον, οὐ γίνεσθαι δὲ πᾶσιν ἐπιδήλους καὶ φανεράς, ἀλλὰ μόνοις τοῖς ἐμπείροις ἀνθρώποις, οἷον τῷ μὲν ἐμπείρῳ περὶ τὰ πρόβατα δήλη γίνεται ἥ τε τῆς τῶν προβάτων φω|νῆς ἐναλλαγὴ ἥ τε τῶν μαστῶν ἄρσις, τῷ δὲ ἐμπείρῳ περὶ τὰς βοῦς τὰ τῶν βοῶν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διαφέρει δέ, φησίν, ἐπὶ τῶν ἀνθρώπων καὶ μάλιστα διάδηλος γίνεται ἐν τούτοις ἡ τῶν μαστῶν ἄρσις διὰ τὸ πλείστην εἶναι τὴν περίττωσιν καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξίν· ὅσῳ γὰρ ἄν πλείων αὕτη γίνηται, τοσοῦτον ἀνάγκη καὶ τοὺς μαστοὺς κενοῦσθαι μὲν αὐτῆς, πληροῦσθαι δὲ πνεύματος. Ὅταν οὖν μὴ λαμβάνῃ μὲν τὸ ἔμβρυον τὴν τοιαύτην ἀπόκρισιν. Πιστωσάμενος καὶ ἐκ τοῦ λόγου καὶ ἐκ τῶν συμβαινόντων ὅτι ἐκ τῶν ἄνω τόπων ἀποκρίνεται τὸ περίττωμα, τὴν αἰτίαν διὰ τούτων ἐπάγει, δι’ ἣν εἰς τοὺς μαστοὺς ἡ τοῦ γάλακτος γίνεται συνάθροισις. ὅταν οὖν, φησί, μὴ λαμβάνῃ τὸ ἔμβρυον τὴν τοιαύτην ἀπόκρισιν ἀλλοτρία γάρ, ὡς εἴρηται, καὶ οὐκ οἰκεία) κωλύῃ δὲ θύραζε βαδίζειν κεῖται γὰρ ἐν τῷ τῆς ὑστέρας στόματι) ἀναγκαῖον ἀθροίζεσθαι εἰς τοὺς ὄντας ἐπὶ τῶν αὐτῶν πόρων, καὶ προσυπακουστέον· τοῦ τῶν ὑστερῶν. ἐπειδὴ γὰρ ἐν τῇ ὑστέρᾳ τὸ καταμήνιον, δῆλον ὡς εἰς ἐκείνους τοὺς τόπους καὶ τὰ κενὰ ῥευσεῖται καὶ ἀθροισθήσεται τὰ τοὺς αὐτοὺς ἔχοντα πόρους τῇ ὑστέρᾳ. ἂν γὰρ ὦσι κενά, μὴ ἔχῃ δὲ τοὺς πόρους εἰς τὴν ὑστέραν εἰσβάλλοντας, δῆλον ὡς εἰς ἐκεῖνα οὐκ ἄν εἰσβάλλοι οὐδ’ ἀθροισθήσεται ἀδύνατον γάρ), ἀλλ’ εἰς ἐκείνους ἀθροισθήσεται καὶ τὸ ῥεῦμα καὶ τὴν ὁρμὴν ποιήσεται, ὅσοιπερ ἄν ὦσιν ἐπὶ τῶν αὐτῶν πόρων τῇ ὑστέρᾳ. ἔστι δὲ τὸ ὅσοιπερ ἄν ὦσιν ἐπὶ τῶν αὐτῶν πόρων τῇ ὑστέρᾳ ἴσον τῷ ὅσων οἱ πόροι εἰς τὴν ὑστέραν εἰσβάλλουσιν. εἰπὼν δὲ ὅτι ὅσοιπερ ἄν ὦσιν ἐπὶ τῶν αὐτῶν πόρων, ἐπήγαγεν ἔστι δὲ ἑκάστοις τοιοῦτος ὁ τῶν μαστῶν τόπος, τουτέστιν ἐν ἑκάστῳ δὲ τῶν ζῴων ὁ τῶν μαστῶν τόπος ἐστὶν ὁ τοὺς αὐτοὺς ἔχων πόρους τῇ ὑστέρᾳ· τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐν παντὶ ζῴῳ τοὺς αὐτοὺς ἔχουσι πόρους τῇ ὑστέρᾳ οἱ μαστοὶ δι’ ἀμφοτέρας τὰς αἰτίας, τὴν ἐξ ἀνάγκης αὕτη δὲ ἦν τὸ τοὺς αὐτοὺς ἔχειν πόρους τῇ ὑστέρᾳ) καὶ τὴν ἕνεκά του· βέλτιον γὰρ ἐνταῦθα συναθροίζεσθαι, ὅπου ἐστὶν ἡ ἀρχή, τουτέστιν ἡ καρδία, ἵνα πέττηται ὑπ’ αὐτῆς. εἰπὼν οὖν διὰ τί ἡ περίττωσις, ἐξ ἧς τὸ γάλα γίνεται, εἰς τοὺς μαστοὺς συλλέγεται, εἰπὼν δὲ καὶ ὅτι ἀλλοῖον ἤγουν λευκὸν γίνεται διὰ τὸ καὶ τὴν ἐν τῇ καρδίᾳ ψυχὴν ἀλλοίαν καὶ ἰσχυροτέραν γίνεσθαι τὴν συμπέττουσαν αὐτήν ὅτι δὲ ἀλλοία γίνεται κατὰ τοῦτον τὸν καιρὸν ἡ ψυχὴ καὶ πῶς ἀλλοία, ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ὅτε λέγει περὶ φωνῆς ὀξύτητος καὶ βαρύτητος), εἰπὼν οὖν διὰ τί ἡ περίττωσις αὕτη εἰς τοὺς μαστοὺς συλλέγεται, ἐπάγει τῆς δὲ πέψεως καὶ τοῦ γλυκὺ γίνεσθαι περὶ τὸν καιρὸν τοῦ τόκου πρότερον ἁλμυρὸν καὶ ἄχρηστον ὑπάρχον ἔστι μὲν λαβεῖν τὴν εἰρημένην αἰτίαν· ἦν δὲ αὕτη τὸ ὀλίγην λαμβάνειν τροφὴν τὸ ἔμβρυον τελειωθέν, καὶ διὰ τοῦτο εἶναι τὸ λειπόμενον πολὺ καὶ γλυκύ. δυνάμεθα οὖν, φησί, τῆς πέψεως καὶ γλυκύτητος τοῦ γάλακτος λέγειν αἰτίαν τὴν ὅτι ὀλίγην λαμβάνει τότε τροφήν, καὶ ἐπὶ τούτῳ ἐστὶ γλυκύ, ὥσπερ εἴρηται πρότερον. δυνάμεθα δὲ λέγειν καὶ τοὐναντίον ὅτι διὰ τὸ λαμβάνειν πολλήν πολλὴν γὰρ λαμβάνον μέγα γεγονός) ἀνάγκη τὸ περιλειφθὲν ὀλίγον εἶναι, τὸ δ’ ὀλίγον θᾶττον πέττεται· ὂν δὲ μικρὸν καὶ ὀλίγον λαμβάνον πάντως τὸ λειπόμενον ἔσται πολύ, πέττεται δὲ τὸ πολὺ βραδέως, καὶ ἔστι πρότερον μὲν ἄχρηστον ὡς ἄπεπτον, ὕστερον δὲ χρήσιμον ὡς πεφθέν. |Ἐμπεδοκλῆς δ᾿ οὐκ ὀρθῶς ὑπελάμβανεν ἢ μετήνεγκε ποιήσας. Eἰπὼν ὅτι τὸ γάλα αἷμά ἐστι πεπεμμένον, ἐγκαλεῖ τῷ Ἐμπεδοκλεῖ πύον εἰπόντι αὐτό, καί φησιν, εἰ μὲν ἀληθῶς πύον ἐνόμιζεν αὐτό, οὐκ ὀρθῶς καλῶς μετήνεγκεν· αἱ γὰρ τροπαὶ οὐκ‘ ὀφείλουσιν ἐναντιοῦσθαι τοῖς ἀφ’ ὧν μετηνέχθησαν, ἡ δὲ τροπὴ αὕτη τοῦ Ἐμπεδοκλέους ἐναντιοῦται. εἰ γὰρ τὸ πύον σαπρότης, τὸ δὲ γάλα πέψις, ἐναντίον δὲ σαπρότης καὶ πέψις, ἐναντίον ἄρα καὶ γάλα καὶ πύον· ὥστε οὐ καλῶς μετήνεγκεν εἰπὼν τὸ γάλα πύον. ὅμοιον γάρ τι πεποίηκεν, ὡς εἴ τις τὸ μὲν λευκὸν λέγει μέλαν ἢ σύγκρισιν ὄψεως, τὸ δὲ μέλαν λευκὸν ἢ διάκρισιν ὁμοίως ὄψεως. ἡ δὲ τοῦ Ἐμπεδοκλείου στίχου διάνοια τοῦ μηνὸς ἐν ὀγδοάτου δεκάτῃ πύον ἔπλετο λευκόν” αὕτη ἐστίν· ἐν τῇ δεκάτῃ ἡμέρᾳ τοῦ ὀγδόου μηνὸς γέγονε τὸ γάλα πύον λευκόν· τὸ γὰρ ὀγδοάτου ἀντὶ τοῦ ὀγδόου εἴληπται. λέγει δὲ καὶ ὅτι, ἄν συλλάβηται ἡ γυνὴ ὅτε θηλάζει, ἀποσβέννυται καὶ ἀπόλλυται τὸ γάλα· οὐ γὰρ δύναται ἡ φύσις καὶ εἰς ἐμβρύου καὶ εἰς γάλακτος γένεσιν ἅμα χορηγεῖν ὕλην. τὸ δὲ καλῶς δὲ διώρισται τοῖς χρόνοις καὶ ἡ γένεσις τῶν ζῴων ἴσον ἐστὶ τῷ καλῶς δὲ συμβαίνει, ἐν ᾧ χρόνῳ ἀπολύεται ὁ ὀμφαλὸς ἀπὸ τῆς ὑστέρας, ἐν τούτῳ ἐξέρχεσθαι τὰ ζῷα θύραζε. καὶ διὰ τί καλῶς, ἐπάγει· ὅταν γὰρ διὰ τὸ μέγεθος τοῦ ἐμβρύου οὐκ ἔστιν ἱκανὴ ἡ τροφὴ ἡ ὡς ἀλλοτρία ἢ ὡς προσεχῶς εἴρηται ὡς ὀλίγη, καὶ οὐκ εἰσέρχεται ἐν αὐτῶ διὰ τοῦ ὀμφαλοῦ, εὐθὺς συμπίπτει, ἤτοι ἀνασπᾶται ἐκ τῆς ὑστέρας. ἕως γὰρ ἄν ἕλκῃ τροφὴν ἐκ τῆς ὑστέρας, συμφύεται, ὅταν δὲ μηκέτι τοῦτο ποιῇ, ἀνασπᾶται καὶ ἀπολύεται, διὰ τὸ μηδὲν μάτην τὴν φύσιν ποιεῖν, ἀνασπασθεὶς δὲ καὶ ἀπολυθεὶς εὐθὺς ἐξέρχεται τὸ ζῷον· οὗτος γὰρ ἦν ὁ συνέχων αὐτό. διὰ τί δὲ κεφαλὴν ἐξέρχεται, σαφῶς λέγει. Τῆς δὲ κυήσεως ἑκάστῳ τῶς ζῴων ὡρισμένοι τυγχάνουσι. Tὸ λεγόμενον δυνάμει τοιοῦτόν ἐστι· τὸ μὲν οὖν τὰ μὲν τέσσαρας μῆνας κύειν καὶ εὐθὺς μετὰ τὸν τέταρτον γεννᾶν, ἄλλα δὲ μῆνας ἐννέα καὶ ἕτερα ἐνιαυτόν, καὶ ἄλλα χρόνους δύο, ὥσπερ οἱ ἐλέφαντες, ὑπολάβοι ἄν τις συμβαίνειν κατὰ τοὺς βίους καὶ τὰς χρονικὰς αὐτῶν παρατάσεις, οἷον 102r ὅτι τὰ μὲν ὀλιγοχρόνια ὀλίγους κύει χρόνους, οἷον τέσσαρας μῆνας, τὰ δ’ ἔτι μακροβιώτερα ἐννέα, καὶ τὰ τούτων πάλιν μακροβιώτερα ἐνιαυτόν, καὶ ἐφεξῆς. λέγει δὴ ὅτι συμβαίνει μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ τὰ χρονιώτερα καὶ πλείονα κυίσκεσθαι χρόνον, ὅμως οὐκ ἔστι τῆς χρονιωτέρας κυήσεως αἴτιον τὸ μακρόβιον, τῆς δὲ ὀλι· ίοχ̓ρονία,- τὸ ὀλιγοχρόνιον. τὰ μὲν οὖν μείζω καὶ τελειότερα τῶν ἐναίμων ζῴων καὶ πλείονα χρόνον κυίσκεται, διότι ἐν πλείονι χρόνῳ τελειοῦται, ὥσπερ καὶ τὸ μεῖζον πλοῖον· ἐν πλείονι γὰρ χρόνῳ καὶ τοῦτο τελειοῦται, ὡς εἴρηται. καὶ πλείονα οὖν χρόνον κυΐσκεται, καὶ πλείονα ζῇ, οὐ μέντοι τὰ μείζω πάντα μακροβιώτερα. εἰ γὰρ ἦν τὸ μακρόβιον αἴτιον τοῦ πολὺν κύειν χρόνον, ἔδει τὸν ἄνθρωπον, μακρο- βιώτατον ὄντα, τοῦ τῶν λοφούρων γένους πλείονα χρόνον κύειν, οὐ κύει δὲ πλείονα· ὁ μὲν γὰρ ἄνθρωπος ἑπτὰ ἢ ἐννέα κύει μῆνας, ἅπτεται δὲ καὶ τοῦ δεκάτου, οἱ δὲ λόφουροι ἐνιαυτόν. ὥστε οὐκ ἔστιν ἡ μακροβιότης αἰτία τῆς χρονιωτέρας κυήσεως· εἰ γὰρ ἦν, ἔδει τὰ [μείζονα] πλείονα χρόνον κυϊσκόμενα μακροβιώτερα εἶναι, οὔκ εἰσι δέ. εἰ γὰρ αἴτιον τὸ μακρόβιον τῆς χρονίου κυήσεως, ὅπου ἂν ἦν καὶ ἐν οἷς τὸ αἴτιον, ἀνάγκη ἕπεσθαι καὶ τὸ αἰτιατόν, τοῦτο δ’ ἐστὶ τὸ πολὺν κυίσκεσθαι χρόνον· οὐχ ἕπεται δέ. λέγει δὲ τῆς μακροβιότητος μετὰ ταῦτα εἰπεῖν τὰς αἰτίας, καὶ ἐρεῖ ἐν τῷ Περὶ μακροβιότητος καὶ βραχυβιότηος. Εὐλόγως δὲ πάντων οἱ χρόνοι καὶ τῶν κυήσεων καὶ γενέσεων καὶ τῶν βίων μετρεῖσθαι βούλονταικατὰφύσιν. Καὶ τοῦτο δυνάμει τοιοῦτόν ἐστιν· ὁ μὲν γὰρ ἥλιος καὶ ἡ σελήνη βούλονται πάντων τῶν ἀνθρώπων τὸν αἰῶνα καὶ τὴν χρονικὴν παράτασιν ἴσον εἶναι καὶ μὴ τὸν μὲν Πλάτωνα πλείονα ζῆν χρόνον, ἐμὲ δὲ ἐλάττονα, ἀλλὰ πάντας τὸν αὐτὸν καὶ ἕνα, οἷον φέρε εἰπεῖν τὸν ἐνενήκοντα, καὶ μήθ’ ὑπερβαίνειν τινὰ τῶν ἀνθρώπων τοῦτον τὸν χρόνον μήτε ἐντὸς θνήσκειν. πάντων οὖν τῶν ἀνθρώπων ἴσον ἀφώρισαν τὸν χρόνον καὶ πάντων τῶν ἵππων ὁμοίως ἴσον, εἴτε τριακοστός ἐστιν οὗτος εἴτε ἄλλος τις, ὁμοίως ὃὲ καὶ τῶν ἄλλων ἁπάντων· οὐκ ἀκριβῆ δὲ οὐδὲ τὸν αὐτὸν ζῶσιν ἅπαντες οἱ ἄνθρωποι χρόνον, ὁμοίως δὲ καὶ ἵπποι καὶ βόες καὶ τὰ λοιπά, ἀλλ’ ὁ μὲν πλείονα ὁ δὲ ἐλάττονα διὰ τὸ εἶναι τῆς γενέσεως τούτων καὶ ἄλλας τινὰς ἀρχάς, αἳ τοὺς κατὰ φύσιν καὶ ὡρισμένους ἑκάστῳ γένει χρόνους ἐμπο- δίζουσιν· αὗται δ’ εἰσὶν ἡ ὕλη καὶ ὁ πατὴρ καὶ ἄλλα πλείονα. τοιώσδε μὲν γὰρ ἔχοντος τοῦ πατρὸς καὶ τῆς μητρὸς ἐν τῇ ὁμιλίᾳ συμβαίνει πολυχρόνιον γίνεσθαι τὸ συλληφθέν, τοιωσδὶ δὲ ὀλιγοχρόνιον. ἀλλὰ τὰς μὲν αἰτίας τούτων ἐρεῖ, ὡς εἴπομεν, ἐν τῇ Περὶ μακροβιότητος καὶ βρα- χυβιότητος· αἰτιάσεται γὰρ ἐκεῖσε τούτων τὸ θερμὸν καὶ ὑγρόν. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια σύμπασα ἄχρι τοῦ τέλους τοῦ παρόντος τετάρτου βιβλίου αὕτη. τὰ δὲ κατὰ τὰς λέξεις ὧδέ πως ἔχει· τὸ οὖν μετρεῖσθαι βούλονται περιόδοις ἴσον ἐστὶ τῷ ἴσας περιόδους ἡλίου καὶ σελήνης οἱ ἄνθρωποι πάντες ἐτάχθησαν ζῆν, ὁμοίως δὲ καὶ οἱ ἵπποι ἴσας, οὐκ ἴσας δὲ ταῖς τῶν ἀνθρώπων, ἀλλ’ ἴσας πρὸς αὑτούς. ἡ δὲ σελήνη, φησίν, ἐστὶν ἀρχὴ τοῦ μηνός· διελθοῦσα γὰρ τὸν ἥλιον μετὰ τὴν σύνοδον ἀρχὴν ὁ μὴν λαμβάνει. ἐν δὲ τῇ λέξει τῇ τούτων δ’ ἔχουσι τὸ πέρας καὶ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς τὸ τούτων περὶ τῆς θερμότητος καὶ ψυχρότητος εἴρηται. ἀρχὴ μὲν γὰρ καὶ γένεσίς ἐστι θερμότητος ἥ τε τῆς σελήνης αὔξησις καὶ ἡ τοῦ ἡλίου πρὸς τὰ βόρεια ζῴδια προσέλευσις, ψύξεως δ’ ἐκείνης μὲν ἡ μείωσις, τοῦ δὲ ἡλίου ἡ πρὸς τὰ νότια ἀναζώρησις. καὶ ὥσπερ ἡ θάλασσα μεταβάλλει κατὰ τὴν τῶν πνευμάτων κίνησιν, τὰ δὲ πνεύματα γίνεται, ὡς ἐν τοῖς Μετεώροις εἴρηται, κατὰ τὴν τοῦ ἡλίου καὶ τῆς σελήνης περίοδον, οὕτως καὶ τὰ ἐκ τῶν ὑγρῶν καὶ τῶν ἄλλων γινόμενα καὶ ἐν αὐτοῖς ὄντα ἀκολουθεῖν ἀναγκαῖον τῇ τῶν ἀστέρων τούτων κινήσει. εὐθηνοῦσι μὲν γὰρ ἰχθύες, ὄστρεια, μαλακόστρακα ἐν τῇ αὐξήσει, πάσχει δὲ τοὐναντίον ἐν τῇ μειώσει τῆς σελήνης· καὶ βλαστάνει γῆ καὶ φυτὰ ἀνθεῖ, ζῷα δὲ ἡβᾷ καὶ γεννᾷ τῇ τοῦ ἡλίου προσελεύσει, φθίνει δὲ τῇ τούτου ἀποχωρήσει, καὶ τἆλλα πάντα γίνεται ταῖς τούτων περιόδοις, περὶ ὧν νῦν λέγειν οὐ καιρός. ἀκυρότερα δὲ λέγει πνεύματα, γῆν, θάλασσαν, κυριώτερα δὲ ἥλιον, σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας. ὧδε μὲν οὖν ἐχέτωσαν πέρας καὶ αἱ εἰς τὸ τέταρτον τῶν Περὶ ζῴων γενέσεως βιβλίων σχολαί. |