Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ TO ΠΡΩΤΟΝ ΤΗΣ ΠΕΡΙ ΖΩΩΝ ΓΕΝΕΣΕΩΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ.
Joannes Philoponus Phil., In Libros De Generatione Animalium Commentaria ΣΧΟΛΙΑ ΕΙΣ TO ΠΡΩΤΟΝ ΤΗΣ ΠΕΡΙ ΖΩΩΝ ΓΕΝΕΣΕΩΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ..1
Not analysed yet
Ed. Antonii Venet. 1526 Ἡ παροῦσα πραγματεία, ὡς καὶ αὐτός φησι, συνεχής ἐστι τῇ Περὶ ζῴων μορίων, ἐν ᾗ ζητῶν διὰ τί ἕκαστον τῶν μορίων οὕτως ἔχει ὥσπερ ἔχει, ἀπεδίδου αἰτίας τὸ ὑλικὸν καὶ τὸ τελικόν, ὅπερ τελικὸν ἐν τοῖς ὑπὸ γένεσιν πᾶσι ταὐτόν ἐστι τῷ εἰδικῷ· τὸ γὰρ οὗ ἕνεκα γίνεται τὸ γινόμενον ἐπὶ τῶν φυσικῶν καὶ τὸ εἶδος ταὐτόν ἐστιν. ἀπεδίδου οὖν ἐν ἐκείνοις αἰτίας τὸ ὑλικὸν καὶ τὸ τελικόν, καὶ διὰ τοῦτο καὶ τὸ εἰδικόν, τὸ δὲ ποιητικὸν τὸ κινοῦν τὴν ὕλην πρὸς τὴν λῆψιν τοῦ εἴδους, ὥστε ἐξ αὐτῆς καὶ τοῦ τοιοῦδε εἴδους γενέσθαι ῥύγχος καὶ αἷμα καὶ πιμελὴν καὶ τὰ ἄλλα ὧν ἐκεῖσε ἐμνήσθη, παραλιμπάνων. ἀλλὰ καὶ τὰ περὶ τὴν γένεσιν συν- τελοῦντα μόρια· οὔτε γὰρ τὴν ποιητικὴν αἰτίαν, ὡς λέγομεν, ἐκεῖσε ἀπέδωκεν οὔτε περὶ τῶν πρὸς γένεσιν συντελούντων μορίων, οἷον ὄρχεων καὶ ὑστερῶν καὶ τῶν λοιπῶν, διωρίσατό τι, ἀλλ’ ἐφυλάξατο τὴν περὶ τούτων θεωρίαν τῇ παρούσῃ πραγματείᾳ Περὶ ζῴων γενέσεως ἐπιγραφομένῃ. πρόκειται οὗν αὐτῷ ἐνταῦθα εἰπεῖν περὶ τῶν πρὸς τὴν γένεσιν συντελούντων μορίων, οἷον διὰ τί τὰ μὲν ἔχει ὄρχεις τὰ δ’ οὐκ ἔχει, καὶ τῶν ἐχόντων διὰ τί τὰ μὲν ἐντὸς ἔχει τὰ δ’ ἐκτός (ὄρνιθες μὲν γὰρ ἐντός, πρόβατα καὶ κάπροι ἐκτός), καὶ διὰ τί αἱ ὑστέραι πᾶσιν ἐντός, τί τε τὸ σπέρμα καὶ τίς ἡ γονή, καὶ ἀπὸ ποίου μέρους αὕτη τῶν σωμάτων ἐξέρχεται· καὶ ἵνα μὴ καθ’ ἕκαστον λέγοντες μηκύνωμεν, ἁπλῶς περὶ τῆς γενέσεως καὶ τοῦ ποιητικοῦ αἰτίου τῶν τε μερῶν ἑκάστου ζῴου ἁπάντων καὶ τῶν ὁλοτήτων τὴν σκέψιν ἐνταῦθα ποιήσεται. ἐν μὲν γὰρ τῇ Περὶ ζώων μορίων ἐζήτει, διὰ ποίαν ὕλην καὶ τίνος ἕνεκα γεγόνασιν, ἐνταῦθα δὲ πῶς γίνονται καὶ τί τὸ ποιοῦν ἕκαστον αὐτῶν καὶ δημιουργοῦν ζητεῖ τε καὶ ἀποδείκνυσιν. ἐπεὶ δὲ ἡ ἐνέργεια τοῦ ποιητικοῦ ἡ κινοῦσα τὴν ὕλην πρὸς λῆψιν τοῦ εἴδους οὐδὲν ἄλλο ἐστὶν ἢ ἡ γένεσις τοῦ γινομένου, ὁ περὶ τοῦ ποιητικοῦ αἰτίου λέγων τρόπον τινὰ περὶ τῆς ἑκάστου τῶν ὑπ’ αὐτοῦ γινομένων γενέσεως λέγει. |ὥστε καλῶς περὶ ζῴων γενέσεως ἐπιγέγραπται ἡ παροῦσα πραγματεία. τὸ γὰρ περὶ ζῴων γενέσεως ἐπιγράφειν ἴσον ἐστὶ τῷ περὶ τῆς τοῦ ποιητικοῦ αἰτίου ἐνεργείας, κἂν περὶ τῆς τοῦ ποιητικοῦ αἰτίου ἐνεργείας ἐπιγράψειεν, ἴσον ἐστὶ τῷ περὶ ζῴων γενέσεως ἐπιγράφειν. συντάττει δὲ καὶ περικλείει τὴν παροῦσαν πραγματείαν ἐν πέντε βιβλίοις. ὁ μὲν οὖν σκοπὸς καὶ δι’ ἣν οὕτως ἐπιγέγραπται αἰτίαν ἡ προκειμένη πραγματεία εἴρηται. ἰστέον δὲ ὅτι ἐπειδὴ σύνηθές ἐστιν ἡμῖν ἐν τοῖς πάμπαν σαφέσι καὶ μηδεμιᾶς δεομένοις ἐπιστάσεως ἐπιλέγειν τὸ σαφῆ δὲ τὰ ἑξῆς καὶ οὕτω μεταβαίνειν ἐπὶ τὰ δεόμενα σαφηνείας, ἐπὶ τῆς παρούσης πραγματείας τοῦτο οὐ ποιήσομεν, ἀλλὰ τοῖς μὲν χρῄζουσι σαφηνείας ἐπιστήσομεν, τὰ δὲ λίαν σαφῆ σιγῇ παραδραμοῦμεν μὴ ἐπιφωνοῦντες τὸ σαφῆ δὲ τὰ ἑξῆς. καὶ περὶ μὲν τούτων ἅλις· ἤδη δὲ ὑφ’ ἡγεμόνι τῶν λόγων λόγῳ ἐπὶ τὴν τῶν λεγομένων βαδιστέον σαφήνειαν. Ἐπειδή, φησί, περὶ τῶν ἄλλων μορίων εἴρηται ἐν τῇ Περὶ ζῴων μορίων τῶν τε κοινῇ πᾶσι τοῖς ζῴοις ὑπαρχόντων καὶ τῶν ἰδίων καθ’ ἕκαστον γένος χωρίς (ὅσα μὲν γὰρ κοινῶς πᾶσιν ἢ τοῖς πλείοσιν κοινῶς περὶ τούτων ἐν ἐκείνοις τὸν λόγον ἐποιήσατο· ὅσα δὲ χωρὶς ἑκάστῳ γένει ἢ εἴδει ὑπῆρχε, ταῦτα χωρίσας ἰδίως περὶ τούτων τοὺς λόγους ἀπεδίδου) ἐπειδὴ οὖν περὶ τούτων ἐν ἐκείνοις διώρισται, τίνα τρόπον διὰ ταύτην τὴν αἰτίαν ἕκαστόν ἐστι τοιοῦτον (εἰπὼν δὲ ὅτι διὰ ταύτην αἰτίαν σαφηνίζων τοῦτο ἐπήγαγε λέγω δὲ ταύτην τὴν ἕνεκά του· ὑπόκεινται γὰρ αἰτίαι τέσσαρες, μία μὲν τὸ οὗ ἕνεκα ὡς τέλος, ἄλλη δὲ ὁ λόγος τῆς οὐσίας, ὅπερ ἐστὶ τὸ εἶδος, τὸ δὲ τέλος καὶ τὸ εἶδος ὡς ἕν τι σχεδὸν ὑπολαβεῖν δεῖ, τρίτη δὲ καὶ τετάρτη