# In Libros De Generatione Animalium Commentaria ΣΧΟΛΙΑ ΕΙΣ ΔΕΥΕΡΟΝ ΒΙΒΛΙΟΝ TQN ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ZΩΩN ΑΡΙΣΤΟΤΕΛΟΓΥΕ.1

Joannes Philoponus, In Libros De Generatione Animalium Commentaria, ΣΧΟΛΙΑ ΕΙΣ ΔΕΥΕΡΟΝ ΒΙΒΛΙΟΝ TQN ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ZΩΩN ΑΡΙΣΤΟΤΕΛΟΓΥΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-libros-de-generatione-animalium-commentaria/%CE%A3%CE%A7%CE%9F%CE%9B%CE%99%CE%91%20%CE%95%CE%99%CE%A3%20%CE%94%CE%95%CE%A5%CE%95%CE%A1%CE%9F%CE%9D%20%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20TQN%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%93%CE%95%CE%9D%CE%95%CE%A3%CE%95%CE%A9%CE%A3%20Z%CE%A9%CE%A9N%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%93%CE%A5%CE%95.1

Ἐν τῷ πρώτῳ βιβλίῳ πρὸς τοῖς ἄλλοις οἷς ἐν ἐκείνῳ ἔδειξεν ὁρισάμενος τί ἐστι τὸ ἄρρεν καὶ θῆλυ, καὶ ἄρρεν μὲν εἶναι φήσας τὸ εἰς ἄλλο γεννῶν, θῆλυ δὲ ἐν ᾧ ἄλλο γεννᾷ, δείξας δὲ ὅτι ἀρχαί εἰσι τὸ ἄρρεν καὶ θῆλυ γενέσεως, τὸ μὲν ἄρρεν ὡς κινοῦν καὶ ποιοῦν, τὸ δὲ θῆλυ ὡς διδὸν τὴν ὕλην, ἐν τῷ παρόντι δευτέρῳ βιβλίῳ ζητεῖ πρὸ τῶν ἄλλων ἀπάντων, ὧν ἐν τούτῳ τὴν μνείαν ποιήσεται, τίνος ἕνεκέν ἐστιν ἐν τῷ παντὶ τὸ ἄρρεν καὶ θῆλυ καὶ τίς ἡ ὠφέλεια αὐτοῦ ἐν τοῖς οὖσι. τὸ γὰρ ζητεῖν τὴν αἰτίαν τὴν ἕνεκά τινος, ἥπερ ἐστὶν ἡ τελική, τὸ δὴ ζητεῖν τίνος ἕνεκα καὶ διὰ τί ὅλως ἐστὶ τὸ ἄρρεν ἐν τῷ παντὶ καὶ τὸ θῆλυ, τὸ ζητεῖν ἐστι τί συμβάλλεται ἐν τῷ κόσμῳ καὶ τίς ἡ ὠφέλεια αὐτοῦ· καὶ ἐπεὶ κεῖται καὶ δέδεικται ὅτι τὸ ἄρρεν καὶ τὸ θῆλυ ἀρχαὶ γενέσεως εἰσι, ζητεῖ, τίς ἡ τῆς γενέσεως ἐν τῷ κόσμῳ ὠφέλεια, καὶ τοῦτο εὑρηκὼς ἔχει καὶ τίς 1.) ἡ τοῦ ἄρρενος καὶ θήλεος. εἰ γὰρ καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ ἀρχαὶ γενέ- σεως, ἡ δὲ γένεσις πρὸς τόδε τι συμβάλλεται καὶ ὠφελεῖ καὶ τούτου ἕνεκά ἐστι, δῆλον ὅτι καὶ τὸ ἄρρεν διὰ τοῦτο ἄν εἴη, δι’ ὃ καὶ ἡ γένεσις. δεί- κνυσι δὲ τὴν τῆς γενέσεως ἐν τῷ κόσμῳ ὠφέλειαν λέγων δυνάμει τοιάδε. τὰ θεῖα βούλεται ἀεὶ πάντα ποιεῖν ὅμοια ἑαυτοῖς, ἤτοι ἀίδια τῷ ἀριθμῷ· ὁ γὰρ ἥλιος ὁ αὐτὸς καὶ εἷς τῷ ἀριθμῷ ἐστιν, ὁμοίως δὲ καὶ ἕκαστον τῶν θείων σωμάτων· καὶ ἔτι μᾶλλον τὰ τούτων κινητικὰ βούλεται μὲν ἀίδια πάντα τῷ ἀριθμῷ ποιεῖν, διά τε τὴν οἰκείαν αὐτοῖς ἀγαθότητα καὶ διὰ τὸ βέλτιον τυγχάνειν τὸ εἶναι τοῦ μὴ εἶναι καὶ τὸ ζῆν τοῦ μὴ ζῆν. ἀλλὰ διὰ τὸ μὴ δύνασθαι πᾶσι τοῖς ἐν γενέσει τὴν ὑποκειμένην καταδέχεσθαι ὕλην τὴν τοιαύτην ἀιδιότητα ἀλλοιοῖ γὰρ καὶ μετατρέπει τὰ εἴδη καὶ νὺν μὲν τάδε δέχεται ἀποπτύσασα ἅπερ πρότερον εἶχεν, ὁτὲ δὲ ἄλλα) πεποίηκεν αὐτὰ ἀίδια τῷ εἴδει καὶ τῇ καθ’ ἕκαστον διαδοχῇ. διαδέχεται γὰρ παῖς τὸν πατέρα καὶ τὸν παῖδα ὁ ἐξ αὐτοῦ γεγονώς, καὶ οὕτως ἀεὶ τῇ διαδοχῇ καὶ τῷ εἴδει φυλάττουσι τὴν ἀιδιότητα. διὰ τὴν τοιαύτην οὖν διαδοχήν ἐστιν ἡ γένεσις, διὰ δὲ τὴν γένεσιν τὸ ἄρρεν καὶ θῆλυ. Ἡ μὲν οὖν τοῦ λόγου συναγωγὴ καθ’ ὃν δείκνυται, τίνος ἕνεκεν ἐν τοῖς οὖσίν ἐστι τὸ ἄρρεν καὶ θῆλυ καὶ τίς ἡ ὠφέλεια αὐτῶν, αὕτη· ἤδη δὲ βαδιστέον ἐπὶ τὴν τῶν λέξεων σαφήνειαν. τὸ δὲ θῆλυ, φησί, καὶ τὸ ἄρρεν ὅτι μέν εἰσιν ἀρχαὶ γενέεως καὶ τίς ἡ φύσις αὐτοῖς, εἴρηται πρότερον. διὰ ποίαν δὲ ὕλην γίνεται καὶ ἔστι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ὁμοίως δὲ καὶ τί τὸ προσεχῶς ποιοῦν τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, μετὰ ταῦτα ἐροῦμεν· τίνος δὲ ἕνεκεν καὶ τί τὸ τέλος αὐτῶν καὶ ἡ ὠφέλεια, ἄνωθεν ἔχει τὴν ἀρχήν, τουτέστι διὰ τὴν τῶν ἄνωθεν βούλησιν ἔχει τὴν ἀρχὴν καὶ αἰτίαν τοὐ εἶναι. ἄνωθεν λέγοι ἄν τάχα μὲν τὰ θεῖα καὶ κυκλοφορητικὰ σώματα (αὐτὰ γὰρ προσε χέστερον δρᾷ καὶ ποιεῖ εἰς τὰ τῇδε), τάχα δὲ καὶ τὰς ἀσωμάτους καὶ θειοτάτας καὶ μακαριωτάτας φύσεις ὑφ’ ὧν αὐτὰ κινεῖται, ἢ καὶ ἀμφοτέρας. εἴη δ’ ἄν τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον· διατί δὲ γίνεται καὶ ἔστι μὲν θῆλυ τὸ δ’ ἄρρεν, ὡς μὲν ἐξανάγκης καὶ ποίας ὕλης καὶ τοῦ ἤτοι τίνος πρώτως κινοῦντος (τὸ γὰρ τοῦ ἀντὶ τοῦ τίνος εἴληπται) προιόντα πειρᾶσθαι δεῖ φράζειν. τὸ δ’ ἐξ ἀνάγκης καὶ ποίας ὕλης ἐκ παραλλήλου κεῖται· ἐρεῖ οὖν ἐφεξῆς, ὡς εἴπομεν, ἐκ ποίας μὲν ὕλης γίνεται τὸ ἄρρεν, ποίας δὲ τὸ θῆλυ, ὁμοίως δὲ καὶ τί τὸ προσεχῶς ποιοῦν αὐτά. Ἐπεὶ γάρ ἐστι τὰ μὲν ἀίδια καὶ θειότατα ὄντων· Ἐντεῦθεν δείκνυσι τίνος ἕνεκα τὸ ἄρρεν ἐστὶ καὶ θῆλυ καὶ τί συμ- βάλλεται ἐν τῷ κόσμῳ· δείκνυσι δὲ τοῦτο δεδειχώς, τίνος ἕνεκά ἐσιτιν ἐν τοῖς οὖσι λέγει οὖν ἐπεὶ γάρ ἐστι τὰ μὲν ἀίδια καὶ θειότατα τῶν ὄντων, οἷον τά τε κυλοφορητικὰ σώματα καὶ τὰ τούτων κινητικά, τὰ δ᾿ ἐνδεχόμενα καὶ εἶναι καὶ μὴ εἶναι, οἷον πάντα τὰ ὑπὸ γένεσιν, τὸ δὲ καλὸν καὶ τὸ θεῖον λέγων καλὸν καὶ θεῖον ἅπερ προσεχῶς εἴρηκεν ἄνωθεν) αἴτιον ἀεὶ τοῦ βελτί‘ονος κατὰ τὴν ἑαυτοῦ φύσιν ἐν τοῖς ἐνδεχομένοις ἀεὶ γὰρ ἐπὶ τῶν ἐνδεχομένων τοῦ βελτίονός ἐστιν αἴτιον), τὸ δὲ μὴ ἐνδεχόμενόν ἐστι μεταλαμβάνειν καὶ τοῦ χείρονος καὶ τοῦ βελτίονος, βέλτιον δὲ ψυχὴ μὲν σώματος καὶ τὸ εἶναι τοῦ μὴ εἶναι καὶ τὸ ζῆν τοῦ μὴ ζῆν, διὰ ταύτας γέγονε τὰς αἰτίας γένεσις τῶν ζώων. ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοι- αύτη· ἐπεὶ τὸ μὴ ἀίδιον ἐνδεχόμενόν ἐστι καὶ εἶναι καὶ μεταλαμβάνειν τοῦ χείρονος καὶ τοῦ βελτίονος, βέλτιον δὲ τὸ εἶναι τοῦ μὴ εἶναι, τὸ δὲ θεῖον ἀεὶ αἴτιόν ἐστι τοῦ βελτίονος καὶ τῷ μὴ ἀιδίῳ ἄρα αἴτιον ἔσται καὶ χορηγὸν τοῦ βελτίονος καθ’ ὃν ἐνδέχετοι τρόπον. ἐνδέχεται δὲ διὰ γενέσεως· διὰ τοῦτο ἄρα ἐστὶν ἐν τοῖς οὖσι γένεσις, διὰ δὲ ταύτην τὸ ἄρρεν καὶ θῆλυ. φανερὸν ἄρα τίνος ἕνεκέν ἐστι τὸ ἄρρεν καὶ θῆλυ. εἰπὼν ’) δὲ ὅτι διὰ ταύτας τὰς αἰτίας γένεσις τῶν ζῴων ἐστὶ πάλιν ἐπαναλαμβάνει καὶ σαφέστερον ἐκτίθεται τὸν λόγον. ἐπεὶ γάρ, φησίν, ἀδύνατος ἡ φύσις τοῦ τοιούτου γένους, ἤτοι τοῦ ἐνδεχομένου καὶ εἶναι καὶ μὴ εἶναι, ἀίδιος εἶναι τῷ ἀριθμῷ, γέγονεν ἀίδιος τῇ διὰ γενέσεως διαδοχῇ· τούτου γάρ ἐστι δηλωτικὸν τὸ καθ’ ὃν ἐνδέχεται τρόπον, κτὰ τοῦτόν ἐστιν ἀίδιον τὸ γινόμενον. πάντα γὰρ τὰ ζῷα καὶ τὰ φυτὰ τῷ μὲν εἴδει καὶ τῇ κοινῇ φύσει καὶ τῇ διὰ γενέσεως διαδοχῇ δύναται εἶναι ἀίδια, τῇ δὲ οἰκείᾳ οὐσίᾳ φθαρτὰ διὰ τὸ τρεπτικὸν καὶ ἀλλοιωτικὸν τῆς ὑποκειμένης αὐτοῖς ὕλης. ἐπεὶ δέ τις ἔμελλε λέγειν ὅτι, ἐπειδὴ ὁ ἄνθρωπος καὶ ὁ ἵππος καὶ τὰ ἄλλα, ᾗ ἄνθρωπος καὶ ᾗ ἵππος, ἄφθαρτά ἐστι καὶ ἀίδια, τίνος ἕνεκεν οὐ λέγει αὐτὰ ἁπλῶς ἀίδια, ἀλλὰ ἀριθμῷ μὲν οὐκ ἀίδια, τῷ εἴδει δὲ ἀίδια, ἐπήγαγεν τὸ ἡ γὰρ οὐσία τῶν ὄντων ἐν τῷ καθ ἕκαστον, δυνάμει λέγων ἐπειδὴ γὰρ τὰ κυρίως ὄντα καὶ αἱ κυρίως οὐσίαι τὰ καθ’ ἕκαστά εἰσι τὰ γὰρ καθόλου ἐξ ἀφαιρέσεως καὶ ἢ οὐδέν εἰσιν ἢ ὕστερα τῶν καθ’ ἕκαστα, ὡς ἐν τῷ Περὶ ψυχῆς εἴρηται) ἐπειδὴ οὖν κυρίως ὄντα τὰ μερικά εἰσιν, ἅπερ καὶ φθείρεται, πῶς ἂν ἁπλῶς ἀίδια ῥηθεῖεν καὶ οὐχ ὥσπερ εἴρηται; | Βελτίονος δὲ καὶ θειοτέρας τὴν φύσιν οὔσης τῆς αὐτίας τῆς κινούσης πρῶτον, ἣ ὁ λόγος ὑπάρχει. Εἶπε καὶ ἐν τῷ τέλει τοῦ πρώτου βιβλίου τίνος ἕνεκεν ἐν τοῖς ζῴοις κεχώρισται τὸ ἄρρεν ἀπὸ τοῦ θήλεος καὶ πάλιν αὐτὸ τοῦτο διὰ τῶν προὅπερ κειμένων αἰτιολογεῖ. φησὶ γὰρ ἐπειδὴ βελτίων καὶ κρείττων τὴν φύσιν ἐστὶ τῆς ὕλης ἡ κινοῦσα, ἣ ὁ λόγος ὑπάρχει καὶ τὸ εἰδοῖς, τουτέσιν ἥτις κινητικὴ αἰτία λόγος ἐστὶ καὶ εἶδος ὡς γὰρ πολλάκις εἴρηται, ἐν τοῖς γινομένοις τὸ κινητικὸν καὶ τὸ εἶδος ταὐτόν ἐστιν) ἐπεὶ οὗν βελτίων ἐν τούτοις ἡ κινοῦσα αἰτία, χείρων δὲ ἡ ὕλη, βέλτιόν ἐστι καὶ τὸ κεχωρίσθαι ἐν οἷς ἐνδέχεται τὸ κρεῖττον τοῦ χείρονος. κρεῖττον δὲ καὶ θειότερον τὸ ἄρρεν τοῦ θήλεος· βέλτιον ἄρα καὶ τὸ κεχωρίσθαι τὸ θῆλυ ἀπὸ τοῦ ἄρρενος. ἔστι δὲ τὸ μὲν ἄρρεν ἀρχὴ κινήσεως, τὸ δὲ θῆλυ ὅλη. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα ἂν εἴη· ἐν δὲ τῇ λέξει τῇ βέλτιον δὲ τὸ κεχωρίσθαι τὸ κρεῖττον τοῦ χείρονος παρέλκει ὁ δέ σύνδεσμος. ἀλλὰ καὶ ἐν τῇ βέλτιον γὰρ καὶ θειότερον ἡ ἀρχὴ τῆς κινήσεως, ἢ ἄρρεν ὑπάρχει τοῖς γινομένοις τὸ ἥ ἄρθρον ἐστὶ δηλωτικὸν τοὐ ἥτις ἀρχὴ κινήσεως, ὁμοίως δὲ καὶ ἐν τῇ ἣ θῆλυ· καὶ γὰρ καὶ τοῦτο ἄρθρον ἐστίν. εἰπὼν δὲ ὅτι τὰ μὲν προίεται σπέρμα, τὰ δ’ οὐ προίεται ἐπήγαγε τοῦ δὲ τὰ μὲν προίεσθαι σπέρμα, τὰ δὲ μὴ προίεσθαι αἴτιον ὅτι τὰ τιμιώτερά εἰσι καὶ αὐταρκέστατα τὴν φύσιν. τοσοῦτον δέ εἰσιν αὐταρκέστατα, ὥστε καὶ μεγέθους μείζονος μετείληφε διὰ τὴν αὐτάρκειαν· μείζονα γάρ ὢ εἰσι κατὰ μέγεθος τῶν ἀτιμοτέρων. τὸ δὲ μείζονος μεταλαβεῖν μεγέθους οὐκ ἔστιν ἄνευ θερμότητος ψυχικῆς· ἡ γὰρ θερμότης κινητική· ὅπου δὲ πλείων θερμότης, ἐκεῖ καὶ σπέρματος πρόεσις. ἐπεὶ οὖν τὰ αὐταρκέστατα διὰ τὴν θερμότητα μείζονά ἐστι τὸν ὄγκον, ἐν ᾧ δὲ δὲ πολ λὴ θερμότης, ἐν τούτῳ καὶ σπέρματος πρόεσις, εἰκότως ἄρα τὰ μὲν αὐταρκέστατα προΐεται σπέρμα, τὰ δὲ μὴ τοιαῦτα οὐδαμῶς, ἀλλὰ μᾶλλον τὸ θῆλυ εἰς τὰ τοιαῦτα ἄρρενα ἐναφίησί τι τῶν ἑαυτοῦ. σκώληξ δέ, φησίν, ἐστὶν ἐξ οὗ ὅλου ἄλλο τι ὅλον γίνεται· τινῶν γὰρ σκωλήκων ὅλη ἡ ὁλότης μεταβάλλει εἰς ἕτερόν τι εἶδος. λέγει δὲ καὶ ἄποδας χελώνας τὰς θαλαττίας· αἱ γὰρ ὢ χερσαῖαι πόδας ἔχουσιν. ὁ δὲ σάτυρός ἐστι ζῷον ὅμοιον σαύρῳ μέλαν καὶ ἄπουν. κατὰ δὲ τὴν λέξιν τὴν καὶ ἐκ συνδυαζομένων γίνεταί τι αὐτῶν, ἀτελὲς μέντοι τὸ γινόμενον τὸ ἀτελὲς ἀντὶ τοῦ ἀνόμοιον τὸ γινόμενον εἴρηται. ἢ εἶπεν αὐτὸ τάχα ἀτελὲς καὶ διὰ τὸ μηδὲν γίνεσθαι ἐξ αὐτοῦ· τὸ γὰρ μὴ γεννῶν πήρωμα καὶ οὐ τέλειον· τελείου γὰρ τὸ γεννᾶν. εἶπε δὲ περὶ τούτων εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου βιβλίου. Συμβαίνει δὲ πολλὴ ἐπάλλαξις τοῖς γένεσιν· οὔτε γὰρ 34r τὰ δίποδα πάντα ζῳοτοκεῖ. Ἐπ́λλαξιν λέγει τὴν κοινωνίαν· οὕτω γὰρ καὶ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηται “ἐπαλλάττουσι δὲ τὰ καλούμενα στοιχεῖα” ἀντὶ τοῦ κοινωνοῦσι. δείκνυσι δὲ ἐκ τῆς τοιαύτης ἐπαγωγῆς ὅτι οὔτε ἡ ἀποδία οὐθ’ ἡ ποδότης οὔθ’ ἡ διποδία οὔθ’ ἡ πολυποδία ἐστὶν αἰτία τοῦ τὰ μὲν εἶναι ζῳοτόκα, τὰ δὲ ᾠοτόκα, ἀλλὰ τὸ τέλειον καὶ καθαρώτερον καὶ ἀτελὲς καὶ μὴ καθαρώτερον. ἀλλὰ μὴν εἴρηται πρὸ ὀλίγου ὅτι τοῦ τελείου αἴτιον τὸ θερμόν· δῆλον ἄρ τὸ συμπέρασμα. καταλέξας δὲ πάντα τὰ προκείμενα λίαν σαφῶς ἐπήγαγε ταύτῃ μὲν οὖν οὐκ ἔστι διελεῖν, τουτέστιν οὕτω μὲν οὖν διὰ τῶν πορευτικῶν ὀργάνων οὐκ ἔστι διαίρεσιν ποιήσασθαι ζῳοτόκων καὶ ῳ’οτόκων, ὡς εἰπεῖν οἷον φέρε τῶν ζώων τὰ μὲν ἄποδα ᾠοτοκεῖ, τὰ δ’ ὑπόποδα ζῳοτοκεῖ, ἢ ἔμπαλιν, ἢ ὅλως κατά τινα τῶν οἰκείων διαφορῶν· οὐκ ἔστιν οὖν διὰ τούτων διαίρεσιν ποιήσασθαι τῶν ζῳοτόκων καὶ ᾠοτόκων, ἀλλὰ τῷ τελείῳ καὶ ἀτελεῖ. τελειότερα | δὲ τὰ θερμότερα τὴν φύσιν καὶ ὑγρότερα, ἀλλὰ μὴ γεώδη, τουτέστιν ἀλλ’ οὐ τὰ ψυχρὰ καὶ ξηρά· ψυχρὰς γὰρ καὶ ξηρᾶς οὔσης τῆς γῆς διὰ τοῦ γεώδους ἐδήλωσε τὸ εἰρημένον. ἀλλὰ πῶς τῆς μὲν θερμότητος καὶ ψυχρότητος ἐν τῷ τετάρτῳ τῶν Μετεώρων ποιητικῶν λεγομένων, τῆς δὲ ὑγρότητος καὶ ξηρότητος παθητικῶν καὶ ὕλης λόγον ἐχόντων, ἐνταῦθα ποιητικὸν λέγει τὸ θερμὸν καὶ ὑγρόν, ὑλικὸν δὲ τὸ ψυχρὸν καὶ ξηρόν; καὶ ὅτι μὲν ποιητικὰ καὶ ζωωτικὰ τὸ θερμὸν καὶ ὑγρόν, δῆλον ἐκ τοῦ θανάτου. εἰ γὰρ ὡμολόγηται τὸν θάνατον εἶναι ψυχρὸν καὶ ξηρόν, δῆλον ὡς ἡ ζωὴ ὑγρὸν καὶ θερμόν. ἢ ἐν τοῖς Μετεώροις λειοτήτων καὶ τραχυτήτων σκληροτήτων τε καὶ μαλακοτήτων καὶ τῶν τοιούτων ἐλέγετο ποιητικὸν τὸ θερμὸν καὶ ψυχρόν, ζῴων δὲ ποιητικὰ καὶ γεννητικὰ οὐκ αὐτά, ἀλλὰ τὸ θερμὸν καὶ ὑγρόν. διὰ τοῦτο τὰ μὲν θερμότερα καὶ ὑγρότερα τῶν ζῴων τελειότερα πάντων ἐστί, δεύτερα δὲ τὰ ἧττον μὲν θερμά, ὑγρὰ δ’ ἐπίσης τοῖς τελείοις ἢ μικρὸν παρεκκλίνοντα ἐπὶ τὸ μᾶλλον καὶ ἧττον, τὰ δὲ θερμὰ καὶ ξηρὰ ἀτελέστερα τῶν εἰρημένων καὶ τρίτην ἔχοντα τάξιν· ὥστε φίλιον μᾶλλον τὸ ὑγρὸν τῷ θερμῷ εἰς γένεσιν ζῴων ἤπερ τὸ ξηρόν. εἰπὼν δὲ τελειότερα εἶναι τὴν φύσιν τὰ θερμότερα καὶ ὑγρότερα παραδίδωσιν ἡμῖν κανόνα δι’ οὗ ἂν δυνηθείημεν γνωρίζειν τὰ ἀπλῶς θερμὰ καὶ διακρίνειν ἀπὸ τῶν μὴ θερμῶν, καὶ τῶν θερμῶν τὰ ποῖα μᾶλλόν ἐστι θερμότερα, ποῖα δὲ ᾖττον· καί φησι τῆς δὲ φυσικῆς θερμότητος ὅρος καὶ κανὼν ὁ πνευμων. στιφρὸν στιφρὸν τὸ ὑπόξηρον, τὸ δὲ ἀλλ’ ἔναιμον καἰ μσλσκὸν ἀντὶ τοῦ θερμὸν καὶ ὑγρὸν ὑγρὸν εἴληπται· τὸ μὲν γὰρ θέρμον διὰ τὸ δὲ μαλακὸν διὰ τὸ ὑγρόν. ὅτι δὲ τὰ θερμότερα καὶ ὑγρότερα τελειότερα ἐστι τῶν θερμῶν καὶ ξηρῶν, δείκνυσιν ἀπὸ τῶν ὑπ’ ἀυτῶν γινομένων· τὰ μεν γὰρ ὑγρὰ καὶ θερμὰ ζῳοτοκεῖ, τὰ δὲ θερμὰ καὶ ξηρὰ ᾠοτοκεῖ· ὅσον δὲ τελειότερον τὺ ζῷον ᾠοῦ, τοσοῦτον κἀκεῖνα τῶν θέρμων καὶ ξηρῶν· ὅτι δὲ καὶ τὸ ὑγρὸν μᾶλλον τοῦ θερμοῦ συμβάλλεται εἰς τὴν γένεσιν, δῆλόν ἐκ σελαχῶν. ἧττον γὰρ ὄντα θερμὰ τῶν ᾠ οτοκούντων ὅμως δία ἐνοῦσαν σφίσιν ὑγρότητα ζῳοτοκεῖ ἐν ἑαυτοῖς πρῶτον ᾠοτοκήσαντα. μἀλλὰ πῶς, εἴπερ τὰ ᾠοτόκα θερμά καὶ ὅτι θερμά, καὶ αὐτὸς ἀυταῖς λέξεσιν οὕτως εἶπεν οἱ μὲν γὰρ ὄρνιθες καὶ τὰ φολιδωτὰ δία θερμότητα τελεσιουργοῦσι) πῶς οὖν, εἴπερ τὰ ᾠοτόκα θερμά, περὶ τῶν ἄλλων οὕτω λέγει ᾠοτοκεῖ μέν, ὅτι ψυχρά; ἢ πάντα τὰ ᾠοτόκα θερμά· ούδὲν γὰρ χωρὶς ψυχικῆς θερμότητος εἶναι ὅλως δύναται μή τί γε γεννᾶν. παντα μέν οὖν θερμά, ὀλίγον δὲ τὰ ᾠοτόκα ἔχουσι τὸ θέρμον· ὥστε ἂν λέγηται ψυχρά, οὐχ ἀπλῶς λέγεται, ἀλλὰ πρὸς τὰ τελειότερα καὶ πολλὴν ἔχοντα θερμότητα. πολλαχῶς γὰρ λέγεται τὸ ψυχρὸν ὥσπερ καὶ τὸ θερμόν, ώς δευτέρω τῶν Περὶ ζῴων μορίων εἴρηται βιβλίῳ. καὶ οἱ μὲν ὄρνιθες κατ’ ἄμφω τῶν τελείων ἐλαττοῦνται, καὶ κατὰ, τὸ, θερμὸν καὶ κάτα τὸ ὑγρόν· ξηροὶ γὰρ οὐχ ἁπλῶς, ἀλλ’ ὅτι ὀλίγον ἐν αὑτοῖς τὸ ὑγρόν· τὰ οε σελάχη κατὰ μόνον τὸ θερμόν. ἐπεὶ οὑν τὸ μεν ὑγρὸν αἴτιον του ζῷον γίνεσθαι ἐξ αὐτοῦ, τὸ δὲ ξηρὸν οὐκέτι, δία τοῦτο ᾠοτοκεῖ τὰ σελάχη, καίπερ ὄντα ὀλιγόθερμα. | Ἐπεὶ δ’ οὔτε πτερωτὰ οὔτε φολιδωτὰ οὔτε λεπιδωτά ἐστιν, ἁ σημεία ξηρὰς. Τὴν αἰτίαν διὰ τούτων ἀποδίδωσιν τοῦ γεννᾶν τὰ σελάχη ὠὰ μαλακὰ καὶ οὐ σκληρά, καὶ συλλογίζεται δυνάμει ὧδε· πάντ τὰ ξηρὰ καἰ γεώδξ τὴν φύσιν τὰ ᾠὰ σκληρὰ γεννᾷ, οὐδὲν δὲ τῶν σελαχῶν ξηρὸν καὶ γεωοες τὴν φύσιν ἐστίν. οὐδὲν ἄρα τῶν σελαχῶν σκληρὸν ᾠὸν γεννᾷ· ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι. τούτων τῶν προτάσεων τὴν λέγουσαν ὅτι τὰ γεώδη σκληρὰ γεννᾷ δείξει μετὰ ταῦτα · τὴν δὲ οὐδὲν δὲ τῶν σελαχῶν ξηράν καὶ γεῶδες τὴν φύσιν ἐστὶ δείκνυσι διὰ του ἔπει δὲ οὔτε πτερωτὰ οὔτε λεπιδωτά ἐστι, δυνάμει καὶ διὰ τούτων συλλογιζόμενος ὧδε· πάντα τὰ ξηρὰ καὶ γεώδη τὴν φύσιν ἡ πτερωτὰ ἢ λεπιδωτὰ ἢ φολιδωτά ἐστιν, οὐδὲν δὲ σέλαχος πτερωτὸν ἢ λεπιδωτὸν ἢ φολιδωτόν ἐστιν· οὐδὲν ἄρα σέλαχος ξηρᾶς καὶ γεώδους ἐστὶ φύσεως. ἡ μὲν οὗν ἀγωγὴ τοῦ συλλογισμοῦ αὕτη ἂν εἴη. εἰπὼν δὲ οὔτε πτερωτὰ οὔτε λεπιδωτὰ οὔτε φολιδωτά ἐστίν, ἐπήγαγεν ἃ σημεῖά ἐστι ξηράς καὶ γεώδους φύσεως, τουτέστιν ἅτινα τό τε πτερωτὸν καὶ λεπιδωτὸν καὶ φολιδωτὸν ξηρᾶς καὶ γεώδους ἐστὶ φύσεως. ὡς γὰρ ὁ καπνὸς σημεῖόν ἐστι πυρὸς καὶ ἡ περὶ τὴν σελήνην τελεία ἅλως βροχῆς, οὕτως ταῦτα τῆς γεώδους φύσεως. ὥσπερ δὲ οὐδὲ ἐν τῷ σώματι τῶν σελαχῶν ἐστι τὸ γεῶδες καὶ ξηρόν, οὕτως οὐδὲ ἐν τῷ ὠῷ αὐτοῦ ἐπιπολάζει τὸ ξηρόν. λέγει δὲ καὶ ὅτι πάντα τὰ ἔντομα ἄναιμά ἐστιν, οὐ μὴν ἅπαντα τὰ ἄναιμα ἔντομα· τὰ γὰρ μαλάκια καὶ τὰ ὀστρακόδερμα ἄναιμα, ἔντομα δ’ οὔ. εἰπὼν δὲ ὅτι τὰ ἄναιμα οὐ πάντα σκωληκοτοκεῖ ἁπλῶς τὴν αἰτίαν τούτου ἐπήγαγε διὰ τοῦ ἐπαλλάττουσι γὰρ ἀλλήλοις τὰ ἔντομα καὶ τὰ ἀτελὲς τίκτοντα τὸ ᾠόν, οἷον οἵ τε ἰχθύες οἱ λεπιδω τοὶ καὶ τὰ μαλάκια, ὡς εἰ ἔλεγεν ἐπὶ τούτῳ εἶπον μὴ σκωληκοτοκεῖν ἀπλῶς, ὅτι οἱ γινόμενοι ἐξ αὐτῶν σκώληκες οὐ μένουσι διὰ τέλους σκώληκες, ἀλλὰ γίνονται ἐξ αὐτῶν αἱ καλούμεναι χρυσαλλίδας ᾠώδεις οὖσαι. χρυσαλλίδες δ’ εἰσὶ τὰ εὑρισκόμενα ἐν τοῖς τοίχοις ὅμοια ὄντα τῖς ἐν τῷ ὕδατι, ὅτε βρέχει, γινομέναις πομφόλυξι, λευκαὶ οὖσαι ὥσπερ οἱ ἐν τοῖς τῶν ἀλεκτορίδων ᾠοῖς ὑμένες. οὐ σκωληκοτοκοῦσιν οὗν ἁπλῶς, ὅτι ἐπαλλάττουσι καὶ κοινωνοῦσι τοῖς ἀτελὲς τίκτουσι τὸ ᾠόν. ὥσπερ γὰρ τούτων (εἰσὶ δὲ ταῦτα οἵ τε ἰχθύες οἱ λεπιδωτοὶ καὶ τὰ μαλάκια καὶ τὰ μαλακόστρακα) τὰ ᾠὰ σκωληκώδη γίνονται, οὕτως κἀκείνων οἱ σκώληκες ᾠοειδεῖς· γίνονται γὰρ χρυσαλλίδες, αἵτινές εἰσιν ᾠοειδεῖς. λέγει δὲ τὸ πέμπτον γένος, ὅπερ ἐστὶ ψυχρότατον πάντων τῶν προσεχῶς ῥηθέντων, μὴ ᾠοτοκεῖν ἐξ ἑαυτοῦ, ἀλλὰ σκωληκοτοκεῖν, συμβαίνειν δὲ γίνεσθαι τοὺς σκώληκας ᾠοειδεῖς, ἤτοι χρυ- σαλλίδας. γίνεται μὲν οὖν κατὰ πρώτην μεταβολὴν ὁ σκώληξ, εἶτα οὕτω μεταβάλλει εἰς χρυσαλλίδα καὶ τρίτον αὕτη εἰς ζῷον. Ταῦτα εἰπὼν λέγει ἀπορίαν εἶναι πλείονα, πῶς ποτε γίνεται ἐκ τοῦ σπέρματος τὸ φυτόν. ἀνάγκη γὰρ τὸ γινόμενον καὶ ἔκ τινος γίνεσθαι, οἷον ἐξ ὕλης, καὶ ὑπό τινος, οἷον ποιητικοῦ, καί τι, οἷον αὐτὸ τὸ γινόμενον. καὶ ἡ μὲν ὕλη ἐξ οὗ γίνεταί ἐστιν, ὡς εἴρηται, ἧστινος ὕλης τὴν μὲν πρώτην ἀφ’ ἧς συνίσταται καὶ ἣν ἔχει ἐν ἑαυτῷ αὕτη δ’ ἐστὶ τὸ καταμήνιον ἢ τὸ ἀνάλογον) ἔχει πάντα ἐκ τοῦ θήλεος, τὴν δὲ δευτέραν ὕλην, ἥτις ἐστὶ τροφή, τινὰ μὲν ἔχει ἐκ τοῦ θήλεος μέχρι πόρρω, τουτέστιν ἄχρι πολλοῦ, οἷον ὅσα θηλάζει ταῦτα γὰρ οὐ μόνον τὴν πρώτην, ἐξ ἧς καὶ τῆς ἐν τῷ σπέρματι οὔσης δυνάμεως συνέστηκεν, ἐκ τοῦ θήλεος ὢ λαμβάνει, ἀλλὰ καὶ τὴν εἰς τροφὴν ἀναλοσκομένην, ἐκ τῆς ὑστέρας μὲν ὅτε διαπλάττεται, ὕστερον δὲ θύραζε ἐξελθόντα ἐκ τῶν μαστῶν)· ὅσα δὲ σκωληκοτοκεῖται μόνην τὴν πρώτην ἔχει ἐκ τοῦ θήλεος, τὴν δὲ δευτέραν οὐδαμῶς. ἐξ οὗ μὲν οὖν γίνεταί ἐστιν ἡ ὕλη, περὶ ἧς οὐδὲν ἀπορεῖται· ζητεῖται δὲ ὑφ’ οὗ γίνεται, πότερον ἔξωθέν τι ὂν ποιεῖ, ὥσπερ ὁ οἰκοδόμος τὴν οἰκίαν, ἢ ἐνυπάρχει τῷ γινομένῳ καὶ μέρος γίνεται αὐτοῦ· εἴτε δὲ ἐνυπάρχει εἴτε μή, μέρος τί ἐστι ψυχῆς ἢ ψυχὴ ἢ ἔχει ψυχήν. Τὸ μὲν οὑν ἔξωθέν τι ποιεῖν ἕκαστον ἢ τῶν σπλάγχνων ἡ τῶν ἄλλων μερῶν ἄλογον ἂν δόξειεν. Ἐφ᾿ ἑκάτερα ἐπιχειρεῖ, καὶ πρῶτον μὲν διά τινων ἐνδόξων πιθανῶς, οὐ μέντοι ἀληθῶς δείκνυσι μὴ εἶναι ἐνδεχόμενον τῶν ἐκτός τι εἶναι τὸ ποιοῦν ἕκαστον τῶν σπλάγχνων καἰ τῶν ἄλλων μερῶν, ὡς καταλείπεσθαι τὸ εἶναί τι τὸ ποιοῦν μέρος τοὺ γινομένου. εἶτα ἐνίσταται καὶ πρὸς τοῦτο καὶ δείκνυσιν ὅτι ψεῦδός ἐστι τὸ λέγειν μέρος εἶναι τὸ ποιοῦν τοῦ γινο- μένου, καὶ εἶθ’ οὕτω διαρθροῖ τὸν λόγον καί φησι καὶ εἶναι καὶ μὴ εἶναι. ὁ μὲν γὰρ πατὴρ ὁ διδοὺς διὰ τοῦ ἀπ’ αὐτοῦ ἀπιόντος σπέρματος τὴν ποιητικὴν δύναμιν ἑκάστου μέρους καὶ ἔχουσαν ἐν ἑαυτῇ τοὺς λόγους αὐτῶν ἐνεργείᾳ ἐστὶν ἐκτὸς καὶ ἔχει ἕκαστον μέρος ἐνεργείᾳ· ἔστι γὰρ ἐν τῷ πατρὶ ἡ κεφαλὴ καὶ τὰ ἄλλα μέρη ἐνεργείᾳ. ἡ δὲ ἀπ’ αὐτοῦ ὡς δι’ ὀργάνου τοῦ σπέρματος διδομένη ποιητικὴ δύναμις καὶ ἔχουσα, ὡς εἴρηται, τοὺς λόγους χωρὶς ὕλης ἑκάστου τῶν σπλάγχνων καὶ τῶν ἄλλων μερῶν, ὥσπερ καὶ ὁ νοῦς τὰ ἔνυλα εἴδη καὶ οὗτος γὰρ χωρὶς τῆς ὑπο- κειμένης αὐτοῖς ὕλης ἔχει τὰ εἴδη καὶ τοὺς λόγους αὐτῶν) ἡ δὴ ἀπ’ αὐτοῦ διδομένη δύναμις ἐντὸς καὶ μέρος γίνεται τοῦ γινομένου, μέρος δὲ οὐχ ὥσπερ ἡ ὕλη ἀλλ’ ὡς εἶδος· καὶ ἔστιν αὕτη ἡ αἰσθητικὴ ψυχὴ συνεζευ- γμένας ἑαυτῇ ἔχουσα καὶ τὴν θρεπτικὴν καὶ αὐξητικήν, ὡς ἐρεῖ πρὸς τῷ τέλει σχεδὸν τοῦ παρόντος βιβλίου γενόμενος. καὶ ὥσπερ δὲ ὁ διδάσκαλος ἐνεργείᾳ ἔχων τοὺς τῶν ἐπιστητῶν λόγους ἄγει τὸν δυνάμει ἐπιστήμονα εἰς ἐνέργειαν, οὕτω καὶ ἡ ἐν τῷ σπέρματι δύναμις ἐνεργείᾳ ἔχουσα τοὺς λόγους τῶν μερῶν ἄγει τὴν ὕλην δυνάμει οὖσαν τὰ μέρη εἰς ἐνέρ- γειαν. καὶ ταῦτα μὲν προειρήσθω πρὸς ἔνδειξιν τῆς τοῦ Ἀριστοτέλους γνώμης ὅτι τὸ πρώτως ποιοῦν ἐκτός ἐστι καὶ ὅτι ἐκ τοῦ ἐνεργείᾳ ὄντος γίνεται τὸ δυνάμει. ἐπιχειρεῖ οὖν πρῶτον ὅτι τὸ ποιοῦν οὐκ ἔστιν ἐκτός, λέγων ὅτι τὸ μὲν οὖν ἔξωθέν τι εἶναι τὸ ποιοῦν, ἤτοι τὸ μὲν οὖν εἶναι τὸ ποιοῦν τι τῶν ἐκτὸς ὄντων τῆς μητρικὴ κοιλίας ἄτοπον ἂν δόξειεν καὶ ἄλογον. καὶ τὴν αἰτίαν τῆς ἀλογίας σαφῶς ἐπήγαγεν. * * οὐδὲν οὖν οἷόν τε εἶναί τι τῶν ἐκτὸς τῆς μητρικῆς κοίας τὸ ποιοῦν τὰ τοῦ ζῴου μέρη· λείπεται ἄρα ἐν αὐτῷ εἶναι τῷ κυήματι. ἐν αὐτῷ δὲ ὂν πότερον μόριόν ἐστι τοῦ γινομένου, οἷον ὀφθαλμὸς ἢ χεὶρ ἢ ἄλλο τι τοιοῦτον, ἢ οὗκ ἔστι μόριον, καθάπερ οὐδὲ ὁ πλωτὴρ τοῦ πλοίου; καὶ ἐρωτήσας πρῶτον μὲν δείκνυσιν οὕτως ὅτι οὐκ ἐνδέχεται ἐν αὐτῷ ὂν μὴ εἶναι μόριον. αὐτοῦ, δείκνυσι δὲ καὶ τοῦτο ἐκ διαιρέσεως· εἶτα δείκνυσιν ὅτι οὐκ ἔστιν αὐτοῦ μόριον. τέως δὲ πρῶτον πειρᾶται δεῖξαι ὅτι μόριον αὐτοῦ ἐστιν οὕτως· τὸ μὲν οὗν, φησί, λέγειν μὴ εἶναι μόριον τὸ ποιοῦν τοὐ γινομένου, ἀλλ’ ὥσπερ ὁ πλωτὴρ ἐν τῷ πλοίῳ, ἄλογον. ἐρωτητέον γὰρ τοὺς λέγοντας μὴ εἶναι μόριον αὐτοῦ, πότερον μετὰ τὸ τελειωθῆναι τὸ ζῷον περὶ γὰρ τῆς τῶν ζῴων γενέσεως ὁ λόγος) μένει καὶ σώζεται τὸ ποιῆσαν καὶ συνεξέρ- χεται τῷ ζῴῳ, ἢ φθείρεται. τὸ μὲν δὴ λέγειν ὅτι μένει καὶ συνεξέρχεται αὐτῷ μὴ ὂν αὐτοῦ μέρος ψεῦδος· οὐδὲν γὰρ φαίνεται συνεξερχόμενον τῷ ζῴῳ ἕτερόν τι παρὰ τὰ μόρια αὐτοῦ. τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀλλ’ οὐδὲν τοιοῦτον φαίνεται ἐνόν, ὃ οὐ μόριον τοὐ ὅλου. οὐκ ἄρα οἷόν τε λέγειν ὅτι ἐν αὐτῷ ὂν τῷ κυήματι μένει καὶ συνεξέρχεται τελειω- θέντι καὶ ζωωθέντι· φθείρεται ἄρα. ἀλλὰ μὴν εἴ γε φθείρεται, πάντα ποιῆσαν ἐφθάρη ἢ τινά. καὶ πρὸς μὲν τὸ ἓν τμῆμα τὸ πάντα ποιῆσαν οὐδέν τι λέγει, πρὸς δὲ τὸ λοιπὸν ἀπαντᾷ λέγων τὰ λοιπὰ γὰρ τί ποιήσει; ἔστω γὰρ ὅτι πεποίηκε τὴν καρδίαν καὶ τὸ ἧπαρ· τὰ λοιπὰ τί ἂν ποιήσειεν; εἰ γάρ τις λέγει ὅτι ἐκεῖνο ποιῆσαν τὴν καρδίαν ἔφθαρται, ἡ δὲ καρδία τὸ ἧπαρ καὶ τοῦτο τὸν πνεύμονα κἀκεῖνος ἄλλο, καὶ οὕτως τὰ λοιπὰ γέγονεν ἅπαντα ἀκουσάτω ὦ λῷστε, ὥσπερ γὰρ ἐκεῖνο ποιῆσαν τὴν καρ- δίαν ἐφθάρη, οὕτω καὶ ταύτην ἀναγκαῖον ποιήσασαν τὸ ἧπαρ φθαρῆναι· διὰ τί γὰρ ἐκεῖνο ἅμα τῷ ποιῆσαι τὴν καρ δίαν ἔφθαρται, αὕτη δὲ τὸ ἧπαρ ποιήσασα οὐ φθαρήσεται; ἀποκληρωτικὸν γὰρ τοῦτο. εἰ δὲ τοῦτο ἀδύνατον, σώζεται ἄρα· εἰ δὲ σώζεται, μέρος ἐστὶ τοῦ γινομένου. εἰ γὰρ μὴ ἦν μέρος, ἔδει συνεξέρχεσθαι τῷ ζῴῳ ἕτερόν τι ὂν παρ’ ἐκεῖνο· ἀλλ’ οὐδὲν τοιοῦτον φαίνεται συνεξερχόμενον, ἀλλὰ μόνον ὑγρότητές τινες εἰδεχθέσταται· μόριον ἄρα ἐστὶ τοῦ γινομένου τὸ ποιοῦν. καὶ ἀληθὴς ὁ λόγος, εἴ τις περὶ τῆς ἐν τῷ σπέρματι ἐνούσης ψυχῆς τὸν λόγον ἀκούοι· μέρος γὰρ ὡς ἀληθῶς καὶ μέρος ὡς εἶδος αὕτη τοῦ γεγονότος· εἰ δέ γε περὶ τοῦ πρώτως ποιοῦντος, οἷον τοῦ πατρός, τὸν λόγον ἀκούοι, περὶ οὗ καὶ οὗτος τὸν λόγον ποιεῖτι, ψευδής· καὶ πῶς ψευδής, ἐπάγει. Εἱ δὲ μή ἐστι τῆς ψυχῆς μηδέν, ὃ μὴ τοῦ ἐστιν ὲν τινι μορίῳ. Δείκνυσι διὰ τούτου, ὥσπερ ἤδη εἴπομεν, ὅτι τὸ πρώτως ποιοῦν οὐκ ἔστιν ἐν τῷ γινομένῳ οὔτε ὅλως μόριόν ἐστιν αὐτοῦ. ὅτι δὲ τὸ πρώτως καὶ κυρίως ποιοῦν ὁ πατήρ ἐστι, δῆλον·. ἐξ αὐτοῦ γὰρ τὸ σπέρμα καὶ ἡ ἐν αὐτῷ δύναμις. συγχεῖ δὲ καὶ τῇδε κἀκεῖσε ταλαντεύει τὸν λόγον διὰ τὸ μὴ προαναφωνῆσαι ὅτι περὶ τοῦ πρώτως, οἷον τοῦ πατρός, ποιοῦντός ἐστι νῦν αὐτῷ ὁ λόγος, ἀλλ’ ἀορίστως περὶ τούτου ζητεῖν. δείκνυσι δὲ ὅτι οὔτε ἔνεστιν ἐν τῷ σπέρματι ὁ πατὴρ οὔθ’ ὅλως μέρος ἐστὶ τοῦ γινομένου. δείξας πρότερον ὡς εἴπερ ἐστὶ μέρος αὐτοῦ, ἀνάγκη ἔμψυχον εἶναι καὶ ἔχειν ψυχικήν τινα δύναμιν ὥσπερ καὶ τὰ ἄλλα μόρια, λέγει νῦν εἰ δὴ μή ἐστι τῆς ψυχῆς μηδέν, ὃ μὴ τοῦ σώματός ἐστιν ἔν τινι μορίῳ, τουτέστιν εἰ οὖν πάντα τὰ τῆς ἀλόγου ψυχῆς μόρια εἴδη καὶ ἐντελέχειαί εἰσιν ἑκάστου τῶν τοῦ σώματος μερῶν, ὡς ἐν τῇ Περὶ ψυχῆς δέδεικται, καὶ ἐν τοῖς τοῦ σώματός εἰσι μέρεσιν ὡς εἴδη ἐν ὕλαις, εἴπερ ἐστὶ τὸ ποιοῦν μέρος τοῦ ζῴου, ὑπάρξαι ἂν καὶ ἐν αὐτῷ μέρος τι ἢ δύναμίς τις τῆς ψυχῆς, καὶ ἔμψυχον ἄν τι εἴη μόριον εὐθὺς ἐν τῷ σπέρματι ὄν· εἶτα τούτῳ συναπτέον τὸ ἀλλὰ μὴν καὶ τὸ ἐν τῷ σπέρματι εὐθὺς ἐνυπάρχειν τι μόριον τοῦ ζῴου ἢ φυτοῦ γεγενη- μένον, εἴτε δυνάμενον ποιεῖν τὰ ἄλλα εἴτε μή, ἀδύνατον· οὕτω γάρ ἐστι τὸ ἐφεξῆς τῆς λέξεως, τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον· ἔμψυχον ἄν τι εἴη εὐθὺς ἐν τῷ σπέρματι, ἀλλὰ μὴν ἀδύνατον ἔμψυχόν τι εἶναι, εἴτε δύ|ναται ποιεῖν τὰ ἄλλα, κἄν τε μὴ δύναται. εἰ γάρ ἐστιν ἔμψυχον, πᾶν δὲ ἔμψυχον ἐκ σπέρματος, ἀνάγκη εἶναι πρὸ τοῦ σπέρματος ἐν ᾧ ἐστιν ἄλλο σπέρμα, ἀφ’ οὗ γέγονεν. ὅτι μὲν γὰρ τοῦτο ὑπὸ τοῦ ποιήσαντος τὸ σπέρμα ἐν ᾧ ἐστι γέγονε, δῆλον, ἀλλ’ ἀνάγκη πρὸ τούτου τε καὶ τοῦ ἐν ᾧ ἐστι σπέρματος ἄλλο εἶναι σπέρμα, ἐξ οὗ γέγονε· πᾶν γὰρ ἔμψυχον ἐκ σπέρματος· ὥστε ἔσται τοῦ σπέρματος σπέρμα, καὶ τοῦτ’ εἰς ἄπειρον. οὐθὲν ἄρα οἷόν τε τὸ ποιοῦν μόριον ὑπάρχειν τοῦ γινομένου· δέδεικται δὲ ὅτι οὐδὲ ἔξω ὂν δύναται ποιεῖν. διό, φησί, πειρατέον ταῦτα λύειν. ἡ μὲν οὖν τοῦ λόγου συνέχεια αὕτη· τὰ δ’ ἄλλα, ὥσπερ εἴρηται, μεταξὺ παρεμβέβληται διὸ καὶ τούτοις ἄξιον ἐπιστῆσαι. εἰπὼν ὅτι εἴπερ ἐστὶ τὸ ποιοῦν καὶ κινοῦν μόριον τοῦ γινο- μένου, ἀνάγκη ἔμψυχον εἶναι, ἐπήγαγε οὖν ἄλλα πῶς; τουτέστι τὰ οὖν ἄλλα μόρια, ἃ μέλλει ἀπ’ αὐτοῦ γενέσθαι, πῶς γενήσεται; ἀρά γε πάντα ἅμ γίνεται ἢ οὔ; καὶ ὅτι μὲν οὐχ ἅμα πάντα, καὶ τῷ λόγῳ καὶ τῇ αἰσθήσει δῆλον· καὶ πῶς τῷ λόγῳ δῆλον, ἐρεῖ προϊὼν ἐν τῷ παρόντι βιβλίῳ. ἐπεὶ δέ τινες ἔλεγον ἅμα πάντα γίνεσθαι, ἀλλ’ ὅσα μέν εἰσι μεί- ζονα φαίνεται διὰ μέγεθος, ὅσα δὲ βραχύτατα ἄδηλα τυγχάνει διὰ σμικρότητα, καὶ ἐπὶ τούτῳ τὰ μὲν φαίνεται τὰ δ’ οὔ, καίτοι ἅμα πάντων γινομένων, ἐπήγαγεν· ὥσπερ νῦν ἐπὶ τῶν τελείων ζῴων ἐστὶ μείζων τὸ μέγεθος ὁ πνεύμων τῆς καρδίας, οὕτως καὶ ἐν τῇ γενέσει, ὅτε ἦσαν ἅπαντα μικρότατα, μείζων ἂν ἦν αὐτῆς. εἰ δὲ τοῦτο, ἐπειδὴ φαίνεται ἐν τῇ γενέσει ἡ καρδία, καίτοι πάνυ σμικροτάτη οὖσα, ἐφαίνετο ἂν καὶ ὁ πνεύμων, καὶ τοσοῦτον μᾶλλον, ὅσον ὑπερέχει τῆς καρδίας. νῦν δὲ ἡ μὲν καρδία φαίνεται τότε, οὗτος δὲ οὐ φαίνεται, ὡς μήπω δηλονότι γεγονώς· εἰ γὰρ ἐγε- γόνει, καὶ ἐφαίνετο. ὥστε οὐχ ἅμα γίνονται, ἀλλ’ ἡ μὲν καρδία πρῶτον, τὰ δ’ ἄλλα ἅμ μὲν διαγράφεται, τελειοῦται δὲ τὸ μὲν πρῶτον τὸ δ’ ὕστερον, ὡς ἐρεῖ προιών. καὶ ἐπεί, φησί, τὸ μὲν γίνεται πρῶτον, τὸ δ’ ὕστερον, πότερον τὸ πρῶτον γεγονὸς ποιεῖ τὸ δεύτερον καὶ τοῦτο τὸ τρίτον; καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἡ μᾶλλον μετὰ τόδε γίνεται τόδε; τουτέστιν ἢ οὐ ποιεῖ τὸ πρῶτον τὸ ἐχόμενον; λόγος δὲ καὶ αἰτία τοῦ μὴ γίνεσθαι τὰ δεύτερα, φησίν, ὑπὸ τῶν προτέρων, ὅτι ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος τὸ δυνάμει ὸν γίνεται ἐν τοῖς φύσει. τὸ δὲ λεγόμενον τοιοῦτον ἂν εἴη· ὥσπερ τὸ δυνάμει πῦρ ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος πυρὸς γίνεται ἐνεργείᾳ πῦρ, καὶ ὁ δυνάμει γραμματικὸς ὑπὸ τοῦ ἐνεργείᾳ ὁμοίως γίνεται γραμματικός, οὕτως εἰ ἡ καρδία ἐποίει τὸν πνεύμονα, ἦν ἂν ἡ καρδία πνεύμων, καὶ ἦν ἅμ καὶ καρδία καὶ πνεύμων. ἰστέον δὲ ὅτι παραλογίζεται ἡμάς· ὡς γὰρ δείξει προιών, ἡ ἐν τῷ σπέρματι ἐνοῦσα δύναμις πρῶτον μὲν τὴν καρδίαν καὶ ἐντίθησιν ἐν αὐτῇ τοιαύτην δύναμιν, λέγω δὴ ποιητικήν, καὶ οὕτως αὕτη ποιεῖ τὰ λοιπὰ. πῶς δὲ ταῦτα συμβαίνει, ἐρεῖ ἐν τῷ παρόντι βιβλίῳ, ὅτε καὶ ἡμεῖς εἴποιμεν ἂν τὰ δοκοῦντα ἡμῖν. Πειρατέον δὴ ταῦτα λύειν· ἴσως γάρ τι τῶν εἰρημένων ἐστὶν οὐχ ἁπλοῦν. Επιχειρήσας, ὥσπερ εἴρηται, καὶ συλλογισάμενος ἐφ’ ἑκάτερα ὅτι οὕτε ἔξωθεν εἶναι δύναται τὸ ποιοῦν οὔτε ἐν αὐτῷ τῷ κυήματι, ἐπειδὴ τὸ ἔξωθεν οὐχ ἀπλοῦν ἐστι, τοῦτο λέγει εἶναι αἴτιον τοῦ παραλογισμοῦ. εἰ σεται, εἰ δὲ διὰ μέσου τοῦ σπέρματος καὶ τῆς ἐν αὐτῷ δυνάμεως ὡς δι᾿ ὀργάνων τινῶν, ἀληθεύσει· ὥστε ἐρωτωμένων ἡμῶν, πότερον τὸ ποιοῦν ἔξω ὂν δύναταί τι ποιεῖν ἢ οὔ, ἀποκριτέον ἔστι μὲν οὖν ὡς δύναται, ἔστι δ’ ὡς οὔ· διὰ μὲν ὀργάνων τι|νῶν δύναται, χωρὶς δὲ τούτων οὐ δύναται. τό δὴ ποιοῦν, φησίν, εἴτε τὸ σπέρμα χρὴ λέγειν εἶναι εἴτε τὸ ἀφ’ οὗ, οὐδὲν διαφέρει. ᾗ μὲν γὰρ ἔχει ἐν ἑαυτῷ τὸ σπέρμα τὴν δύναμιν ἐν ᾗ εἰσιν οἱ τῶν μερῶν λόγοι, ταύτῃ οὐδὲν διαφέρει τὸ σπέρμα τοῦ ἀφ’ οὗ ἐξῆλθεν. ὡς γὰρ τὸ σκέπαρνον κατὰ τὴν κίνησιν, ἣν ὑπὸ τοῦ τέκτονος ἅμα κινούμενον κινεῖ καὶ τοιωσδὶ τὸ ξύλον σχηματίζει, οὐδὲν διαφέρει τοῦ τέκτονος, οὕτω καὶ τὸ σπέρμα, ᾗ ἔχει τὴν κίνησιν καὶ τὴν ποιητικὴν δύναμιν ἐν ἑαυτῷ, οὐδὲν διαφέρει, ἀλλὰ ταὐτόν ἐστι τῷ ἀφ’ οὗ ἐξῆλθεν. αὐτόματα δὲ θαύματα λέγει τὰ ξύλινα ὄργανα, ἃ παρῆγον ἐν τοῖς γάμοις. ὥσπερ γὰρ ἐν τούτοις ὁ θαυματοποιὸς κινεῖ τόδε μὲν τὸ ξύλον καὶ ἀπέρχεται, τοῦτο δὲ ὑπὸ τῆς ἐνδοδείσης αὐτῷ κινητικῆς δυνάμεως διά τινος μηχανῆς κινεῖ ἕτερον, κἀκεῖνο ἄλλο, κἀκεῖνο τὸ εἴδωλον, τοῦτο δὲ δοκεῖ ὑφ’ ἑαυτοῦ κινεῖσθαί τε καὶ ὀρχεῖσθαι, ὅμως οὐ κινεῖται ὑφ’ ἑαυτοῦ, ἀλλὰ ὑπὸ τοῦ πρώτως κινήσαντος, οὕτω κἀν τούτοις ὁ μὲν πατὴρ δέδωκε τῷ σπέρματι κινητικήν τινα δύναμιν, ὥσπερ καὶ ὁ θαυματοποιὸς τῷ πρώτως ὑπ’ αὐτοῦ κινηθέντι ξύλῳ· αὕτη δὲ ἡ κινητικὴ δύναμις κινεῖ τὸ καταμήνιον ἢ τὸ ἀνά. λόγον, καὶ οὕτω γίνεται τὸ ζῷον. εἰπὼν δὲ ὅτι οἷον τὰ αὐτόματα τῶν θαυματοποιῶν ἐπήγαγε ἔχοντα γάρ πως ὑπάρχει δύναμιν τὰ μόρια ἠρεμοῦντα. τὰ γὰρ μόρια τοῦ εἰδώλου καὶ τὰ λοιπὰ ξυλάρια ὅτε ἠρεμοῦσι δυνάμει ἔχουσι τὸ κινηθῆναι, καὶ ὥσπερ ἐν τοῖς αὐτομάτοις καὶ μὴ ἁψα- μένου τοῦ θαυματοποιοῦ τοῦ εἰδώλου ὅμως ἁψαμένου τινὸς ἄλλου ξυλαρίου, εἶτα ὑποχωρήσαντος κινεῖται τὸ εἴδωλον, οὕτως καὶ ὁ πατὴρ μὴ ἁψάμενος τοῦ καταμηνίου, ἁψάμενος δέ τινος ποιεῖ τὸ ζῷον. τὴν δὲ ἐν τῷ σπέρματι ἐνοῦσαν δύναμιν ἅπτεσθαί φαμεν τοῦ καταμηνίου ὃν τρόπον λέγεται καὶ ἡ οἰκοδόμησις ἅπτεσθαι τοῦ οἴκου καὶ ἡ λοιδορία τοῦ λοιδορουμένου. τὸ δὲ τρόπον τινὰ πρόσκειται, διότι τὸ κυρίως ἅπτεσθαι ἐπὶ σωμάτων λέγεται, ἡ δὲ ἐν τῷ σπέρματι δύναμις καὶ ἡ λοιδορία ἀσώματος. καὶ λοιπὸν συμπεραίνεται λέγων ὅτι ἔστι τι ὃ ποιεῖ, οὐχ οὕτω δὲ ὡς τόδε τι. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι μὲν οὖν ἐστί τι τὸ ποιοῦν καὶ τοῦτό ἐστιν ἡ ὡς τὸ πρώτως ποιοῦν οἷον ὁ πατήρ, ἀλλὰ δυνάμει μὲν τὰ μόρια ἐνεργείᾳ δὲ τοὺς λόγους, δῆλον. Πῶς δέ ποτε ἕκαστον γίνεται, ἐντεῦθεν δεῖ λαβεῖν ἀρχην ποιησαμένους. Εἰπὼν τί τὸ ποιοῦν προτίθεται εἰπεῖν καὶ πῶς τὰ ὑπ’ αὐτοῦ γινόμενα γίνεται. πρότερον δὲ πάλιν λέγει τε καὶ διορίζεται, τί τε τὸ ὄργανον μεθ’ οὗ ποιεῖ, καὶ ἄλλα τινὰ ἀκόλουθα τοῖς προκειμένοις, εἶθ’ οὕτως ἐπάνεισι διὰ πολλοῦ ἐπὶ τὸν τρόπον τῆς γενέσεως αὐτῶν. ἀρχὴν οὖν. φησί, ποιητέον τήνδε· ὅσα γίνεται φύσει ἢ τέχνῃ, ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος γίνεται ἐκ τῆς ὕλης τῆς δυνάμει οὔσης τόδε τι. γίνεται γὰρ ὁ ἀνδριὰς ὑπὸ τῆς ἐνεργείᾳ οὔσης τέχνης ἐκ τοῦ χαλκοῦ τοῦ δυνάμει ὄντος ἀνδριάντος. ἔστι δὲ καὶ τὸ σπέρ|μα τοιοῦτον· ἔχει γὰρ ἐν ἑαυτῷ ἐνεργεία τοὺς λόγους ἑκάστου τῶν γινομένων, καθάπερ καὶ ὁ τεχνίτης τοὺς τῶν τεχνητῶν. καὶ παυομένης τῆς κινήσεως, φησί, γίνεται ἕκαστον τῶν μορίων. ὥσπερ γὰρ ἐπὶ τῶν αὐτομάτων θαυμάτων ὁ μὲν θαυματοποιὸς κινήσας τόδε τι πέπαυται τοῦ κινεῖν, τοῦτο δὲ τὸ προσεχῶς ὑπ’ αὐτοῦ κινηθὲν ἐκίνησεν ἄλλο, κἀκεῖνο ἕτερον, οὕτω καὶ ἡ ἐν τῷ σπέρματι δύναμις ἐκίνησε τὴν ὕλην καὶ πεποίηκε πρῶτον τὴν καρδίαν καὶ ἐνέσπειρεν ἐν αὐτῇ δύναμιν οἵα ἐστὶν αὐτή, εἶτα πέπαυται· ἡ δὲ ἐν τῇ καρδίᾳ δύναμις ποιεῖ τὰ ἄλλα. παυομένης οὖν τῆς κινήσεως τῆς ἀπὸ τῆς ἐν τῷ σπέρματι δυνάμεως γινομένης, ἐνεργούσης δὲ τῆς ἐν τῇ καρδίᾳ ἐνσπαρείσης δυνάμεως γίνεται ἕκαστον τῶν ἄλλων μορίων. γίνεται δὲ οὐ μόνον τοιόνδε κατὰ τὸ σχῆμα, ἀλλὰ καὶ ἔμψυχον· πᾶν γὰρ τὸ ἔχον τὴν αὐξητικὴν καὶ δηλονότι καὶ θρεπτικὴν ψυχὴν ἔμψυχόν ἐστι. καὶ ἄλλως δὲ εἰ μὴ ἦσαν ἔμψυχα, ὁμωνύμως ἄν αἱ χεῖρες ἐλέγοντο χεῖρε·ς καὶ οἱ ὀφθαλμοὶ ὀφθαλμοί, καὶ τὰ λοιπὰ ὁμοίως. εἰπὼν οὖν περὶ τοῦ ποιητικοῦ ἃ προσεχῶς εἴρηκεν, ἐπειδή τινες ἔλεγον ὅτι τὸ δημιουργοῦν καὶ ποιοῦν τὰ τοῦ ζῴου μέρη ἡ ἐν τῇ μητρὶ θερμότης ἐστίν, ἐπάγει λέγων ὥσπερ γὰρ ἐπὶ τῶν τεχνητῶν οὐδ’ ἄν πέλεκυν οὐδὲ ἄλλο τι οὐδὲν φήσαιμεν ποιῆσαι τὸ πῦρ μόνον, ἀλλ’ ὁ τεχνίτης μετὰ τοῦ πυρὸς καὶ τῶν οἰκείων ὀργάνων, οὕτως οὐδὲ πόδας καὶ χεῖρας ποιεῖ τὸ ἐν τῇ μητρὶ θερμὸν μόνον, ἀλλ’ ἡ τοῦ σπέρματος δύναμις. σκληρὰ μὲν γὰρ καὶ κραῦρα ποιήσαιεν ἄν πῦρ καὶ ψυχρότης, ὥσπερ δέδεικται ἐν τετάρτῳ τῶν Μετεώρων, καὶ ἡμεῖς ὁρῶμεν τὸν κρύσταλλον ὑπὸ ψύχους γινόμενον· τοὺς δὲ λόγους καὶ τὴν φύσιν καὶ τὴν ἐνέργειαν καὶ τὸ εἶδος, καθ’ ἃ τὸ μέν ἐστι χείρ, τὸ δὲ ὀφθαλμός, οὐκέτι ποιήσειεν ἄν τὸ πῦρ, ἀλλ’ ἡ κίνησις ἡ ἀπὸ τοῦ γεννήσαντος λέγων γεννήσαντα καὶ ἐντελεχείᾳ ὄντα τὸν πατέρα) ἐν τῷ σπέρματι ἐνοῦσα. εἰπὼν δὲ ὅτι ἀπὸ τοῦ γεννήσαντος τοῦ ἐντελεχείᾳ ἔχοντος ἅπαντα τὰ μόρια, ἐπήγαγεν ὅ ἐστι δυνάμει ἡ ἐξ οὗ γίνεται. ἐλλείπει δὲ τῇ λέξει τὸ ὕλη καὶ τὸ γινόμενον, εἴη δ᾿ ἂν τὸ τῆς λέξεως πλῆρες τοιοῦτον, ὅ ἐστι δυνάμει ἡ ὕλη, ἐξ ἧς γίνεται τὸ γινόμενον. ἡ γὰρ ὕλη δυνάμει ἐστὶ τοῦτο, λέγω δὴ τὸ ποιοῦν, ὥσπερ καὶ τὰ ξύλα δυνάμει πῦρ. ὅτι δὲ τὰ ὄργανα κατὰ τὸν τῆς τέχνης λόγον κινεῖται, δῆλον· εἰ γὰρ. ἄλλην τινὰ ἐκινεῖτο καὶ μὴ ταύτην, οὐκ ἄν ἐγεγόνει ποτὲ τὸ τεχνητόν. ἀλλ’ ἡ μὲν κίνησις, ἣν κινεῖται καὶ τὰ ὄργανα καὶ τὰ δι’ αὐτῶν γινόμενα τεχνητά, ἐκτός ἐστιν αὐτῶν ὁ γὰρ τεχνίτης ἐκτός), ἐπὶ δὲ τῶν φύσει γινομένων ἐν αὐτοῖς ἐστι τοῖς γινομένοις τὸ ποιοῦν καὶ κινοῦν. ἑτέραν ὢ δὲ φύσιν καὶ ἔχουσαν ἐνεργείᾳ τὸ εἶδος τὸν πατέρα λέγει. | Πότερον δ’ ἔχει ψυχὴν τὸ σπέρμα ἢ οὔ; ὁ αὐτὸς λόγος καὶ περὶ τῶν μορίων. Τὸ ζητούμενόν ἐστιν, ἆρα ἔχει ψυχὴν καὶ τὸ σπέρμα τινὰ καὶ τὰ μόρια, ἢ πάντῃ πάντως ἄψυχα τυγχάνει ὄντα; τὸ γὰρ ὁ αὐτὸς λόγος καὶ περὶ τῶν μορίων ἴσον ἐστὶ τῷ τὸ αὐτὸ δὴ τοῦτο ζητητέον καὶ περὶ τῶν μορίων, ἆρ’ ἔχουσι ψυχὴν ἢ οὔ. εἰ γὰρ μὴ ἔχει τὸ σπέρμα ψυχήν, φη- σίν, οὐδ’ ἐν ἄλλῳ τῶν μορίων, οἷον ὀφθαλμῷ, χειρί, τοῖς τοιούτοις ἔσται ψυχή, πλὴν ἐν ἐκείνῳ οὗ γέ ἐστι, τουτέστι πλὴν ἐν τῷ πατρὶ ἀφ’ οὗ τὸ σπέρμα ἀπῆλθεν. ὥστε εἰ μὴ ἐν τῷ σπέρματί ἐστι ψυχή, ὑφ’ οὗ τὰ μόρια γέγονεν, οὐδὲ τὰ μόρια ἕξει, ἀλλ’ ἄψυχα ἔσται. ἀλλ’ εἰ μὴ ἔχουσι ψυχήν, οὐδὲ μόρια ἔσται τοῦ γεγονότος, ἀλλ’ ἢ ὁμωνύμως. πῶς γὰρ αὐτοῦ μὲν ὄντος ἐμψύχου, τούτων δὲ ἀψύχων, μόρια ἔσται αὐτοῦ; δῆλον οὖν, φησίν, ὅτι καὶ ἔχει τὸ σπέρμα ψυχὴν καὶ δηλονότι δι’ αὐτὸ καὶ τὰ μόρια, καὶ ἔστι δυνάμει. ἀλλὰ πῶς ψυχὴν ἔχον οὐκ ἐνεργείᾳ ἐστὶν ἔμψυ- χον, ἀλλὰ δυνάμει; ἢ οὕτως ἐστί, φησί, δυνάμει πρὸ τοὐ ἅψασθαι τοῦ καταμηνίου, ὡς ὁ ἐνεργείᾳ γεωμέτρης καὶ μὴ ἐνεργῶν διὰ στέρησιν βιβλίου· ἐπειδὰν δὲ ἅψηται τῆς ὕλης καὶ κινῇ καὶ οἱονεὶ ἐμψυχοῖ αὐτήν, ἔοικε τῷ ἔχοντι βιβλίον καὶ ἐνεργοῦντι. λέγει δὲ καὶ τὸ σπέρμα καὶ τὸν γεωμέτρην ἐγγυτέρω αὐτὰ ἑαυτῶν γίνεσθαι καὶ πόρρω. ὡς γὰρ ὁ αὐτὸς καὶ εἷς γεωποιήσαιεν μέτρης ὅταν μὲν καθεύδῃ, πορρωτέρω ἐστὶ τοῦ ἐνεργοῦντος, ἐγγυτέρω δὲ ὅταν ἐγρηγορῇ, οὕτω καὶ τὸ σπέρμα. ἔστιν οὖν τὸ σπέρμα ἐνεργείᾳ μὲν ἔμψυχον, ὥσπερ καὶ ὁ ἐγρηγορὼς γεωμέτρης ἐνεργείᾳ γεωμέτρης, δυνάμει δὲ ὡς μὴ ἐνεργοῦν, ὥσπερ καὶ ὁ μὴ ἐνεργῶν γεωμέτρης· ᾗ μὲν γὰρ ἔχουσι τὴν ἕξιν, ἐνεργείᾳ εἰσίν, ᾗ δὲ μὴ ἐνεργοῦσι, δύνανται δὲ ἐνεργῆσαι, ουναμει. Ταύτης μὲν οὖν οὐδὲν μόριον αἴτιον τῆς γενέσεως, ἀλλὰ τὸ πρῶτον κινῆσαν ἔξωθεν. Tαύτης λέγει τῆς διαπλαττούσης καὶ ποιούσης τὰ μόρια. οὐδὲν οὖν, φησί, μόριον αὐτὸ ἑαυτῷ αἴτιόν ἐστι τῆς διαπλαστικῆς γενέσεως· οὐδὲν γὰρ αὐτὸ ἑαυτὸ γεννᾷ καὶ παράγει, ὡς ἐν ἄλλοις ἡμῖν δέδεικται, ἀλλὰ γίνεται μὲν ὑπὸ τοῦ ἔξωθεν ποιοῦντος, τρέφεται δ’ ὑφ’ αὑτοῦ. τὴν μὲν γὰρ θρεπτικὴν ἔχει ἕκαστον ἐν ἑαυτῶ καὶ διὰ τοῦτο γεγονὸς τρέφει αὐτὸ ἑαυτό, τὴν δὲ διαπλαστικὴν καὶ ποιητικὴν οὐκέτι, ἀλλὰ ἔξωθεν· τὸ δὲ ἔξω. θὲν ταὐτόν ἐστι τῷ οὐ σύμφυτον, ἀλλ’ οἱονεὶ ἁπτομένην. εἰπὼν δὲ ὅτι αὔξει ἤδη αὐτὸ ἑαυτό, ἐπήγαγε διόπερ πρῶτόν τι γίνεται καὶ οὐχ ἅρα πάντα, τουτέστι καὶ διὰ τὸ μηδὲν αὐτὸ ἑαυτὸ ποιεῖν καὶ παράγειν, ἀλλὰ πᾶν τὸ γινόμενον ὑπ’ ἄλλου γίνεσθαι γίνεταί τι πρῶτον. εἰ γὰρ μὴ ὑπ’ ἄλλου ἐγίνοντο, ἀλλ’ ὑφ’ ἑαυτῶν, διὰ τί ὥσπερ ἡ καρδία φέρε εἰπεῖν ἐποίησεν αὑτήν, οὐ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἕκαστον τῶν ἄλλων ἑαυτὸ παρήγαγε καὶ ἅμα πάντα γέγονε; ζητήσειε δ’ ἄν τις, εἰ μηδὲν αὐτὸ ἑαυτὸ παράγει, ἀλλά τι ἄλλο ἔχον ἐν ἑαυτῷ ἐνεργείᾳ τοὺς λόγους, διὰ τί οὐχ ἅμα πάντα ποιεῖ, ἀλλὰ πρῶτον τὴν καρδίαν; ἢ ὥσπερ ὁ τέκτων ἐνεργείᾳ μὲν ἔχει τὸν τῆς ξυλίνης σφαίρας λόγον καὶ τὸν τῆς κλίνης καὶ ἄλλων πολλῶν, οὐχ ἅμα δὲ ποιεῖ πάντα, ἀλλὰ πρῶτον μέν, εἰ οὕτως ἔτυχε, τὴν σφαῖραν, εἶτα τὴν κλίνην, οὕτως καὶ αὕτη ἡ δύναμις ἅμα μὲν πάντα σκια- γραφεῖ, πρῶτον δὲ δημιουργεῖ τὸ αναγκαιότατον, εἶτα τὸ ἐφεξῆς. εἰπὼν δὲ διόπερ πρῶτόν τι γίνεται, ἐπήγαγε τοῦτο δὲ γίνεσθαι ἀνάγκη πρῶτον ὃ αὐξήσεως ἀρχὴν ἔχει, τουτέστι τοῦτο δὲ ἀνάγκη πρῶτον γίνεσθαι, ὃ δύναται ὥσπερ ἀκρόπολίς τις δέξασθαι καὶ φυλάσσειν τὴν θρε· πτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν ψυχήν. αὗται δὲ τῷ μὲν ὑποκειμένῳ μία εἰσί, τῷ λόγῳ δὲ διάφοροι. τοῦτο δέ, φησί, τὸ θρεπτικὸν τὸ γεννητικόν ἐστιν οἷον αὐτό· παντὸς γὰρ ζῴου καὶ φυτοῦ τελείου τοῦτό ἐστιν ἔργον τὸ γεννῆσαι οἷον αὐτό. Ἀνάγκη δὲ διὰ τόδε, ὅτι ὅταν γένηται, αὐξάνεσθαι ἀνάγκη. Eἰπὼν ὅτι τοῦτο γίνεσθαι ἀνάγκη πρῶτον, ὃ αὐξήσεως ἀρχὴν ἔχει, καὶ διὰ μέσου τινὰ παρενείρας ἐπήγαγε τὸ ἀνάγκη δὲ διὰ τόδε, καὶ ἔστι συνεχὲς τούτῳ ἐκεῖνο. ὃ δὲ λέγει οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγε ·διὰ τί δὲ εἶπον τὸ ἀνάγκη γίνεσθαί τι πρῶτον καὶ ἔχειν αὐξήσεως ἀρχήν,. διὰ τόδε. καὶ τί τοῦτο; διὰ τὸ ἀναγκαῖον εἶναι πᾶν τὸ γεγονὸς αὐξάνεσθαι. εἰ δὲ ἕν τί ἐστι καὶ τοῦτο τὸ ἔχον τὴν αὐξητικὴν πρώτως ψυχήν (οὐ γὰρ πολλὰ μέρη ἔχει), ταύτην πρώτως ἀνάγκη πρῶτον τῶν ἄλλων γίνεσθαι. Περὶ δὲ τῆς τοῦ σπέρματος φύσεως ἀπορήσειεν ἄν τις. Ὅ ζήτει τοιοῦτόν ἐστι, πότερον τὸ σπέρμα ὕδωρ ἐστὶν ἢ μῖγμα ὕδατος καὶ γῆς. εἰ μὲν οὖν ὕδωρ, οὐδὲν δὲ ὕδωρ παχύνεται ὑπὸ θερμοῦ καὶ στερεώτερον αὐτὸ ἑαυτοῦ γίνεται, ἔδει μηδὲ τὸ σπέρμα ὕδωρ ὂν παχύνεσθαι ὑπὸ τῆς ἐν τοῖς ζῴοις θερμότητος· νῦν δὲ ἔξεισι παχὺ καὶ συνεστηκὸς ὥσπερ μέλι ἑψηθέν, ἀλλ’ οὐ διαρρέον καὶ ἐξατμιζόμενον ὥσπερ τὸ ὕδωρ. ἔξεισι μὲν οὖν παχύ, ψυχόμενον δὲ γίνεται ὑγρὸν καὶ διαρρέον· ἔδει δέ, εἴπερ ὕδωρ ἦν, μὴ διαρρεῖν ὑπὸ τοῦ ψύχους, ἀλλὰ μᾶλλον πήγνυσθαι καὶ ὥσπερ κρύ- σταλλον γίνεσθαι. ἐπεὶ οὖν τὸ ὕδωρ ὑπὸ μὲν θερμοῦ οὐ παχύνεται, ὑπὸ δὲ ψυχροῦ πήγνυται, τὸ δὲ σπέρμα παχύνεται μὲν ὑπὸ τοῦ θερμοῦ, ὑπὸ δὲ τοῦ ψυχροῦ ὑγραίνεται ὡς ὑπὸ τοῦ ἐναντίου ἤτοι τοῦ θερμοῦ παχυνθέν ὃ γὰρ ἔπηξε τὸ ἐναντίον, τοῦτο τήκεται ὑπὸ θατέρου τῶν ἐναντίων, ὡς ἐν τῷ τετάρτῳ βιβλίῳ τῶν Μετεώρων εἴρηται) οὐκ ἂν εἴη τὸ σπέρμα ὕδωρ. ἀ·λλὰ μὴν οὐδὲ μῖγμα γῆς καὶ ὕδατος· ἔδει γὰρ ἐν τοῖς πάγοις πήγνυσθαι καὶ στερεοῦσθαι, ὥσπερ ὁ πηλός· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οὐκ ἔδει ὑγρὸν πᾶν γίνεσθαι καὶ ὕδωρ. ἔδει οὖν πήγνυσθαι· οὐ πήγνυται δέ, ὥσπερ εἴρηται. | Ἤ οὐ πάντα τὰ συμβαίνοντα διῃρήκαμεν. Θεὶς τὴν ἀπορίαν λύει αὐτὴν διὰ τῶν προκειμένων δυνάμει λέγων ἢ 39 ἡ ἀπορία χώραν ἔσχεν ἐκ τοῦ ἀτελῆ καὶ μὴ τελείαν ἡμᾶς ποιεῖσθαι τὴν διαίρεσιν· εἴρηται γὰρ ὅτι παχύνεται μὲν ὑπὸ πυρὸς τὸ ἐκ γῆς καὶ ὕδατος ον, οὐ παχύνεται δὲ τὸ ὕδωρ· οὐ μόνον δὲ τὸ ἐκ γῆς καὶ ὕδατος παχύνεται ὕπο πυρὸς, ἀλλὰ καὶ τὸ ἐξ ὕδατος καὶ ἀέρος. ὥστε δειχθέντος ὅτι τὸ σπέρμα ἐξ ὕδατος καὶ ἀέρος ἐστί, συλλογιστέον ὧδέ πως. τὸ σπέρμα ἐξ ὕδατός ἐστι καὶ ἀέρος, πᾶν τὸ ἐξ ὕδατος καὶ ἀέρος ὂν παχύνεται ὑπὸ τοῦ θερμοῦ, καὶ τὸ συμπέρασμα δῆλον. ὅτι δὲ τὸ ἐξ ὕδατος καὶ ἀέρος ὂν παχύνεται ὑπὸ τοῦ θερμοῦ, δείκνυσι διὰ τῆς ἐπαγωγῆς. ὅ τε γὰρ ἀφρὸς ἐξ ὕδατός ἐστι καὶ ἀέρος· ἡ γὰρ γινομένη ἐκ τοῦ κινεῖσθαι καὶ φέρεσθαι θερμότης τῷ ὕδατι μετὰ τοῦ πνεύματος ἢ τοῦ ἀέρος, ἐν ᾧ ἐστι, (πᾶσα γὰρ θερμότης ἔν τινι) αὕτη οὖν μετὰ τοῦ οἰκείου ὑποκειμένου τοὐ ἀέρος ἐμμιγνυμένη τῷ ὕδατι παχύνει καὶ ποιεῖ τὸν ἀφρόν. ὅτι δὲ ὁ ἀφρὸς παχύτερος καὶ στερεώτερος τοῦ ὕδατος, δῆλον· τὸ μὲν γὰρ ὕδωρ ῥεῖ καὶ οὐδένα ἔχει οἰκεῖον ὅρον, ὁ δ’ ἀφρὸς ἵσταται οἰκείῳ ὅρῳ περιωρισμένος ὥσπερ ὁ κηρὸς ἢ ἄλλο τι τῶν στερεωτέρων καὶ οἰκείῳ ὅρῳ περιοριζομένων. καὶ ὅσῳ ἄν ἐλάττους ὦσιν αἱ πομφόλυγες, τοσοῦτον στρυφνότερος καὶ στερεώτερος ὁ ἀφρός. διὰ τὰς αὐτὰς δ’ αἰτίας καὶ τὸ λευκαινόμενον ἔλαιον λευκαίνουσι γὰρ καὶ τοῦτον ἐν τῷ ἡλίῳ ὥσπερ τὰ λίνεια ὑφάσματα) παχύ- τερον γίνεται· τὸ γὰρ ἐνὸν ἐν αὐτῷ ὑδατῶδες ἐξατμισθὲν ὑπὸ τῆς ἀπὸ τοῦ ἡλίου ἐγγινομένης θερμότητος καὶ ἀναμιχθὲν τῷ ἐλαίῳ ἐπάχυνεν αὐτό. ἡ δὲ μολίβδαινα εἰδός ἐστιν ὑγρὰ καὶ χυ|τὴ ὥσπερ ὁ ὑδράργυρος. παχύνει δὲ τὸ ὑγρὸν ἡ μολίβδαινα διὰ τὸ ἐγκαταμίγνυσθαι πνεῦμα ἐν τῇ κινήσει τῇ γινομένῃ ἐν τῇ μίξει· μίξαντες γὰρ αὐτὴν τῷ ὑγρῷ κινοῦσιν ἐπὶ πολύ, ἕως ἂν κερασθῶσιν ἄκρως, κινοῦσι δὲ ἐπὶ πολὺν χρόνον, ὅτι οὐ ταχέως οὐδὲ ῥᾳδίως ἀνακεράννυται μετὰ τοῦ ὑγροῦ, ἀλλὰ βραδέως, ὥσπερ καὶ τὸ ἔλαιον μετὰ τοῦ ὕδατος. δείξας οὖν ἀπό τε τοῦ ἀφροῦ ἀπό τε τοῦ ἐλαίου ὅτι τὸ ὑγρὸν παχύνεται καὶ ὑπὸ τοῦ ἀέρος ἐπάγει ὥσπερ οὗν ὑπό τινος παχύνεται τὸ ἔλαιον καὶ τοῦτο τὸ παχῦνον αὐτό ἐστι θερμότης, οὕτως καὶ τὸ σπέρμα παχύνεται μὲν ὑπὸ τοῦ ἐν ἡμῖν θερμοῦ, ἐξελθὸν δὲ ὅταν ἀπο- πνεύσῃ ἀπὸ τοῦ ψύχους τὸ θερμὸν καὶ δηλονότι καὶ ἀήρ τις σὺν αὐτῷ, ὁ δὲ ἐναπομείνας καὶ μὴ ἐκπενυσθεὶς ψυχθεὶς ὕδωρ γένηται, μᾶλλον δὲ ὕδωρ μὲν οὔ, παχύτερος δὲ ἀέρος, λεπτότερος δὲ ὕδατος, ὁποία ἐστὶν ἡ ἀτμίς, ὑγραίνεται· λείπεται γὰρ τὸ ὕδωρ ἡ ἀτμὶς καὶ βραχύ τι γεῶδες. ὅτι δὲ λείπεταί τι γεῶδες, φανερόν· ξηραινομένου γὰρ τοῦ σπέρματος ἐμφαίνεταί τι γεῶδες ἐν τῷ ἐξ ὀλιγίστων συγκεῖσθαι μορίων· τὸ δὲ ὀλιγίστων ἀντὶ τοῦ μικρῶν. κυρίαν δὲ τῆς μίξεως τὴν Ἀφροδίτην λέγει. Διορίαι τε δεῖ πότερον μεταλαμβάνει τὸ συνιστάμενον ἐν τῷ θήλει. Eἰπὼν τούτου δ’ ἐχόμενόν ἐστιν ἀπορῆσαι καὶ εἰπεῖν, πάλιν ἐπαναλαμβάνει τὸν λόγον, ὡς εἰ ἔλεγε περὶ τοῦ προκειμένου δεῖ διορίσαι, τοῦτο δὲ ἦν πότερον μεταλαμβάνει τὸ συνιστάμενον καὶ τελειούμενον ἐν τῷ ὢ θήλει ζῷον ἀπ(??) τοῦ ἄρρενος· περὶ δὴ τούτου δεῖ διορίσαι καὶ περὶ ψυχῆς· τὸ δὲ οὐδὲν γὰρ ἧττον τὰ σπέρματα καὶ τὰ κυήματα τῶν ζῴων ζῇ τῶν φυτῶν ἴσον ἐστὶ τῷ ὥσπερ γὰρ τὰ φυτὰ ζῇ, οὕτω καὶ τὰ σπέρματα τῶν ζῴων, καὶ τὰ κυήματα δέ, φησί, μέχρι τινός εἰσι γόνιμα· μέχρι γὰρ τοῦ I γενέσθαι τὸ κύημα ζῷόν ἐστι γόνιμον, γεγονὸς δὲ οὐκέτι ἐστίν, ὥσπερ καὶ τὸ ᾠόν, ἕως μὲν ἂν ᾖ ᾠόν, γόνιμόν ἐστιν ἔχει γὰρ δύναμιν, καθ’ ἣν δύναται ζῷον γενέσθαι), γεγονὸς δὲ οὐκέτι ἐστὶν ᾠὸν ἢ κύημα ἢ σπέρμα γόνιμον, ἀλλὰ ζῷον γόνιμον δυνάμενον γεννῆσαι οἷον αὐτό. φανερὸν δέ, φησίν, ἐκ τῶν περὶ ψυχῆς διωρισμένων, διὰ τί τὴν θρεπτικὴν λαμβάνουσι πρῶτον· ἔχουσι μὲν οὖν τὰ κυήματα, ὡς πρὸ ὀλίγου δέδεικται, τὴν θρεπτικὴν ψυχήν, προιόντα δὲ λαμβάνει καὶ τὴν αἰσθητικὴν καὶ ἔτι προιόντα, ὥσπερ οἱ ἄνθρωποι, καὶ τὴν λογικήν. καὶ οὐ τοῦτό φαμεν ὅτι κατὰ διαφόρους χρόνους ταύτας λαμβάνει τὰς δυνάμεις, ἀλλ’ εὐθὺς πάσας ἀπὸ τῆς πρώτης συστάσεως καὶ κατὰ γαστρὸς ὂν λαμβάνει ταύτας τὸ ζῷον. εἰ γὰρ μὴ πολλαὶ αὗται ψυχαί, ἀλλὰ δυνάμεις μιᾶς ψυχῆς, οἷον φέρε εἰ· πεῖν τῆς λογικῆς ταύτης γὰρ αἱ δυνάμεις αἱ μέν εἰσι τιμιώτεραι, αἱ δὲ ἀτιμότεραι, οὐ δύνανται δὲ αἱ τιμιώτεραι οἷον ἡ ἐπιστημονική τε καὶ διανοητικὴ εἶναι χωρὶς τῆς θρεπτικῆς καὶ αἰσθητικῆς, καὶ ὅλως χωρὶς τῶν καταδεεστέρων· τὴν γὰρ ἔχουσαν τὴν νοητικὴν δύναμιν ψυχὴν ἀνάγκη καὶ τὰς ἄλλας ἔχειν, οὐ μὴν τὴν τὰς ὑφειμένας ἔχουσαν δυνάμεις ἀνάγκη ἔχειν καὶ τὴν νοητικήν) δῆλον ὅτι ὁπηνίκα ἂν ἐγγένηται ἡμῖν αὕτη ἡ ψυχή, καὶ αἱ λοιπαὶ πᾶσαι δυνάμεις αὐτῆς· συνεισφέρει γὰρ ἑαυτῇ ἡ λογικὴ τὰς ἀλόγους, ἀλλ’ οὐ συνεισφέρεται αὐταῖς. οὐ δὴ οὖν τοῦτό φαμεν, ὥσπερ εἴρηται, ὅτι κατὰ διαφόρους χρόνους ἄλλη καὶ ἄλλη ψυχικὴ δύναμις ἢ ψυχὴ ἡμῖν ἐγγίνεται· οὕτω γὰρ ἂν πολλὰς εἴχομεν ψυχὰς καὶ κεχωρισμένας ἀπ’ ἀλλήλων· ἀλλ’ ἐπειδὴ πάντα ἀπὸ τῶν οἰκείων ἐνεργειῶν χαρακτηρίζεταί τε καὶ κατονομάζεται, τὰ δὲ ζῷα εὐθὺς γινόμενα καὶ κατὰ γαστρὸς ὄντα τρέφεται μέν, οὐκ αἰσθάνεται δέ παρόντων γὰρ τῶν αἰσθητῶν τὸ αἰσθάνεσθαι), τὴν μὲν θρεπτικὴν ψυχήν φαμεν ἔχειν αὐτά, τὴν δ’ αἰσθητικὴν ἐγγίνεσθαι αὐτοῖς ὕστερον ἀποτεχθεῖσι· τότε γὰρ αἰσθάνονται. αἱ γὰρ συστολαί τε καὶ ἐκτάσεις τῶν μερῶν, ἃς ποιοῦντι κατὰ γαστρὸς ἔτι ὄντα, οὐ γί|νεται κατ’ οἰκείαν αἴσθησιν αὐτοῖς, ἀλλ’ ὡς ἐμψύχου μέρος κατὰ ταῦτα κινεῖται. ὅτι μὲν οὖν τὰς δυνάμεις πάσας ἅμα λαμβάνουσι, τὰς δὲ τῶν κρειττόνων ἐνεργείας ὕστερον, καὶ ἐντεῦθεν δῆλον· εἰ γάρ ἐστιν ἡ αἴσθησις δύναμις ψυχῆς, καθ’ ἣν τὸ ἔχον αὐτὴν οἷόν τέ ἐστιν ὁμοιούμενον τοῖσδε τοῖς αἰσθητοῖς διά τινος ἀλλοιώσεως τῇ πρὸς αὐτὰ ἐνεργείᾳ κρίνειν αὐτά ὡς γὰρ ἡ θρεπτικὴ δύναμις τροφῆς ἐδεῖτο πρὸς τὸ ἐνεργεῖν περὶ ταύτην τὴν ἐνέργειαν αὐτῆς, οὕτω καὶ ἡ αἰσθητικὴ τῶν αἰσθητῶν· περὶ γὰρ ταῦτα ἡ ἐνέργεια αὐτῆς καὶ τούτων ἐστὶν ἀντιληπτική τε καὶ κριτική) εἰ δὴ τοῦτό ἐστιν ἡ αἰσθη- τικὴ ψυχὴ καὶ μὴ παρόντων τῶν αἰσθητῶν ἐνεργεῖν οὐ δύναται, οὐ πάρει- σι δὲ ταῦτα ἐν τῇ τῆς μητρὸς γάστρι, δυνάμει μὲν αἰσθητικὸν ἂν ῥηθείη καὶ ἀτελὲς ἀναλόγως τοῖς ἔχουσιν ἐπιστήμην καὶ μὴ ἐνεργοῦσι κατ’ αὐτήν· ἐξελθὸν δὲ καὶ ἐνεργοῦν ἤδη αἰσθητικὸν καὶ τέλειον. οὕτως οὖν καὶ ἐπὶ τῆς λογικῆς· ἔχει μὲν γὰρ δύναμιν καὶ ἐπιτηδειότητα τοῦ δέξασθαι τὴν ἀπὸ τοῦ πράττειν καὶ νοεῖν ἐγγινομένην τῷ πράττοντι καὶ μανθάνοντι ἕξιν, ἣν ὅτε δὴ καὶ δέξεται, κυρίως ἄνθρωπος εἶναι λέγεται. διττὴ δὲ ἡ δύναμις αὕτη· καὶ ἐπιτηδειότης τῆς ψυχῆς τῷ διαφέροντα εἶναι καὶ τὰ περὶ ἃ ἡ δύναμίς τε καὶ ἐνέργεια αὐτῆς ἐστι· πρὸς γὰρ τὰ κατὰ φύσιν διαφέροντα καὶ τῶν τῆς ψυχῆς μορίων ἕτερον τῇ φύσει τὸ πρὸς ἑκάτερον πεφυκός, ὥσπερ ἐν τοῖς ἐπιγραφομένοις Νικομαχείοις ἠθικοῖς εἴρηται, εἴπερ καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα ἡ γνῶσις αὐτοῖς γίνεται. διαφέρει δ’ ἀλλήλων τὰ ὑπο- κείμενα ταῖς λογικαῖς δυνάμεσι τῷ τὰ μὲν πρακτὰ εἶναι καὶ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν, τὰ δὲ ἀίδιά τε καὶ ἀναγκαῖα, καὶ τὰ μὲν δοξαστὰ τὰ δὲ ἐπιστητά. διὸ καὶ τῶν τῆς ψυχῆς δυνάμεων ἡ μέν ἐστι δοξαστικὴ ἡ δὲ ἐπιστημονική· καλεῖται δ’ ἑκατέρα νοῦς, ἀλλ’ ὁ μὲν πρακτικὸς καὶ δοξαστικὸς καὶ βουλευτικός, ὃς ἀρχὴ γίνεται πράξεως, ὅταν ἡ βούλευσις καὶ ἡ ὄρεξις συνοδεύσῃ τοῖς ὑπ’ αὐτοῦ κριθεῖσιν, ὁ δὲ ἐπιστημονικὸς καὶ θεωρητικός· τὰ μὲν γὰρ ζητοῦμεν πράξεως χάριν, τὰ δὲ γνώσεως. γίνεται οὖν ὁ ἄνθρωπος οὐκ εὐθὺς ἔχων τὴν τοιαύτην ἕξιν, ἀλλ’ ἔχει ὗέν δύναμιν καὶ ἐπιτηδειότητα τοῦ δέξασθαι, ὕστερον μέντοι λαμβάνει αὐτήν, ὅπερ ἐστὶ καὶ τέλος οὐ τελειότατον, τέλος δ’ οὖν ὅμως κάλλιστον. τὸ γὰρ ἄριστον καὶ θειότατον τέλος ἡμῖν ἐγγίνεται δεξαμένοις τὸν θύραθεν νοῦν· τίς δ’ οὗτος καὶ πόθεν καὶ πῶς καὶ πηνίκα ἡμῖν ἐλλάμπει, εἴρηταί μοι ἐν ἄλλοις ἀκριβέστερον. τούτων οὕτως ἐχόντων πάνυ ἀκριβῶς εἴρηται τῷ Ἀριστοτέλει οὐ γὰρ ἅμα γίνεται ζῷον καὶ ἄνθρωπος, ἄνθρωπος δηλονότι ὁ τὰς προσεχῶς ῥηθείσας ἔχων ἕξεις· ὕστερον γὰρ αὗται ἐγγίνονται. τὸ δὲ ἴδιόν ἐστι τὸ ἑκάστου τῆς γενέσεως τέλος ταὐτόν ἐστι τῷ τὸ τέλος τῆς ἑκάστου γενέσεως οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἑκάστου ἴδιον. περὶ δὲ τοῦ νοῦ λέγει μὲν προθυμεῖσθαι λέγειν, οὐ λέγει δὲ ἐν τῇ παρούσῃ πραγματείᾳ· εἴρηκε δὲ ἔν τε τοῖς Περὶ ψυχῆς καὶ ἐν τῷ Λ τῆς Μετὰ τὰ φυσικά. Ὀτι δὲ καὶ τὰ σπέρματα καὶ τὰ κυήματα χωριστὰ ὄντα, τουτέστι χωρὶς τροφῆς ὄντα, καθ’ ἣν τραφήσεται, δυνάμει ἐστὶ θρεπτικά, δῆλον· πᾶν γὰρ τὸ μὴ ἔχον πρὸς ὃ πέφυκεν ἐνεργεῖν καὶ διὰ τοῦτο μὴ ἐνεργοῦν δυνάμει θετέον, ἐνεργείᾳ δὲ οὔ, πρὶν ἢ ἕλκει τροφὴν καὶ ποιεῖ καὶ ἐνεργεῖ τὸ τῆς θρεπτικῆς ψυχῆς ἔργον, καθάπερ τὰ χωριζόμενα τῶν κυημάτων. οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως τῆς πρὶν ἢ καθάπερ τἄ χωριζόμενα τῶν κυημάτων ἕλκει τὴν τροφὴν καὶ ποιεῖ τὸ τῆς τοιαύτης ψυχῆς ἔργον. χωριζόμενα δὲ τῶν κυημάτων νῦν εἴρηκεν οὐ τὰ κυρίως κυήματα, ἀλλὰ τὰ θηλάζοντα βρέφη· ταῦτα γὰρ ὅταν θηλάζῃ, ἐνεργείᾳ ἔχει τὴν θρεπτικὴν ψυχήν. δύναται δὲ τοῦτο καὶ ἐπὶ τῶν κυρίως κυημάτων λέγεσθαι· τρέφεται γὰρ καὶ αὐτὰ ἕως οὗ εἴη ἐν τῇ ὑστέρᾳ. ἐν δὲ τῇ λέξει τῇ καὶ ἐγγίνεσθαι ἢ ἐν τῇ ὕλῃ μὴ εἰσελθούσας πρό· τερον ἐν τῷ τοῦ ἄρρενος σπέρματι ὕλην λέγει τὸ καταμήνιον ἢ τὸ ἀνάλογον. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἀναγκαῖον τὰς τοιαύτας ψυχὰς ἢ ἐν τῷ καταμηνίῳ εὐθὺς ἐγγίνεσθαι μὴ εἰσελθούσας πρότερον ἐν τῷ τοῦ ἄρρενος σπέρματι, ἢ πρότερον μὲν ἐν τῷ σπέρματι, ἐκ δὲ τούτου εἰς τὸ καταμήνιον. εἰπὼν δὲ ὅτι πότερον πᾶσαι προϋπάρχουσιν ἢ οὔ, δείκνυσιν ὅτι οὐχ οἷόν τε πάσας προϋπάρχειν λέγων ὅσων γὰρ ἀρχῶν καὶ ψυχικῶν δυνάμεων αἱ ἐνέργειαι σωματικαί, ἤτοι ἄνευ σώματος καὶ ὀργάνου οὐ δύνανται τὸ οἰκεῖον ἐκπληροῦν ἔργον, δῆλον ὅτι ταύτας ἄνευ σώματος οὐχ οἷόν τε ὑπάρχειν, ὡς ἐν τοῖς Περὶ ψυχῆς δέδεικται, εἰ δὲ τοῦτο, οὐδὲ προϋπάρχειν οὕτε μεθυπάρχειν. εἰ γὰρ ἀδύνατον αὐταῖς χωρὶς σώματος τὰς οἰκείας ἐνεργεῖν ἐνεργείας, εἰ μὴ ἕξουσι σῶμα, μάτην ἄν εἶεν. ἄλλως τε κἂν προϋπῆρχον, ἢ μετὰ σώματός τινος εἰσήρχοντο ἢ χωρὶς σώματος. χωρὶς μὲν οὖν σώματος ὅλως εἶναι μὴ δυνάμεναι, πῶς ἂν χωρὶς σωμάτων εἰσελεύσονται; εἰ δὲ μετὰ σώματος, δῆλον ὅτι μετὰ τοῦ σπέρματος. ἀλλὰ τὸ σπέρμα, ὡς εἴρη ται, περίττωμα μεταβαλλούσης ἐστὶ τροφῆς· εἰ δὲ περίττωμα, πῶς ἄν εἴη ἐν αὐτῷ ὁ νοῦς; λείπεται ἄρα τὸν νοῦν μόνον θύραθεν ἐπεισιέναι· οὐδὲν γὰρ αὐτοῦ τῇ ἐνεργείᾳ κοινωνεῖ σωματικὴ ἐνέργεια, τουτέστιν οὐδαμῶς γὰρ δεῖται σωματικῆς ἐνεργείας καὶ σώματος εἰς τὸ ἐνεργεῖν τὰς οἰκείας ἐνεργείας. Πάσης μὲν οὖν ψυχῆς δύναμις ἑτέρου σώματος ἔοικε κεκοινωνηκεναι. Ὃ λέγει τοιοῦτόν ἐστι· πᾶσα ψυχῆς δύναμις ἐν σώματί ἐστι κρείττονι ὄντι καὶ τιμιωτέρῳ τῶν τεσσάρων στοιχείων· ὥστε καὶ ὁ νοῦς καὶ ἡ λογικὴ ψυχὴ ὅσῳ κρείττω τῶν ἄλλων ἐστί, τοσούτῳ καὶ τὸ ὑποκείμενον αὐτοῖς κρεῖττον ἔσται τῶν ὑποκειμένων ταῖς ἄλλαις. τοῦτ’ εἰπὼν λέγει ὅτι ἡ ἐν ἑκάστῳ τῷ τῶν ζῴων σπέρματι ἐνυπάρχουσα δύναμις καὶ ποιοῦσα αὐτὰ γόνιμα θερμότης ἐστὶ ψυχικὴ δηλονότι, ἀνάλογος οὖσα τῇ τοῦ ἡλίου θερμότητι καὶ τῇ τῶν ἄλλων ἀστέρων· ὥστε ἀνάγκη καὶ ἐν τῷ σπέρματι ἐνεῖναι καὶ περιέχεσθαι ὑπ’ αὐτοῦ σῶμά τι ἀνάλογον ὂν τῷ τῶν ἀστέρων στοιχείῳ ἤτοι σώματι. τῇ μὲν οὖν φύσει ταὐτὸν ὂν ἅπαν τὸ ὑποκείμενον ἑκάστῃ ψυχῇ, διαφέρον δὲ τῷ τιμίῳ καὶ τῷ ὑπερτέρῳ καὶ ὑφειμένῳ, ὥσπερ καὶ αἱ σφαῖραι· καὶ γὰρ αὗται καὶ οἱ ἐν αὐταῖς ὄντες ἀστέρες τῇ μὲν φύσει οὐδὲν διαφέρουσι, διαφέρουσι δὲ τῇ τιμιότητι· τιμιωτέρα γὰρ πασῶν ἡ ἀπλανής, εἶθ’ ἡ Κρονικὴ καὶ ἐφεξῆς. ὅτι δὲ οὐ πῦρ ἡ ἐν τῷ σώματι θερμότης λέγω δὲ σῶμα τὸ ἀνάλογον τῷ τῶν ἀστέρων σώματι) ὅτι οὖν οὐ πῦρ, ἀλλ’ ἀνάλογος τῇ ἀπὸ τῶν ἀστέρων θερμότητι, ἥτις ἡ ἀπὸ τῶν ἀστέρων θερμότης καὶ ζῷα καὶ φυτὰ παράγει καὶ γεννᾷ βραχείσης γὰρ τῆς γῆς καὶ θερμανθείσης ὑπὸ τοῦ ἡλίου σκώληκές τε καὶ ἄλλ’ ἄττα ἀναδίδονται) δείκνυσι δυνάμει συλλογιζόμενος ὧδε· οὐδὲν πῦρ ζῷα γεννᾷ, πᾶν τὸ ἐν τοῖς σπέρμασι θερμὸν ζῷα γεννᾶ· οὐδὲν ἄρα τὸ ἐν τοῖς σπέρ- μασι θερμὸν πῦρ ἔσται, ἀλλά τις πνευματώδης φύσις ἐμπεριειλημμένη τῷ ἀφρώδει τοῦ σπέρματος. τὸ δὲ πνεῦμα καὶ ἡ ἐν ἰῷ πνεύματι φύσις ἐκ παραλλήλου κεῖται. οὐ μόνον δέ, φησίν, ἡ τοῦ ἡλίου καὶ τῶν ζῴων θερμότης ζῷα γεννᾷ, ἀλλὰ κἄν τι περίττωμα τύχῃ, οἷον ἰχὼρ ἢ πύον, ἀλλότριον πάντως ὂν τῆς ἑκάστου φύσεως, ἐξ αὐτοῦ δὲ ὅμως ὄν, ἔχει καὶ τοῦτο ζωτικὴν ἀρχήν· γίνονται γὰρ ἐκ πύων σκώληκες. p. 737a7 Τὸ δὲ τῆς γονῆς σῶμα, ἐν ᾧ συναπέρχεται τὸ σπέρμα τὸ τῆς ψυχικῆς ἀρχῆς. Ψυχικὴν ἀρχὴν λέγει τὴν ψυχήν, σπέρμα δὲ ἤτοι ῥίζαν καὶ δημιουργὸν καὶ παραγωγὸν τῆς ψυχῆς λέγει τὸ θερμὸν τὸ ἀναλογοῦν τῇ τῶν ἀστέρων θερμότητι· τοῦτο γὰρ τὴν ἄλογον παράγει ψυχὴν καὶ τὴν μετ’ αὐτήν, μᾶλλον δ’ εἰ χρὴ τὸ δοκοῦν εἰπεῖν, αὕτη ἡ θερμότης ἐστὶ δυνάμει πως ἡ ψυχή. τὸ μὲν οὖν I τῆς λέξεως τοιοῦτον. εἰπὼν δὲ πρότερον, πότερον ἔχει τὸ σπέρμα ψυχὴν ἢ οὔ, καὶ ἀρά γε ἀπέρχεται τὸ σπέρμα ἢ μέρος γίνεται τοὺ γινομένου, καὶ εἰ.πὼν τότε ὅτι ἔχει μὲν τὸ σπέρμα ψυχὴν ἀνάλογον τῷ ἐγρηγορότι γεωμέτρῃ καὶ μὴ ἐνεργοῦντι, νῦν δὲ εἰπὼν καὶ τίς ἐστιν αὕτη, ὅτι θερμότης τις.. λέγει καὶ περὶ τοῦ σώματος τῆς γονῆς, ἐν ᾗ ἐστιν ἡ τῆς ψυχῆς ἀρχή, σῶμα γονῆς λέγων αὐτὴν τὴν γονήν, ὅτι ποτὲ μὲν διαλύεται καὶ πνευματοῦται φύσιν ἔχον ὑγράν, ὁτὲ δὲ ἔξεισι θύραζε. λείπει δὲ ἐν τῇ λέξει τὸ δὲ τῆς γονῆς σῶμα, ἐν ᾧ συναπέρχεται τὸ σπέρμα τὸ τῆς ψυχικῆς ἀρχῆς, τὸ ἧς, ἵν᾿ ᾖ τὸ πλῆρες τῆς ψυχικῆς ἀρχῆς, ἧς ψυχῆς τὸ μέν ἐ·στι χωριστόν, οἷον ὁ νοῦς ὁ θύραθεν, τὸ δ’ ἀχώριστον. εἴη δ’ ἂν τὸ τῆς λέξεως ἑξῆς τοιοῦτον· τὸ τῆς γονῆς σῶμα, τοῦτο δὴ τὸ σπέρμα τῆς γονῆς, τουτέστιν αὕτη δὴ ἡ γονὴ διαλύεται· τὰ δ’ ἄλλα μεταξὺ εἴρηται. p. 737a18 Τοῦ δὲ σπέρματος ὄντος περιττώματος καὶ κινουμένου κίνησιν τὴν αὐτήν. Διὰ τούτων τὰ ἔργα, ἅπερ ἐργάζεται ἡ ἐν τῷ σπέρματι θερμότης, ἥτις ἦν ἀνάλογος τῇ τῶν ἀστέρων θερμότητι, ἀπαγγέλλει καί φησι τοῦ δὲ σπέρματος ὄντος, ὥσπερ δέδεικται, περιττώματος καὶ κινουμένου τὴν αὐξητικὴν δύναμιν, τουτέστιν ἔχοντος ἐν ἑαυτῷ τὴν αὐξητικὴν δύναμιν ἢ ψυχὴν καὶ δηλονότι καὶ τὴν θρεπτικήν (ἡ αὐτὴ γὰρ καὶ μία ψυχὴ διὰ μὲν ταύτης τῶν ἑαυτῆς δυνάμεων ποιεῖ, διὰ δὲ ταύτης τρέφει καὶ αὔξει τὰ μέρη τοῦ ζῴου μεριζομένης ἐν αὐτοῖς τοῖς μέρεσι τῆς ἐσχάτης τροφῆς, αὕτη δὲ ἦν τὸ αἷμα) ὅταν ἔλθῃ εἰς τὴν ὑστέραν, συνίστησι καὶ κινεῖ τὰ καταμήνια ταῦτα γὰρ εἶπε θήλεος περιττώματα) † ἥνπερ αὐτὰ τυγχάνει κινούμενα κἀκεῖνο. ὥσπερ γὰρ ἐπὶ τῶν τεχνητῶν, ὁποίαν κινοῦνται κίνησιν οἱ τεχνῖται καὶ τὰ ὄργανα, τὴν αὐτὴν καὶ ταῦτα κινοῦνται, οὕτω καὶ τὰ καταμήνια τὴν αὐτὴν κινοῦνται κίνησιν, ἥνπερ καὶ τὸ σπέρμα ὑπὸ τῆς ἐν ὢ αὐτῷ ψυχῆς. ζητήσειε δ’ ἄν τις εἰκότως, εἰ τὴν αὐτὴν κίνησιν κινεῖται τὸ σπέρμα, ἥνπερ καὶ τὰ καταμήνια, τὰ δὲ καταμήνια συνίσταταί τε καὶ τρέφεται καὶ δηλονότι καὶ αὔξεται, εὔλογον καὶ τὸ τοῦ σπέρματος σῶμα συ|νίστασθαι καὶ τρέφεσθαι καὶ αὔξεσθαι. ἢ ὥσπερ τὸ ξύλον κινεῖται μὲν ὑπὸ τοῦ σκεπάρνου καὶ τοῦ τεχνίτου τὴν κίνησιν καθ’ ἣν σφαιροῦται τὸ ξύλον ἢ ἄλλο τι γίνεται, κινεῖται δὲ τὴν αὐτὴν ταύτην καὶ τὸ ακέπαρνον (εἰ γὰρ ἄλλην μὲν ἐκινεῖτο τὸ ξύλον, ἄλλην δὲ τὸ σκέπαρνον, οὐδ’ ἂν οὐδέπω περιέθηκε τὸ τοιοῦτον εἶδος ὁ τεχνίτης εἰς τὸ ξύλον), ὥσπερ οὖν καὶ. τὸ ξύλον καὶ τὸ σκέπαρνον τὴν αὐτὴν καὶ μίαν κινοῦνται κίνησιν, ὅμως τὸ. σκέπαρνον οὐ σφαιροῦται τοὐ ξύλου σφαιρουμένου, ὁμοίως δὲ καὶ ὁ ἀὴρ δέχεται μὲν τὸ τοιονδὶ χρῶμά καὶ διαπορθμεύει πρὸς τόνδε τὸν τοῖχον ἢ ὅ τι ἄν εἴη τὸ στερεὸν αὐτὸς μὴ χρωννύμενος (εἴρηται δὲ περὶ τοῦ ἀέρος ὅπως διαπορθμεύει τὰ χρώματα αὐτὸς μὴ χρωννύμενος ἀκριβῶς ἡμῖν ἐν τῷ δευτέρῳ λόγῳ Περὶ ψυχῆς), οὕτω καὶ τὸ σπέρμα κινηθήσεται μὲν τὴν‘ κίνησιν, ἣν καὶ τὸ καταμήνιον κινούμενον συνίσταταί τε καὶ τρέφεται, αὐτὸ μὴ συνιστάμενον μηδὲ τρεφόμενον, διὰ τὸ ὄργανον εἶναι ὥσπερ τὸ σκέπαρνον καὶ οὐχ ὕλην. εἰπὼν δὲ ὅτι κινεῖ τὸ τοῦ θήλεος περίττωμα ἐπήγαγε καὶ γὰρ ἐκεῖνο περίττωμα, τουτέστι καὶ γὰρ· καὶ τὸ καταμήνιον περίττωμα, καὶ πάντα τὰ μόρια ἔχει. δυνάμει, καθὸ γίνεται τά τε ἄρρενα καὶ τὰ θήλεα. ζητήσειε δ’ ἄν τις, εἰ καὶ τὸ σπέρμα δυνάμει ἔχει πάντα τὰ τοῦ ζῴου μέρη, ἔχει δὲ ταῦτα δυνάμει καὶ τὸ καταμήνιον, τί διαφέρει τὸ σπέρμα τοῦ καταμηνίου; ἢ τὸ μὲν σπέρμα ἔχει δυνάμει ταῦτα ὡς δυνάμενον ποιῆσαι αὐτὰ ἐν ἄλλω, ὥσπερ καὶ ὁ τεχνίτης τὰ εἴδη καὶ τοὺς λόγους τῶν τεχνητῶν. τὸ δὲ καταμήνιον ἔχει δυνάμει ταῦτα ὡς δυνάμενον δέξασθαι. ἐπεὶ οὖν ἀμφότερα δύναται τὸ καταμήνιον, καὶ τὰ τοῦ ἄρρενος καὶ τὰ τοῦ θήλεος, ἐπικρατησάσης τῆς φύσεως καὶ τοιωσδὶ κινησάσης αὐτὸ ὁτὲ μὲν ἄρρεν ὁτὲ δὲ θῆλυ γίνεται. ἀλλὰ περὶ τῆς τοῦ ἄρρενος καὶ θήλεος γενέσεως αὐτὸς ἐρεῖ ἐν τῷ τετάρτῳ λόγῳ τῆς παρούσης πραγματείας. τὸ δὲ ἐκ πεπηρωμέων γίνεσθαι πεπηρωμένα ὥσπερ παράδειγμα εἴληπται· ὡς γὰρ ἐκ τούτων ποτὲ μὲν γίνονται ἄρτα καὶ ὑγιῆ, ὅταν σύμμετρον ἔχωσι τὴν ὕλην, ὁτὲ δὲ πεπηρωμένα δι’ ἔνδειαν ὕλης, οὕτω καὶ ἐκ τῶν καταμηνίων ὁτὲ μὲν γίνονται ἄρρενα δι’ ἐπικράτειαν φέρε εἰπεῖν τῆς φυσικῆς θερμότητος, ὁτὲ δὲ δι’ ἔνδειαν αὐτῆς θήλεα. ἐπεὶ οὖν, φησίν, ἔχει τὸ τοῦ θήλεος περίττωμα, αὐτὸ δὴ τὸ καταμήνιον, δυνάμει τὰ τοιαῦτα μόρια, ἀνάγκη καὶ ἐν ὅσοις τῶν ὀρνίθων ὑπηνέμια γίνεται, ἔχειν τὸ συσταθὲν ᾠὸν δυνάμει ἀμφοτέρων καὶ τοῦ ἄρρενος καὶ τοῦ θήλεος, ἀλλά διὰ τὸ μὴ ἔχειν τὴν ἐκ τοῦ ἄρρενος διὰ τοῦ σπέρματος ἐνδιδομένην ψυχήν, ἤτοι τὴν αἰσθητικήν, οὐ μεταβάλλει εἰς ζῷον. ὥσπερ δὲ ἐν ἰοῖς ἑψήμασιν οἷον τῷ ἀληλεσμένῳ κυάμῳ ἢ τῇ σεμιδάλει, ἣν μετὰ γλήχωνος καὶ μέλιτος ἕψοντες ἐσθίουσιν οἱ ῥεύμασι περιπίπτοντες, ὥσπερ οὖν ἐν τούτοις ἑψηθεῖσιν, εἶτα ψυχθεῖσι περιίσταταί τι περίξηρον ἐοικὸς ὑμένι, ὃ καλοῦσι γραῦν, ὡς καὶ αὐτὸς προϊὼν ὲρεῖ, οὕτω καὶ ἐν τοῖς κατμηνίοις (ταῦτα γὰρ εἶπεν ὑγρὰ καὶ σωματώδη, λέγων πάλιν σωματώδη τὰ ἔχοντα γεῶδες) θερμαινομένοις ὑπ̣ὸ τῆς ἐν τῷ σπέρματι θερμότητος τῆς ἀναλόγου τῇ τῶν ἀστέρων θερμότητι ὢ περιίσταται τὸ γλίσχρον ἀνάλογον τῷ τῶν ἑψημάτων περιξήρῳ· ὅπερ γλίσχρον προιοῦσι καὶ μείζοσι γενομένοις τοῖς ἐμβρύοις λαμβάνει ἡ τοῦ νεύρου φύσις· γλισχρότερον γὰρ τὸ νεῦρον καὶ δέρματος καὶ φλεβὸς καὶ ὑμένος. τῆς γὰρ τῶν γλίσχρων μορφῆς καὶ φύσεως ἐστι καὶ ὑμὴν καὶ φλὲψ καὶ δέρμα. ἔστι δὲ γλισχρότης δύναμις συνεκτικὴ τῶν ὧν ἂν ἅψηται καὶ ὧν οὐδέν τι καθ᾿ αὑτὸ συνέχεσθαι δύναται, ἀλλ’ ἢ ῥεῖ, εἴπερ ὑγρόν ἐστιν, ἢ θρύπτεται, εἴπερ ξηρόν. τέλειον δὲ κύημα λέγει τὸ ἔχον ἐνεργείᾳ ἤδη τὰ μόρια καθ’ ἃ χαρακτηρίζεται, εἴτε ἄρρεν ἐστὶ τὸ κυοφορούμενον εἴτε θῆλυ· ταῦτα δ’ ἐστὶ τὰ αἰδοῖα. | Τὰ δὲ ζῳοτοκοῦντα ἐν αὑτοῖς τὰ τέλεια τῶν ζῴων. Τὴν αἰτίαν παραδοῦναι βουλόμενος τοῦ τῶν μὲν τὰ ᾠὰ ἀπολύεσθαι ἐκ τῶν ὑστερῶν, καθάπερ τοῖς πλείστοις τῶν σελαχῶν, οὕτω δὲ καὶ ἀπολυθέντα μὲν αὐτῆς, ἐν αὐτῇ δ’ ὅμως ὑπάρχοντα ζῷα γίνεσθαι, τὰ δὲ μὴ ἀπολύεσθαι, καθάπερ τὰ τοῦ λείου γαλεοῦ σέλαχος γὰρ καὶ οὗτος), ὑπομιμνήσκει ἡμᾶς σαφῶς καὶ τὰ περὶ τῶν μὴ ᾠοτοκούντων. ἐλλιπῶς δὲ ἡ λέξις ἀπηγγέλθαι δοκεῖ ἡ ὅσα δὲ θύραζε μὲν ζῳοτοκεῖ, εἴη δ’ ἂν τὸ πλῆρες ὅσα δὲ καὶ ἐν αὑτοῖς καὶ θύραζε ζῳοτοκεῖ εἴρηται γὰρ ὅτι τὰ σελάχη πρῶτον μὲν ᾠοτοκεῖ ἐν αὑτοῖς, εἶτα ζῳοτοκεῖ ἐν αὑτοῖς, εἶτα θύραζε) τούτων τῶν ἐν ἑαυτοῖς μὲν πρῶτον ᾠοτοκούντων, εἶτα ἐν ἑαυτοῖς ζῳοτοκούντων, εἶτα θύραζε ζῳοτοκούντων ἐνίων ἀπολύεται τὸ ᾠὸν ἀπὸ τῆς ὑστέρας. πρῶιον μὲν γὰρ συμπεφυκός ἐστιν ἐν αὐτῇ, εἶτα ἀπολυθὲν ἐν αὐτῇ δὲ ὂν ὥσπερ ὕδωρ φέρε εἰπεῖν ἐν ἀγγείῳ ζῷον γίνεται τέλειον; καὶ οὕτω ἔξεισι θύραζε. δι’ ἣν δὲ αἰτίαν ἀπολυθὲν ζωοῦται, δῆλον ἔσται ἐκ τοῦ ἐπαγομένου περὶ τῶν μὴ ἀπολυομένων· ἐπάγει οὖν περὶ τούτων ἐνίων δὲ ὅταν καταναλωθῇ ἡ ἐν τῷ ᾠῷ τροφή, τελειοῦται ἀπὸ τῆς ὑστέρας, δυνάμει λέγων ἐπὶ τούτων δὲ μὴ ἀρκούσης τῆς τοῦ ᾠοῦ οὐσίας καὶ ὁλότητος εἰς ἀποπλήρωσιν ζῴου ἀλλ᾿ ἐλλιπῶς ἐχούσης συμπέφυκε τῇ ὑστέρᾳ, ἵν’ ἀπ’ αὐτῆς λαμβάνῃ τὸ ᾠὸν διά τινων πόρων, ὡς ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ἐκ δὲ τοῦ ᾠοῦ ὁ ὀμφαλὸς τελειωθείη. ὅταν οὖν καταναλωθῇ ἡ ἐν τῷ ὠῷ τροφή, τουτέστιν ὅταν οὖν καταναλωθῇ τὸ ᾠὸν εἰς σύστασίν τε ἅμα καὶ τροφήν τινων μορίων, λαμβάνει ἐκ τῆς ὑστέρας τὴν λοιπήν, ἕως ἂν τελειωθὲν ἐκπεσεῖται θύραζε. ὥστε ἐπειδὴ δι’ ἔλλειψιν ὕλης ταῦτα οὐκ ἀπολύεται, τὰ ἄρα ἀπολυόμενα ἀπολύεται διὰ τὴν αὐτάρ- κεῖαν καὶ τὸ μὴ δεῖσθαι τῆς ἀπὸ τῶν ὑστερῶν ἐπικουρίας. Ἡ μὲν οὖν ἀπόκρισις γίνεται πᾶσι τοῦ σπέρματος ὥσπερ ἄλλου τινὸς περιττώματος. Τὸ λεγόμενον δυνάμει τοιοῦτόν ἐστιν· ὥσπερ γὰρ ἡ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίττωσις οἰκείους ἔχουσα τόπους φύσει ἔρχεταί τε καὶ συναθροίζεται εἰς αὐτούς, εἶτα διὰ τῶν συνεχῶν τοῖς τοιούτοις τόποις πόρων ἐξέρχεται θύραζε, οὕτω καὶ τὸ σπέρμα περίττωμα ὂν ἔχει οἰκεῖόν τινα τόπον, ὃν τίς ποτέ ἐστι μετὰ βραχὺ ἐρεῖ, καὶ εἰς τοῦτον φύσει καὶ οὐ βίᾳ συναθροιζόμενον ἔξεισι διὰ τῶν φλεβικῶν πόρων θύραζε. τὰ δὲ ῥηθησόμενα ἴσως ἔσται σαφῆ εἰ τὴν δόξαν πρότερον ἐκθησόμεθα τὴν λέγουσαν ὅτι τὰ περιττώματα τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς βίᾳ ἐξέρχονται, ὁμοίως καὶ τὰ σπέρματα. ἔλεγον | οὖν οἱ τῆς δόξης ταύτης ροϊστάμενοι ὅτι, ὥσπερ ἡ τῶν εἰρημένων δύο τροφῶν περίττωσις βίᾳ ἐξέρχεται ἀπωθουμένη ὑπὸ τοῦ ἐν ἡμῖν ἐντὸς ὄντος πνεύματος σημεῖον δέ φασιν ὅτι ὑπὸ τοῦ τοιούτου πνεύματος βιαζομένη καὶ ἀκοντιζομένη ἔξεισι· καὶ γὰρ ὅταν μὴ ῥᾳδίως ἔξεισιν ἡ ἰῆς ξηρᾶς τροφῆς περίττωσις ὥσπερ ἐν ταῖς τῆς γαστρὸς ἐποχαῖς διὰ ξηρότητα, οὐκ ἐκπνέομεν, ἀλλὰ κατέχομεν ἐντὸς τὸ πνεῦμα, ὡς δηλο·νότι ὑπὸ τούτου βιασθησομένης καὶ ἐκτὸς ἀκοντισθησομένης· τοῦτο δὲ ποιοῦμεν καὶ ἐπὶ τῆς ὑγρᾶς) ὥσπερ οὗν αὕτη ἡ περίττωσις βίᾳ ἐξέρχεται, οὕτω καὶ τὸ σπέρμα ἀκοντιζόμενόν τε καὶ ὠθούμενον ὑπό τε τῆς ἐν αὐτῷ οὔσης θερμότητος ὑπό τε τῆς τοῦ ὅλου σώματος, καὶ προσέτι ἑλκόμενον καὶ ὑπὸ τῆς τῶν αἰδοίων θερμότητος, ὥσπερ ὑπὸ τῶν σικυῶν τὸ αἷμα ὄργανα δὲ ταῦτα ἰατρικά) ἔξεισι βίᾳ καὶ οὐ φύσει. τούτων προλεχθέντων τὴν λέξιν μετιτέον. φέρεται γάρ, φησίν, ἕκαστον εἰς τὸν οἰκεῖον τόπον, λέγων ἕκαστον τό τε σπέρμα καὶ τὴν τῶν δυεῖν τροφῶν περίττωσιν. τὸ δὲ τῷ τε πνεύματι βιαζομένων δύναται καὶ περὶ τῶν σπερμάτων ἀκούεσθαι μόνων, δύναται δὲ καὶ περὶ τῶν τριῶν, τοῦ τε σπέρματος καὶ τῶν δυεῖν περιττώσεων. ἐξέρχονται οὖν, φησί, βιαζομένων, ἤτοι βιαζομένων τῷ πνεύματι. ἐν δὲ τῷ μὴ βιασαμένων μένων ταύτην περίττωσιν τὸ βιασαμένων περὶ τῶν πνευμάτων εἴρηται. ὃ λέγει τοιοῦτόν ἐστι δυνάμει· λέγουσιν οὖν, φησί, βίᾳ ἐξέρχεσθαι, ὥσπερ ἐνδεχομένου ὄντος τὴν τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίττωσιν καὶ ἄλλοθί που πορευθῆναι, οἷον ἐν τῷ στόματι ἢ τοῖς μυκτῆρσι μὴ βιασαμένων αὐτὴν τῶν πνευμάτων καὶ ἀκοντισάντων πρός τε τὴν κύστιν καὶ τὰ ἔντερα. λέγουσι δέ, φησίν, οἱ ταύτης τῆς δόξης προἱστάμενοι βίᾳ ἐξέρχεσθαι τὸ περίττωμα, διότι τὰς ἐξόδους αὐτῶν τῶν περιττωμάτων οἱ ἄνθρωποι συνεκκρίνουσιν ὁμοίως καὶ τὰ λοιπὰ ζῷα τῷ ἀθροισθέντι ἐντὸς πνεύματι· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὅτι ὅτι τὰς ἐξόδους αὐτῶν ἠθροισμένῳ τῷ πνεύματι συνεκκρίνουσι. θεὶς δὲ τὴν δόξαν ἐνίσταται λέγων οὐ μόνον γὰρ ἐν τῇ ἐξόδῳ τούτων τὸ πνεῦμα κατέχομεν, ἀλλὰ κἄν τι βάρος ἄραι βουληθῶμεν, ὁμοίως κατέχομεν τὸ πνεῦμα· ἐγγίνεται γὰρ ἡμῖν ἐκ τῆς τοῦ πνεύματος κατοχῆς ἰσχύς, εἴπερ ἡ ἰσχὺς διὰ θερμότητος, τὸ δὲ πνεῦμα θερμόν. ὥστε οὐχ ἀπλῶς διὰ τὴν τῶν περιττωμάτων ἀκόντισιν τοῦτο κατέχομεν, ὡς ἄνευ τοῦ πνεύματος μὴ δυναμένων ἐξελθεῖν, ἀλλὰ δι’ ἰσχύν. ἀλλὰ καὶ ὑπνώττουσιν ἡμῖν ἄν ἄνετοί τε καὶ ἀσθενεῖς οἱ τόποι τύχωσιν, οἷον ἥ τε κύστις καὶ τὰ ἔντερα, ὡς μὴ δύνασθαι κατέχειν, ἐκκρίνονται· οὐροῦσι γὰρ πολλοὶ καὶ μᾶλλον οἱ παῖδες ὑπνώττοντες διὰ τὸ ἀσθενῆ εἶναι τὴν τῶν τοιούτων καθεκτικὴν δύναμιν, ἀλλ’ οὐ διὰ τὸ κατέχειν τὸ πνεῦμα. πῶς γὰρ κατέχουσι ὑπνώττοντες; σαφῶς δὲ τὴν τῶν καταμηνίων γένεσιν ἀπαγγέλλει, πλὴν τοῦ ὅτι αἱ φλέβες ἡ μεγάλη καὶ ἡ ἀορτὴ τέμνεται εἰς πολλάς, ἓν δέ τι τῶν τμημάτων εἰς τὴν ὑστέραν εἰσελθὸν τέμνεται εἰς πολλὰ καὶ λεπτὰ φλέβια. ἐμήνυσε δὲ διὰ τοῦ σχιζομένων ἄνωθεν τῶν φλεβῶν· τοῦτο γὰρ ἴσον ἐστὶ τῷ εὐθὺς ἐν τῇ τῆς καρδίας ἐπιφανείᾳ τὴν σχίσιν δεχομένων. ἀλλὰ καὶ τὸ τῆς φύσεως διὰ ψυχρότητα οὐ πέττειν δυναμένης ταὐτόν ἐστι τῷ καὶ μὴ δυναμένης ἰῆς τοῦ θήλεος φύσεως τὸ ἐν τοῖς τοιούτοις φλεβίοις αἷμα πέττειν τε καὶ εἰς σαρκὸς φύσιν μεταβάλλειν, ἐκκρίνεται ἀπὸ τῶν τοιούτων φλεβίων καὶ πίπτει ἐν τῇ ὑστέρᾳ, ἐξ αὐτῆς δὲ ὑπὸ τῆς φύσεως ἀκοντίζεται θύραζε. | Μεταβεβληκότος μὲν οὖν εἰς αἷμα τοῦ περιττώματος βούλεται γίνεσθαι τὰ καταμήνια κατὰ τὴν εἰρημένην περίοδον. Μεταβάλλον εἰς αἷμα περίττωμα λέγει τὴν κεχυλοποιγμένην ἐν τῇ γαστρὶ τροφήν, ἣν ἕλκουσιν ἀπ’ αὐτῆς αἱ εἰς αὐτὴν ἐρριζωμέναι φλέβες καὶ ἐν ἑαυταῖς ἐξαιματοῦσιν. ἡ γὰρ πρώτη τροφή, οἷον ὁ ἄρτος, πρῶτον μὲν χυλοποιεῖται ἐν τῇ γαστρὶ ὑπὸ τῆς ἐμφύτου θερμότητος, εἶτα ἀπ’ αὐτῆς ὥσπερ ῥίζαι ἀπὸ γῆς ἕλκουσιν αὐτὴν αἱ τῶν δύο φλεβῶν, τῆς μεγάλης καὶ τῆς ἀορτῆς, εἰς αὐτὴν ἐρριζωμέναι παραφυάδες, καὶ οὕτως ἐντὸς αὐτῶν μεταβάλλει εἰς αἷμα· ἁπλῶς γὰρ πᾶν αἷμα ἐν τῖς φλεψὶ γί. νεται αἰμα. ἔχουσι δὲ τὴν ἀρχὴν ἡ μεγάλη φλὲψ καὶ ἡ ἀορτὴ ἀπὸ τῆς καρδίας. ἐκάλεσε δὲ τὴν ὑπὸ τῶν φλεβίων ἀπὸ τῆς γαστρὸς ἑλκομένην τροφὴν περίττωμα, διότι πᾶσαν τὴν τροφὴν τὴν πρώιην ἡ κοιλία ὡς οἰκείαν μὲν ἕλκει, οὐ πᾶσαν δὲ τρέφεται, ἀλλά τι μέρος. τὸ δ’ ἐναπομεῖναν ἕλκουσιν αἱ φλέβες, ὅπερ καλεῖται οὐχ ἁπλῶς περίττωμα, ἀλλὰ περίττωμα τῆς τροφῆς, ἀφ’ ἧς ἐτράφη ἡ κοία. καὶ εἴη ἄν διὰ τοῦτο, οἶμαι, τὸ τῆς λέξεως πλῆρες τοιοῦτον· μεταβεβληκότος μὲν οὖν εἰς αἷμα τοῦ περιττώματος τῆς τροφῆς τῆς κοιλίας. λέγει δὲ περίοδον ἑκάστην τὴν τοῦ ἡλίου καὶ τῆς σελήνης σύνοδον. εἰπὼν δὲ ὅτι πεφθέντος δὲ καὶ μεταβεβληκότος εἰς αἷμα τοῦ περιττώματος, τῆς δὲ φύσεως μὴ δυνηθείσης ἀπὸ αἵματος μεταβαλεῖν αὐτὴν εἰς σάρκας ἐκκρίνεται εἰς τὴν ὑστέραν καὶ γίνεται ἰὰ καταμήνια, ἐπήγαγε μὴ πεπεμμένου δὲ κατὰ μικρὸν ἀεί τι ἀποκρίνεται, τουτέστι μὴ πεφθείσης. δὲ ἐν ταῖς φλεψὶ μηδὲ εἰς αἷμα μεταβεβληκυίας, ἀλλ’ οὔσης οἵα ἦν ὅτε ἐκ τῆς γαστρὸς ἐλήφθη ἦν δὲ λευκή· ὁ γὰρ χυλὸς λευκός) ἀεί τι ἀπὸ τούτων εἰς τἀς ὑστέρας ἐκκρίνεται λευκόν, καὶ ἐπὶ τούτῳ ταῖς νέαις γυναιξίν, οὐ πάσαις ἀλλά τισιν, ἀντὶ καταμηνίων ἀποκρίνεται θύραζε λευκά τινα. ἀλλὰ πῶς ταῖς νεωτέραις τῶν γυναικῶν πλεῖον ὂν τὸ ἔμφυτον θερμὸν ἤπερ ταῖς παλαιοτέραις οὐ μᾶλλον πέττεται αὕτη ἡ χυλοποιηθεῖσα τροφὴ καὶ εἰς αἷμα μεταβάλλει, ἀλλὰ μένει ἐν ταῖς φλεψὶν οἵα ἦν ὅτε ἐλήφθη ἐκ τῆς γαστρός; ἢ πλέον μέν ἐστιν ἐν αὐταῖς τὸ θερμόν, οὐ σφοδρὸν δέ, ἀλλ’ ἀνειμένον. ὥσπερ γὰρ καὶ ἡ τοῦ κυαθιαίου θερμοῦ ὕδατος ἐπιτεταμένη θερμότης ἥττων μέν ἐστι τῆς τῶν μυρίων κυάθων χλιαρῶν θερμότητος, ὅμως σφοδροτέρα ἐσιὶ καὶ δραστικωτέρα, οὕτω καὶ ἡ τῶν παλαιοτέρων γυναικῶν θερμότης ἥττων ἐστὶ τῆς τῶν νεωτέρων θερμότητος, δραστικωτέρα μέντοι καὶ σφοδροτέρα. διά τε οὗν τοῦτο καὶ τὸ πλείονι τροφῇ χρῆσθαι τὰ νεώτερα οὐ γίνονται καλῶς αἱ πέψεις. ποιοῦσι δὲ νόσον τὰ καταμήνια μὴ γινόμεναι πολλὰ δὲ γινόμενα καὶ μὴ συμμέτρως καθαίρεσιν ἐργάζονται τῶν τοῦ σώματος ὄγκων. ὃ γὰρ ἤμελλε προσκριθῆναι τῷ σώματι, ὥστε αὐξῆσαι αὐτό, ἀνάγκη ἐξιὸν καθαίρεσιν ποιεῖν τοῦ ὄγκου. τὸ δὲ ὅπως οἷον ἤμελλε τοιοῦτον γένηται ἕτερον τοιοῦτόν ἐστι· τὸ καταμήνιον εἴπερ ἐπέφθη καὶ προσεκρίθη, ἀνάγκη ἦν σάρκας ἐξ αὐτοῦ καὶ ὀστᾶ καὶ τὰ λοιπὰ ἕτερα μόρια γενέσθαι· ἐπεὶ δ’ οὐ προσεκρίθη, καταχρῆται αὐτῷ ἡ φύσις πρὸς ἄλλου γένεσιν ζῴου ὁμοίου τῷ πατρὶ ἢ τῇ μητρί· δυνάμει γάρ ἐστιν ἀμφότερα τὰ καταμήνια. οἷον οὖν πρᾶγμα καὶ οἵα φύσις ἤμελλε γενέσθαι προσκριθέν ἐγεγόνει δ’ ἂν σάρκες καὶ πάντα τὰ ἄλλα μόρια) γίνεται πάλιν ἕτερα τοιαῦτα· ἔχει γὰρ τὸ γεγονὸς πάντα, ὅσα τὸ γεννῆσαν αὐτό· κἄν γὰρ τῇ μητρὶ τοῦ Σωκράτους προσεκρίθη, σάρκας ἄν ἐποίησε πάντως καὶ ὀστᾶ καὶ τὰ λοιπά, καὶ ἐν τῷ Σωκράτει τὰ αὐτὰ πεποἰηκε. Τοῦ δ’ ἐν μὲν τοῖς θήλεσι πᾶσιν ὑπάρχειν περίττωμα τοιοῦτον. Διὰ τούτων τὴν αἰτίαν λέγει, δι’ ἣν τὰ μὲν θήλεα πάντα προΐεται ἢ καταμήνιον ἢ τὸ ἀνάλογον τῷ καταμηνίῳ, οὐ πάντα δὲ τὰ ἄρρενα ἢ σπέρμα ἢ τὸ ἀνάλογον. τινὰ γὰρ τῶν ἐντόμων, ἐν ὅσοις τὸ θῆλυ εἰς τὸ ἄρρεν ἀφίησί τι τῶν ἑαυτοῦ, ὡς πολλάκις εἴρηται, οὐ προίεται οὔτε σπέρμα οὔτε τὸ ἀνάλογον οὔθ’ ὅλως τι. διὰ μακροῦ δὲ τὴν τοῦ λόγου πεποίηκεν ἀπόδοσιν, διὰ τὸ πολλὰ μεταξὺ παρεμβαλεῖν. ῥητέον δὲ πρῶτον μὲν τὴν τῶν λεγομένων διάνοιαν, εἶθ’ οὕτω τὴν λέξιν καταστῆσαι πειρατέον. τοῦ μὲν οὖν τοῖς θήλεσι, φησί, πᾶσιν γενέσθαι περίττωμα, ἤτοι καταμήνιον ἢ τὸ ἀνάλογον, τοῖς δὲ ἄρρεσι μὴ πᾶσιν αἴτιον ὅτι πᾶν ζῷον σῶμα ἔμψυχόν ἐστι, καὶ τὴν μὲν ὕλην ἐξ ἧς τὸ σῶμα παρέχει τὸ θῆλυ, τὴν δὲ ψυχὴν καὶ τὸ εἶδος τὸ ἄρρεν ὡς δι’ ὀργάνου τοῦ σπέρματος. ἐν οἷς οὖν ἐνδέχεται τὴν ψυχὴν δίδοσθαι ἄνευ ὀργάνου καὶ σπέρματος, τούτοις οὐκ ἀνάγκη περίττωμα ἔχειν σπερματικόν· ἐνδέχεται δὲ δίδοσθαι ταύτην χωρὶς ὀργάνου ἐν οἷς ἐντόμοις τὸ θῆλυ τῶν ἑαυτοῦ τι εἰς τὸ ἄρρεν ἀφίησιν. ἐπεὶ οὖν χωρὶς ὕλης καὶ εἴδους οὐδέν τι δύναται γενέσθαι, χωρὶς δὲ ὀργάνων πολλά. ὥσπερ ἐπὶ τῆς πλαστικῆς, τὴν δὲ ὕλην | παρέχει τὸ θῆλυ, ἀνάγκη πᾶσι τοῖς θήλεσιν εἶναι περίττωμα γεννητικόν, τουτέστι καταμήνιον ἢ τὸ ἀνάλογον, τοῖς δ’ ἄρρεσιν οὐκ ἀνάγκη πᾶσι γίνεσθαι σπέρμα ἤτοι ὄργανον, διὰ τὸ δύνασθαι, ὥσπερ εἴρηται, καὶ χωρὶς τοῦ τοιούτου ὀργάνου ἄλλως πως δίδοσθαι τῇ ὕλῃ τὴν ψυχὴν καὶ τὸ εἶδος. ἡ μὲν οὖν αἰτία, δι’ ἣν οὐ πᾶσι τοῖς ἄρρεσι γίνεται σπέρμα ἢ τὸ ἀνάλογον, τοῖς δὲ θήλεσι πᾶσιν, αὕτη. ἡ δὲ τῆς λέξεως ἀπόδοσις καὶ τὸ συνεχὲς καὶ ἡ τῶν μεταξὺ παρεμβηλθέντων ἔννοια ὧδέ πως ἔσται δήλη. καὶ πρῶτον ἡ τῆς λέξεως· τοῦ δὲ ἐν μὲν τοῖς θήλεσι πᾶσιν ὑπάρχειν περίττωμα τοιοῦτον, δὲ τοῖς ἄρρεσι μὴ πᾶσιν, αἴτιον δὴ τοῦ τοῖς μὲν ἄρρεσι μὴ πᾶσιν εἶναι περίττωμα γεννητικόν· τὰ δὲ λοιπὰ μεταξὺ παρενεβλήθη, διὸ καὶ αὐτὸς εἰδὼς ὡς παρενέβαλέ τε καὶ ἐμέστωσε τὸν λόγον, τέθεικε τὸν ἀρκτικὸν τὸν δή σύνδεσμον εἰπὼν αἴτιον δή. ἀλλὰ τὸ μὲν τῆς λέξεως ἀκόλουθον τοιοῦτον, ἡ δὲ τῶν μεταξὺ παρεμβληθέντων διάνοια αὕτη· ὥσπερ γὰρ τὰ προϊέμενα γονήν, οἷον ἄνθρωπος καὶ τὰ τοιαῦτα τῶν ζῴων, τῇ ἐν τῇ γονῇ κινήσει, ἤτοι τῇ ποιητικῇ ὑπ’ αὐτῶν ἐνδιδομένη διὰ τῆς γονῆς θερμότητι, δημιουργεῖ τὸ ζῷον τοῦτο γὰρ εἶπε συνιστάμενον· συνέστησε γὰρ ὁ Σωφρονίσκος τὸν Σωκράτην ἔκ τε τῆς ἀπὸ τῆς Ξανθίππης ὕλης καὶ τῆς ἀπ’ αὐτοῦ δοθείσης ψυχικῆς θερμότητος) οὕτω καὶ τῶν ἐντόμων ὅσα μὴ προίεται γονήν, ἀλλὰ δέχεται τὴν ἐκ τοῦ θήλεος ὑγρότητα, συνιστῶσιν αὐτὴν ὑπὸ τῆς ἐνούσης αὐτοῖς ποιητικῆς δυνάμεως. εἰπὼν δὲ ὅτι συνιστῶσιν ἣν ἀπὸ τοῦ θήλεος δέχονται ὕλην ὑπὸ τῆς ἐν αὐτοῖς δυνάμεως, σαφηνίζων ἐν τίνι τῶν μορίων ἐστὶν αὕτη ἡ δύναμις, ἐπήγαγεν ἐν τούτῳ τῷ μορίῳ, ὅθεν ἀποκρίνεται τὸ σπέρμα, τουτέστιν ἐν τούτῳ τῷ μορίῳ ἔχουσι τὰ τοιαῦτα ἔντομα τὴν ποιητικὴν δύναμιν, τῷ ἀναλογοῦντι τῷ ἐφ’ ἡμῖν μορίῳ, ἀφ’ οὗ ἀποκρίνεται τὸ σπέρμα. ἐν ἡμῖν δὲ εἰς τὸ καλούμενον διάφραγμα καὶ ὑπόζωμα καὶ φρένας συνάγεται πρῶτον, ἐκεῖθεν δ’ ἐξέρχεται διὰ τῶν πόρων. συνάγεται δ’ ἐνταῦθα διὰ τὴν τοιαύτην αἰτίαν· ἐπειδὴ γὰρ ἐν τῷ σπέρματι ἐκ τῆς καρδίας διαδίδοται ἡ θερμότης ἡ πολλάκις ῥηθεῖσα ἀνάλογος τῇ ἀπὸ τοῦ ἡλίου θερμότητι, ἡ δὲ καρδία ἢ τὸ ἀνάλογον ἐνταῦθα κεῖται, εἰκότως καὶ τὸ σπέρμα ἢ τὸ ἀνάλογον τῷ σπέρματι ἐνταῦθα συναθροίζεται, ἵνα δέξηται ἀπ’ αὐτῆς ἢ ἀπ’ αὐτοῦ τὴν τοιαύτην δύναμιν. ἔστιν οὖν. φησίν, ἡ καρδία ἀρχή, τὸ δὲ κάτω τῆς καρδίας προσθήκη καὶ χάριν αὐτῆς· τὸ γὰρ κυρίως ζῷον ἡ καρδία, τὰ δ’ ἄλλα χάριν αὐτῆς εἰσιν. εἰπὼν δὲ ὅτι τὸ σπέρμα ὄργανον ὂν οὐκ ἀναγκαῖον ὑπάρχειν ἐν τοῖς γινομένοις οὐδὲ μέρος γίνεσθαι αὐτοῖς, ἐπήγαγεν οὔτε τὸ ποιοῦν πάνυ ἀκριβῶς· οὔτε γὰρ ὁ τέκτων ἐνυπάρχει τῇ θύρᾳ οὔθ’ ἡ ἐν τῷ σπέρματι θερμότης τῷ γινομένῳ ζῴῳ, ἀλλὰ γίνεται μὲν ὑπ’ αὐτοῦ, οὐκ ἐνυπάρχει δὲ αὐτῷ. ὅτι δὲ ἡ μὲν ὕλη ἐκ τοὐ θήλεος ἐστιν, ἡ δὲ ψυχὴ καὶ τὸ εἶδος ἐκ τοῦ ἄρρενος, πιστοῦται καὶ ἐκ τῶν μὴ ὁμογενῶν, λέγων μὴ ὁμογενῆ τὰ μὴ ὁμοειδῆ. εἰ γὰρ μιχθείη ἀλώπηξ ἄρρην κυνὶ θηλείᾳ καὶ γεννήσει, τὸ γεννηθὲν μεταξύ ἐστι κυνὸς καὶ ἀλώπεκος καὶ ἔοικεν ἀμφοτέροις· εἶτα τὸ γεννηθὲν ἐξ ἀμφοῖν εἴ ἐστιν ἄρρεν, μιχθείη δὲ τῇ κυνί, τὸ γεννηθὲν μᾶλλον μὲν ἀφέστηκε τῆς τῶν ἀλωπέκων ὁμοιότητος, ἐγγἱζει δὲ τῇ τῶν κυνῶν, καὶ τέλος ἀποβαίνει καὶ γίνεται κύων. προσεχῶς γὰρ ἡ κύων παρέχουσα τὴν ὕλην, τὸ δ’ ἄρρεν τὸ εἶδος δι’ ἄλλης καὶ ἄλλης ὁμοιότητος ἐξασθενεῖ, καὶ γίνεται τὸ γινόμενον κατὰ τὴν τῆς ὕλης καὶ τῆς χορηγούσης αὐτὴν ἐπικράτειαν. ὅτι δὲ ἀεὶ δι’ ἄλλου καὶ ἄλλου, δῆλον· πρῶτον μὲν γὰρ ἀλώπηξ ἦν ὃ δέδωκε τὸ εἶδος, εἶτα τὸ μεταξὺ ἀλώπεκος καὶ κυνός, εἶτα τὸ μεταξὺ τούτου καὶ κυνός, καὶ οὕτως ἐφεξῆς. εἰπὼν δὲ ὅτι ὅσα τῶν μὴ ὁμογενῶν μίγνυται, ἐπήγαγε μίγνυται δὲ ὧν ἴσοι οἱ χρόνοι καὶ ἐγγὺς αἱ κυήσεις, δυνάμει λέγων ἐκεῖνα τῶν μὴ ὁμογενῶν μιγνύμενα γεννῶσιν, ὅσα ἐν ἴσοις χρονοις καὶ ἡ ἀλώπηξ. δὲ τοδὶ μὲν πέφυκε φέρειν κατὰ, γαστρὸς τὸ ἔμβρυον ἐν μησὶν ἐννέα τοδὶ δὲ ἐν τέτρασι καὶ μιχθῶσιν, οὐκ ἄν ἀπογεννήσαιεν. δεῖ οὖν μὴ μόνον ἴσους εἶναι τοὺς χρόνους, ἀλλὰ καὶ τὰ μεγέθη σύμμετρα· εἰ γὰρ ἴσοι μέν εἰσιν οἱ χρόνοι, ἀσύμμετρα δὲ τἂ μεγέθη, οὐδ᾿ οὕτως ἄν γενήσεται σύλληψις· πῶς γὰρ ἂν ἐκ κυνὸς καὶ ἵππου ἢ ἐξ ἐλέφαντος καὶ ἀλώπεκος; ὅτι δὲ ὥσπερ ἐπὶ κυνὸς καὶ ἀλώπεκος τοῦτο συμβαίνει γίνεσθαι καὶ ἐν τοῖς σπέρμασι, δῆλον. εἰ γάρ τις ἐξ Αἰγύπτου ἐν Ἀθήναις κομίσειε σῖτον καὶ σπείρειεν, ὁ γεγονὼς μεταξύ ἐστι τοῦ τε Αἰγυπτικακοῦ σίτου καὶ τοῦ ἐν Ἀθήνησιν· ὁ δὲ ἐκ τούτου τοῦ μεταξὺ σπαρέντος γεγονὼς ἔοικε μᾶλλον τῷ ἐν Ἀθήνησι καὶ τέλος γίνεται ἀπαραλλάκτως ὄιος ὁ ἐν Ἀθήνησι γεωργούμενος. τὴν δὲ λέξιν τὴν αὕτη γὰρ ἡ τὴν ὕλην παρέχουσα καὶ τὸ σῶμα τοῖς σπέρμασίν ἐστιν οὕτως ἀναγνωστέον· αὕτη γάρ έστιν ὴ παρέχουσα τοῦς σπέρμασι τὴν ὕλην καὶ τὸ σῶμα. οὐ μόνον δὲ ἐκ τούτων δῆλον ὅτι τὸ θῆλυ παρέχει τὴν ὕλην, ἀλλὰ καὶ ἐκ του μὴ εἶναι τοῖς θήλεσι τὸ δεκτικὸν μόριον τοῦ καταμηνίου πόρον, ὄιος ἐστιν ὁ τῶν ἀρρένων, ἀλλὰ πλατὺ καὶ εὐρύχωρον. πανταχοῦ γὰρ τῆς ὕλης ἀναλόγου οὔσης τῳ συνισταμένῳ ἐξ αὐτῆς μεγέθει εἴτε ἀψύχῳ εἴτε ἐμψύχῳ (οὐδὲν γὰρ τῶν τοιούτων πάνυ βραχύτατόν ἐστι τελειωθὲν ὡσπερ φέφ᾿ εἰπεῖν κέγχρος, ἀλλ ἔχει μέγεθος) ἀάγκη τὴν δεξαμένην εἰς αὑτὴν ὑστέραν τὴν ἐξ ἧς τοῦτο γέγονεν ὕλην εὐρυχωροτάτην εἶνα᾿. τὸ δὲ τῶν περιττωμάτων ἕκαστον ἅμα ἔν τε τοῖς οἰκείοις τόποις ἐστι καὶ γίνεται περίττωμα πρὸς σύστασιν ἐπῆκται τοῦ καὶ τὸ καταμήνιον, κἄν αἱμα ἐστιν ὅτε ἐμπέσῃ ἐν τῇ ὑστέρᾳ, ὅμως ἐν ἐκείνῃ ὡς καταμήνιον εἰδοποιεῖσθαι. οὐ γάρ ἐστιν αἷμα. καταμήνιον, ἀλλὰ πίπτει ἐν τῇ ὑστέρᾳ ὡς αἷμα, γίνεται δὲ ἐν αὐτῇ τοιονδὶ αἷμα, οἷον καταμήνιον. καταμήνιον ὁ εστι τὸ ἤδη δύναμιν ἔχον μεταβαλεῖν εἰς ζῷον ὑπὸ τοῦ κινοῦντος καὶ μεταβάλλοντος. μετὰ τοῦτα λέγει καὶ τὴν αἰτίαν, δι᾿ ἣν πρῶτον τὸ εἰσιὸν σπέρμα ἀπὸ τοῦ ἄρρενος τὸ γλίσχρον ποιεῖ, ὅπερ γλίσχρον ἀναλογοῦν ἐλέγομέν τῳ ἐν τοῖς ἑψήμασι περιξήρῳ ὅπερ γλίσχρον μετὰ βραχὺ χόριον ἐρεῖ), καί φησι συνίστησι γὰρ τὸ καθαρώτατον τοὐ περιττώματος καὶ ποιεῖ δηλονότι τὸ χόριον, ἤτοι τὸν ὑμένα, μεθ’ οὗ συνεξέρχεται θύραζε τὸ ζωὸν· καὶ διὰ τι τοῦτο πρῶτον τῶν ἄλλων ἀπάντων συνίστησι, λέγει· τὸ γὰρ πλεῖστον, φησίν, ἄχρηστον καὶ ἐν τοῖς καταμηνίοις ἐστὶν ὑγρόν, τουτέστι τὸ γὰρ πλεῖστον ὑγρὸν ἄχρηστα ποιεῖ πρὸς· | ζῴου σύστασιν τὰ καταμήνια, καὶ ἐπὶ τούτῳ ποιεῖ πρῶτον τὸ χόριον, ἵνα ἐντὸς μὲν περιλήψεται τὸ χρήσιμον ὑγρόν, ἐκτὸς δὲ καταλείψει τὸ ἄχρησιον. τὸ οὖν πολὺ ὑγρὸν· ἄχρηστον, φησί, καὶ ἐν τοῖς καταμηνίοις, ὡσπερ καὶ τῆς τοῦ ἄρρενος γονῆς τὸ ὑγρότατον καὶ αὐτῆς τῆς εἰσάπαξ προέσεως. ἐπεὶ γάρ οὐχ ἅμα πᾶσα οὐδ’ ἐν ἀτόμῳ νῦν ἔξεισιν ἡ γονή, ἀλλ’ ἐν χρόνῳ, τὸ πρότερον ἐξιὸν ἀχρηστότερόν ἐστι τῶν ἐφεξῆς ἐξερχομένων διὰ τὸ ὑγρότατον εἶναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ αὐτῆς τῆς εἰσάπαξ προέσεως· ἅπαξ γὰρ πρόεσιν λέγει τὴν ἐν τῇ μιᾷ ὁμιλία. ἀλλὰ κἄν δὶς πλησιάσῃ τις γυναικί, ἡ ἐκ τῆς πρώτης ὁμιλίας γονὴ ἀγονωτέρα ἐστὶ τῆς ἐκ τῆς δευτέρας· τοῦτο γὰρ πάλιν ἐδήλωσε διὰ τοῦ καὶ ἡ προτέρα τῆς ὑστέρας ἄγονος. καὶ τοῦτο εὐλόγως· πλείονος γὰρ οὔσης ἀεὶ τῆς προτέρας καὶ ἐπὶ τούτῳ μὴ καλῶς πεφθείσης, ὑγροτέρα ἔξεισι· τὸ γὰρ πλεῖον ὑπὸ τῆς 15 αὐτῆς δυνάμεως ἧττον πάσχει τοῦ ἐλάττονος. τὸ ἐλάττω γὰρ ἔχει θερμότητα ψυχικὴν διὰ τὴν ἀπεψίαν ταὐτόν ἐστι τῷ τὸ γὰρ πλεῖον ἐλαττόνως πεφθὲν ἐλάττονα ἔχει καὶ τὴν ψυχικὴν θερμότητα· ἡ πλείων γὰρ ψυχικὴ θερμότης ἐκ τῆς πλείονος πέψεως γίνεται. Μάλιστα δ’ ἄν δόξειεν, ὅτι καθάπερ τοῖς ἄρρεσι, γίνεται καὶ ταῖς γυναιξὶ νύκτωρ ὃ καλοῦσιν ἐξονειρώττειν. ’H μὲν οὖν γινομένη ὑγρότης μετὰ τῆς ἡδονῆς, φησίν, οὐδὲν ἦν, ὥσπερ δέδεικται, σημεῖον τοῦ τὸ θῆλυ προίεσθαι γονήν. μάλιστα δ’ ἄν δόξειε 1.) καὶ τὸ θῆλυ προἵεσθαι γονὴν ἐκ τοῦ καὶ τὰ θήλεα ἀξονειρώττειν ὥσπερ καὶ τὰ ἄρρενα. ἐξονειρώττειν δὲ λέγεται τὸ προϊέναι γονὴν ἐν τοῖς ὕπνοις· φαίνεται γὰρ πολλοῖς ὑπνώττουσιν ὁμιλεῖν γυναικί, ἐξ οὗ συμβαίνει αὐτοῖς προϊέναι γονήν. ὃ δὴ πάσχουσιν καὶ γυναῖκες πολλαί· δοκεῖ γὰρ καὶ αὐταῖς ὑπνωττούσαις ὀπύεσθαι ὑπ’ ἀνδρῶν, διὸ καὶ αὗται προΐενται ὑγρότητά τινα. οὐδὲν οὖν, φησίν, ἐστὶ σημεῖον καὶ πίστ.