ἡ ὕλη καὶ τὸ ποιητικόν) ἐπεὶ οὖν τέτταρα τὰ αἴτια, περὶ μὲν οὖν τῶν ἄλλων, τοῦ τε εἴδους καὶ τοῦ τέλους καὶ τῆς ὕλης εἴρηται τὸ γὰρ τέλος καὶ τὸ εἶδος ταὐτόν, ὥστε τὸ τέλος ἀποδιδόντες ἐν ἐκείνοις καὶ τὸ εἶδος ἀπεδίδομεν καὶ τὸ ἀνάπαλιν. ἀλλὰ μὴν καὶ τὰ μέρη ὕλη εἰσὶ τοῖς ζῴοις· τὰ μὲν ἀνομοιομερῆ ὕλη εἰσὶ παντὶ τῷ ὅλῳ, οἷον τῷ Σωκράτει, τοῖς δ’ ἀνομοιομερέσιν εἰσὶν ὕλη τὰ ὁμοιομερῆ καὶ τοῖς ὁμοιομερέσι τὰ στοιχεῖα· ὥστε καὶ περὶ τῶν μερῶν λέγοντες περὶ τῆς ὕλης ἐλέγομεν. ἐπεὶ οὖν περὶ τούτων πάντων ἐκεῖσε εἴρηται, λοιπόν ἐστι περί τε τῶν μορίων τῶν πρὸς τὴν γένεσιν συντελούντων εἰπεῖν (οὐδὲν γὰρ περὶ τούτων ἐν ἐκείνοις διώρισται) καὶ περὶ τῆς κινούσης αἰτίας, τίς αὕτη. τὸ δὲ περὶ τῆς κινούσης καὶ ποιητικῆς αἰτίας λέγειν ταὐτόν ἐστι τρόπον τινὰ τῷ σκοπεῖν καὶ περὶ τῆς ἑκάστου γενέσεως. διὰ δὲ τὸ εἶναι τὴν παροῦσαν πραγματείαν συνεχῆ κατὰ φύσιν τῇ Περὶ ζῴων μορίων, εἰς ἓν ταύτας ὁ λόγος συνήγαγε, τελευταῖα μὲν καὶ δεύτερα τῶν Περὶ ζῴων μορίων ταῦτα τὰ προκείμενα πέντε βιβλία τάξας, πρῶτα δ’ ἐκεῖνα. ἀλλ’ εἰ καὶ τελευταῖα τῶν Περὶ ζῴων μορίων ἐτάχθησαν, ὅμως ἐχόμενα τούτων εἰσίν· ἔχεται γάρ, ὡς εἴρηται, καὶ συνήνωται κατὰ φύσιν τὰ Περὶ ζῴων γενέσεως τοῖς Περὶ ζῴων μορίων. ταῦτα εἰπὼν εἰσβάλλει πρὸς τὰ προκείμενα αὐτῷ. Ev δὲ τῇ λέξει τῇ τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ πρόσκειται τὸ τε- λειωθέν ἐστιν ἀκριβῶς· τινὰ γὰρ πρὸ τοὐ τελειωθῆναι οὐ φαίνεται εἴτε ἄρρενά ἐστιν εἴτε θήλεα, ὡς ὁρῶμεν ἐπὶ τῶν χηνῶν καὶ ἄλλων τινῶν, τελειωθέντα δὲ φαίνεται. τὰ δ’ ἔχοντα τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ γεννῶντα μέν, μὴ ὁμογενῆ δέ. τουτέστι μὴ ὁμοειδῆ, ἀλλ’ ἀνομοειδῆ, ταῦτα δή ἐστιν ὅσα γίνεται μὴ ἐκ ζῴων, ἀλλ’ ἐκ γῆς σηπομένης καὶ περιττωμάτων ὑγρῶν καὶ ξηρῶν, οἷον αἵ τε μυῖαι καὶ ψύλλαι καὶ κανθαρίδες καὶ ἄλλα πολλά· ταῦτα γὰρ ἐκ σαπείσης γεγονότα ὕλης, ἔχουσι δὲ ἄρρεν καὶ θῆλυ. φαίνεται γὰρ συνδυαζόμενα