ις τοῦ προἵεσθαι τὸ θῆλυ γονὴν τὸ συμβαίνειν αὐταῖς ἐξονειρώττειν· γίνεται γὰρ ἐξονείρωξις καὶ τοῖς (??) νέοις τῶν ἀρρένων τοῖς ἤδη μέλλουσιν ἐγγίσαι τῇ ἡλικίᾳ, καθ’ ἣν δύνανται γεννᾶν, καὶ ἡ οὐ προΐενται ἢ προίενται μέν, ἄγονον δέ. οὕτως οὖν καὶ ταῖς γυναιξὶν ἢ οὐ γίνεται πρόεσις ἐξονειρωττούσαις, ἢ κἂν γένηται, ἀλλ’ οὐ γονή, ἀλλ’ ὑ, ἄγονον ὑγρότητα γίνεται πρόεσις ἀληθῶς ὁμιλοῦντι γυναικί, ὅμως οὐκ ἔστι γονή· εἰ γὰρ ἦν γονή, ἐπλήρωσεν ἄν τὴν γυναῖκα· ὥστε εἰ καὶ προίεται ὅλως καὶ τὸ θῆλύ τι, ἀλλ’ οὐ γονήν, ὑγρότητα δέ τινα. εἰπὼν δὲ ἀδύνατον συλλαβεῖν ἄνευ | τῆς τῶν γυναικείων περιττώσεως ἐπήγαγεν ἢ θύραζε προελθούσης· τοῦτο δὲ εἶπε διὰ ἔντομα τὰ μὴ δεχόμενα ἐκτοῦ ἄρρενος ἐν ἑαυτοῖς τι, ἀλλὰ μᾶλλον αὐτὰ προιέμενα εἰς τὸ ἄρρεν τι τῶν ἑαυτῶν. καὶ μὴ συμβαινούσης δέ, φησίν, ὡς πολλάκις εἴρηται, τῆς εἰωθυίας γίνεσθαι τοῖς θήλεσιν ἡδονῆς συλλαμβάνουσιν, ἄν τύχῃ ὁ τόπος ὀργῶν, τουτέστιν ἐπιτήδειος ὢν πρὸς σύλληψιν. καὶ σαφηνίζων τὴν τοῦ τόπου ἐπιτηδειότητα τίς ἐστιν ἐπήγαγε καὶ καταβεβηκυῖαι αἱ ὑστέραι ἐγγύς· ἀνέρχονται γὰρ καὶ κατέρχονται. γίνεται οὖν καὶ μὴ γινομένης τῆς ἡδονῆς σύλληψις, ἥτις ἡδονὴ γίνεται ἐν αὐταῖς, ὅτε ἐκκρίνεται τὸ ὑγρὸν εἰς τὰς ὑστέρας, οὐ πᾶν δὲ ἐν αὐταῖς, ἀλλ᾿ ὀλίγον τι καὶ ἐκτός· ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ ἐκείνως, τουτέστι γινομένης τῆς ἡδονῆς, συλλαμβάνονται διὰ τὸ μὴ συμμύειν ἀλλ’ ἀνεῳγμένα εἶναι τότε τὰ τῶν ὑστερῶν στόματα ἐκκρινομένου τοῦ ὑγροῦ· εὐοδεῖται γὰρ μᾶλλον καὶ τὸ τοῦ ἄρρενος σπέρμα εἰσελθεῖν ἀνεῳγμένων οὐσῶν. λέγει δὲ ὅτι κἂν ἀνεῳγμέναι τύχωσιν αἰ ὑστέραι, οὐκ εὐθὺς ἐκ τοῦ αἰδοίου τοῦ ἄρρενος ἐντὸς εἰς τὸ κύτος τῶν ὑστερῶν ἀκοντίζεται ἡ γονή, ἀλλ’ ἐκτὸς καὶ λίαν σύνεγγυς τοῦ στόματος αὐτῶν, ἤγουν εἰς τὸ βάθος τοῦ αἰδοίου, κἀκεῖθεν ἕλκει αὐτὸ ἐντὸς ἡ ὑστέρα διὰ τὴν ἐνοῦσαν αὐτῇ θερμότητα, ὥσπερ αἱ σικύαι, τὰ ἰατρικὰ ὄργανα, τὸ αἷμα. ἕλκουσι δὲ αἱ ὑστέραι τὴν γονὴν οὐχ ὕστερον, ὅτε ἀποστῇ ὁ ἄρρην ἀπὸ τῆς γυναικὸς κἀκείνη ὄρθιος στῇ ἀνάγκη γὰρ ὀρθίου σταθείσης πίπτειν τὴν γονὴν θύραζε), ἀλλ’ εὐθὺς τότε ἕλκει ἅμα τῷ ἐγγίσαι εἰς τὸν τόπον ἐκεῖνον, ὥστε φθάνει μᾶλλον ἡ ὑστέρα ἐντὸς ἑλκύσαι τὴν γονὴν ἤπερ τὸ ἄρρεν άποστῆναι τῆς γυναικός. οὐκ ἐντὸς οὖν εὐθὺς ἀκοντίζεται, ἀλλ’ εἰς τὸ πρόσθεν, οὗπερ τὸ θῆλυ προίεται τὴν ἰκμάδα, ἤτοι τὸ καταμήνιον. καὶ γὰρ τὸ κατα- μήνιον οὐκ εὐθὺς ἐκ τῶν ὑστερῶν εἰς τοὺς μηροὺς ἀκοντίζεται τῶν γυναικῶν, ἀλλ’ εἰς τὸν τόπον τοῦ αἰδοίου τὸν πλησίον ὄντα τῷ στόματι τῆς ὑστέρας, ἐν ᾧ πρῶτον καὶ ἡ γονή, ὡς εἴρηται, πίπτει, καί οὕτως ἐκ τούτου ῥεῖ ἔξωθεν. προσέθηκε δὲ τὸ ἐνίαις, διότι οὐ πᾶσα γυνή, ὡς εἴρηται, προίεται θύραζε καταμήνια. καὶ τὸ ἐάν τις ἐξικμάσῃ ἀντὶ τοῦ ἐάν τις προπέμψῃ εἴρηται· εἰ γὰρ μὴ προπέμψει ὅλως, πῶς ἂν ἐκεῖσε γένοιτο; ὁτὲ μὲν οὖν, φησίν, ἀνεῳγμένων τῶν ὑστερῶν εἴσεισιν ἡ γονὴ φυσικῇ τινι ὁρμῇ, ὁτὲ δὲ κἄν κεκλεισμέναι ὦσι, τύχωσι δὲ θερμαὶ διὰ τὴν κάθαρσιν τὸ γὰρ αἷμα θερμὸν ὂν ὅταν συναθροισθῇ εἰς αὐτάς, θερμαίνει αὐτάς) σπῶσιν εἴσω τὴν γονὴν διὰ τὴν θερμότητα. οὐ λέγει δὲ οὕτως αὐτὰς κεκλεισμένας, ὥσπερ φασὶ μετὰ τὴν σύλληψιν κλείεσθαι· τότε γὰρ μετὰ τὴν σύλληψιν οὕτως κλείονται, ὡς μήτε εἴσοδον μήτε μὴν ἔξοδον δίδοσθαί τινι· ἀλλὰ κεκλεισμέναι μέν εἰσιν ὡς πρὸς εἴσοδον γονῆς, ἀνεῳγμέναι δέ, ἀλλὰ πάνυ βραχέως. ὥστε ἀνεῳγμέναι μέν εἰσιν, λέγονται δὲ κεκλεισμέναι διὰ τὸ μὴ χώραν διδόναι εἰσόδου τῇ γονῇ, ὥσπερ ἄν εἴποιμεν κεκλεισμένην θύραν τὴν ἀνεῳγμένην, οὕτως δὲ ἀνεῳγμένην, ὡς μὴ δύνασθαι εἰσελθεῖν σε ἢ ἄλλον τινὰ τῶν ἀνθρώπων. εἰπὼν δὲ ὅτι ἂν τύχῃ οὖσα θερμὴ διὰ τὴν κάθαρσιν ἡ ὑστέρα, σπᾷ εἴσω τὴν γονήν, ἐπήγαγε σημεῖον δὲ ὅτι θερμαίνονται ὑπὸ τοῦ αἵματος ἐν τῇ καθάρσει· καὶ γὰρ τότε, ὅτε καθαίρονται αἱ γυναῖκες, βρέχουσαι ἔρια ἢ ἄλλ’ ἄττα ἐμβιβάζ,ουσιν ἐν τοῖς αἰδοίοις ἑαυτῶν, ὕστερον δὲ ἐξάγουσιν αὐτὰ πάμπαν ξηρά· οὐ μετὰ πολὺν δὲ χρόνον ἐξάγουσαι αὐτὰ ὁρῶνται κατάξηρα, ἀλλὰ μετὰ βραχύ. ἐξάγονται δὲ ξηρὰ ὡς τῆς τῶν ὑστερῶν ὢ θερμότητος ἐξικμασάσης τὴν τῶν ἐρίων ὑγρότητα. τὸ δὲ ἐμπυρεύει θερμότητα ἐν τῷ τόπῳ τούτῳ ἴσον ἐστὶ τῷ ἀνάπτει θερμότητα ἐν τῷ τόπῳ τῆς ὑστέρας. ἀκόνιτα δὲ ἀγγεῖα λέγει τὰ ἀπίσσωτα· εἰ γὰρ ὄντων ἐμπεπισσωμένων ἐμβιβάσοι τις ἐν αὐτοῖς θερμὸν ὕδωρ, οὐκ ἐᾷ ἡ πίσσα θερμανθῆναι. Ὠς δέ τινες λέγουσι, τοῖς ὀργανικοῖς πρὸς τὴν συνου- σίαν μορίοις. Ὁργανικὰ τῆς συνουσίας μόρια λέγει τούς τε ὄρχεις καὶ τὰ αἰδοῖα τῶν τε ἀρρένων καὶ τῶν θηλειῶν καὶ τὰς ὑστέρας. ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστι· τὸν μὲν τρόπον ὃν εἴ|πομεν ἦν δὲ ὁ τρόπος ὅτι διὰ θερμότητα ἕλκουσιν αἱ ὑστέραι τὴν γονήν), τὸν μὲν δὴ τρόπον τοῦτον δυνατόν ἐστι γενέσθαι σπάσιν τῆς γονῆς, καὶ γίνεται· ὡς δέ τινες λέγουσι τὰ αἰδοῖα καὶ τοὺς ὄρχεις σπᾶν τὴν γονὴν ὥσπερ εἰ σικύαι ὄργανα δ’ αὗται ἰατρικά), οὐκ ἐνδέχεται. ἀνάπαλιν δέ, τουτέστιν ἀνάπαλιν δὲ συμβαίνει· ἐκεῖνοι μὲν γὰρ ἔλεγον τοὺς ὄρχεις καὶ τὰ αἰδοῖα τῶν ἀρρένων ἕλκειν τὴν γονήν, τὰ δὲ τῶν θηλέων ὅσοι καὶ τὰ θήλεα προίεσθαι γονὴν ἔλεγον) τὰ δὴ τῶν θηλέων προιέναι· ἡμεῖς δὲ ἀνάπαλίν φαμεν τὰ μὲν τῶν θηλέων ἕλκειν καὶ σπᾶν, τὰ δὲ τῶν ἀρρένων προἵεσθαι. ἔλεγον δὲ τοὺς ὄρχεις ἕλκειν πρὸς ἑαυτοὺς τὸ σπέρμα ἀπὸ παντὸς τοῦ σώματος διὰ τῆς ἐν τῇ ὁμιλίᾳ γινομένης θερμότητος, ἀπὸ παντὸς δὲ τοῦ σώματος οὐ τοῦ θήλεος, ἀλλὰ τοῦ ἄρρενος. Καὶ τοῖς λέγουσι προἵεσθαι καὶ τὴν γυναῖκα σπέρμα· προϊεμέναις γὰρ ἔξω συμβαίνει ταῖς ὑστέραις εἴσω πάλιν σπᾶν. Λείπει τῇ λέξει τὸ συμβαίνει λέγειν οὔκ εὔλογον. καὶ εἴη ἂν τὸ τῆς λέξεως πλῆρες τοιοῦτον· καὶ τοῖς λέγουσι προίεσθαι καὶ τὴν γυναῖκα σπέρμα συμβαίνει λέγειν οὐκ εὔλογον. ἐπειδὴ γάρ φασιν ὅτι ἡ γονὴ μῖγμά ἐστιν ἀμφοῖν ταῖν ὑγροτήτοιν, τῆς τε ἀπὸ τοῦ θήλεος καὶ τῆς ἀπὸ τοῦ ἄρρενος, δέδεικται δὲ ὅτι ἡ ὑστέρα εἴσω σπᾶ τὴν γονήν, οὐδὲν ἄλλο συμβαίνει ἢ ἐξέρχεσθαι ἀπὸ τῆς ὑστέρας τὴν τοῦ θήλεος ὑγρότητα καὶ πίπτειν ἐν τῷ τόπῳ, ἐν ᾡ καὶ ἡ τοῦ ἄρρενος, κἀκεῖσε μιγνυμένων τῶν τε ἀπὸ τοῦ ἄρρενος καὶ θήλεος ὑγροτήτων πάλιν εἴσω σπᾶν τὴν ὑστέραν τὸ ὅλον μῖγμα. τὸ δὲ ἐξάγειν καὶ εἰσάγειν περίεργον· εἰ γὰρ μῖγμα ἦν ἡ γονὴ ἀμφοῖν ταῖν ὑγροτήτοιν, ἔδει τὴν τοῦ θήλεος ὑγρότητα εἴσω μένειν κἀκεῖσε εἰσελθούσης καὶ τῆς τοῦ ἄρρενος μίγνυσθαι, καὶ μὴ ἐξέρχεσθαι, εἶτα εἰσέρχεσθαι. Ὅταν δὲ συστῇ ἡ ἐν ταῖς ὑστέραις ἀπόκρισις τοῦ θήλεος ὑπὸ τῆς τοῦ ἄρρενος γονῆς. Ἡ ἀπόδοσις καὶ τὸ ἀκόλουθον τῆς λέξεως ἐστιν ἐν τῷ συνιόντος δὲ τοῦ σωματώδους, παρέλκει δὲ ὁ δέ σύνδεσμος· ἦν γὰρ ἄν σαφεστέρα, εἰ χωρὶς τοῦ δέ συνδέσμου εἶχεν οὕτως, ὅταν συστῇ ἡ ἐν ταῖς ὑστέραις ἀπόκρισις τοῦ θήλεος ὑπὸ τῆς τοῦ ἄρρενος γονῆς, συνιόντος τοῦ σωματώδους καὶ γεώδους ἐκκρίνεται τὸ ὑγρόν. παναληθὲς δὲ τὸ τὴν αὐτὴν εἶναι φύσιν γάλακτος καὶ καταμηνίων· τὸ γὰρ γάλα καταμήνιόν ἐστι πεπεμμένον· περὶ οὗ γάλακτος ἐν τῷ τετάρτῳ βιβλίῳ ἐρεῖ. ἀληθὲς δὲ καὶ τὸ τὰ ἔσχατα καὶ ὑπὸ θερμοῦ καὶ ὑπὸ ψυχροῦ ξηραίνεσθαι. τὸ δὲ καὶ δεῖ μὴ ἐν ὑγρῷ εἶναι τῆς ἕνεκέν τινος αἰτίας ἐστὶ μηνυτικόν· γίνονται γὰρ τὰ χόρια, ἵνα χωρίσωσιν ἐκτὸς τὰ περιττὰ καὶ ἄχρηστα τῶν ὑγρῶν. ταύτα δὲ τὰ χόρια καὶ τοὺς ὑμένας ὁ μὲν Ἀριστοτέλης δύο φησίν, οἱ δὲ νεώτεροι τρεῖς. Ὅταν δὲ συστῇ τὸ κύημα ἤδη, παραπλήσιον ποιεῖ τοῖς σπειρομένοις. ἡ μὲν γὰρ ἀρχὴ καὶ ἐν τοῖς σπέρμασιν ἐν αὐτοῖς ἐστιν ἡ πρώτη. Νῦν ἀρχὴν λέγει τὸ ἀνάλογον τῇ καρδίᾳ. φησὶ γὰρ εἶναι καὶ ἐν τοῖς | σπειρομένοις σπέρμασι δυνάμει τὰ ἀναλογοῦντα τῇ καρδίᾳ· ἥτις ἀρχή, ἐπειδὰν καταβληθῶσιν εἰς τὴν γῆν καὶ ἐνεργείᾳ γένηται, δυνάμει γὰρ ἦν, ὡς εἴπομεν, πρὸ τῆς καταβολῆς τὸ ἀνάλογον τῇ καρδίᾳ) ὅταν οὖν ἀποκριθῇ καὶ ἐνεργείᾳ γένηται τὸ ἀνάλογον τῇ καρδίᾳ, ποιεῖ τήν τε ῥίζαν καὶ τὸν βλαστὸν καὶ δίδωσι τῇ ῥίζῃ δύναμιν ἕλκειν τὴν τροφήν, ἵνα αὔξηται τὸ φυτόν. ὡς οὖν ἐπὶ τῶν σπειρομένων, οὕτως ἔχει καὶ ἐπὶ τῶν κυημάτων· ἔνεισι γὰρ δυνάμει καὶ ἐν αὐτοῖς πάντα τὰ μόρια, ἀλλὰ μᾶλλον ἡ ἀρχὴ ἤτοι ἡ καρδία ἐστὶ πρὸ ὁδοῦ, τουτέστιν ἑτοιμοτέρα εἰς τὸ γενέσθαι ἐνεργείᾳ, διὸ καὶ γίνεται πρώτη. ὥσπερ γὰρ δυνάμει λέγεται μὲν καὶ τὰ ξύλα πῦρ, δυνάμει δὲ πῦρ καὶ αἱ δᾷδες, μᾶλλον δέ εἰσιν ἑτοιμότεραι καὶ ἐπιτηδειότεραι αἱ δᾷδες εἰς τὸ γενέσθαι πῦρ ἐνεργείᾳ παρὸ τὰ ξύλα, οὕτω καὶ τὰ μόρια πάντα εἰσὶ μὲν δυνάμει ἐν τῷ κυήματι, ἀλλὰ μᾶλλον ἡ καρδία· διὸ καὶ ἀποκρίνεται καὶ ἐνεργείᾳ γίνεται πρώτη, εἶτα ἅμ τε ποιεῖ τὰς φλέβας ἀναλογούσας ταῖς ῥίζαις καὶ δίδωσιν αὐταῖς δύναμιν ἑλκτικὴν τροφῆς, δι’ ἧς τραφήσεται τὸ κύημα. τὸ δὲ ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου οὐ περὶ τοῦ γενέσθαι πρῶτον τὴν καρδίαν εἴρηται, ἀλλὰ περὶ τοῦ ὅτι γεγονυῖαν ἀνάγκη ἔχειν τὴν θρεπτικὴν ψυχήν, ὡς εἶναι τὸ λεγόμενον διὰ τοῦ οὐ μόνον ἐπὶ τῆς αἰσθήσεως δῆλον συμβαίνει γὰρ οὕτως), ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου δυνάμει τοιοῦτον· ὥσπερ γὰρ διὰ τῆς αἰσθήσεως δῆλον ἡμῖν γέγονεν ὅτι πρώτη τῶν ἄλλων γέγονεν, οὕτως ἀπὸ τοῦ λόγου δῆλον ἡμῖν γενήσεται ὅτι γεγονυῖα ἔχει τὴν θρεπτικὴν ψυχήν. καὶ τίς ὁ λόγος, ἐπάγει· ὅταν γὰρ ἡ καρδία ἀποκριθῇ ἀπ’ ἀμφοῖν, ἀπό τε τοῦ καταμηνίου ἀπό τε τῆς ἐν τῷ σπέρματι ποιητικῆς δυνάμεως, ὅταν οὖν ἀποκριθῇ καὶ συστῇ, δεῖ ἔχειν τὴν θρεπτικὴν ψυχήν, ἵνα αὐτὴ ἑαυτὴν τρέφῃ τε καὶ διοικῇ. ὥστε οὐ μόνον δεῖ τὴν καρδίαν τὴν θρεπτικὴν ἔχειν δύναμιν ἀλλὰ καὶ τὴν ποιητικήν, ὑφ’ ἧς μετὰ τὴν τῆς καρδίας γένεσιν τὰ λοιπὰ διαπλασθήσεται καὶ διακοσμηθήσεται μέρη τοῦ ζῴου. εἰ δέ τις, ὥσπερ Δημόκριτος, λέγει μὴ ἐν τῇ καρδίᾳ εἶναι τὴν θρεπτικὴν καὶ ποιητικὴν δύναμιν (ἡ αὐτὴ καὶ μία τῷ ὑποκειμένῳ ἥ τε ποιητικὴ καὶ θρεπτική, τῷ λόγῳ δ’ ἕτεραι), εἰ οὖν τις λέγει μὴ εἶναι ἐν αὐτῇ, ἀλλ’ ἐκτὸς ὥσπερ καὶ ὁ ἀν|δριαντοποιός (οὐ γὰρ ἐν τῷ ἀνδριάντι ὁ ἀνδριαντοποιός), ὕστερον δέ ποτε ἐν τῇ καρδίᾳ τὴν τοιαύτην ψυχήν οὐ μόνον διαπορήσειεν ἄν τις καὶ ζητήσειε, πότερον μετὰ τὸ τελειωθῆναι τὸ τοῦ ζῴου πᾶν σῶμα εἴσεισιν ἡ οὔ. εἰ μὲν οὖν μετὰ τὸ τελειωθῆναι φήσειε, ψεύδεται· ἐναργῶς γὰρ ἐν ταῖς ἀνατομαῖς ὁρῶμεν μόνης τῆς καρδίας οὔσης καὶ μήπω τινὸς ἄλλου μέρους γεγονότος κινουμένην αὐτὴν καὶ τρεφομένην. οὐ μόνον οὖν τοῦτο διαπορήσειεν ἄν τις, ἀλλὰ καὶ ἀνενδοιάστως ἐκ τῶν πολλάκις ῥηθέντων ἀποφανεῖται ὅτι ἀνάγκη, ἡνίκα ἕκαστον τῶν μερῶν χωρίζηται καὶ ἐνεργείᾳ γένηται, ταύτην ὑπάρχειν τὴν δύναμιν πρῶτον ἑκάστῳ τῶν γινομένων, ἐξ ἧς αὐξηθήσονται, ἕξουσι δὲ ταύτην τὴν δύναμιν ἀπὸ τῆς καρδίας. ἐπειδὴ δὲ πανταχοῦ ἔλεγεν ὅτι ἀνάγκη γίνεσθαι πρῶτόν τι ἀρχῆς λόγον ἔχον, τὸ δὲ τὶ ἀόριστον, νῦν δὲ ὡρισμένως εἶπεν ἀρχὴ δὲ ἡ καρδία᾿, ἐπήγαγεν ἤδη γὰρ αὐτὴν ἀρχὴν ἄξιον ἀκοῦσαι, ὡς εἰ ἔλεγεν ἄξιόν ἐστιν ἤδη ὡρισμένως εἰπεῖν, ἀνάγκη γενέσθαι πρώτην τὴν καρδίαν, ἀλλὰ μὴ ἀορίστως λέγειν ἀνάγκη γενέσθαι τι. δεῖ δὲ τότε λέγειν αὐτὴν ἀρχήν, ὅταν δεῖται τροφῆς τὸ ζῷον, ἀλλ’ οὐ πρότερον. Ἐπεὶ δὲ δυνάμει μὲν ἤδη ζῷον ἀτελὲς δέ, ἄλλοθεν ἀναγκαῖον λαμβάνειν τὴν τροφήν. Πρὸς σαφήνειαν πάντων τῶν λεχθησομένων ἄνωθεν ῥητέον οὕτως· ἡ ἐν τῷ σπέρματι δύναμις εἰσελθοῦσα καὶ πρῶτον μὲν τὴν ἐκτὸς ἅπασαν ἐπιφάνειαν συστήσασα τοὐ καταμηνίου καὶ ποιήσασα τὸ καλούμενον χόριον, εἶτα τὸ ἐντὸς ἅπαν τοῦ χορίου κινήσασα καὶ περιγράψασα καὶ ἐκ τοῦ πρώτου δυνάμει εἰς ἄλλο τι δυνάμει ἀγαγοῦσα (ἦν μὲν γὰρ τὸ καὶ πρὸ τοῦ σπέρμα τι εἰς τὴν ὑστέραν ἐλθεῖν δυνάμει πάντα τὰ τοῦ ζώου μέρη, ἀλλ’ οὐχ οὕτως· τότε μὲν γὰρ δυνάμει ἦν ταῦτα, ὥσπερ τὸ παιδίον λέγομεν δυνάμει γραμματικόν, νῦν δ’ ἔχει τούτων πάντων τὰς περιγραφὰς λίαν ἐοικυίας ταῖς τῶν ζωγράφων σκιαγραφίαις. ὡς γὰρ οἱ ζωγράφοι πρῶτον μὲν ὑπογράφουσι ταῖς γραμμαῖς, εἶθ’ οὕτω τοῖς χρώμασιν ἐναλείφουσι καὶ ἀπαρτίζουσι τὸ γραφόμενον ζῷον, οὕτω καὶ ἡ ἐν τῷ σπέρματι δύναμις πρῶτον μὲν περιγράφει καὶ τελειοῖ τὴν καρδίαν μετὰ τὸ ἀπεργάσασθαι τὸ χόριον, καὶ ἐντίθησιν ἐν αὐτῇ τὰς ψυχικὰς δυνάμεις, θρεπτικήν, αὐξητικήν, αἰσθητικήν), αὕτη δὲ ἡ ψυχὴ καὶ φύσις περιγράφει μὲν ὁμοῦ ἅπαντα τὰ μόρια, εἶθ’ οὕτω τελειοῖ τὰς φλέβας, αἳ καλοῦνται ὀμφαλός, καὶ φέρουσα ἐμφυτεύει καὶ συνάπτει τῇ ὑστέρᾳ τῆς μητρός, ἀφ’ ἧς ὑστέρας διὰ τοῦ ὀμφαλοῦ ἕλκουσα τὴν τροφήν (συνεχῶς γὰρ καὶ διόλου ἡ ὑστέρα τὸ τοιοῦτον περίττωμα δέχεται) καὶ τοιωσδὶ ἢ τοιωσδὶ συμπέττουσα καὶ τρέφουσα διὰ τοῦ ὀμφαλοῦ αὔξει καὶ τελειοῖ τὸ ζῷον. καὶ ἔοικεν ἡ μὲν προτέρα διαγραφὴ σκιαγραφίᾳ, αἱ δὲ μαλακότητες καὶ σκληρότητες καὶ τὰ τοιαῦτα, ἔτι δὲ καὶ τὰ χρώματα καὶ πάνθ’ ἁπλῶς ἅπερ ὕστερον λαμβάνουσιν ἐκ τῆς ἀπὸ τῆς ὑστέρας λαμβανομένης διὰ τοῦ ὀμφαλοῦ τροφῆς τοιώσδε πεττομένης καὶ προσκρινομένης αὐτοῖς, πάντα οὖν τὰ τοιαῦτα, ὅσα ὕστερον λαμβάνουσιν, ἐοίκασι τοῖς ἐναλειφομένοις χρώμασιν ὑπὸ τῶν ζωγράφων. ταῦτα μὲν οὖν εἴρηταί μοι κεφαλαιωδῶς πρὸς σαφήνειαν τῶν διεξοδικώτερον ἡμῖν ὑπὸ τούτου λεγομένων διὰ τῶν προκει- μένων ἡμῖν | εἰς σαφήνειαν ῥητῶν. ἐπεὶ δὲ δυνάμει μὲν ἤδη ζῷον, ἀτελὲς δέ· ἐπεὶ οὖν, φησί, τὸ σύστημα δυνάμει μέν ἐστι ζῷον, καὶ δυνάμει οὐχ ὡς τὸ παιδίον τὸ δυνάμει γραμματικὸν μηδὲν ὅλως ἴχνος ἔχον γραμματικῆς, ἀλλ’ ὡς ἡ σκιαγραφία δυνάμει λέγεται εἶναι τὸ γεγραμμένον ζῷον, ἐπεὶ οὖν ἐστι δυνάμει καὶ ἀτελές, πᾶν δὲ τὸ τοιοῦτον ἀτελὲς τελειοῦται ὑπὸ τροφῆς (ὡς γὰρ τὰ χρώματα τοιώσδε ὑπὸ ζωγράφων κεράννυνται καὶ ἐναλειφόμενα τελειοῖ τὸ γραφόμενον ζῷον, οὕτω καὶ τῆς τροφῆς ὑπὸ τῆς φύσεως τοιωσδὶ πεττομένης καὶ ἑκάστῳ τῶν μορίων προσκρινομένης τελειοῦται τὸ ἐκ τῶν τοιούτων μορίων συνιστάμενον ζῷον) ἄλλοθεν ἀναγκαῖον λαμβάνειν τὴν τροφήν· τὸ γὰρ ἐντὸς τοῦ χορίου ἐναπολειφθὲν καταμήνιον ἤδη συνέστη καὶ ἤδη σκιοειδῶς ἐστι πάντα τὰ τοῦ ζῴου μέρη. διὸ χρῆται τῇ ὑστέρᾳ καὶ τῇ μητρὶ τῇ ἐχούσῃ τὴν ὑστέραν, ὥσπερ γῇ φυτόν, ἕως ἂν τελειωθῇ καὶ ἤδη γένηται ζῷον δυνάμει πορευτικόν. δυνάμει δὲ πορευτικὸν εἶπεν αὐτό, διότι καὶ ἐν τῇ γαστρὶ τῆς τικτούσης ὂν δυνάμει ἐστίν, ἀλλὰ καὶ θύραζε ἐξελθόν, καὶ τότε δυνάμει ἐστὶ πορευτικόν, ἕως ἂν ἄρξηται πορεύεσθαι καὶ ἐνεργεῖν τὴν κατὰ τόπον μεταβολήν. μένει δὲ τὸ ζῷον ἐν τῇ ὑστέρᾳ, ἕως ἂν τελειωθῇ. διὰ τί; ἵνα λαμβάνῃ τροφὴν ἐξ αὐτῆς, καὶ οὐχ ὥσπερ Δημόκριτος λέγει· ἐκεῖνος γάρ φησι μένειν ἐν αὐτῇ, ἵνα διαπλάττηται τὰ μόρια κατὰ τὰ μόρια τῆς τεκούσης. ἐπεὶ γάρ, φησί, τοιόνδε μέν ἐστιν ἡ χείρ, τοιόνδε δὲ ἕκαστον τῶν ἄλλων μερῶν τῆς μητρός, μένει ἐν τῇ ὑστέρᾳ, ἵνα ὥσπερ εἰς παράδειγμα πρὸς ταῦτα ἀφορῶσα ἡ φύσις κατ’ αὐτὰ σχηματίζῃ τε καὶ διαπλάττῃ καὶ τὰ τοῦ ἐμβρύου μέρη. Ἀπορήσειε δ’ ἄν τις, εἰ τὸ αἷμα μὲν τροφή. Ὅπερ ἀπορεῖ τοιοῦτόν ἐστιν· εἰ τὸ αἷμα τροφή ἐστιν ἑκάστῳ τῶν μερῶν, ἡ δὲ τροφὴ θύραθεν διὰ τοῦ ὀμφαλοῦ εἴσεισι, πόθεν καὶ διὰ τίνος ἡ πρώτη τροφή, ἀφ’ ἧς ἡ καρδία ἐτράφη καὶ ἐτελειώθη, εἰσῆλθεν; ὁ γὰρ ὀμφαλὸς οὔπω ἦν. λύει οὗν τὴν ἀπορίαν λέγων μὴ εἶναι ἀληθὲς τὸ πᾶσαν τροφὴν θύραθεν ἐπεισελθεῖν· ἀλλ’ ὥσπερ τῶν σπερμάτων πεσόντων εἰς τὴν γῆν καὶ ὑγρανθέντων γίνεταί τι ἐν αὐτοῖς ὑπὸ τῆς φύσεως οἷον γάλα, ἔχον πάντα τὰ μόρια ὑπογεγραμμένα (καὶ δῆλον τὸ τοιοῦτον μᾶλλον ἐπὶ τοῦ σίτου), ἐκ δὲ τοῦ τοιούτου γαλακτώδους γεγονυῖα βλάστη τις πάμπαν σμικρὰ ἀναλογοῦσα τῇ καρδίᾳ καὶ τραφεῖσα μετρίως εἶτα ἐξ αὐτοῦ πεποίηκε καὶ ῥίζαν, ἣν εἰς πολλὰ κατέτεμεν (ἀρκεὶ γὰρ τὸ γαλακτῶδες εἰς τὰ τοιαῦτα πάντα), διὰ δὲ τῆς ῥίζης ἀπὸ τῆς γῆς λαμβάνουσα τροφὴν αὐτή τε τρέφεται καὶ τὰ ἄλλα πάντα, οὕτω καὶ ἐν τοῖς ζῴοις τοῦ ἐναπολειφθέντος ἐντὸς τοῦ χορίου καταμηνίου μέρος μέν τι γίνεται αὐτοῦ ἡ καρδία καὶ ἡ τροφὴ τῆς καρδίας, ἐν δὲ τῷ λοιπῷ μέρει διαγράφονται τὰ λοιπά, καὶ οὕτως αὔξονται ὑπὸ τῆς ἑλκομένης διὰ τοῦ ὀμφαλοῦ τροφῆς. ἡ μὲν οὗν τῶν λεγομένων διάνοια αὕτη· τὸ δὲ τῆς λέξεως τῆς οὕτω καὶ ἐν τῇ ὕλῃ τῶν ζῴων τὸ περίττωμα τῆς συστάσεως τροφή ἐστι ταὐτόν ἐστι τῷ ἡ σύστασις τοῦ περιττώματος καὶ τοῦ καταμηνίου τροφὴ γίνεται τῇ καρδίᾳ. ὡς γὰρ εἴρηται, εἰς δύο διαιρεθὲν τὸ καταμήνιον τὸ μὲν ἓν μέρος ἀναλίσκεται εἰς διαγραφήν τε ἅμα καὶ τροφὴν τῆς καρδίας καὶ τοῦ εὐθὺς μετ’ αὐτὴν γινομένου ὀμφαλοῦ, τὸ δὲ λοιπὸν εἰς διαγραφὴν τῶν ἄλλων μορίων πάντων. θαυμάσαι δὲ δίκαιον τὸ τῆς φύσεως εὐμήχανον πῶς τρόπον τινὰ ἡ καρδία τὴν καρδίαν τρέφει. ἡ μὲν γὰρ μητρικὴ καρδία γεννᾷ πᾶν τὸ αἷμα τῆς μητρός, ἀφ’ οὗ καὶ τὸ καταμήνιον, ἐκ δὲ τοῦ κατα- μηνίου τρέφει τε τὰ ἄλλα μόρια καὶ αὐτὴ τρέφεται ἡ τοῦ ἐμβρύου καρδία· ὥστε ἡ καρδία τρέφει τὴν καρδίαν. ἐν δὲ τῇ λέξει τῇ καὶ τοῖς ζῴοις αὐτοῖς ὅταν ἀπολυ|θῶσιν θῶσιν ἐκ τῆς ἐν αὐτοῖς τροφῆς ὑποστικτέον εἰς τὸ ἀπολυθῶσιν, εἶτα ἐπακτέον τὸ ἐκ τῆς ἐν αὐτοῖς τροφῆς. καὶ τὸ μὲν ἀπολυθῶσι σημαντικόν ἐστι τοῦ ὅταν χωρισθῶσιν ἀπὸ τῆς ὑστέρας καὶ ἐξέλθωσι θύραζε. ἡ δὲ πᾶσα τοῦ ῥητοῦ διάνοια τοιαύτη· τις ἄν εἴη· ὥσπερ γὰρ τὰ φυτὰ διὰ τῶν ῥιζῶν ἐκ τῆς γῆς τὴν τροφὴν λαμβάνουσιν, ὁμοίως δὲ καὶ ἡμεῖς καὶ ἵπποι καὶ τὰ ὅμοια διὰ τῶν φλεβῶν τῶν συναπτουσῶν πρὸς τὴν ἑκάστου κοιλίαν ἀπὸ τῆς ἐν αὐτῇ τῇ κοιλίᾳ οὔσης τροφῆς (ταύτην γὰρ εἶπεν ἐν αὐτοῖς τροφήν), οὕτω καὶ ὁ ἀπὸ τῆς ὑστέρας λαμβάνει τὴν τροφήν. Ἡ διὰκρισις γίνεται τῶν μορίων οὐχ ὥς τινες ὑπολαμβάνουσι, διὰ τὸ πεφυκέναι φέρεσθαι τὸ ὅμοιον πρὸς τὸ ὅμοιον. Τοῦ διακριθῆναι τὰ μόρια ἀπ’ ἀλλήλων, οἷον τοὺς πόδας ἀπὸ τῆς κεφαλῆς, καὶ τὴν μὲν ἄνω γενέσθαι, τοὺς δὲ κάτω, καὶ ὅλως τοῦ πάντα τὰ ἑκάστου τῶν ζῴων μέρη κεῖσθαι ἐν ᾧ τυγχάνουσιν ὄντα αἰτίαν ἀπεδίδου Ἐμπεδοκλῆς τὸ φέρεσθαι τὸ ὅμοιον πρὸς τὸ ὅμοιον. ἔλεγε γάρ, ἐπειδὴ τὰ μὲν κοῦφα πέφυκε φέρεσθαι ἄνω, πάντα δὲ τὰ κοῦφα ᾗ κοῦφα ὅμοια, τῶν μερῶν ὅσα μέν εἰσι κοῦφα, κατέσχε τὸν ἄνω τόπον, ὅσα δὲ βαρέα, τὸν κάτω, τὰ δὲ μεταξὺ τὸν μέσον. ἐπισκώπτει οὖν ὁ Ἀριστοτέλης λέγων ὡς εἰ τοῦτο ἦν ἀληθές, ἔδει πάντα τὰ ὀστᾶ, εἰ κοῦφα ἦσαν, ἄνω εἶναι, εἰ δὲ βαρέα, κάτω, καὶ μὴ τὰ μὲν ἄνω τὰ δὲ κάτω, ὁμοίως δὲ καὶ τὰ λοιπὰ πάντα. σαφῶς δὲ τὰ ἑξῆς ἀπαγγέλλει, πλὴν ὅτι ἐν τῇ λέξει τῇ οὕτως ἡ τῆς θρεπτικῆς ψυχῆς δύναμις δεῖ ἐν τῷ δύναμις τελείαν στίξαι, εἶτα τὸ ὥσπερ καὶ ἐν αὐτοῖς τοῖς ζῴοις καὶ τοῖς φυτοῖς καὶ τὸ λοιπὸν τῆς λέξεως ὡς ἄλλο τι καθ’ αὑτὸ ἐπακτέον. ἦν δ’ ἂν σαφέστερον, εἰ προέταξε τὸν καί σύνδεσμον οὕτω, καὶ ὥσπερ ἐν αὐτοῖς τοῖς ζῴοις. ἐπεὶ δέ, φησίν, ἐκ τῆς αὐτῆς ὕλης ἄχρι τοῦ θανάτου τρέφεται, ἐξ ἧς ἀρχῆθεν συνέστη (αἷμα γὰρ ἀμφότεραι), δῆλον ὅτι καὶ ἡ ποιοῦσα ὢ δύναμις τὸ αὐτὸ τῷ ἐξ ἀρχῆς, τουτέστιν ἡ αὐτὴ τῇ ἐξ ἀρχῆς, πλὴν ὅτι ἐξ ἀρχῆς μὲν ἀσθενεστέρα ἦν, ὕστερον δὲ μείζων, τουτέστιν ἰσχυροτέρα. εἰπὼν δὲ ὅτι ἡ δύναμις ἡ ὕστερον ἡμῖν ἐνοῦσα παρ’ ὅλον τὸν τῆς ζωῆς χρόνον ἡ αὐτή ἐστι τῇ ἐξ’ ἀρχῆς, μό|νῳ τούτῳ διαφέρουσα τῷ ἰσχυροτέρῳ καὶ ἀσθενεστέρῳ, σαφηνίζων τίς ἐστιν αὕτη ἡ δύναμις ἐπήγαγεν εἰ οὖν αὕτη ἐστὶν ἡ θρεπτικὴ ψυχή, αὕτη ἐστὶ καὶ ἡ γεννῶσα, τουτέστιν ἐπειδὴ ἡ ἐξ ἀρχῆς ἡμῖν ἐνοῦσα ἡ θρεπτική ἐστιν, αὕτη ἐστὶ καὶ ἡ ὕστερον ἐνοῦσα, ὑφ’ ἧς οὐ μόνον τρεφόμεθα ἀλλὰ καὶ γεννῶμεν, καὶ τοῦτ ἐστὶν ἡ ἑκάστου φύσις· ἡ γὰρ ἑκάστου φύσις εστὶ κυρίως και φαίνεται ἐν τῷ γεννᾶν οἷον αὐτό· αἴσθησις δὲ καὶ λόγος διὰ τὸ εὖ σύνεισι τοῖς ἐν ὄις εἰσιν. Καίτοι τις ἀπορήσειε διὰ τίν᾿ αἰτίαν, εἴπερ ἔχει τὸ θῆλυ τὴν ψυχήν. Τὸ καίτοι τις ἀπορήσειεν ἴσον ἐστὶ τῷ ἀπορήσειεν δ’ ἄν τις. εἰπὼν δὲ ὅτι ἡ ἑκάστου φύσις ἡ θρεπτική ἐστιν, ἥτις ἅμα καὶ γεννητική, ἀπορεῖ πάνυ εὔλογον ἀπορίαν. ἀπορήσειε δ’ ἄν τις λέγων, εἰ ἡ ἑκάστου φύσις ἡ θρεπτική ἐστι ψυχή, δῆλον ὅτι τὸ τοῦ ἄρρενος σπέρμα οὐδὲν ἄλλο εἰσάγει ἢ ταύτην· εἴπερ οὖν ἔχει ταύτην καὶ τὸ θῆλυ, πρὸς δὲ τῷ ἔχειν αὐτὴν ἔχει καὶ τὴν ὕλην τὸ περίττωμα, τί προσδεῖται τοῦ ἄρρενος, ἀλλ’ οὐκ αὐτὸ ἐξ ἑαυτοῦ γεννᾷ καὶ χωρὶς τοῦ ἄρρενος; τὴν γὰρ ψυχὴν καὶ φύσιν, ἣν εἰσάγει τὸ ἄρρεν, ταύτην ἔχει ἐν ἑαυτῷ. λύει οὖν τὴν ἀπορίαν λέγων ‘αἴτιον δὲ καίπερ ἔχον τὸ θῆλυ ἐν ἑαυτῷ τὴν τοιαύτην ψυχὴν τοῦ μὴ γεννᾶν, ὅτι τὸ ζῷον τοὺ φυτοῦ διαφέρει κατὰ τὴν αἴσθησιν, τὴν δὲ αἰσθητικὴν ψυχὴν μόνον τὸ ἄρρεν παρέχειν δύναται᾿. εἰ γὰρ ἠδύνατο τὸ θῆλυ πρὸς τῇ θρεπτικῇ ψυχῇ διδόναι καὶ τὴν αἰσθητικήν, μάτην ἄν ἦν τὸ ἄρρεν· οὐδὲν δὲ μάτην ἡ φύσις οὐδ’ ὁ θεὸς ποιεῖ. ἐπεὶ οὖν τῷ ζῴῳ τὸ εἶναί ἐστι τῷ αἴσθησιν ἔχειν, ταύτην δὲ τὸ ἄρρεν μόνον δύναται διδόναι, ἀναγκαίως ἄρ’ οὐκ ἐξ ἑαυτῶν τίκτει τἂ ζῳοτόκα, ἀλλὰ πλησιάσαντα τῷ ἄρρενι. ὅτι δέ, φησί, δίδωσι καὶ τὸ θῆλυ χωρὶς τοῦ ἄρρενος τὴν θρεπτικὴν ψυχήν, δῆλον ἐκ τῶν ὑπηνεμίων ᾠῶν· τρέφεται γάρ, φησί, καὶ αὔξεται. ὑπὲρ ὧν, φησί, καὶ ἀπορήσειεν ἄν τις, πως ζῶσιν· ὅτι μὲν γὰρ ζῶσι τὰ ὑπηνέμια δῆλον· τρέφονται γὰρ καὶ αὔξονται, πᾶν δὲ τὸ τρεφόμενον καὶ αὐξόμενον ζῇ. ποίαν οὖν ζῶσι ζωήν; οὔτε γὰρ ὡς τὰ γονιμα ζῶσιν οὔτε παντελῶς εἰσιν ἄψυχα, ὥσπερ ὁ λίθος. μαρτύριον δὲ του ζῆν αὐτὰ ἐπήγαγε τὸ ἔστι γὰρ καὶ τούτων φθορά τις καὶ θάνατος· ὅταν γὰρ οὔρια γένηται, ἐφθάρθαι φαμὲν αὐτά. ὡς καὶ αὐτὸς προιὼν ἐρεῖ. ζητήσας οὖν, ποίαν τὰ ᾠὰ ταῦτα ζῇ ζωήν, λέγει ὅτι τὴν θρεπτικὴν μόνην καὶ | ἐπὶ τούτῳ οὐκ ἀποτελεῖται ζῷον ἐξ αὐτοῦ· δεῖται γὰρ καὶ τῆς αἰσθητικῆς. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη· τὰ δὲ κατὰ τὰς λέξεις καὶ πρῶτον τὴν μὴ ἐνούσης αἰσθητικῆς ψυχῆς ἢ ἐνέργειᾳ ἡ δυνάμει, καὶ ἡ πῇ ἢ ἁπλῶς, δυνάμει μέν ἐστιν ἐν πᾶσι τοῖς μέρεσι τῶν ζῴων ἡ αἰσθητικὴ ψυχὴ ἐν ὕπνοις, ἐνεργείᾳ δὲ ἐγρηγορόσι, καὶ ἁπλῶς μὲν ἐν τῷ νεύρῳ ἅπαντι καὶ τῇ σαρκὶ ἁπάσῃ καὶ τοῖς τοιούτοις, πῇ δὲ ἐν τοῖς δακτύλοις, ἐν τῇ κεφαλῇ· οἱ γὰρ ὄνυχες καὶ αἱ τρίχες ἐπιεικῶς ἀναίσθητοι. τὸ δὲ τὸ γὰρ εἰρημένον ἦν τὸ ἄρρεν εἶναι ταὐτόν ἐστὶ τῷ τῷ γὰρ ἄρρενι τὸ εἶναι οὐδὲν ἄλλο ἐστὶν ἡ τὸ εἰρημένον, τοῦτο δὲ ἦν τὸ τοῦτο μόνον δύνασθαι διδόναι τὴν αἰσθητικὴν ψυχήν. ὲν δὲ τῷ πῶς τις αὐτῶν τὰ ᾠὰ φήσει ζῆν τὸ αὐτῶν περὶ τῶν ὀρνίθων εἴρηται· πῶς οὖν φήσειέ τις αὐτῶν τῶν τὰ ὑπηνέμια τικτόντων ὀρνίθων τὰ ᾠὰ| ζῆν; Εἰ δὲ ἔστι τι γένος ὃ θῆλυ μὲν ἐστιν, ἄρρεν δὲ μὴ ἔστι κεχωρισμένον. Εἰπὼν ὅτι τοῦ ἄρρενος ἡ οὐσία καὶ τὸ εἶναί ἐστιν ἐν τῷ μόνον αὐτὸ δύνασθαι τὴν αἰσθητικὴν διδόναι ψυχήν, ἐπήγαγεν εἰ δ᾿ ἔστι τι γένος ὃ θῆλυ μέν ἐστιν, ἄρρεν δὲ μὴ ἔστιν, ἐν τούτῳ δοίη ἂν τὸ θῆλυ καὶ τὴν αἰσθητικὴν ψυχὴν καὶ γεννήσει ἐξ ἑαυτοῦ. σαφῆ δὲ τὰ περὶ τῶν ὀρνίθων. λέγει δὲ εἶναι καὶ ἐν τῷ τῶν ἰχθύων γένει ζῷα οὔτε θήλεα οὔτε ἄρρενα, οἷον αἱ ἐγχέλυες· ἐκ σηπομένης γὰρ καὶ αὗται γίνονται ὕλης ὡσπερ καὶ οἱ καλούμενοι γῆς ἔντερα σκώληκες· οὗτοι γάρ, ὡς ἐρεῖ, μεταβάλλουσιν εἰς ἐγχελύων φύσιν. τὸ δὲ συνείρεται τὸ ἐφεξῆς ἴσον ἐστὶ τῷ τόδε μετὰ τόδε γίνεται, οἷον μετὰ τὴν καρδίαν φλέβες καὶ μετὰ τὰς φλέβας ἄλλο, καὶ οὕτως ἐφεξῆς τὰ λοιπά. καὶ ὅ, φησί, βούλονται λέγειν τινὲς τῶν φυσικῶν, ὅτι φέρεται τὸ ὅμοιον πρὸς τὸ ὅμοιον, οὐχ οὕτω δεῖ νομίζειν ὡς τόπον ἐκ τόπου μεταβάλλουσιν, ἀλλ’ ὅτι ἑκάστου τῶν μορίων περιγραφὴ μαλακότητα ἢ σκληρότητα δεχομένη γίνεται ἐνεργείᾳ, ὃ ἦν δυνάμει. ὡς γὰρ τὸ σκιαγραφηθὲν ὅμοιον ἦν τῇ δυνάμει τῷ ὕστερον διὰ τῶν χρωμάτων τελειωθέντι ζῴῳ οὕτω καὶ αἱ τῶν μορίων ἑκάστου διαγραφαί. εἰσὶ μὲν οὖν πάντα τὰ τοῦ ζῴου μέρη διαγεγραμμένα· ὃ δ’ ἐστὶν ἐπιτηδειότερον καὶ μᾶλλον ἐγγίζον τῇ ἐνεργεία, τοῦτο καὶ τελειοῦται πρῶτον· ὅτι δὲ ἡ καρδία πρώτῃ τῶν ἄλλων γίνεται, δῆλον καὶ ἀπὸ τοῦ τελευταίου. τὸ γὰρ πρῶτον πάντων | γεγονὸς ὕστερον πάντων φθείρεται· ὕστερον δὲ πάντων φθείρεται ἡ καρδία, αὕτη ἄρα πρώτη τῶν ἄλλων γίνεται. ὃ γάρ ἐστιν ἀναγκαιότατον καὶ οὗ ἄνευ τὰ ἄλλα εἶναι οὐ δύναται, τοῦτο πρῶτον ποιεῖ, καὶ τοῦτο σκέπει καὶ μάλιστα τῶν ἄλλων περιέπει. τὸ δὲ διαυλοδρομεῖν δῆλον ἔσται ἐπὶ χρώματος τὸν λόγον ποιησαμένοις. γίνεται μὲν οὖν πρῶτον ἐκ τοῦ λευκοῦ τὸ ἐρυθρόν, εἶτα τὸ ἁλουργόν, εἶτα τὸ πράσινον, εἶτα τὸ φαιόν, εἶτα ἔστω γε τὸ μέλαν· εἰ οὖν μέλλει ἡ φύσις παλινδρομῆσαι καὶ οἷον δίαυλον δραμεῖν, φθείρεται πρῶιον τὸ μέλαν, ὃ ὕστερον πάντων γέγονεν, εἶτα τὸ φαιὸν καὶ ἑξῆς τὸ πράσινον καὶ μετὰ τοῦτο τὸ ἁλουργὸν καὶ ὕστερον πάντων τό ἐρυθρόν, ὅπερ πρῶτον πάντων γέγονεν· ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν ζώων. φαίνεσθαι δὲ λέγει πρότερον τὰ μείζονα διὰ τὸ μέγεθος, καίτοι πλὴν τῆς καρδίας ἅμα πάντων διαγραφέντων· αὕτη γὰρ μόνη πάντων πρώτη διαγράφεται καὶ τελειοῦται, εἶθ’ οὕτως ἡ ἐν αὐτῇ ψυχὴ διαγράφει ὁμοῦ τὰ ἄλλα πάντα. ἐν δὲ τῇ λέξει τῇ οὐδ’ ἔνια γινόμενα πρότερον τὸ γινόμενα ἀντὶ τοῦ διαγραφέντα εἴληπται. οὐ γὰρ πρότερον φέρε εἰπεῖν διεγράφη ἡ κεφαλή, εἶτα ἐτελειώθη, καὶ οὕτως αἱ χεῖρες, ἀλλ’ ἅμα πάντα διεγράφη· τελειοῦται δὲ πρότερον τὸ ἐπιτηδειότερον καὶ ἀναγκαιότερον. ὅσα γὰρ τῶν κυημάτων διά τινα νόσον διὰ εἴκοσιν ἡμερῶν τῆς συλλήψεως ἢ ἐλαττόνων τῶν εἴκοσιν ἢ καὶ πλειόνων θύραζε ἐπεπτώκει, πάντα ὡράθη ἔχοντα ἅπαντα τὰ μέρη τοῦ ζῴου διαγεγραμμένα. λέγει δὲ πρῶτον διαρθροῦσθαι τὰ ἐντός, καὶ τῶν ἐντὸς τὰ ἄνω τοῦ ὑποζώματος, οἷον πνεύμονα καὶ τὰ ἄλλα· ἡ γὰρ καρδία, ὡς πολλάκις εἴρηται, πρώτη τῶν ἄλλων διαρθροῦται. ἐπὶ δὲ τῶν ἐντόμων τοὐναντίον συμβαίνει· ὕστερον γάρ, φησίν, ἐπὶ τούτοις αὔξεται τὰ ἄνω. Διορίζεται δὲ τὰ μέρη τῶν ζῴων πνεύματι, οὐ μέντοι οὔτε τῷ τῆς γεννώσης οὔτε τῷ αὐτοῦ. Τὸ μὲν τῆς λέξεως τοιοῦτον· διορίζεται δὲ τὰ μέρη τῶν ζῴων, οὔτε μέντοι τῷ τῆς γεννώσης πνεύματι οὔτε τῷ ἑαυτοῦ, καθάπερ τινὲς τῶν φυσικῶν φασιν. εἰ γὰρ μὴ οὕτω τὴν λέξιν μετατάξομεν, ἀδιανόητος καὶ ὅλως ἐναντία τοῖς ἐπαχθεῖσι φαίνεται. ὃ δὲ λέγει, δῆλον ἔσται πρότερον ἐκθεμένοις τὴν δόξαν, πρὸς ἣν αὕτη ἡ λέξις ἐνίσταται. ἐπειδὴ καὶ ὁ πνεύμων καὶ τὸ ἧπαρ ἐσχισμένα φαίνεται καὶ οἱονεὶ ἕκαστον τούτων διπλοῦν, ἀλλὰ καὶ οἱ ὀφθαλμοὶ κεχωρισμένοι ἀπ’ ἀλλήλων καὶ τὰ ὦτα καὶ αἱ χεῖ|ρες καὶ τὰ λοιπὰ πάνθ’ ὁμοίως, τὴν αἰτίαν τοὐ διορισμοῦ καὶ χωρισμοῦ ἀποδιδόναι τινὲς πειρώμενοι ἔλεγον ὅτι τὸ πνεῦμα, ὅπερ ἀναπνεῖ ἡ μήτηρ καὶ τὸ ἐν τῇ γαστρὶ αὐτῆς ἔμβρυον (ἀναπνεῖ γὰρ καὶ τοῦτο τῇ ὑστέρᾳ ὄν) τὸ δὴ πνεῦμα ἀμφοτέρων, φασίν, διιὸν διακρίνει καὶ δια- χωρίζει ταῦτα ἀπ’ ἀλλήλων, ὥσπερ ἔλεγον καὶ οἱ Πυθαγόρειοι ὅτι τὸ κενὸν καὶ τὸ πνεῦμα τὸ ἀναπνεόμενον ὑπὸ τοῦ οὐρανοῦ χωρίζει τὰ ζῷα ἀπὸ τῶν δένδρων καὶ Σωκράτην ἀπὸ Πλάτωνος καὶ ὅλως πάντα ἀπὸ πάντων. πρὸς τὴν δόξαν οὖν ταύτην τὴν λέγουσαν ὅτι τὸ ἀναπνεόμενον ὑπό τε τῆς μητρὸς ὑπό τε τοῦ ἐμβρύου πνεῦμα διαχωρίζει τὰ τοῦ ἐμβρύου μόρια ἀπ’ ἀλλήλων ἐνιστάμενος λέγει ὅτι κεχωρισμένα μέν εἰσιν ἀληθῶς ταῦτα, ἀλλ’ οὐ τῷ ἀναπνεομένῳ ἢ ὑπὸ τῆς μητρὸς ἡ ὑπὸ τοῦ ἐμβρύου πνεύματι, ἀλλ’ ὑπὸ τῆς δημιουργούσης αὐτὰ φύσεως. ἐλέγχει δὲ τὴν δόξαν πρὸς ἄλλοις καὶ ἀπὸ τῶν νεοττῶν· οὗτοι γὰρ ἐξ ᾠῶν γίνονται ἐκτὸς ὄντων τῆς τεκούσης αὐτὰ ὄρνιθος. εἰ μὲν γὰρ ἐντὸς τῶν ᾠῶν ὄντων ἐν τῇ ὑστέρᾳ μετέβαλλον εἰς ζῷα, ἦν ἂν λέγειν ὅτι τὸ ἀναπνεόμενον πνεῦμα ὑπὸ τῆς ὄρνιθος διορίζει αὐτά. ἐκτὸς δ’ ὄντων τί ἂν εἴποιμεν; καὶ τοῦ κυνὸς δὲ τὰ βλέφαρα διὰ τί οὐκ ἐν τῇ μήτρᾳ διίσταται ἀναπνέοντος καὶ αὐτοῦ καὶ τῆς κυνός, ἀλλὰ γεννᾶται τυφλὸς ἔχων τὰ βλέφαρα συμπεφυκότα, ὕστερον δὲ μετὰ εἴκοσιν ἡμέρας διίσταται καὶ ὁρᾷ; πνεῦμα μὲν οὖν, φησίν, ἀναγκαῖον εἶναι ἐν πάσῃ τῇ σαρκὶ ἐγκατῳκοδομημένον καὶ τοῖς ἄλλοις ἅπασι μέρεσιν· ὑγροῦ γὰρ ὄντος τοὐ πνεύματος καὶ τοιωσδὶ πεττομένου ἀνάγκη σὺν τῇ σαρκὶ καὶ τοῖς ἄλλοις γενέσθαι πνεῦμα· ὅμως τοῦτο οὐκ ἔστι τὸ διαιροῦν ταῦτα ἀπ’ ἀλλήλων, ἀλλ’ ἡ φύσις, ὥσπερ εἴρηται. Τῶν δ’ ἀρχαίων τινὲς φυσιολόγων τί μετὰ τί γίνεται 51r τῶν μορίων ἐπειράθησαν λέγειν. Κακίζει τοὺς φυσικοὺς διὰ τὰς αἰτίας ἃς ἀπεδίδουν τοῦ πρῶτον μὲν γίνεσθαι τὴν καρδίαν ἢ τὸν ἐγκέφαλον, δεύτερον δὲ τόδε καὶ τρίτον τόδε καὶ ἐφεξῆς τὰ λοιπά. ἔλεγον οὗν ὅτι ὅπερ ἔχει τὸν οὗ ἕνεκα λόγον, τοῦτο γίνεται πρῶτον, ὃ δὲ τὸν τούτου ἕνεκα, ὕστερον, καὶ πιστοῦσθαι τὸν οἰκεῖον ἐπειρῶντο λόγον ἐκ τῶν τέχνων λέγοντες· ὥσπερ γὰρ ἐπὶ τῆς αὐλητικῆς οὗ μὲν ἕνεκα ὁ αὐλητής ἐστι, τούτου δὲ ἕνεκα ὁ αὐλός, καὶ πρῶτον μὲν γίνεται ὁ αὐλητής, εἶθ’ οὕτως οἱ αὐλοί (μάτην γὰρ ἂν ἦσαν οἱ αὐλοὶ τοῦ δυναμένου χρῆσθαι μὴ ὄντος), οὕτως ἔλεγον καὶ ἐπὶ τῶν φυσικῶν πρῶτον μὲν ἀναγκαῖον γίνεσθαι τὸ οὗ ἕνεκα καὶ οὕτως τὸ τούτου ἕνεκα. ἐγκαλεῖ γοῦν αὐτοῖς λέγων, εἰ χρὴ οὕτως ἀποδιδόναι, συμβήσεται τὸ αὐτὸ καὶ ἓν τοῦ αὐτοῦ | καὶ ἑνὸς ἅμα εἶναι καὶ πρότερον καὶ ὕστερον, ὅπερ ἀδύνατον· ὁ γὰρ διδάσκαλος, ᾗ διδάσκαλος, ἕνεκεν τοῦ μαθητοῦ ἐστιν, ὥστε ἔσται πρότερον ὁ μαθητὴς ὡς οὗ ἕνεκεν, ὕστερον δὲ ὁ διδάσκαλος ὡς τούτου ἕνεκα. ἀλλὰ μήν ἐστιν ὁ διδάσκαλος, ᾗ διδάσκαλος, καὶ πρότερος τοῦ μαθητοῦ· ὁ διδάσκαλος ἄρα καὶ πρότερος καὶ ὕστερος τοῦ μαθητοῦ, ᾗ ὁ μὲν διδάσκαλος ὁ δὲ μαθητής, ὅπερ ἀδύνατον. λέγει οὖν ἠπατῆσθαι αὐτοὺς διὰ τὸ διττὸν καὶ ὁμώνυμον εἶναι τὸ τούτου ἕνεκεν. λέγεται γὰρ τούτου ἕνεκεν καὶ τὸ κινοῦν καὶ ποιοῦν, οἷον ὁ διδάσκαλος, λέγεται δὲ τούτου ἕνεκεν καὶ τὸ ὄργανον· καὶ γὰρ ὁ διδάσκων τὴν αὐλητικὴν καὶ οἱ αὐλοὶ ἕνεκεν τοῦ μανθάνοντος τὴν αὐλητικήν εἰσι. γεννητικὸν γὰρ εἶπε τὸ ποιοῦν, οἷον τὸν διδάσκαλον, ὀργανικὸν δὲ τὸ ὄργανον, οἷον τοὺς αὐλούς. λέγει οὖν ὁ Ἀριστοτέλης ὅτι τῶν τούτου ἕνεκα τὸ μὲν ὡς ὄργανον ἐνδέχεται ὕστερον γεγενῆσθαι τοῦ οὗ ἕνεκεν, τὸ δὲ πο.οῦν ἀδύνατον. τριῶν οὖν ὄντων, ἑνὸς μὲν τοῦ οὗ ἕνεκα καὶ τοῦ τέλους, δευτέρου δὲ τοῦ τούτου ἕνεκα (καὶ τοῦτό ἐστιν ἡ κινητικὴ ἀρχὴ καὶ γεννητική· ἐκ παραλλήλου γὰρ κεῖται τὸ τῆς ἀρχῆς τῆς γεννητικῆς καὶ κινητικῆς) καὶ τρίτου τοῦ χρησίμου, οἷον τοῦ ὀργάνου ᾧ χρῆται τὸ τέλος (ὁ γὰρ μαθητής, ὃς ἦν τὸ τέλος, χρῆται τῷ αὐλῷ), πρῶτον ὑπάρχειν τὸ ποιοῦν, οἷον ἡ καρδία· καὶ γὰρ εὐθὺς τοῦτο τὸ μόριόν ἐστιν ἓν καὶ κυριώτατον τοῦ τέλους, τουτέστι καὶ γὰρ εὐθὺς ἐν τῇ συστάσει ἀπὸ τῶν μερῶν τοῦ τέλους λέγων τέλος τὸ ὅλον ζῷον) τοῦτο τὸ κινητικὸν καὶ κυριώτατον πρῶτον γέγονε καὶ ἔστιν. εἶτα γίνεται τὸ ὅλον καὶ τὸ τέλος, λέγων ὅλον καὶ τέλος τἂ ἄνωθεν τοῦ διαζώματος· ὅλον γὰρ κυρίως καὶ τέλος καὶ ζῷον τὰ ἄνωθεν τοῦ διαζώμα|τός εἰσι. καὶ τρίτον καὶ τελευταῖον γίνονται τὰ ὀργανικά, οἷον πόδες, ἔντερα καὶ τὰ ὅμοια. ἀρχὴν δὲ καὶ τέλος εἶπε τὴν καρδίαν, διότι ἐν τῇ γεννήσει πρῶτον αὕτη γίνεται, ἐν δὲ τῇ φθορᾷ φθείρεται ἐσχάτη καὶ ὕστερον πάντων. ὥστε τῶν μορίων τῶν ὀργανικῶν ὅσα ἐστὶ γεννητικὰ τὴν φύσιν, τουτέστι ποιητικά (ταῦτα δέ ἐστιν ἥ τε καρδία καὶ τὸ ἀνάλογον) ἀεὶ δεῖ πρότερον ὑπάρχειν αὐτά. τὸ γὰρ ἄλλου τινὸς ἕνεκεν ὄν, μὴ ὡς ὄργανον δέ, ἀλλ’ ὡς ἀρχὴ καὶ ὡς ποιοῦν, ἀνάγκη προυπάρχειν τῶν ὑπ’ αὐτοῦ γενησομένων· ὅσα δὲ μὴ τοιαῦτα τῶν ἄλλου ἕνεκεν, ὕστερον, τουτέστιν ὅσα δὲ ἀπὸ τῶν ἄλλου ἕνεκα μὴ ἔστι τοιαῦτα, ἤτοι ποιητικά, ἀνάγκη ὕστερον γίνεσθαι. ἐπεὶ οὖν, ὡς εἴρηται, διττόν ἐστι τὸ τούτου ἕνεκεν, οὐ ῥᾴδιον διελεῖν καὶ ἁπλῶς εἰπεῖν ὅτι τῶν τούτου ἕνεκεν πρότερόν ἐστι τὸ οὗ ἕνεκεν, ἢ ἀνάπαλιν· παρεμπίπτοντα γὰρ καὶ ἐμφαινόμενα τοῖς ὀργάνοις τὰ ποιητικὰ καὶ κινητικὰ τῶν μορίων οὐκ ἐᾷ ἁπλῶς ἀποφαίνεσθαι περὶ αὐτῶν, ἀλλ’ ἀνάγκη λέγειν ὅτι τῶν τούτου ἕνεκεν τὰ μέν εἰσι πρότερα οἷον τὰ ποιητικά, τὰ δὲ ὕστερα, οἷον τὰ ὀργανικά. διὸ πρῶτον μὲν γίνεται ἡ καρδία ὡς ποιητικὴ τῶν ἄλλων, εἶτ’ εὐθὺς τὸ ἄνω κύτος. γινομένου δὲ καὶ τελειουμένου πρῶτον ἀνάγκη τὰ ἄνω φαίνεσθαι μέγιστα τοῖς ἐμβρύοις, τὰ περὶ τὴν κεφαλὴν καὶ τὰς χώρας, ἐν αἷς εἰσιν οἱ ὀφθαλμοί· τελειωθέντων γὰρ τῶν ἄνω, ἀτελῶν δὲ ἔτι ὄντων τῶν κάτω καὶ μόνῃ διαγραφῇ τὸ εἶναι ἐχόντων ἀνάγκη μείζω φαίνεσθαι τὰ ἄνω. ἐν τῇ λέξει δὲ τῇ ἀρχὴ δὲ ἐν μὲν τοῖς ἀκινήτοις τὸ τί ἐστιν ἀκίνητα τὰ μαθήματα λέγει· ἐν τούτοις γὰρ ἀρχαὶ οἱ ὅροι εἰσίν. ἐν δὲ τοῖς ἄλλοις, φησίν, ἤδη πλείους· τέτταρες γάρ, ὕλη εἶδος ποιητικὸν τέλος· οὐ πᾶσαι δὲ τὸν αὐτὸν τρόπον εἰσὶν αἰτίαι, ἀλλὰ τὸ μὲν ὑλικὸν ὡς συνόν, ὁμοίως καὶ τὸ εἰδικόν, τὸ δὲ ποιητικὸν ὡς περιτιθὲν τὸ τοιονδὶ εἶδος περὶ τὴν τοιαύτην ὕλην, καὶ τὸ τελικὸν ἄλλως. γίνεται οὖν, φησίν, ἡ καρδία πρώτως, ἐκ δὲ ταύτης αἱ φλέβες διατεταμέναι, καθάπερ οἱ τοὺς κανάβους γράφοντες ἐν τοῖς τοίχοις. κάναβος δέ ἐστιν ἡ δεξαμενή, ἣν κινστέρναν ἡ Ῥωμαίων οἶδε γλῶσσα καλεῖν. ὥσπερ γὰρ οἱ ζωγράφοι ἐν τοῖς τοίχοις ζῷα παντοδαπὰ γράφουσιν, οὕτω καὶ κανάβους καὶ ὕδατα, τὸ μὲν δῆθεν ἐξερχόμενον ἐκ τοῦ μέρους τοῦδε τοῦ κανάβου, τὸ δὲ ἐξ ἄλλου. ὡς οὖν τὰ πολλὰ ταῦτα γεγραμμένα ὕδατα ἀρχὴν μίαν ἔχει τὸν γεγραμμένον κάναβον, οὕτω, φησί, καὶ αἱ φλέβες πᾶσαι τὴν καρδίαν· τὰ γὰρ μέρη, ἤτοι αἱ φλέβες, περὶ ταύτας ἤτοι τὰς καρδίας εἰσίν. Ἡ δὲ γένεσίς ἐστιν ἐκ τῶν ὁμοιομερῶν ὑπό ψύξεως καὶ θερμότητος. Ἐντεῦθεν τοὺς τρόπους ἐκτίθεται, καθ’ οὓς ἕκαστον τῶν ὁμοιομερῶν γίνεται, καὶ πρὸς τούτοις λέγει καὶ τὰ ποιητικὰ τούτων αἴτια, τίνα εἰσίν. ὑπὸ θερμότητος δὲ λέγει αὐτὰ γίνεσθαι καὶ ψύξεως· συνίσταται γὰρ καὶ πήγνυται τὰ μὲν θερμῷ, τὰ δὲ ψυχρῷ. διαπιδύουσα γάρ, φησί, τουτέστιν ὥσπερ ἱδρὼς ἐξερχομένη (τὸ γὰρ διαπιδύειν δηλωτικόν ἐστι τοῦ διαπιδύουσα οὖν, φησίν, ἡ τροφή, τουτέστι τὸ λεπτότατον καὶ καθαρώτατον αἷμα διὰ τῶν ἀπείρων σχεδὸν ἐν ἑκάστῃ φλεβὶ ἀδήλων πόρων (καθάπερ καὶ τὸ κεραμεοῦν ἀγγεῖον τὸ μὴ καλῶς ὀπτηθέν· καὶ γὰρ καὶ τοῦτο ἱδροῖ ἐμβληθέντος ἐν αὐτῷ ὕδατος) καὶ προσκρινόμενον τῇ ἐνούσῃ ἡμῖν ἐνεργείᾳ σαρκὶ γίνονται σάρκες. οὐδὲν γὰρ ἄλλο φησὶν εἶναι τὸ τῶν σαρκῶν ὑλικὸν αἴτιον ἢ τὸν τῶν φλεβῶν ἱδρῶτα, ὅστις πάλιν ἱδρὼς οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ λεπτότατον καὶ καθαρώτατον τοῦ ἐν ταῖς φλεψὶν αἵματος. καὶ πῶς ἡ διαπιδύουσα καὶ ὥσπερ ἱδρὼς ἐξερχομένη τροφὴ σάρκες γίνονται, ἐπήγαγε τὸ ὑπὸ τοῦ ψυχροῦ συνιστάμεναι. θερμότατος γὰρ ὢν ὁ πόρος τῆς φλεβός, ἐν ᾧ τυγχάνει ὂν τὸ αἷμα, ψυχρότερος δὲ ὁ ἐκτὸς ἅπας (λέγω δὲ ἐκτὸς ἅπαντα τὸ ὅλον πάχος τῆς σαρκός) ἐμπεσοῦσα εἰς τοῦτον ἡ τροφὴ ὑγρὰ καὶ θερμὴ οὖσα πήγνυται ὑπὸ τῆς φύσεως ὡς δι’ ὀργάνου τοῦ ψυχροῦ καὶ γίνεται σάρξ. καὶ ἐπὶ τούτῳ τήκονται θερμῷ· ὅσα γὰρ πήγνυται ψυχρῷ, τήκεται θερμῷ, ὡς ἐν τῷ τετάρτῳ τῶν Μετεώρων μεμαθήκαμεν. ὅσα μὲν οὖν ὑγρὰ καὶ θερμὰ τῶν ἀνατελλόντων ἤτοι διεξερχομένων ὥσπερ ἱδρὼς ἀπὸ τῶν φλεβῶν, σάρκες γίνονται· ὅσα δὲ ἂν ἀνατείλῃ καὶ ἐξέλθῃ λίαν γεηρὰ καὶ πάνυ ὀλίγην ἔχοντα θερμότητα καὶ ὑγρότητα, ταῦτα ψυχόμενα ἐξατμιζομένου τοῦ ὑγροῦ μετὰ τοῦ θερμοῦ ὑπὸ τῆς ψύξεως ὄνυχες γίνονται καὶ ὁπλαὶ καὶ κέρατα. διὸ καὶ μαλάττονται τῷ πυρί· οὐ γὰρ τήκεται· πᾶν γὰρ τὸ τηκόμενον, ὡς ἐν τῷ προειρημένῳ τῶν Μετεώρων μεμαθήκαμεν, ὑγρότητα ἔχει, ὄνυχες δὲ καὶ τὰ τοιαῦτα οὐκ ἔχουσι διὰ τὸ ἐξατμισθῆναι μετὰ τοῦ θερμοῦ. οὐδὲν οὖν τῶν γεηρῶν πυρὶ τήκεται, ἀλλὰ μᾶλλον ἔνια τῶν τοιούτων μα|λάττεται τοῖς ὑγροῖς. εἰ γὰρ κέλυφος ᾠοῦ ἐμβληθὲν εἰς ὕδωρ ποιήσει ἐν αὐτῷ ἡμέρας ἱκανάς, ἐκβληθὲν μαλάττεται ὥσπερ κηρὸς σχεδόν. τὰ δὲ νεῦρα, φησί, καὶ τὰ ὀστᾶ συνίσταται ὑπὸ τῆς ἐντὸς θερμότητος ξηραινομένης τῆς ὑγρότητος· ξηρὸν γὰρ καὶ τὸ νεῦρον τὴν φύσιν, ὥσπερ ὁρῶμεν τὰ τῶν τεθνηκότων βοῶν καὶ ἄλλων πολλῶν. αὕτη δὲ ἡ φύσις ἡ δημιουργοῦσα πάντα τὰ μόρια ὀργάνοις χρωμένη τῷ θερμῷ καὶ ψυχρῷ οὐ τὸ τυχὸν ὑφ’ ἑκατέρου τούτων οὐδ’ ἀπὸ τῆς τυχούσης ὕλης δημιουργεῖ, ἀλλὰ τὸ πεφυκὸς καὶ ᾗ καὶ ὅτε πέφυκεν. ἡ δὲ θερμότης ἡ ἐν τῷ σπέρματι, φησί. παραπλήσιον ἀποτελεῖ τοῖς ἔξω συνισταμένοις, λέγων ἔξω συνιστάμενα τὰ ὑπὸ τῶν μαγείρων πυρὶ ἑψόμενα κρέη, χέδροπα, ἰχθύας, τὰ ὅμοια· ὡς γὰρ ἐπὶ τούτων συμμέτρου ὄντος τοῦ πυρὸς καλῶς ἕψεται τὸ κατασκευαζόμενον ὑπὸ τοῦ μαγείρου, εἰ δὲ πλεονάζει, φθείρεται καὶ κατακαίεται, εἰ δὲ ἐλλείπει, μεμολυσμένον γίνεται, τοιοῦτόν τι συμβαίνει καὶ ὑπὸ τοὺ ἐν τῷ σπέρματι θερμοῦ. τοῖς δ’ αὐτομάτως, φησί, συνισταμένοις, οἷον σκώληξι καὶ τοῖς τοιούτοις, αἰτία τῆς τούτων γενέσεως ἐστιν ἡ τῆς ὥρας κίνησις καὶ θερμότης. ἡ δὲ ψῦξίς ἐστι στέρησις θερμότητος, καὶ χρῆται ἀμφοτέραις τῇ τε ψύξει καὶ τῇ θερμότητι ἡ φύσις· ἕνεκεν γάρ τινος τὰ μὲν ποιοῦσα σκληρὰ τὰ δὲ μαλακὰ χρῆται τούτοις ὡς ὀργάνοις πρὸς ταῦτα. λέγει δὲ τὸ δέρμα γίνεσθαι ξηραινομένης ὑπὸ τῆς ψύξεως τῆς σαρκός, οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλὰ καὶ διὰ τὸ τὴν διαπιδύουσαν τροφὴν μετ’ αὐτῆς συνεξάγειν γλισχρότητα· τῆς γὰρ ὑγρότητος, μεθ’ ἧς συνεξέρχεται, ἀπατμιζούσης, αὐτῆς δὲ τῆς γλισχρότητος ἐναπομενούσης ἐν τῇ σαρκί (οὐ γὰρ δύναται ἀπατμίζειν) καὶ ξηραινομένης γίνεται ἐν ὅσοις μὲν οὖν ἐστιν ἡ τοιαύτη γλισχρότης αὐχμηρὰ καὶ λίαν γεώδης, ξηραινομένη γίνεται ὄστρακον, ὥσπερ τῶν ὀστρέων, ἐν ὅσοις δὲ λιπαρωτάτη ὥσπερ ἐν τοῖς ἐναίμοις καὶ ὀλίγον τὸ γεῶδες ἔχουσα, δέρμα. σημεῖον δὲ τοῦ λιπαρὰν αὐτὴν εἶναι· καὶ γὰρ ἐν τοῖς μὴ λίαν γεώδεσιν ὑποκάτω τοῦ δέρματος ἀθροίζεται πιμελῶδες, ὡς οὕσης λιπαρᾶς τῆς γλισχρότητος. ὅτι δὲ ὑπὸ τὸ δέρμα ἀθροίζεται πιμελῶδες, δῆλον ἐπὶ τῶν χοίρων. καὶ ταῦτα μὲν οὕτως. ἡ δὲ καρδία γίνεται παντὸς τοῦ ζῴου πρῶτον, ὅτι ἀρχή ἐστι τῶν αἰσθήσεων· ἐν αὐτῇ γὰρ ἡ αἰσθητικὴ ψυχή. διὰ τὸ δεῖν δὲ καταψύχεσθαι καὶ εἰς συμμετρίαν ἄγεσθαι τὴν θερμότητα αὐτῆς, ἄνω ᾗ τελευτῶσιν αἱ ἀπ’ αὐτῆς βεβλαστηκυῖαι φλέβες, συνίστησιν ἡ φύσις τὸ ψυχρόν, τουτέστι τὸν ἐγκέφαλον, αἵτινες φλέ|βες τὴν ἀπ’ αὐτοῦ ψυχρότητα διακομίζουσι πρὸς τὴν καρδίαν. διὸ καὶ εὐθὺς μετὰ τὴν καρδίαν τελειοῦται τὰ περὶ τὴν κεφαλήν, ἵνα ψύχῃ τὴν καρδίαν. ἔστι δὲ ὁ ἐγκέφαλος ἐξ ἀρχῆς, ὅτε ἕκαστον τῶν τοὺ ζῴου μορίων διαπλάττεται καὶ τελειοῦται, πολὺς καὶ ὑγρός, καὶ διὰ τοῦτο ἡ χώρα αὐτοῦ ἡ κεφαλὴ μεγάλη· ὕστερον δὲ τελειωθέντος τοῦ ζῷου πέττεται, καὶ γίνεται αὐτός τε ὀλίγος καὶ κεφαλὴ βραχυτέρα. Ἔχει δ’ ἀπορίαν τὸ περὶ τοὺς ὀφθαλμοὺς συμβαῖνον τῶν ζῴων. μέγιστοι μὲν γὰρ ἐξ ἀρχῆς φαίνονται καὶ πεζοῖς καὶ πλωτοῖς, τελευταῖοι δὲ γίνονται. Τὸ γίνονται ἀντὶ τοῦ τὴν προσήκουσαν αὐτοῖς τελειότητα λαμβάνουσι. μεταξὺ δὲ χρόνον λέγει καθ’ ὃν γίνεται τὰ ἄλλα μέρη· ἐπειδὴ γὰρ πρῶτον πάντων ἡ καρδία τελειοῦται, ὕστερον δὲ πάντων οἱ ὀφθαλμοί, ἔστιν ἄρα μεταξύ τις χρόνος καθ’ ὃν ἐτελειώθησαν τὰ λοιπά. τὸ δὲ συμπίπτουσιν ἴσον ἐστὶ τῷ βραχύτεροι γίνονται. τὸ δὲ ἀπορούμενον τοιοῦτόν ἐστι, διὰ τί οἱ ὀφθαλμοὶ ἐξ ἀρχῆς, ὅτε καὶ αὐτοὶ ἀδιάρθρωτοί εἰσιν ἔτι καὶ ἀτελεῖς καὶ τὰ λοιπὰ ὁμοίως μέρη πλὴν τῆς καρδίας, μέγιστοι φαίνονται, ἐν δὲ τῷ μεταξὺ χρόνῳ κατὰ βραχὺ σμικρύνονται, τέλος δὲ τελειωθέντες ὑποπολλαπλάσιοι αὐτοὶ ἑαυτῶν γίνονται. ἀπορήσας οὖν λύει λέγων αἴτιον δὲ τοὐ συμβαίνοντος ὅτι τὸ τῶν ὀφθαλμῶν αἰσθητήριον (λέγων αἰσθητήριον τὸ κρυσταλλοειδές· ἐν αὐτῷ γὰρ ἡ ὀπτικὴ δύναμις· ὀφθαλμοὺς δὲ τοὺς περιέχοντας αὐτὸ χιτῶνας) ἔστι μὲν ἐπὶ πόρων, τουτέστι κεῖται μὲν εἰς τέλος καὶ πλήρωμα φλεβῶν· ταύτας γὰρ εἶπε πόρους· αἴτιον οὖν τοῦ συμβαίνοντος ὅτι τὸ κρυσταλλοειδές ἐστι καὶ κεῖται εἰς τέλος καὶ πλήρωμα φλεβῶν, ἐστὶ δὲ τὸ κρυσταλλοειδὲς ἴδιον καὶ ἕτερον τῶν ἄλλων αἰσθητηρίων. καὶ πῶς ἕτερόν ἐστιν ἐκείνων κατασκευάζων ἐπήγαγε καὶ οὐ προυπάρχον ἐν τῷ τόπῳ. οὐ γὰρ ὥσπερ τὰ τῶν ἄλλων αἰσθήσεων αἰσθητήρια, οἷον οἱ πόροι ἢ αἱ σάρκες, εὐθὺς προϋπάρχουσι περιγεγραμμένα καὶ δυνάμει ὄντα τόδε τι, ὥσπερ καὶ τὸ ἐν τοῖς τοίχοις σκιαγραφηθὲν ὑπὸ τοῦ ζωγράφου δυνάμει ἐστὶ τόδε τι· οὐ δὴ ὥσπερ τὰ τῶν | ἄλλων αἰσθητήρια προυπάρχει, οὕτω καὶ τὸ κρυσταλλοειδὲς προυπάρχει δυνάμει, εἶθ’ ὕστερον ἐνεργείᾳ γίνεται, ἀλλ’ ἀπὸ τῆς τοῦ ἐγκεφάλου ὑγρότητος τελειωθέντος καὶ ἐνεργείᾳ γενομένου ἀποκρίνεται τὸ καθαρώτατον καὶ φέρεται διὰ τῶν φλεβίων εἰς τοὺς χιτῶνας. ὥστε ἐπειδὴ ὁ ἐγκέφαλος τὸ πρῶτον πολύς ἐστι καὶ ὑγρός, ἀνάγκη καὶ τὸ τοιοῦτον κρυσταλλοειδὲς πολὺ εἶναι καὶ μέγεθος ἔχειν καὶ ὄγκον, καὶ δι’ αὐτὸ καὶ τοὺς χιτῶνας ἐν οἷς ἐστιν, ὕστερον δὲ συμπίπτειν καὶ βραχύτερον καὶ αὐτὸ καὶ τοὺς χιτῶνας γίνεσθαι διὰ τὸ καὶ τὸν ἐγκέφαλον ὕστερον συνίστασθαι καὶ τελειοῦσθαι. τέλειος μὲν γάρ ἐστι καὶ ὅτε τὸ ἔμβρυον ἅπαν τελειωθῇ, ἀλλὰ πάντῃ τελειοῦται, ὅταν τὸ καλούμενον βρέγμα ἀποστρακωθῇ. ἡ μὲν οὗν διάνοια αὕτη, τὰ δὲ κατὰ τὰς λέξεις τοιαῦτα· τὸ μὲν τῆς ἁφῆς, φησί, καὶ γεύσεως αἰσθητήριον ἢ σῶμά ἐστιν ἤ τι τοῦ σώματος, πρόσκειται δὲ τὸ ἤ τι τοῦ σώματος, ὅτι οὐ βούλεται οὕτω τὴν σάρκα ἢ τὸ ἀνάλογον εἶναι τὸ αἰσθητήριον, ἀλλὰ τὸ ἐγκατῳκοδομημένον ἐν πάσηί τῇ σαρκὶ πνεῦμα. ἐν δὲ τῇ λέξει τῇ ἡ δὲ ὄσφρησις καὶ ἡ ἀκοὴ πόροι λείποι ἄν, οἶμαι, τὸ εἰσὶ δὲ τὰ τούτων αἰσθητήρια᾿, ἵνα ᾖ τὸ πλῆρες ‘ἡ δὲ ὄφρησις καὶ ἡ ἀκοή, εἰσὶ δὲ τὰ τῆς ὀφρήσεως καὶ ἀκοῆς αἰσθητήρια πόροι συνάπτοντες πρὸς τὸν ἀέρα τὸν θύραθεν᾿. καὶ εἴη ἄν τὸ τῆς λέξεως συνεχὲς τοιοῦτον· ἡ δὲ ὄσφρησις καὶ ἡ ἀκοὴ γίνονται ἀπὸ τῆς καρδίας, εἰσὶ δὲ αὐτῶν τὰ αἰσθητήρια πόροι (λέγων πόρους τὰ ὦτα καὶ τοὺς μυκτῆρας), οἵτινες πόροι ἅπτονται μὲν τοῦ θύραθεν ἀέρος διὰ τὸ μὴ εἶναι κενόν, πεπληρωμένοι δ’ εἰσὶ συμφυοῦς πνεύματος. ἐστι γὰρ ἐν αὐτοῖς, ὡς ἐν τοῖς Περὶ ψυχῆς εἴρηται καὶ ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν, ἐγκατῳκοδομημένον πνεῦμα, ὅπερ σύμφυτον πνεῦμα ὢ περαίνει πρὸς τὰ φλέβια τὰ περὶ τὸν ἐγκέφαλον· ἄχρι γὰρ τούτων ἐστὶ τὸ πνεῦμα, περαιτέρω δ’ οὐ προβαίνει. ἐν δὲ τῇ λέξει τῇ οἳ φέροντι ἀπ’ αὐτῶν πρὸς τὴν μήνιγγα τὴν περὶ τὸν ἐγκέφαλον, ἀπ’ αὐτῶν μὲν λέγει τῶν ὀφθαλμῶν, μήνιγγα δὲ τὸν ὑμένα τὸν περιέχοντα τὸν ἐγκέφαλον· ἐν τούτῳ γὰρ [τῷ μήνιγγι] περαιοῦνται τὰ φλέβια, ἀλλ’ οὐχ ὥσπερ φασί τινες ἐν τῷ βάθει τοῦ ἐγκεφάλου. ἐν δὲ τῇ τούτου δὲ τεκμήριον τούτου λέγει τοῦ ἀποκρίνεσθαι ἀπὸ τῆς τοῦ ἐγκεφάλου ὑγρότητος τὸ καθαρώτατον. τὸ δὲ ὅτι καὶ τὴν ἐν τῇ καρδίᾳ θερμότητα καθαρωτάτην ἀντὶ τοῦ θερμοτάτην εἴληπται ἥτις εὐκρατοῦται ὑπὸ τοῦ ἐγκεφάλου· σημεῖον δὲ τοῦ μᾶλλον εὐκρατοῦσθαι ἡ διάνοια. ἐν δὲ τῇ ὁμοίως δὲ καὶ τῶν | μορίων ὅσα δεῖ κινεῖν μόρια λέγει χεῖρας πόδας βλέφαρα· οὐδὲ ταῦτα γὰρ δύνανται τὰ παιδία ἐξ ἀρχῆς κρατεῖν καὶ οἷ βούλονται φέρειν· ἥπτοντο γὰρ ἄν καὶ ἐβάδιζον. οὐ κρατεῖ δέ, διότι ἡ ἀρχὴ τῆς κινήσεως, ἥτις ἐστὶν ἡ καρδία ἢ ἡ ἐν τῇ καρδίᾳ ψυχή, ὀψὲ καὶ βραδέως κρατεῖ τῶν ἄνωθεν, ὕστερον δὲ πάντων κρατεῖ τῶν μορίων ἐκείνων, ὅσα μὴ συνῆρται πρὸς αὐτήν. τὰ γὰρ βλέφαρα ἀπηρτημένα εἰσὶν αὐτῆς καὶ σχεδὸν καθ’ ἑαυτά, ὁμοίως καὶ τὰ κῶλα, οἷον πόδες. ἐπεὶ οὖν οὐδὲν ποιεῖ περίεργον ἡ φύσις, οὔτε πρὸ τοῦ δύνασθαι κινεῖν τὰ βλέφαρα τὸ ζῷον ποιεῖ τοὺς ὀφθαλμοὺς οὔθ’ ὕστερον. εἰ γὰρ ἐποίησε, τουτέστι παντελῶς ἐτελείωσε τοὺς ὀφθαλμούς, οὐδὲν δὲ κινεῖν ἠδύνατο τὰ βλέφαρα, μάτην ἄν ἦσαν γεγονότες. ὥστε ἡνίκα δύναται κινεῖν καὶ διαχωρίζειν τὰ ἄνω βλέφαρα ἀπὸ τῶν κάτω, τότε καὶ οἱ ὀφθαλμοὶ τελειοῦνται. δῆλον οὖν ὅτι τὰ παιδία, ὅτε θύραζε ἐκπεσεῖται, ἀτελεῖς ἔχει τοὺς ὀφθαλμούς. τελευταῖα δὲ τὰ βλέφαρα δύναται κινεῖν διὰ τὸ σφόδρα κρατούσης τῆς κινήσεως εἶναι τὸ κινεῖν καὶ τὰ οὕτω πόρρω τῆς ἀρχῆς, τουτέστιν εἰ μὴ γὰρ σφόδρα ἐπικρατὴς γένηται ἡ κινοῦσα ἀρχή, οὐ δύναται κινεῖν τὰ βλέφαρα καὶ τὰ ἄλλα, ὅσα οὕτω πόρρω εἰσὶν αὐτῆς· ὀψὲ δὲ γίνεται ἐπικρατεστάτη καὶ ἰσχυρά, ὀψὲ ἄρα ἀνάγκη κινεῖν καὶ τὰ κῶλα καὶ τὰ βλέφαρα. δηλοῖ δὲ τὸ ὀψὲ κρατεῖν τῶν βλεφάρων τὸ καίτοι πάμπαν ὀλίγον ἔχοντα βάρος καὶ ἐπὶ τούτῳ κοῦφα σχεδὸν ὄντα τὴν φύσιν μὴ δύνασθαι κινεῖν αὐτὰ ἐξ ἀρχῆς ἀλλ’ ὕστερον, ὥστε βραδέως κρατεῖν ἡ φύσις καὶ κινεῖν αὐτὰ δύναται. Τῶν δ’ ἄλλων γίνεται μορίων ἕκ|αστον ἐκ τῆς τροφῆς. Εἰπών, τίσιν ὀργάνοις χρωμένη ἡ φύσις καὶ τρόποις ποίοις ποιεῖ τὸ χόριον, τὸ δέρμα, τοὺς ὀφθαλμούς, νῦν προτίθεται εἰπεῖν καὶ περὶ τῶν ἄλλων, οἷον σαρκὸς καὶ τῶν λοιπῶν αἰσθητηρίων, ὀστῶν τε καὶ ὀδόντων καὶ νεύρων. πρὸ δὲ τῆς τῶν λεγομένων σαφηνείας ἄξιον ὑπομνησθῆναι καὶ ῥηθῆναι τὰ πολλάκις εἰρημένα, ὅτι ἡ ἐν τῷ σπέρματι ψυχὴ πρῶτον μὲν διαγράφει, εἶθ’ οὕτω τελειοῖ τὴν καρδίαν, καὶ ἐν αὐτῇ ἐγκατοικήσασα πρῶτον μὲν διαγράφει καὶ οἱονεὶ σκιαγραφεῖ ἅπαντα ὁμοῦ τὰ μόρια ἐκ τῆς ὕλης, ἐξ ἧς καὶ τῆς γονῆς συνέστη τὸ κύημα, εἶτ’ ἐκ τῆς ὑστέρας λαμβάνουσα τὴν τροφὴν διὰ τοῦ ὀμφαλοῦ αὔξει καὶ τελειοῖ τὰ μὲν ἐπιτηδειότερα καὶ τιμιώτερα πρῶτον (ταῦτα δὲ ἦσαν τὰ ἄνωθεν ὑποζώματος), καὶ τούτων πάλιν τὰ μὲν πρότερον, τὰ δ’ ὕστερον, ὕστερον δὲ πάντων τελειοῖ τὰ ὀργανικά, οἷον πόδας, τὰ ὅμοια. τούτων οὕτως ὑπομνησθέντων τὰ λεγόμενά εἰσι τοιαῦτα· ὥσπερ γάρ, φησίν, ὁ ἀγαθὸς οἰκονόμος τοῦ ἀληλεσμένου σίτου τὸ μὲν καθαρώτερον καὶ βέλτιον, οἷον τὸ σταῖς, ἀπεργάζεται ἄρτον τοῖς ἐλευθέροις καὶ τοῖς δεσπόταις, τὸ δὲ χεῖρον τοῖς δούλοις, τὸ δ’ ἔτι χεῖρον, οἷον τὰ πίτυρα, χοίροις καὶ ἀλεκτρυόσι καὶ τοῖς ὁμοίοις (ταῦτα γὰρ εἶπε συντρεφόμενα), οὕτω καὶ ἡ φύσις· τὰ μὲν γὰρ τιμιώτατα καὶ μετειληφότα τῆς κυριωτάτης ἀρχῆς, οἷον σάρκες καὶ τὰ λοιπὰ αἰσθητήρια, γίνονται ἤτοι τρέφονται καὶ τελειοῦνται ὑπὸ τῆς φύσεως διὰ τοῦ καθαρωτάτου καὶ πεπεμμένου καὶ λόγον ἔχοντος τῆς σεμιδάλεως ἧς τροφῆς καθαρωτάτης ἐκ τῆς ὑστέρας λαμβάνει· ἐκ δὲ τοῦ ἧττον πεπεμμένου καὶ περιττώματος καὶ τῇ τῶν δούλων τροφῇ ἀναλογοῦντος τὰ ὀργανικά, οἷον πόδες, ἔντερα, κοία, τὰ ὅμοια· ἐκ δὲ τοῦ περιττώματος ταύτης πάλιν καὶ πιτύροις ἀναλογοῦντος τρίχες ὁπλαί, ὄνυχες κέρατα, τὰ ὅμοια. ὥσπερ γὰρ τῆς πρώτης καὶ καθαρωτάτης τροφῆς, ἀφ’ ἧς τρέφονται τὰ τιμιώτατα, ἦν τι περίττωμα καὶ ὑπόλειμμα, ὑφ’ οὗ περιττώματος λέγομεν τρέφεσθαι τὰ ἀναγκαῖα μόρια, οἷον τὰ ὀργανικά, οὕτως ἐστὶ τρίτον, ὅπερ ἐστὶν ὑπόλειμμα καὶ περίττωμα τῆς δευτέρας τροφῆς, ὑφ’ οὗ τρίτου τρέφονται ὄνυχες ῥύγχη κέρατα, τὰ ὅμοια. ἐπὶ τούτῳ γὰρ ἔσχατα ταῦτα πάντων γίνεται καὶ τελειοῦται, ὅτι καὶ ἡ τοιαύτη περίττωσις ἐσχάτως ἀναφαίνεται· δεῖ γὰρ τὰ τιμιώτατα πρῶτον λαβεῖν τὴν πρώτην, ἵνα ταύτης ληφθείσης ἐαθῇ τὸ περίττωμα αὐτῆς, εἶτα τὰ ἀναγκαῖα λαβεῖν τὸ καθαρώτατον τοῦ περιττώματος τούτου, καὶ οὕτως ἀναφανήσεται ἡ ἐσχάτη ἡ πιτύροις ἀνάλογος. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια εἴρηται· τὰ δὲ κατὰ τὴν λέξιν θεωρητέον. θύραθεν οὖν λέγει νοῦν ἢ τὸν ἀγαθὸν οἰκονόμον ἢ τὸν δημιουργοῦντα τοὺς ἄρτους. ὅτι δὲ διττὸν τὸ περίττωμα, τὸ μὲν τῆς πρώτης τροφῆς, τὸ δὲ τῆς δευτέρας, ἐδήλωσε καὶ αὐτὸς πληθυντικῶς εἰπὼν ἐκ δὲ τῶν περιττωμάτων, ἀλλ’ οὐχ ἑνικῶς ἐκ δὲ τοῦ περιττώματος. ἐκ τούτου τε ἐδήλωσε τὸ διττὸν τοῦ περιττώματος καὶ ἐκ τοῦ συγκεχυμένως εἰπεῖν ὀστᾶ καὶ νεῦρα καὶ τρίχας· καίτοι οὐκ ἐκ τῆς αὐτῆς τροφῆς τρέφονται αἱ τρίχες, ἀφ’ ἧς τὰ ὀστᾶ, ἀλλ’ ὥσπερ ἐπὶ τῖς οἰκονομίαις τὸ μὲν λέγεται σεμίδαλις, τὸ δὲ περίττωμα τῆς σεμιδάλεως ἄλευρον, τὸ δὲ περίττωμα τῶν ἀλεύρων πίτυρον, οὕτω καὶ ἐν τῇ φύσει τὸ τρίτον, ὑφ’ οὗ τρέφονται αἱ τρίχες, τὰ ῥύγχη, τὰ ὅμοια, περίττωμα λέγεται περιττώματος· καὶ ὥσπερ ἐν ταῖς οἰκονομίαις ἐσχάτως ἀποκρίνεται τὸ πίτυρον, οὕτως ἐν τῇ φύσει ἡ τῶν ὁπλῶν καὶ τριχῶν καὶ ὀνύχων τροφή. καὶ εἰσὶ τὰ μὲν αἰσθητήρια καὶ πάντα τὰ τιμιώτερα ὥσπερ δεσπότης καὶ ἐλεύθερος, τὰ δ ὀστᾶ καὶ πάντα τὰ ὀργανικὰ δοῦλοι, τρίχες δὲ καὶ ὄνυχες καὶ τὰ τούτων συγγενῆ συντρεφόμενα σπερματικὴν δὲ περίττωσιν λέγει τὸ καταμήνιον, ἐν ᾧ πρώτως ἐσκιαγράφησε καὶ διέγραφεν ἡ ἐν τῇ καρδίᾳ ψυχὴ πάν|τα τὰ μόρια. εἰπὼν δὲ ὅτι ἐν τῇ πρώτῃ συστάσει γίνεται τὸ γίνεσθαι ἐνταῦθα ἀντὶ τοῦ διαγράφεσθαι καὶ σκιαγραφεῖσθαι λαβὼν) τὰ ὀστᾶ, τρέφεται δὲ καὶ τελειοῦται ἐξ ἧς καὶ τὰ ἀναγκαῖα μόρια, ἐπήγαγε ταύτης μέντοι αὐτῆς τὰ ὑπολείμματα, λέγων ταύτην τὴν πρώτην τροφήν. τὸ δὲ λεγόμενον οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘οὐχ ἀπλῶς λέγομεν τὰ ὀστᾶ τρέφεσθαι ἐκ τῆς πρώτης τροφῆς, ἀλλ’ ἐκ τῶν ὑπολειμμάτων καὶ περιττωμάτων τῆς πρώτης'. ὥσπερ γὰρ ἐν παντί, τουτέστιν ἐν πᾶσι τοῖς τοῦ ζώου μέρεσι, τὸ μὲν γίνεται καὶ ἔστι πρότερον καὶ τιμιώτερον, οὕτω καὶ ἐπὶ τῆς τροφῆς. ὅτι δὲ τὰ ῥύγχη καὶ αἱ ὁπλαὶ καὶ τὰ τοιαῦτα, ὅτε ἐξέλθῃ τὸ ζῷον, οἷον ὕδωρ εἰσί, μᾶλλον δὲ μυξώδη, ὕστερον δὲ καὶ συνίστανται καὶ στερεὰ καὶ τέλεια γίνονται, δῆλον τῇ αἰσθήσει. εἰπὼν δὲ ὅτι διὰ τοῦτο τὰ μὲν ὀστᾶ οὐκ ἀεὶ λαμβάνει αὔξησιν καὶ εἰπὼν ὅτι διὰ τὸν ὅρον τοῦ τῶν ζῴων μεγέθους ὅσον γάρ ἐστι τὸ τῶν ὀστῶν μῆκος καὶ ὁ ὄγκος, τοσοῦτόν ἐστι καὶ ἕκαστον τῶν ζῴων), ἐπειδὴ μὴ πᾶσαν τὴν αἰτίαν ἐπήγαγε τοῦ τίνος χάριν οὐκ ἀεὶ αὔξεται τὰ ὀστᾶ, ἀλλὰ μέρος τι τῆς ὅλης αἰτίας, ἐπηγγείλατο ὕστερον εἰπεῖν περὶ αὐτοῦ. ὑπολείπει δὲ ἡ τῶν τριχῶν τροφὴ ἐν τῷ πάμπαν ἐσχάτῳ γήρει εὐλόγως· ἐπειδὴ γὰρ περίττωμά ἐστιν ἡ τοιαύτη τροφὴ τῆς κατειργασμένης τροφῆς, ὅταν μὴ δύνηται τὴν πρώτην τροφὴν ἀλλοιῶσαι καὶ κατεργάσασθαι, δῆλον ὡς οὐδὲν περίττωμα ἔσται, ἐξ οὗ αἱ τρίχες τραφήσονται· εἰ δὲ τοῦτο, ἀνάγκη πίπτειν αὐτάς. ἐν ταῖς νόσοις δὲ αἱ τρίχες αὔξονται, τὰ δ’ ὀστᾶ μᾶλλον φθίνει, ὅτι συμφθίνει τῷ σώματι. Περὶ δὲ ὀδόντων ἀπορήσειεν ἄν τις. εἰσὶ γὰρ τὴν φύσιν τὴν αὐτὴν ἔχοντες τοῖς ὀστοῖς. Ὄτι μὲν οἱ ὀδόντες οὔκ εἰσιν ὀστᾶ, καὶ αὐτὸς προϊὼν ἐρεῖ· λέγει δὲ τὴν αὐτὴν ἔχειν φύσιν τοῖς ὀστοῖς διὰ τὸ ἐκ τῆς αὐτῆς τροφῆς τρέφεσθαι ἀφ’ ἧς καὶ τὰ ὀστᾶ. ὥστε τὸ καὶ γίνονται ἐκ τῶν ὀστῶν ταὐτόν ἐστι τῷ καὶ τρέφονται ἐκ τῆς αὐτῶν τροφῆς, τοῦτο δὲ ταὐτόν ἐστι τῷ καὶ τρέφονται ἐκ τῆς τροφῆς, ἐξ ἧς καὶ τὰ ὀστᾶ, ὥσπερ αὖ ὄνυχες ὁπλαί τε καὶ τὰ ὅμοια τρέφονται ἐξ ἧς καὶ τὸ δέρμα. σημεῖον δὲ τούτου παρέθετο τὸ συμμεταβάλλειν τὰς χρόας. εἰ γάρ ἐστι τὸ δέρμα μέλαν, καὶ οἱ ὄνυχες μέλανές εἰσι καὶ τὰ κέρατα· τῶν γὰρ Αἰθιόπων οἱ ὄνυχες μέλανες. ἐπεὶ οὖν οἱ μὲν ὄνυχες συμμεταβάλλουσι τῷ δέρματι τὰς χρόας, οἱ δὲ ὀδόντες οὐ συμμεταβάλλουσι λευκοὶ γὰρ οἱ τῶν Αἰθιόπων) οὐκ ἐκ τῆς αὐτῆς τρέφονται τροφῆς, ἐξ ἧς τὸ δέρμα, ἀλλ ἐξ ἧς τὰ ὀστᾶ. τὸ δὲ ἓν γὰρ τῶν ὀστῶν ἐστιν, ὅσα ἔχει ὀδόντας καὶ ὀστᾶ, ἴσον ἐστὶ τῷ οἱ γὰρ ὀδόντες ἕν τι γένος τῶν ὀστῶν εἰσι, τουτέστιν ἐκ τῆς αὐτῆς τρέφονται ἀφ’ ἧς καὶ τὰ ὀστᾶ τροφῆς, καὶ ἐπὶ τούτῳ οὐ συμμεταβάλλουσι τῷ δέρματι. βρωτικὰ δὲ καὶ μεγάλους μὴ ἔχοντα ὀδόντας λέγει τὰ ἀδηφάγα τῶν | ζῴων. τούτων γὰρ καταθραύονται οἱ ὀδόντες διὰ τὴν βραχύτητα· βραχεῖς γὰρ ὄντες οὐ δύνανται στέγειν πρὸς οὕτω συνεχῆ καὶ διόλου γινομένην λειτουργίαν. καὶ ἐπεὶ τοὺς μὲν πρὸς τὸ τέμνειν, τοὺς δὲ πρὸς τὸ λεαίνειν τὴν τροφὴν πεποίηκε τῶν ὀδόντων ἡ φύσις, εὐλόγως τὴν ὑπόλειψιν αὐτῶν πρὸς τῷ γήρει μεμηχάνηται· ὅταν γὰρ ἤδη μέλλῃ θνήσκειν φυσικῶς τὸ ζῷον, τότε ὡς μηκέτι χρείαν ἔχουσα τῶν ὀδόντων ἐᾶ αὐτοὺς πίπτειν, καὶ διὰ τοῦτο οἱ πλείους τῶν ἀνθρώπων ἐν γήρει ὀλίγους ἔχουσι τοὺς ὀδόντας. τὸ γὰρ συνάγει γὰρ εἰς τὸ γηρας και τὴν τελευτήν λέγει τελευτὴν τὸν θάνατον) τὴν ὑπόλειψιν τῶν ὀδόντων ἴσον ἐστὶ τῷ ἐᾷ τοὺς ὀδόντας ἡ φύσις πίπτειν καὶ ὑπολείπειν ἥδῃ, ἐγγὺς τοῦ θανάτου γινομένων ἡμῶν. τὸ δὲ καὶ γὰρ ἄν συνεχῆ τὴν αὔξησιν εἶχον, ὅμως ἂν ἄχρηστοι λεαινόμενοι πρὸς τὴν ἐργασίαν ἦσαν κατασκευαστικόν ἐστι τοῦ καὶ φύεσθαι πολλάκις· εἰ γὰρ καὶ συνεχῆ τὴν αὔξησιν εἶχον, ἀλλ’ ὅμως προστριβομένων ἀνάγκη ἦν λεαίνεσθαι αὐτοὺς καὶ ἀμβλύνεσθαι καὶ ἀχρήστους γίνεσθαι πρὸς τὴν τῆς τροφῆς ἐργασίαν· λεαινομένων δὲ καὶ ἀχρήστων γινομένων ἑπόμενον ἦν πίπτειν, φύεσθαι δὲ ἄλλους ὀξεῖς καὶ μένειν ἄχρις ἄν ἀμβλυνθῶσιν, εἶτα πίπτειν καὶ πάλιν ἄλλους φύεσθαι. τὸ δὲ διὸ καὶ πάλιν δύνανται φύεσθαι ἐκπεσόντες οὕτω ἀναγνωστέον ‘διὸ καὶ φύσαντες ἐκπίπτουσι᾿· τὸ γὰρ ἅπτεσθαι τῶν ὀστῶν καὶ μὴ συμπεφυκέναι αὐτοῖς οὐκ ἔστιν αἴτιον τοῦ φύεσθαι ἐκπεσόντας, ἀλλὰ τοῦ φύσαντας ἐκπίπτειν. εἰ μὲν γὰρ ἦσαν συνεχεῖς καὶ συμπεφυκότες τοῖς ὀστοῖς, οὐκ ἄν ἐξέπιπτον· νῦν δὲ ἐπειδὴ ἅπτονται, ἐκπίπτουσι. τὴν δὲ αἰτίαν τοῦ διὰ τί ἐκπεσόντες πάλιν φύουσιν ἐρεῖ ἐν τῷ τέ|λει τοὺ πέμπτου βιβλίου τῆς παρούσης πραγματείας. πάλιν δὲ τὸ διὸ τὴν αὐτὴν ἔχουσι φύσιν ταὐτόν ἐστι τῷ ἐκ τῆς αὐτῆς τροφῆς ἀφ’ ἧς τρέφονται, τὰ ὀστᾶ, τρέφονταί τε καὶ φύουσιν οἱ ὀδόντες. καὶ τότε, φησί, φύουσι καὶ ἀναβλαστάνουσιν οἱ ὀδόντες, ὅτε τὰ ὀστᾶ ἤδη ἔχει τὸν ἀριθμὸν τὸν αὐτῶν, λέγων ἀριθμὸν τὴν σκληρότητα καὶ τὸ τέλος· μετὰ γὰρ τὸ πάντα τὰ ὀστᾶ τὴν τελείαν σκληρότητα δέξασθαι, ἥπερ ἐστὶ τελειότης αὐτῶν μαλακὰ γὰρ ἐστι πρότερον καὶ διὰ τοῦτο καὶ ἀτελῆ), μετὰ τοῦτο δὴ φύονται οἱ ὀδόντες· δύναταί τις τὸν ἀριθμὸν ἀκούειν καὶ τὸ ποσόν· ἔστι γὰρ τὸ καλούμενον βρέγμα ἐκ τοῦ ἀριθμοῦ καὶ τῆς ποσότητος τῶν ὀστῶν, καὶ τότε λέγεταί τὸ ζῷον ὁ ἄνθρωπος ἔχειν τὸν ἅπαντα ἀριθμὸν τῶν ὀστῶν αὐτοῦ, ὅταν τὸ βρέγμα συστῇ, καὶ ἀπολήψεται τὴν αὑτοῦ φύσιν· καθολικωτέρα δὲ ἡ πρώτη ἐπιβολή. ὥστε ἐπειδὴ μετὰ τὸ συστῆναι τὸ βρέγμα καὶ πάντα τᾶι ὀστᾶ ἀπαρτισθῆναι καὶ τὴν τελείαν σύμπηξιν λαβεῖν καὶ σκληρότητα τοτὲ οἱ ὀδόντες φύονται, δῆλον ὅτι τὴν αὐτὴν αὐτοῖς τρέφονται τροφὴν· καὶ τὰ μὲν ἄλλα ζῷα γεννᾶται ἔχοντα ὀδόντας, ὁ δ’ ἄνθρωπος μὴ ἔχων· εἰ δὲ συμβῇ γεννηθέντα ἔχειν, παρὰ φύσιν ἔχει τοῦτο. λέγει δὲ ὅτι τὰ μὴ ἀμφώδοντα πάντα ἔχει ἐν ταῖς ὑστέραις τὰς καλουμένας κοτυληδόνας· εἰσὶ δὲ αἱ κοτυληδόνες σαρκία, σχῆμα ἔχουσαι ποτηρίου, ἐν αἷς ὥσπερ εἰς ἀγγεῖα εἰσέρχεται τὸ αἷμα, ὃ λαμβάνει ὁ ὀμφαλός. πάντα μὲν οὖν τὰ μὴ ἀμφώδοντα ἔχει τἀς κοτυληδόνας· τῶν δὲ ἀμφωδόντων ὅσων μὲν αἱ ὑστέραι πρὸς ταῖς ἄλλαις φλεψὶ ταῖς πυκναῖς καὶ πολλαῖς ἔχουσι καὶ μίαν τινὰ μεγάλην φλέβα διατείνουσαν, ταῦτα οὐκ ἔχουσι κοτυληδόνας διὰ τὸ ἐκπληροῦν τὴν τῶν κοτυληδόνων χρείαν τὴν μεγάλην φλέβα· ὅσα δὲ τὰς μὲν πολλὰς καὶ πυκνὰς ἔχει, μεγάλην δ’ οὐκ ἔχει, ταῦτα ἔχει κοτυληδόνας. ἕκαστον δὲ τῶν ἐχόντων αὐτὰς ἀνὰ μίαν ἔχει· οὐδὲν γὰρ ἔχει δύο κοτυληδόνας. καὶ τὸ μὲν χόριόν ἐστιν ἐκτὸς πάντων, οἱ δὲ λοιποὶ δύο ὑμένες ἐντὸς τοὐ χορίου. εὀλόγως δὲ καὶ αἱ κοτυληδόνες πρῶτον μέν εἰσι μεγάλαι,, κατὰ βραχὺ δὲ σμικρύνονται καὶ τέλος ἀφανίζονται. πρῶτον μὲν γὰρ ἐλάττονος ὄντος τοῦ ἐμβρύου καὶ ὀλίγην λαμβάνοντος τροφὴν ἀνάγκη τὴν κοτυληδόνα μεγάλην εἶναι, ἵνα δέχηται καὶ χωρῇ τὸ αἷμα, ὕστερον δὲ αὐξομένου καὶ πολλὴν λαμβάνοντος τροφὴν μειοῦσθαι διὰ τὸ καὶ τὴν εἰσερχομένην ἐν αὐτῇ τροφὴν ἐλάσσονα εἶναι τῆς πρότερον εἰσερχομένης. φλεγμασίαν δὲ λέγει τὴν φλεγμονὴν καὶ τὸ οἴδημα τὸ γινόμενον ἐν τοῖς μέλεσιν ἡμῶν διά τινα νόσον ἢ πρόσπταισμα. ἔστι γάρ, φησίν, ἐξάνθημα καὶ φλεγμονὴ ἡ κοτυληδών· ὥσπερ γὰρ τὸ ἐξάνθημα καὶ ἡ φλεγμονὴ κατὰ βραχὺ συνίσταται καὶ παύεται, οὕτω καὶ ἡ κοτυληδών. τὰ δὲ πολλὰ τῶν κολοβῶν ζῴων, ὁμοίως δὲ καὶ τῶν ἀμφωδόντων κοτυληδόνα μὲν οὐκ ἔχει, ἔχει δ’ ἀντ’ αὐτῆς μεγάλην φλέβα, ἐν ᾗ ἐρριζωμένος ὢν ὁ ὀμφαλὸς ἕλκει τὴν τροφὴν ἀπ’ αὐτῆς ὥσπερ καὶ ἀπὸ τῶν κοτυληδόνων. Ἐπεὶ δὲ τὰ μὲν μονοτόκα τὰ δὲ πολυτόκα τῶν τοιούτων ζώων ἐστίν. Τοιαῦτα ζῷ λέγει τὰ μὴ ἔχοντα κοτυληδόνας. ἐπεὶ οὖν, φησί, τῶν ζῴων τῶν μὴ ἐχόντων κοτυληδόνας τὰ μέν ἐστι μονοτόκα τὰ δὲ πολυτόκα, καὶ τὰ πλείω τῶν ἐμβρύων τὸν αὐτὸν <τρόπον> ἔχει ἑνί, τουτέστιν ὥσπερ τὸ ἓν ἔμβρυον ἐρρίζωται καὶ προσπέφυκε τῷ ὀμφαλῷ εἰ γὰρ ὁ ὀμφαλὸς προσπέφυκε τῷ ἐμ|βρύῳ, δῆλον ὅτι καὶ τὸ ἔμβρυον τῷ ὀμφαλῷ) ὥσπερ οὖν καὶ ἐπὶ τῶν μονοτόκων τὸ ἔμβρυον ἐρρίζωται ἐν τῷ ὀμφαλῷ, ὁ δ’ ὀμφαλὸς ἐν τῇ μεγάλῃ φλεβὶ τῇ ἀναλογούσῃ τῇ κοτυληδόνι, οὕτω καὶ ἐπὶ τῶν πολυτόκων ἕκαστον μὲν τῶν ἐμβρύων συμπέφυκε καὶ ἐρρίζωται ἐν τῷ οἰκείῳ ὀμφαλῷ, ἕκαστος δὲ τῶν ὀμφαλῶν ἐφεξῆς ἀλλήλοις ἐν τῇ εἰρημένῃ φλεβί. ἔστι δὲ τὸ τῆς λέξεως σονεχὲς ‘καὶ τὰ πλείω τῶν ἐμβρύων τὸν αὐτὸν τρόπον ἔχει τῷ ἑνί· πεφύκασι γὰρ τὰ ζῴα ἔ του ὀμφαλοῦ᾿. τὰ δ’ ἄλλα μεταξὺ εἴρηται. Οἱ δὲ λέγοντες τρέφεσθαι τὰ παιδία ἐν ταῖς ὑστέραις διὰ τοῦ σαρκίδιόν τι βάλλειν οὐκ ὀρθῶς λέγουσιν. Ἢσαν οἱ λέγοντες τὰ ἔμβρυα μὴ τρέφεσθαι διὰ τοὐ ὀμφαλοῦ, ἀλλὰ σάρκα τινὰ ὁμοίαν γλώσσῃ βάλλοντα ἐν ταῖς ὑστέραις ἕλκειν δι΄ ἀυτῆς τὴν τροφήν. λέγει οὖν μὴ καλῶς τοῦτο λέγειν αὐτούς· εἰ γὰρ ἠν τι τοιοῦτον γλωσσίδιον ἐν τοῖς ἀνθρώποις, ἦν ἂν καὶ ὲν τοῖς ἄλλοις ζῴοις, οὐ φαίνεται δ’ οὐδὲν πλὴν τοῦ ὀμφαλοῦ. ἄλλως τε, φησίν, ἐπειδή πάντα τὰ ἔμβρυα καὶ τὰ πλωτὰ καὶ τὰ πτηνὰ καὶ τὰ τῶν πεζῶν περιέχουσι λεπτοὶ ὑμένες, χωρίζοντες αὐτὰ ἀπὸ τῆς ὑστέρας, πῶς οἷόν τε ἦν ἐξέρχεσθαι δι ,5 αὐτῶν σαρκίδιόν τι., εἰ γὰρ καὶ συγχωρήσει τις εἶναι τοιοῦτόν τι σαρκίδιον, ὅμως ἀνάγκη κωλύεσθαι τοῖς ὑμέσι καὶ μὴ ἐᾶσθαι ἐξέρχεσθαι. ἀλλὰ μὴν οὐδ᾿ ἐν αὐτοῖς τοῖς ὑμέσιν ἔνεστι τοιοῦτον σαρκίδιον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἐν οἷς οὐδ’ αὐτοῖς ἐστι τοιοῦτον οὐδέν. οὔτε οὐν ὲν τοῖς ὑμέσιν ἐστὶ τοιοῦτον σαρκίον οὔτε διὰ τούτων, ἤγουν των υμενων, οὐδενὸς ἐνδέχεται ποιεῖσθαι τὴν ἀπόλαυσιν καὶ τὴν λῆψιν τῆς τροφῆς. λείπεται ἄρα διὰ τοῦ ὀμφαλοῦ. τὰ δὲ ᾠοτοκούμενα, φησίν, οτι ἔξω αὔξονται, φανερόν, καὶ γίνεται τὸ μὲν τοῦ ᾠοῦ νεοττός, τὸ δὲ τροφὴ εἰ δὲ τοῦτο, πῶς οἷόν τε ἐπὶ τούτων σαρκίδια λέγειν; Οὐκ ἀδιάφορα δὲ τῷ εἴδει λέγει τὰ ἑτεροειδῆ· εἰ γὰρ ἀδιάφορος Σωκράτης Πλάτωνος τῷ εἴδει, ἤγουν ὁμοειδής, τὰ οὐκ ἀδιάφορα δῆλον ὡς ἑτεροειδῆ. ἐπαναλαμβάνει δὲ πάλιν ταῦτα, ἴναι τού|τοις συνάψῃ τὰ περὶ τῶν ἡμιόνων. λέγει δὲ μίγνυσθαι ἐν τῇ Λιβύῃ καὶ τὰ μὴ ὁμοειδῆ διὰ τὴν σπάνιν τοῦ ὕδατος· συναθροιζόμενα γὰρ πάντᾳ εἰς τοὺς ἔχοντας νάματα τόπους ὀλίγοι δὲ πάμπαν οἱ τοιοῦτοι τόποι) μίγνυνται καὶ τὰ μηὁμογενῆ. καὶ τὰ γενόμενα ἐκ τῆς τῶν ἀνομοειδῶν ὁμιλίας καὶ τοὺ συνδυασμοῦ πάλιν μίγνυνται καὶ γεννῶσι· τὰ γὰρ γεννηθέντα ἄρρενα καὶ θήλεα ἐκ λύκου καὶ κυνὸς πάλιν αὐτὰ γεννῶσιν ἕτερα· μόνοι δὲ οἱ ὀρεῖς (λέγων ὀρεῖς τὸν ἄρρενα ἡμίονον καὶ τὴν θήλειαν) ἐξ ἀνομοειδῶν γενόμενοι οὐ γεννῶσι συνδυασθέντες, ἀλλὰ κἀν συμβαίῃ ποτε συλλαβέσθαι τὴν θήλειαν ἡμίονον, οὐ τελειοῖ τὸ συλληφθέν, ἀλλ’ ἀτελὲς καὶ νεκρὸν ἐκρίπτει αὐτὸ· Ἔστι δὲ τὸ πρόβλημα καθόλου μέν, διὰ τίνα αἰτίαν ἄγονον ἢ θῆλυ ἢ ἄρρεν ἐστίν. Ὃ λέγει δυνάμει τοιοῦτόν ἐστι· τὸ παρὸν πρόβλημά ἐστι καὶ καθόλου καὶ ἐπὶ μέρους, ἐπὶ μὲν ἀνθρώπων καὶ προβάτων καὶ τῶν τοιούτων ἐπὶ μέρους, ἐπὶ δὲ τῶν ἡμιόνων καθόλου. καὶ αἱ μὲν αἰτίαι, δι᾿ ἃς ἄνθρωποί τινες καὶ βόες καὶ πρόβατα ἄγονά ἐστι, πλείους εἰσί· καὶ γὰρ ἐκ γενετῆς, ἄν πηρωθῶσι τοὺς τόπους τοὺς πρὸς τὴν μῖξιν χρησίμους, οὗτοι δ’ εἰσὶν ὄρχεις, ὑστέραι, αἰδοῖα. εἰ γὰρ ἔτι ἐν τῇ μήτρα ὄντος τοῦ ἐμβρύου διά τινα νόσον καταμαρανθῇ ἡ ὑστέρα, εἰ θῆλυ ὂν τὸ ἔμβρυον τυγχάνει, ἢ τὸ αἰδοῖον ἢ οἱ ὄρχεις, εἰ ἄρρεν, ἀνάγκη ἄγον διὰ τέλους εἶναι τὰ τοιαῦτα ζῷα· καὶ αἱ μὲν γυναῖκες, φησίν, ὧν ἂν αἰ ὑστέραι καταμαρανθεῖεν, οὐχ ἡβῶσι, τουτέστιν οὐ τριχοῦνται τὴν ἥβην, οἱ δὲ ἄρρενες οὐ γενειῶσιν, ἀλλ’ εὐνουχίαι διατελοῦσιν, τουτέστιν ἀτρίχωτον ἔχουσι τὴν γένυν ὥσπερ οἱ εὐνοῦχοι. τὰ μὲν οὖν διὰ ταῦτα οὐ γεννῶσι, τοῖς δὲ προϊούσης τῆς ἡλικίας τὸ αὐτὸ συμβαίνει πάσχειν, λέγων τὸ αὐτὸ τὸ μὴ γεννᾶν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἄλλοι δὲ ἐκ γενετῆς οὐδέν τι τοιοῦτον πάσχουσι, συμβαίνει δ’ αὐτοῖς τὸ μὴ γεννᾶν προϊούσης τῆς ἡλικίας, καίτοι ὑγιέσι γεννηθεῖσι, διά τινα νόσον. ὥσπερ γὰρ οἱ γεννῶντες τόποι πηροῦντι καὶ ἐν τῇ μήτρᾳ ὄντων τῶν ἐμβρύων, οὕτω καὶ μετὰ τὸ γεννηθῆναι καὶ αὐξηθῆναι διά τινας νόσους· καὶ τὰ μὲν ἐκ γενετῆς εἰσιν ἀνίατα πάν|τα, τῶν δὲ μετὰ τὴν γένεσιν τὰ μέν εἰσιν ἰατὰ καὶ ἰῶνται, τὰ δ’ οὔ. ἆρρενωποὺς δὲ λέγει γυναῖκας τὰς θερμοτάτας, γίνονται δ’ αὗται ἄγονοι διὰ τὸ μὴ ἔχειν περίττωμα διὰ τὴν πολλὴν θερμότητα· τὸ γὰρ περίττωμα διὰ ψυχρότητα γίνεται. θηλυκοὺς δὲ λέγει τοὺς ψυχροτάτους· λέγοι δ᾿ ἂν ἴσως καὶ θηλυκοὺς τοὺς ἔχοντας οἷον αἰδοῖον θήλεος καὶ ἀρρενωποὺς τὰς οἷον ἄρρενος· ὤφθησαν γὰρ πολλοὶ τοιοῦτοι. Διόπερ εὐλόγως βασανίζεται ταῖς πείραις τό γε τῶν ἀνδρῶν, εἰ ἄγονον, ἐν τῷ ὕδατι. Τῶν παλαιῶν ἐπειδάν τις ἤμελλε νυμφίον ἀγαγέσθαι εἰς τὴν ἑαυτοῦ θυγατέρα ἢ νύμφην εἰς τὸν υἱόν, εἰ μὲν ἦν γόνιμος, ἤγετο, εἰ δ’ ἄγονος, οὐδαμῶς· διὰ παιδοποιίαν γὰρ τότε ἀλλ’ οὐ πλούτου ἕνεκεν ἤγοντο τοὺς νυμφίους ἢ τὰς νύμφας. εὕρισκον δὲ καὶ ἐθήρων, εἴτε ἄγονός ἐστιν εἴτε μή, τρόπῳ καὶ πείρα τοιαδί· λαβόντες τὸ σπέρμα τὸ τοῦ ἄρρενος ἐνέβαλλον εἰς ὕδωρ ψυχρόν, καὶ εἰ μὲν ἦν ἄγονος, εὐθὺς διελύετο καὶ ταχὺ διεχεῖτο καὶ ἔπλει ἐν τῷ ὕδατι ὥσπερ ἔλαιον ἢ ὥσπερ ἡ νεφέλη ἡ ἐν τοῖς οὔροις τῶν νοσούντων, εἰ δὲ ἦν γόνιμος, ἐπυκνοῦτο καὶ ἐχώρει εἰς τὸν πυθμένα τοῦ ἀγγείου, ἐν ᾧ ἦν τὸ ὕδωρ. καὶ τοὺς μὲν ἄνδρας οὕτως ἐβασάνιζον, τὰς δὲ γυναῖκας ὡδί· σπόγγους ἢ ἔρια ἢ ἐκ λίνων ὑφάσματα ἔβρεχον τῷ ἐκ ῥόδων γενομένῳ νάματι ἢ ἄλλῳ τινὶ εὐώδει ἢ δυσώδει ὑγρῷ καὶ ἐνέβαλλον εἰς τὰ τῶν γυναικῶν ἄρθρα, αὐτά φημι τὰ αἰδοῖα, καὶ εἰ μὲν ἀνῆλθε διὰ τοῦ θώρακος εἰς τὰς ῥῖνας ἡ ὀσμή τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πρὸς τὸ πνεῦμα τὸ θύραθεν κάτωθεν ἄνω) ἀπεφαίνοντο γονίμους αὐτὰς εἶναι σημεῖον γὰρ τοῦτο τοῦ ἀνεῳγμένους εἶναι τοὺς πόρους δι’ ὧν ἄν ἐκ τῶν ἄνω πρὸς τὴν ὑστέραν κατέλθῃ τὸ γόνιμον καταμήνιον), εἰ δὲ μὴ ἀνῆλθεν ἡ ὀσμή, ἀπέφασκον αὐτῆς τὸ γόνιμον· κεκλεισμένοι γάρ εἰσιν, ἔλεγον, οἱ πόροι καὶ ἐπὶ τούτῳ οὐκ ἀνῆλθεν ἡ ὀσμή, κεκλεισμένων δ ὄντων οὐκ ἄν δυνηθείη χωρῆσαι δι’ αὐτῶν ἄνωθεν κάτω πρὸς τὴν ὑστέραν τὸ καταμήνιον· ἀλλὰ κἄν διέλθοι, δῆλον ὡς οὐ συνεστηκὸς καὶ γόνιμόν ἐστιν, ἀλλ’ ὑδατῶδες καὶ λεπτὸν καὶ ἄγονον καὶ πρὸς τούτοις ὀλίγον ἢ ὥστε ἐξ αὐτοῦ δύνασθαι ζῷον συστῆναι τούτοις τε οὖν τοῖς προσθέτοις ἐβασάνιζον αὐτὰς καὶ τοῖς ἐγχρίστοις χρώμασιν. ἔγχριστα δὲ χρώματα λέγει ἅπερ ἐναλείφουσιν αἱ ἑταῖραι ταῖς σφῶν βλεφαρίσι καὶ ταῖς ὀφρύσι πρὸς τὸ μέλανας αὐτὰς ποιῆσαι. τούτοις οὗν τοῖς ἐγχρίστοις χρώμασιν ἐναλειφομένης τῆς μελλούσης νυμφευθῆναι τοὺς ὀφθαλμούς, ἤτοι τὰς βλεφαρίδας καὶ τὰ τῶν βλεφάρων ἄκρα, ἐν οἷς αὗται ἐρρίζωνται, εἰ μὲν ἐχρώννυτο καὶ μέλαν ἐγίνετο τὸ ἐν τῷ στόματι τῆς νυμφευθησομένης πτύελον, γόνιμον εἶναι αὐτὴν ἐπίστευον, εἰ δ’ οὐκ ἐχρώννυτο, ἄγονον σπερματικώτατος γὰρ ὢν τῶν περὶ τὴν κεφαλὴν ὁ περὶ τοὺς ὀφθαλμοὺς τόπος, εἰ μὲν διήρχετο τὸ χρῶμα καὶ ἐχρώννυ τὸ πτύελον, ἀνεῳγμένους εἶναι ἅπαντας τοὺς τοῦ σώματος ἐνόμιζον πόρους καὶ πίστιν ἤδη εἶχον ἀναμφισβήτητον ὡς διίοι ἄν καὶ τὸ γόνιμον καταμήνιον, εἰ δὲ μὴ διήρχετο, κεκλεισμένους εἶναι καὶ συμμεμυκότας. ὅτι δὲ ἐν τῷ συνδυασμῷ μετασχηματίζονται ἐπιδήλως οἱ ὀφθαλμοὶ καὶ οὔκ εἰσιν ὁποῖοι ἦσαν πρὸ τῆς ὁμιλίας, ἡ πεῖρα παρέσχε τοῖς φιλοῦσι τὴν τῶν φυσικῶν πραγματείαν ἀκριβῆ κατάληψιν. | Αἴτιον δ’ ὅτι ἡ τῆς γονῆς φύσις ὁμοία ἐστὶ τῇ τοῦ 58v ἐγκεφάλου. Τοῦτο οὐκ ἔστι κατασκευαστικόν, ὡς ἄν τῳ δόξειε μὴ ἐπισκοποῦντι τὸ ἐπιφερόμενον συμπέρασμα, τοῦ πῶς χρώννυται τὸ πτύελον, ἀλλὰ τοῦ πῶς ἀνερχομένης κάτωθεν ἐκ τῶν ἄρθρων ἄνω εἰς τὰς ῥῖνας τῆς τῶν προσθέτων ὀσμῆς δύναται γόνιμον εἶναι. αἴτιον οὖν, φησί, τοὐ ἀνερχομένης τῆς ὀσμῆς δύνασθαι κατιέναι πρὸς τὰ ἄρθρα τὸ γόνιμον καταμήνιον, ὅτι ἡ τῆς γονῆς φύσις λέγων γονὴν ἐνταῦθα τὸ καταμήνιον) ὁμοία ἐστὶ τῇ τοῦ ἐγκεφάλου φύσει. ὡς γὰρ ὁ ἐγκέφαλος ὑγρὸν καὶ ψυχρόν, οὕτω καὶ τὸ καταμήνιον· ὑγρὸν γὰρ καὶ τοῦτο καὶ ψυχρὸν τὴν φύσιν· τὸ γὰρ θερμὸν ὅπερ ἔχει ἐπίκτητόν ἐστι. πρότερον γὰρ συναθροίζεται ἐν τῷ ὑποζώματι, ἐν ᾧ κεῖται ἡ καρδία ταύτην γὰρ εἶπεν ἀρχὴν τῆς φύσεως) καὶ οὕτω κάτεισιν ἐν τῇ ὑστέρᾳ, κἀκεῖσε οὖν συναθροιζόμενον δέχεται τὴν θερμότητα ἐκ τῆς καρδίας ἐπίκτητον. αὕτη δὲ ἡ θερμότης ἐστὶν ἡ θρεπτικὴ καὶ αὐξητικὴ ψυχή· ἔχει γὰρ αὐτὴν καὶ τὸ καταμήνιον, ὥσπερ εἴρηκε πρότερον. ὥστε μόνῳ τῷ χρώματι διαφέρει ὁ ἐγκέφαλος τῆς γονῆς, ἤτοι τοῦ καταμηνίου· ὁ μὲν γὰρ λευκός, τὸ δὲ καταμήνιον ἐρυθρόν. γίνεται δέ ποτε καὶ λευκόν, ὥσπερ εἴρηται πρότερον, ταῖς νέαις καὶ ψυχροτέραις. τοῦτο οὖν τὸ λευκὸν καταμήνιον πάντῃ ἄν εἴη ὅμοιον τῷ ἐγκεφάλῳ, καὶ τῇ φύσει καὶ τῷ χρώματι. ἐπειδὴ οὖν, ὡς λέγομεν, τὸ καταμήνιον ὅμοιόν ἐστι τῇ τοῦ ἐγκεφάλου φύσει, ἀνάγκη αὐτὸ ἐκ τῶν ἄνωθεν τοῦ ὑποζώματος γεννᾶσθαι· εἰ δὲ τοῦτο, εἰ μέν εἰσιν ἀνεῳγμένοι οἱ τοῦ σώματος πόροι, δι ὧν δίεισι τὸ καταμήνιον, ἀνάγκη διιέναι τὰς κινήσεις τὰς ἐκ τῶν ὀσμῶν γινομένας πρὸς τὸν θώρακα, ἀπὸ δὲ τοῦ θώρακος γενέσθαι αἴσθησιν διὰ τῆς ἐκπνοῆς ταύτην γὰρ εἶπεν ἀναπνοήν) ἐν ταῖς ῥισίν. ὥστε τῶν ὀσμῶν ἀνερχομένων πρὸς τὰς ῥῖνας διίοι ἄν καὶ τὸ καταμήνιον κάτωθεν. Λέγουσι γὰρ ἐπὶ πάντων ὁμοίως τὴν ἀπόδειξιν τῶν παρὰ τὴν συγγένειαν συνδυαζομένων. Τοῦτο ἴσον ἐστὶ τῷ ἔδει οὖν τὰς ἀποδείξεις, ἃς λέγουσι περὶ τῶν γεννωμένων ἐκ τῆς τῶν ἀνομοίων μίξεως, μὴ ἐφαρμόζειν μόνοις τοῖς ἡμιόνοις, ἀλλ’ ἀπλῶς πᾶσι τοῖς ἐξ ἀνομοίων τικτομένοις. ὁ μὲν οὖν Δημόκριτος, φησί, τῆς τῶν ἡμιόνων ἀτεκνίας τὰς αἰτίας πειρώμενος λέγειν, τοιαῦτα ἐξετραγῴδησεν· οἱ τῶν ἡμιόνων καὶ τῶν ἀρρένων καὶ τῶν θηλειῶν σπόροι (λέγων σπόρους τὰ ἀμφοτέρων σπέρματα), οἱ δὴ σπόροι, φησί, τούτων ἐν τῇ ἐξ ἀρχῆς συστάσει καὶ διαπλάσει τῶν τοιούτων ζῴων διὰ τὸ μὴ ἐκ συγγενῶν γενέσθαι ἀλλ’ ἐξ ἀνομοειδῶν τοιαύτης ἔτυχον φύσεως, ὥστε διεφθάρθαι, τουτέστιν ὥστε τὸ μὲν τοῦ ἄρρενος ἐν ᾗ ἄν εἰσέλθῃ θηλείᾳ φθείρειν τὸ καταμήνιον αὐτῆς καὶ ἄγονον ποιεῖν, ὁμοίως καὶ ἡ θήλεια οἵου ἂν ἄρρενος δέξηται γονήν, φθείρειν καὶ ἄγονον ἀπεργάζεσθαι. ἐνίσταται οὗν πρὸς ταύτην τὴν δόξαν καί φησιν εἰ τοῦτ’ ἦν αἴτιον τῆς τῶν ἡμιόνων ἀτεκνίας, ἔδει πάντα τὰ ἐξ ἀνομοιοειδῶν τικτόμενα ἄγονα εἶναι· νῦν δὲ πάμπολλα ἐξ ἀνομοιοειδῶν γε|γονότα γεννῶσιν αὐτὰ ἕτερα, ὥσπερ εἴρηται τὰ ἐκ λύκου καὶ κυνὸς καὶ πέρδικος καὶ ἀλεκτρυόνος καὶ ἄλλα πλεῖστα᾿. Ἐμπεδοκλῆς δ᾿ αἰτιᾶται τὸ μῖγμα τῶν σπερμάτων γίνεσθαι πυκνόν. Ἐμπεδοκλῆς ἐν ἅπασι τοῖς σώμασι τοῖς ὑπὸ σελήνην, οἷον ὕδασιν, ἐλαίοις καὶ τοῖς ἄλλοις, εἶναι ἔλεγεν, ὡς καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηκεν, ἀναμεμιγμένους πόρους καὶ ναστά, καὶ τοὺς μὲν πόρους ἐκάλεσε κοῖλα, τὰ δὲ ναστὰ πυκνά. καὶ ὧν μέν εἰσι τὰ ναστὰ καὶ οἱ πόροι, τουτέστι τὰ κοῖλα καὶ πυκνὰ σύμμετρα, ὥστε δι’ ἀλλήλων χωρεῖν, τούτων ἔφασκεν εἶναι μῖξιν καὶ κρᾶσιν, οἷον ὕδατος καὶ οἴνου, ὧν δὲ ἀσύμμετρα, ἄμικτα ταῦτα ἔφασκεν εἶναι, ὥσπερ ἔλαιον καὶ ὕδωρ· φησὶ γὰρ ὕδωρ ‘οἴνῳ μᾶλλον ἐναρίθμιον, αὐτὰρ ἐλαίῳ οὐκ ἐθέλει’. ταῦτα λέγων κατὰ παντὸς σώματος τὴν αἰτίαν τῆς τῶν ἡμιόνων ἀτεκνίας ἀπεδίδου λέγων ὅτι τὰ κοῖλα καὶ πυκνὰ τοῦ ἱππείου σπέρματος, ὁμοίως δὲ καὶ τοῦ καταμηνίου τῆς ὄνου ἔνεισι γὰρ κατ’ ἐκεῖνον καὶ ἐν τῷ καταμηνίῳ πυκνὰ καὶ κοῖλα ὥσπερ ἐν τῇ τοῦ ἵππου γονῇ) τὰ δὴ κοῖλα καὶ πυκνὰ ἀμφοτέρων τῶν σπερμάτων, τῆς τε ὄνου καὶ τοῦ ἵππου, ὑγρὰ καὶ μαλακὰ ὄντα δύνανται διὰ τὴν μαλακότητα μίγνυσθαι ἀλλήλοις καὶ εἰσιέναι τὰ μὲν τῆς γονῆς πυκνὰ εἰς τὰ τοῦ καταμηνίου κοῖλα καὶ τὰ τοῦ καταμηνίου πυκνὰ εἰς τὰ τῆς γονῆς κοῖλα, καὶ γίνεσθαι τὸ πᾶν μῖγμα σκληρὸν ἤτοι πυκνὸν ἤτοι ναστόν, ὡς μηδὲν ὅλως εὑρίσκεσθαι ἐν αὐτῷ κοῖλον ἤτοι πόρον, ἀλλὰ τὸ πᾶν εἶναι ναστὸν καὶ πλῆρες. τοῦτο δὲ παρὰ φύσιν· πᾶν γὰρ τὸ κατὰ φύσιν συνεστὸς καὶ ὂν ἀνάγκη ἔχειν ἐν ἑαυτῷ κοῖλα καὶ πυκνά. ὥστε ἐπεὶ τὸ τοιοῦτον μῖγμα παρὰ φύσιν, ἔτι μᾶλλον ἀνάγκη παρὰ φύσιν εἶναι τὸ ἐξ αὐτοῦ γεγονὸς καὶ ἄγονον· τὸ γὰρ ἐκ τοῦ παρὰ φύσιν ὄντος γεγονὸς ἔτι μᾶλλον αὐτὸ παρὰ φύσιν ἔστι. ἀντιλέγει οὖν πρὸς ταύτην τὴν δόξαν σαφῶς λέγων μηδέπω θεάσασθαι ἡμᾶς ἐνόντα ἢ κοῖλα ἢ πυκνὰ τῷ ὕδατι καὶ τῷ οἴνῳ. Ἔτι ἐπεὶ συμβαίνει καὶ ἐξ ἵππων γενέσθαι ἵππον καὶ ἐξ ὄνων ὄνον καὶ ἐξ ἵππου καὶ ὄνου ἡμίονον ἀμφοτέρως. Τὸ ἀμφοτέρως ἀντὶ τοῦ καὶ ἐξ ἵππου ἄρρενος καὶ ὄνου θηλείας γίνεται ἡμίονος καὶ ἐξ ὄνου ἄρρενος καὶ ἵππου θηλείας. ἐπεὶ οὖν, φησί, καὶ τὸ ἐξ ἵππου ἄρρενος μαλακόν ἐστι καὶ ἐκ τῆς θηλείας ὁμοίως ἵππου, διὰ τίνα αἴτια οὐ γίνεται καὶ τὸ ἐκ τούτων μῖγμα πυκνὸν καὶ τὸ ἐκ τοῦ τοιούτου μίγματος ἄγονον, ἀλλὰ μόνον τὸ ἐξ ἵππου καὶ ὄνου; | Εἰ μὲν γὰρ θάτερον ἐμίγ|νυτο μόνον, ἐνῆν ἂν λέγειν ὅτι θάτερον αἴτιον τοῦ μὴ γεννᾶν ὅμοιον τῇ τοῦ ὄνου γονῇ. Ὄνον τὴν ὄνον λέγει καὶ γονὴν τὸ καταμήνιον αὐτῆς. πάμπαν δὲ βραχέως καὶ διὰ τοῦτο ἀσαφῶς ἀπήγγελται ἡ λέξις. εἴη δ’ ἂν τὸ λεγόμενον τοιοῦτον· εἰ μὲν οὗν ἡμίονος εἴτε ἄρρην εἴτε θῆλυς ὁ ἐξ ἄρρενος ἵππου γεγονὼς ἢ γεγονυῖα καὶ ἐξ ὄνου θηλείας, εἰ μὲν οὖν τὸ ἐξ ἵππου ἄρρενος καὶ θηλείας ὄνου γεννηθὲν ἄγονον ἦν, τὸ δὲ ἐξ ὄνου ἄρρενος καὶ ἵππου θηλείας γόνιμον, ἦν ἂν καταιτιᾶσθαι τὸν ἄρρενα ἵππον καὶ λέγειν ‘ὅτι τὰ κοῖλα τούτου ὁμοίως καὶ τὰ πυκνὰ μαλακὰ ὄντα, ὁμοίως δὲ καὶ τὰ τῆς ὄνου, γίνεται τὸ ἐκ τούτων ἄγονον· τὰ δὲ τοῦ ἄρρενος ὄνου εἰσὶν ὁμοίως τοῖς τοὐ ἵππου μαλακά, τῆς δὲ θηλείας ἵππου σκληρά, σκληρῶν δὲ ὄντων οὔτε τοῖς τοῦ ἄρρενος ὄνου μαλακοῖς διδόασι χώραν εἰσιέναι διὰ τὴν σκληρότητα οὔτε τοῖς τοῦ ἄρρενος ἵππου. τούτου δ’ οὕτως ἔχοντος καὶ ἐνόντων ἐν τῷ μίγματι τῷ ἐξ ἄρρενος ὄνου καὶ ἵππου θηλείας γεγονότι κοίλων καὶ πυκνῶν, ὁμοίως δὲ καὶ ἐν τῷ ἐξ ἄρρενος ἵππου καὶ θηλείας ἵππου, ἀνάγκη κατὰ φύσιν ἔχειν ταῦτα τὰ μίγματα, ὥστε καὶ τὰ ἐξ αὐτῶν γεγονότα κατὰ φύσιν ἔχειν καὶ γόνιμα εἶναι· καὶ ἐπὶ τούτῳ εἰσὶ γόνιμα τό τε ἐξ ἄρρενος ἵππου καὶ θηλείας ἵππου καὶ τὸ ἐξ ἄρρενος ὄνου καὶ θηλείας ἵππου᾿. εἰ μὲν οὖν, ὡς εἴρηται, ἄγονον ἦν τὸ ἐξ ἄρρενος ἵππου καὶ θηλείας ὄνου, γόνιμον δὲ τὸ ἐξ ἄρρενος ὄνου καὶ θηλείας ἵππου, ἐνῆν ἄν καταιτιᾶσθαι τὸν ἄρρενα ἵππον, ἔχειν δ’ αἰτίαν ἀποδιδόναι καὶ διὰ τί τὸ ἐκ τοῦ ἵππου καὶ τῆς ἵππου γεγονὸς γόνιμόν ἐστιν· ἐπεὶ δὲ καὶ τὸ ἐκ τοῦ ἵππου καὶ τῆς ὄνου ἄγονον, ὁμοίως δὲ καὶ τὸ ἐκ τοῦ ὄνου καὶ τῆς ἵππου ἄγονον γὰρ καὶ αὐτό), δῆλον ὅτι καὶ τὰ τῆς θηλείας ἵππου κοῖλα καὶ πυκνὰ μαλακά ἐστιν, ὁμοίως δὲ καὶ τὰ τοῦ ἄρρενος ὄνου. εἰ δὲ τοῦτο, ἔδει καὶ τὸ ἐκ τοῦ ἵππου καὶ τῆς ἵππου ἄγονον εἶναι· ἔστι δὲ γόνιμον. ὁμοίως δὲ καὶ τὸ ἐκ τοῦ ὄνου καὶ τῆς ὄνου· ἔστι δὲ καὶ τὸ ἐκ τούτων γόνιμον. ἡ μὲν οὖν διάνοια τῆς λέξεως αὕτη· θεωρητέον δὲ καὶ αὐτήν. εἰ μὲν γὰρ θάτερον ἐμίγνυτο μόνον τῇ τοῦ ὄνου γονῇ (οὕτω γάρ ἐστι τὸ συνεχές) ἐνῆν ἄν λέγειν ὅτι θάτερον αἴτιον τοῦ μὴ γεννᾶν ὅμοιον. ἔστι δὲ τὸ λεγόμενον εἰ μὲν οὖν θάτερον, ἤτοι τὸ τοῦ ἄρρενος ἵππου σπέρμα ἐμίγνυτο τῇ γονῇ καὶ τῷ καταμηνίῳ τῆς θηλείας ὄνου (καὶ προσυπακουστέον τὸ τὸ δὲ τοῦ ἄρρενος ὄνου μὴ ἐμίγνυτο τῇ τῆς θηλείας ἵππου γονῇ) καὶ διὰ τοῦτο τὸ μὲν ἐκ τούτων ἐστὶν ἄγονον, τὸ δὲ ἐκ τοῦ ὄνου καὶ τῆς ἵππου γόνιμον, ἐνῆν ἄν λέγειν ὅτι θάτερον, ἤτοι ὁ ἵππος, αἴτιον τοῦ μὴ γεννᾶν ὅμοιον, τουτέστι τοῦ ἄγονον εἶναι τὸ ἐξ αὐτῶν’. Νῦν δὲ οἵᾳπερ οὔσῃ ἐκείνῃ μίγνυται, τοιαύτῃ καὶ τῇ του συγγενοῦς. Τουτέστι νῦν δὲ οἵα ἐστὶν ἡ γονὴ τῆς θηλείας ὄνου, ἐν ἡ μίγνυται τὸ τοῦ ἄρρενος ἵππου σπέρμα, τοιαύτη ἐστὶ καὶ ἡ τῆς θηλείας ἵππου· ὑγρὰ γὰρ καὶ αὕτη. συγγενῆ δὲ εἶπε τὴν θήλειαν ἵππον καὶ τὸν ἄρρενα ἵππον, δέον εἰπεῖν ὁμοειδῆ. ὅτι δὲ ὑγρὰ καὶ ἡ τῆς ἵππου γονή, δῆλον· εἰ γὰρ ἦν σκληρά, ἔδει κατὰ τὸν Ἐμπεδοκλέα τὸ ἐξ αὐτῆς καὶ τοῦ ἄρρενος ὄνου γεγονὸς ζῷον γόνιμον εἶναι. Ἔτι ἡ μὲν ἀπόδειξις ἐπ’ ἀμφοτέρων εἴρηται ὁμοίως. Τὸ λεγόμενον δυνάμει τοιοῦτόν ἐστιν· εἰ τάχα καὶ οὐκ ἀποδείκνυσιν ὁ Ἐμπεδοκλῆς, ὅμως διὰ τὸ ἐπάγειν τὴν δοκοῦσαν αὐτῷ εἶναι ἀπόδειξιν κατὰ ἀμφοτέρων τῶν γινομένων ἔκ τε τοῦ ἵππου καὶ τῆς ὄνου, καὶ τοῦ ὄνου καὶ τῆς ἵππου, κατά γε δὴ τοῦτο καλῶς πεποίηκε. τὴν γὰρ τοιαύτην ἀπόδειξιν ἔφασκεν ὁ Ἐμπεδοκλῆς κατὰ τῆς ἀμφοτέρων ἀτεκνίας ἁρμόττειν, τοῦ τε ἐξ ἵππου καὶ τῆς ὄνου γεγονότος καὶ τοῦ ἐκ τοῦ ὄνου καὶ τῆς ἵππου. ἀλλ’ εἴπερ ἐν τῷ ἑβδόμῳ ἔτει τῆς ἡλικίας αὐτοῦ ὁ ἄρρην ἡμίονος ὀχεύσας ἵππον θήλειαν ἢ ὄνον γεννᾷ, ὥς φασιν, εἴπερ οὖν διὰ τοῦτο δώσομεν ἀληθῆ εἶναι τὴν Ἐμπεδοκλέους ἀπόδειξιν, ἐπὶ μόνης ἄν ἀληθεύοι τῆς θηλείας ὄνου. | Ἴσως δ’ ἂν ἀπόδειξις εἶναι δόξειε πιθανὴ τῶν εἰρη- μένων λογική. Τίς ἐστιν ἡ λογικὴ ἀπόδειξις, αὐτὸς σαφηνίζει λέγων λέγω δὲ λογικὴν τὴν καθόλου καὶ πλείοσιν ἐφαρμόζουσαν, τοιαύτη δ’ ἐστὶν ἡ μὴ ἐκ τῶν οἰκείων ἀρχῶν οὖσα τοῦ πράγματος, ἀλλ’ ἐκ κοινοτέρων, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς δέδεικται. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον· τῆς Δημοκρίτου καὶ Ἐμπεδοκλέους ἀποδείξεως πιθανωτέρα ἂν εἶναι δόξειεν ἡ ῥηθησομένη ἀπόδειξις. εἴη δ’ ἄν ὁ ῥηθησόμενος λόγος καὶ πειρώμενος κατασκευάζειν, διὰ τί οἱ ἡμίονοι οὐ γεννῶσι, τοιοῦτος· ἐὰν γὰρ ἐκ λέοντος ἄρρενος καὶ θήλεος λέοντος, οἵπερ εἰσὶν ὁμοειδεῖς, ὁμοειδὲς γεννᾶται λέων γάρ), ἐκ δὲ ἀνομοειδῶν ἀνομοειδές τὸ γὰρ ἐξ ἄρρενος κυνὸς καὶ θηλείας κυνὸς γεγονὸς ἀνομοειδές ἐστι τῷ ἐκ λεόντων γεγονότι), εἰ δὴ τὸ ἐκ λεόντων γεγονὸς λέων ἐστί, τὸ δὲ ἐκ κυνῶν κύων, λείπεται ἄρα τὸ ἐκ λέοντος καὶ κυνὸς γεγονὸς μήτε λέοντα εἶναι μήτε κύνα. τοῦτο δὴ καὶ ἐπὶ τῶν ἵππων καὶ ὄνων· εἰ γὰρ τὸ ἐξ ἵππων γεγονὸς ἵππος ἐστί, τὸ δὲ ἐξ ὄνων ὄνος, τὸ ἐξ ἵππου καὶ ὄνου γεγονὸς οὔθ’ ἵππος ἂν εἴη οὔτε ὄνος, ἀλλ’ ἡμίονος. εἰ δέ, φασὶν οἱ τοῦτο κατασκευάζοντες, δοίημεν ἐκ τῆς μίξεως ἄρρενος ἡμιόνου καὶ θηλείας ἡμιόνου γεννᾶσθαί τι ζῷον, τί ἄν εἴη τὸ ἐκ τῶν ἡμιόνων γεγονός; ἡμίονος ἢ ἄλλο τι; ἕτερον μὲν οὖν καὶ ἀνομοειδὲς ἑαυτῶν ἐκ τῆς ἀλλήλων συνουσίας γεννῆσαι οὐ δύνανται· τὰ γὰρ γεννῶντα ἀνομοειδῆ ἑαυτοῖς πολὺ πρότερον ὁμοειδῆ γεννᾶν δύνανται, εἶθ’ οὕτως ἀνομοειδῆ· τούτου γὰρ δηλω- τικὸν τὸ ἕτερον γὰρ <γένος> οὐχ οἷόν τε διὰ τὸ ἐξ ἄρρενος θήλεος τῶν ὁμοειδῶν ταὐτὸ γενέσθαι τῷ εἴσδει. ἔστι γὰρ τὸ ἕτερον γένος οὐχ οἷόν τε ἴσον τῷ ἀνομοειδὲς γὰρ οὐχ οἷόν τε εἶναι τοῖς ἡμιόνοις τὸ ἐξ αὐτῶν γεγονὸς διὰ τὸ ἐξ ὁμοειδῶν ἄρρενος καὶ θήλεος ταὐτὸ γίνεσθαι τῷ εἴδει, τουτέστιν ὁμοειδές. ἀνομοειδὲς οὖν τὸ ἐξ ἡμιόνων γεγονὸς οὐχ οἷόν τε εἶναι τοῖς γεννήσασιν αὐτὸ ἡμιόνοις. ἡμίονος δὲ ὅτι ἐξ ἵππου καὶ ὄνου γίνεται, τουτέστιν ἀλλὰ μὴν οὐδὲ ἡμίονος καὶ ὁμοειδὲς τοῖς ἡμιόνοις δύναται εἶναι τὸ ἐξ ἡμιόνων γεγονός· κεῖται γὰρ τὸν ἡμίονον ἐξ ἀνομοειδῶν γίνεσθαι. τοῦτο γὰρ πάλιν ἐδήλωσε διὰ τοὐ ἐκ δὲ τῶν ἑτέρων τῷ εἴδει ἕτερον ἐτέθη γίνεσθαι ζῷον· ἐκ γὰρ ἵππου καὶ ὄνου ἑτέρων ὄντων τῷ εἴδει ὁ ἡμίονος, ἕτερος ὢν ἵππου καὶ ὄνου. ἐπεὶ οὖν οὔτε ὁμοειδὲς ἑαυτοῖς οἱ ἡμίονοι οὔτε ἀνομοειδὲς δύνανται γεννᾶν, εἰκότως εἰσὶν ἄγονοι. λέγει οὖν ὁ Ἀριστοτέλης ἐγκαλῶν τῷ λόγῳ τούτῳ καθόλου τε εἶναι καὶ μάτην εἰρημένον· εἰ γὰρ ἦν ἀληθές, | ἔδει καὶ τὸ ἐκ κυνὸς καὶ 60v ἀλώπεκος ἄγονον εἶναι ὁμοίως δὲ καὶ πάντα τὰ ἄλλα τὰ ἐξ ἀνομοειδῶν γεγονότα. τὸν μὲν οὖν τρόπον τοῦτον, τουτέστι τὸν καθόλου καὶ κοινὸν οὐ δεῖ ζητεῖν τὰς ἑκάστου αἰτίας, ἀλλ’ ἐκ τῶν οἰκείων. Πρῶτον μὲν ἑκάτερον αὐτῶν ἐστι μονοτόκον ἐκ τῶν συγγενῶν ζᾠων. Συγγενῆ νῦν λέγει τὰ τετράποδα καὶ ζῳοτόκα. μέλλων δὲ τὴν οἰκείαν καὶ ἀληθῆ λέγειν δόξαν τῆς τῶν ἡμιόνων ἀτεκνίας πρῶτον ἐκτίθεται τὰ ὑπάρχοντα τοῖς ἵπποις καὶ ὄνοις, ἐξ ὧν εἰσιν ἡμίονοι, καὶ οὕτως ἐκ τούτων συνάγει πάνυ ἐντρεχῶς τὸ αἴτιον τῆς τῶν ἡμιόνων ἀτεκνίας. φησὶν οὖν ὅτι πρῶτον μὲν ἐκ τῶν τετραπόδων καὶ ζῳοτόκων μόνοι οἱ ἵπποι καὶ ὄνοι εἰσὶ μονοτόκοι· οὐδεὶς γὰρ ὄνος ἢ ἵππος ὦπται δύο τετοκυῖα· δεύτερον δὲ ὅτι οὐκ ἀεὶ οὐδὲ κατὰ πάντα καιρὸν ὑπὸ τῶν ἀρρένων συλλαμβάνονται τὰ θήλεα, διὰ τὸ μὴ ἀεὶ φέρειν τὰ ἄρρενα γονήν, ἀλλ’ αἱ μὲν ἵπποι ἐν ταῖς ἰσημερίαις, αἱ δὲ ὄνοι περὶ τροπὰς θερινὰς ἡλίου ὄντος ἐν καρκίνῳ καὶ λέοντι. τρίτον ὅτι αἱ μὲν ἵπποι οὐ καταμηνιώδεις εἰσίν, ἀλλὰ πάμπαν ὀλίγον φέρουσι τὸ καταμήνιον, αἱ δὲ ὄνοι ἀπουροῦσι τὸν ἀπὸ τοῦ ἄρρενος γόνον, διὸ μετὰ τὴν ὀχείαν ἀκολουθοῦντες μαστιγοῦσιν αὐτὰς καὶ τρέχειν ἀναγκάζουσιν, ὅπως μὴ σταθῶσι καὶ ἀπουρήσωσι τὸν γόνον· οὐδὲν γὰρ θῆλυ τρέχον οὐρεῖν δύναται. τέταρτον δὲ ὅτι ψυχρότατος ὁ ὄνος, οὗ σημεῖα παρατίθησι λίαν σαφῆ. πωλία δὲ λέγει τὰ τῶν ὄνων τέκνα. τὸ δὲ ἐν τῇ αὐτῇ γὰρ γίνεται ἐν ᾗ ἄν ὀχευθῇ ἴσον ἐστὶ τῷ ἐν τῇ αὐτῇ γὰρ ὥρᾳ γεννᾶται, ἐν ᾗ ἄν ὀχευθῇ. ἐπεὶ γὰρ ἐνιαυτὸν ὁλόκληρον δώδεκα γὰρ μῆνας) φέρει κατὰ γαστρὸς τὸ ἔμβρυον καὶ ἡ ἵππος καὶ ἡ ὄνος, ἀνάγκη τὴν ἵππον ἐν τῇ ἰσημερίᾳ ὀχευθεῖσαν πάλιν ἐν τῇ ἰσημερίᾳ γεννῆσαι, τὴν δὲ ὄνον ἐν τῷ θέρει· ἐν ταύτῃ γὰρ ὠχεύθη τῇ ὥρᾳ. τούτων οὕτω προει- λημμένων σκεπτέον τίνος ἕνεκα εἴληπται ταῦτα, καὶ οὕτω τὴν λέξιν σαφη- νιστέον. τὸ μὲν οὖν μονοτοκεῖν, μηδέποτε δὲ δίδυμα γεννᾶν πρὸς δεῖξιν εἴληπται καὶ εὐφυίας καὶ ἐπιτηδειότητος, ἣν ἔχουσι πρὸς τὸ εἶναι ἄγονα. τὸ γὰρ μονοτοκεῖν πάνυ λαμπρὸν δεῖγμα τοῦ εὐφυίαν καὶ ἐπιτηδειότητα ἔχειν πρὸς τὸ εἶναι ἄγονα· τὸ γὰρ ἐπιτηδείως ἔχον πρὸς τὸ γεννᾶν γεννᾷ ποτε καὶ δύο. ἀλλὰ καὶ τὸ ἐν μόναις ταῖς εἰρημέναις ὥραις, τῇ τε ἰση- μερίᾳ καὶ τῷ θέρει, γεννᾶν καὶ ὀχεύεσθαι, καὶ τοῦτο διὰ τὸ ἐπιτήδειον εἶναι πρὸς τὸ μὴ γεννᾶν εἴληπται· τὰ γὰρ ἐπιτήδεια πρὸς τὸ γεννᾶν κατὰ πᾶσαι ὥραν συλλαμβάνουσι τοῦ ἐνιαυτοῦ. ἀλλὰ καὶ τὸ πάνυ φέρειν ὀλίγον καταμήνιον τούτου δεικτικόν· αἰτία γὰρ ἀτεκνίας ἡ τῶν καταμηνίων σπάνις. ἀλλὰ καὶ ἡ ψυχρότης τούτου ἄν εἴη αἰτία. εἰ γὰρ καὶ θερμότερα καὶ τὸ καταμήνιον καὶ ἡ γονὴ τῶν ἵππων τῆς γονῆς καὶ τοῦ καταμηνίου τῶν ὄνων, ὅμως καὶ αὐτὰ τῇ ἑαυτῶν φύσει ψυχρά ἐστιν· οὐ γὰρ τὸ τινὸς θερ- μότερον ἤδη καὶ θερμόν ἐστιν. εἰ οὖν ταῦτα, οἵ τε ὄνοι φημὶ καὶ οἱ ἵπποι, τὰ κατὰ φύσιν γεγονότα ἐξ ὁμοειδῶν γὰρ γεγόνασιν) οὕτω πάμπαν σύνεγγύς εἰσι τοῦ ἄγονα εἶναι μόλις γὰρ καὶ ἓν δύνανται γεννᾶν), οἱ ἡμίονοι, οἷς πρὸς τοῖς εἰρημένοις ὑπάρχει καὶ τὸ παρὰ φύσιν, πῶς οὐκ ἂν εἶεν ἐξ ἀνάγκης ἄγονοι; | Σημεῖον δὲ τούτου. Σημεῖον δέ, φησί, τοῦ ψυχρὰν εἶναι τὴν τοῦ ὄνου γονὴν ὅτι ἂν μὲν ἵππος ἀναβῇ ἐπὶ τὴν προοχευθεῖσαν ὑπὸ ὄνου, οὐ φθείρει τὴν τοῦ προοχεύ- σαντος γονὴν διὰ τὸ θερμὸν εἶναι τὸ τοῦ ἵππου σπέρμα ὁ δ’ ὄνος φθείρει τὴν τοῦ προοχεύσαντος ἵππου διὰ ψυχρότητα. τάχα δὲ εἰ καὶ ψυχρά εἰσι τὰ περιττώματα ἑκατέρων τῶν ὄνων, τό τε τοῦ ἄρρενος καὶ τὸ τοῦ θήλεος, ὅμως ὅταν ἀλλήλοις μιχθῶσιν ὅ τε ἵππος καὶ ἡ ὄνος ἡ ὁ ὄνος καὶ ἡ ἵππος, σώζεται τὸ κύημα διὰ τὴν τοῦ ἵππου ἢ τῆς ἵππου θερμότητα, καὶ τούτου ἕνεκα τελειοῦνται τὰ ἐκ τούτων. τῷ δὲ ἄγονον δὲ προσέθηκε τὸ εἰς τελειογονίαν, διότι, ὡς εἴρηται, συλλαμβάνονταί τινες ἡμίονοι, οὐ τελειοῦσι δέ, ἀλλὰ προίενται ἀτελῆ καὶ νεκρά. βόλον δὲ πρῶτον λέγει τὴν λεγομένην ὑπὸ τῶν πολλῶν πρωτοβολίαν, ἐξ οὗ καὶ πρωτοβόλον ἵππον ἢ ὄνον ἢ ἡμίονον ὀνομάζουσιν. ἄν οὖν εὐθύς, φησί, μετὰ τὸν πρῶτον βόλον μὴ ἄρξηται γεννᾶν ἢ ἡ ὄνος ἢ ὁ ὄνος, οὐκέτι γεννᾷ τὸ παράπαν· οὕτως ἐπὶ μικροῦ ἔχεται τοῦ ἄγονον εἶναι τὸ σῶμα τῶν ὄνων, τουτέστιν οὕτως εἰσὶ λίαν ἔγγιστα οἱ ὄνοι τοῦ ἄγονοι εἶναι. τὸ δὲ καὶ τοσοῦτον λείπει τοῦ ἄγονος εἶναι, ὅσον τὸ γενέσθαι τὸ ἐκ τούτου ψυχρότερον ἴσον ἐστὶ τῷ τοσοῦτόν ἐστι τοῦ ἄγονος εἶναι σύνεγγυς, ὥστε ἂν μικρόν τι ψυγῇ τὸ σπέρμα ἢ τὸ καταμήνιον, οὐδαμῶς κύει. ἀλλὰ καὶ τὸ ἐξ ἀμφοῖν, φησί, τῶν ὄνων γεγονὸς μικροῦ δεῖν ἄγονόν ἐστιν. ὥστ’ ἐπεὶ μόλις ἓν δύναται γεννᾶν ὁ ἵππος μετὰ τῆς ἵππου καὶ ὁ ὄνος μετὰ τῆς ὄνου, εἰ προσγένηται αὐτοῖς τὸ παρὰ φύσιν, ἤτοι τὸ μιγῆναι ἵππον ὄνῳ παρὰ φύσιν γὰρ τοῦτο) ἀνάγκη τὸ ἐκ τούτων ἄγονον εἶναι. ἄλλως τε ἐπεὶ ἐνιαύσιος ἡ κύησις τῶν τοιούτων, ἀνάγκη, εἰ συλλήψεται ἡμίονος, ἐνιαύσιον εἶναι καὶ αὐτῆς τὴν κύησιν. τί οὖν ἂν ἐτρέφετο τὸ ἔμβρυον τὸν | ὅλον ἐνιαυτὸν μὴ ὄντος καταμηνίου; ὥστε καὶ διὰ τοῦτο ἀναγκαῖον αὐτὰς ἀγόνους εἶναι. ταῖς οὗν ἡμιόνοις καταμήνιον οὐ γίνεται· ἄν δέ τι συμβῇ γενέσθαι, ἄχρηστον ὂν συνεκκρίνεται μετὰ τοῦ περιττώματος τῆς ὑγρᾶς τροφῆς. καὶ διὰ τοῦτο οὐ τῶν ἄρθρων οἱ ἡμίονοι ἄρρενες ὀσφραίνονται τῶν θηλειῶν, ἀλλ’ αὐτοῦ τοῦ περιττώματος τῆς ὑγρᾶς τροφῆς. ἐπεὶ γὰρ αἱ θήλειαι ἵπποι καὶ ὄνοι τότε ὀργῶσι καὶ πρὸς τὴν τῶν ἀρρένων μῖξιν οἰστρῶσιν, ὅτε τὰ καταμήνια ἐκ τῆς ὑστέρας, ἐν ᾗ εἰσι, πρὸς τὰ ἄρθρα κατέλθωσιν φυσικῶς κινούμενα, ὀσφραίνονται οἱ ἄρρενες τῶν ἄρθρων τῶν θηλειῶν· καὶ εἰ μὲν αἴσθονται ὀσμῆς, οἵα ἐστὶν ἡ τῶν καταμηνίων, γινώσκουσι φυσικῶς ὅτι ὀρέγονται ὀχευθῆναι καὶ ὀχεύουσιν αὐτάς, εἰ δὲ μὴ αἴσθονται, ὑποχωροῦσιν, ἅτε τῶν θηλειῶν μὴ οἰστρωσῶν. ἐπεὶ οὖν οὕτως ἔχει, τὸ δὲ τῶν ἡμιόνων περίττωμα οὐ κάτεισι πρὸς τὰ σφῶν ἄρθρα, ἀλλὰ συνεκκρίνεται τοῖς οὔροις, ὀσφραίνονται τῶν οὕρων καὶ εἰ μὲν αἴσθονται ὀσμῆς καταμηνίου, ὀχεύουσιν αὐτάς, εἰ δὲ μή, ἀφίστανται. ἀλλὰ τὴν μὲν θήλειαν, φησίν, ἡμίονον συλλαβεῖν ποτε ἐνδέχεται, ἐκθρέψαι δέ ποτε οὐκ ἐνδέχεται· ὁ δ’ ἄρρην ἡμίονος μετὰ τῆς θηλείας ἵππου γεννήσειεν ἄν, βραχύτατον δὲ καὶ τὸν αὐτὸν ἔχον λόγον ἐν τοῖς ἵπποις καὶ ἡμιόνοις ὃν τὰ ἀνθρωπάρια, ἃ καλοῦσι πυγμαίους, πρὸς ἡμᾶς. καλεῖται δὲ τὸ ἐξ ἄρρενος ἡμιόνου γεννηθὲν γίννος, καὶ γίνονται ἀεὶ ἐξ ἄρρενος ἡμιόνου γίννοι· ἐξ ἵππου δὲ καὶ ὄνου σπανίως καὶ τότε, ὅτε συμβῇ τὸ κύημα νοσῆσαι ἐν τῇ ὑστέρᾳ, ὥσπερ καὶ τὰ μετάχοιρα ἐν τοῖς χοίροις· ὃ γὰρ γίννος ἐν ἵπποις, τοῦτο μετάχοιρον ἐν τοῖς χοίροις. γίνεται δὲ τὸ μετάχοιρον ἐν ᾧ ἂν τύχῃ χοίρῳ· οὐ γὰρ ἐν τῷδε ἢ ἐν τῷδε, ἀλλ’ ἐν ᾧ ἂν τύχῃ. |

---

John Philoponus, In Libros De Generatione Animalium Commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg007.local001/.