καὶ τὸ τῶν ψυλλῶν καὶ τῶν μυιῶν καὶ τὸ τῶν ἄλλων γένος, καὶ γεννῶσιν, ἀλλ’ οὐχ ὁμοειδῆ, |αἱ μὲν οὖν ψύλλαι μικρά τινα σκωλήκια λευκότατα καὶ ἄποδα, αὐταὶ δὲ μέλαιναι καὶ ὑπόποδές εἰσι· καὶ τὰ ἄλλα ὁμοίως ταῖς ψύλλαις. Ἐv δὲ τῇ λέξει τῇ καὶ τούτων γὰρ τοῖς μὲν καθ’ ὅλον τὸ γένος, οἷον τοῖς μαλακίοις τὸ τούτων περὶ τῶν ἀναίμων εἴρηται· καὶ τούτων γὰρ τῶν ἀναίμων. εἰπὼν γὰρ ὅτι ὅσα ἐκ σηπομένης ὕλης γίνεται καὶ ἔχει τὸ ἄρρεν καὶ θῆλυ, γεννᾶ μέν, ἀνομοειδῆ δέ, καὶ τὰ γεννηθέντα οὔτε ἄρρενά ἐστιν οὔτε θήλεα οὔθ’ ὅλως γεννᾷ ἕτερα, ἀλλ’ ἄγονα διατελεῖ, δείκνυσιν ὅτι οὐ γεννῶσιν οὕτως· ἔστω δὲ ὁ λόγος ἐπὶ τῶν ψυλλῶν καὶ τῶν τέκνων αὐτῶν. αἱ ψύλλαι αἱ γεγονυῖαι μὴ ἐκ ζῴων, ἀλλ’ ἐκ σαπείσης ὕλης, αὗται οὖν γεγεννήκασι μικρά τινα σκωλήκια καὶ λευκά. λέγομεν οὖν ὅτι τὰ τοιαῦτα σκωλήκια οὔτε ἄρρενά ἐστιν οὔτε θήλεα οὔθ’ ὅλως γεννᾶν δύνανται. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα τὸ ἀντικείμενον. ἔστω δὴ ἐν τοῖς τοιούτοις σκωληκίοις τὸ ἄρρεν καὶ θῆλυ καὶ τὸ ἑπόμενον αὐτοῖν, τοῦτο δ’ ἐστὶ τὸ συνδυάζεσθαι. εἰ οὖν συνδυαζομένων τῶν σκωληκίων γίνεται ἐξ αὐτῶν ζῷα, ἢ ὁμοειδῆ αὐτοῖς ἔσται τὰ γεννηθέντα ἢ ἀνομοειδῆ. εἰ μὲν οὖν ὁμοειδῆ, ἔδει καὶ τὰς ψύλλας ἐξ ὁμοειδῶν γενέσθαι· ὡς γὰρ ὁ Σωκράτης ὁμοειδῆ ἑαυτῷ γεννήσας καὶ ὁ Σωφρονίσκος ὁ Σωκράτους πατὴρ ἐξ ὁμοειδῶν γέγονεν, οὕτως, ἐπειδὴ τὰ σκωλήκια ὁμοειδῆ γεγέννηκε κατὰ τὴν ὑπόθεσιν, ἔδει καὶ τὰς γεγεννηκυίας αὐτὰ ψύλλας ἐξ ὁμοειδῶν γενέσθαι αὐταῖς. οὐ γεγόνασι δέ, ἀλλ’ ἐκ σαπείσης ὕλης. ὁμοειδῆ μὲν οὖν διὰ ταῦτα οὐ δύνανται γεννῆσαι· εἰ δὲ ἀνομοειδῆ, πότερον δυνάμενα συνδυάζεσθαι (τοῦτο δὲ ταὐτόν ἐστι τῷ πότερον ἔχουσι τὸ καὶ τὸ θῆλυ) ἢ οὔ ; εἰ μὲν οὖν μὴ δύνανται συνδυάζεσθαι μηδ’ ἔχειν τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἔδει μηδὲ τὰ σκωλήκια ἔχειν τὸ ἄρρεν καὶ τὸ θῆλυ· διὰ τίνα γὰρ αἰτίαν τὰ μὲν τῶν σκωληκίων ἔκγονα ἀνομοειδῆ ὄντα τοῖς σκωληκίοις οὐκ ἔχουσι τὸ ἄρρεν καὶ τὸ θῆλυ, τὰ δὲ σκωλήκια ἀνομοειδῆ ὄντα τῖς ψύλλαις ἕξουσιν; εἰ δὲ ἕξουσι καὶ τὰ τῶν σκωληκίων ἔκγονα τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ δύνανται καὶ συνδυάζεσθαι καὶ γεννᾶν, ὁμοειδῆ μὲν οὐκ ἄν γεννήσαιεν· ἔδει γὰρ καὶ τὰ σκωλήκια ἐξ ὁμοειδῶν γενέσθαι· γεννήσουσιν ἄρα ἀνομοειδῆ, κἀκεῖνα πάλιν ἕτερα ἀνομοειδῆ διὰ τὰς αὐτὰς ἀνάγκας, καὶ οὕτω προβήσεται ἡ τῶν ἀνομοειδῶν φύσις εἰς ἄπειρον, ὅπερ ἀδύνατον. Λέγει δὲ ἐν τοῖς φυτοῖς λέγεσθαι τὸ ἄρρεν καὶ θῆλυ καθ’ ὁμοιότητα καὶ ἀναλογίαν. τὰ μὲν γὰρ καρποφόρα θήλεα· τῶν γὰρ θη|λέων τὸ γεννᾶν ἐν ἑαυτοῖς· τὰ δὲ μὴ τοιαῦτα ἄρρενα. ὁ δὲ ἰξὸς καθ’ αὑτὸν μὲν οὐ γίνεται, ἀλλ’ ἐν τῇ δρυί· ἔστι γὰρ ὁ ἰξὸς ἐν τῇ δρυὶ ἔτι ὢν ὅμοιος τοῖς φύλλοις τοῦ κισσοῦ. τοῦτον οὖν συναγαγόντες ὁ ἰξευταὶ καὶ ἐν χύτρᾳ καινῇ ἐναποτιθέντες κατορύττουσιν αὐτὸν μετὰ τῆς χύτρας ἐν τῇ κόπρῳ, καὶ ἐν ταύτῃ σαπείς, εἶτα ἐλαίῳ μαλαχθεὶς ἀποτελεῖται ὁ ἐπαλειφόμενος ἰξὸς ἐν τοῖς κλαδίοις πρὸς τὴν τῶν στρουθῶν θήραν. Ἐπιβάλλοντα δὲ λόγον λέγει τὸν ἁρμόδιον καὶ προσήκοντα. ἐν δὲ τῇ λέξει ἰῇ ἀπὸ τῶν εἰρημένων συνείροντας εἰρημένα λέγει τὸ ἄρρεν καὶ τὸ θῆλυ. ἐν δὲ τῇ μετ’ αὐτὴν πάλιν λέξει τῇ τοῦτο δὲ μάλιστ’ ἄν τις πιστεύσειε θεωρῶν πῶς γίνεται τὸ σπέρμα τὸ τοῦτο δηλωτικόν ἐστι τοῦ ὅτι δὲ τῆς γενέσεως ἀρχαὶ τὸ ἄρρεν ἐστὶ καὶ τὸ θῆλυ· τοῦτο πιστεύσειεν ἄν τις θεωρῶν πῶς γίνεται τὸ σπέρμα, καὶ πόθεν. ἡ δὲ τοῦ σπέρματος ἀπόκρισις (λεγέσθω γὰρ νῦν σπέρμα καὶ τὸ καὶ ἐν τῷ θήλει ἐστὶ καὶ ἄρρενι καὶ ἐκ τούτων ἐξέρχεται. ὅταν μὲν γὰρ ἐκκριθῇ ἀπὸ τοῦ λεπτοτάτου αἵματος τοῦ τρέφοντος τὸ σῶμα καὶ μένῃ ἐν τοῖς σπερματικοῖς πόροις, πάντως ἐστὶν ἐν τούτοις, ἐξέρχεται δὲ ἐκ τοῦ ἄρρενος ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ, καὶ τὸ μὲν ἄρρεν γεννᾷ εἰς τὸ θῆλυ, τὸ δὲ θῆλυ εἰς ἑαυτό· ἐν ἑαυτῷ γὰρ φέρει τὸ ἔμβρυον, ἕως ἂν τελειωθῇ. τελειωθὲν δὲ γεννᾷ. Ἐπεὶ δὲ δυνάμει τινὶ καὶ ἔργῳ διώρισται τὸ ἄρρεν καὶ θῆλυ, τῶν δὲ διαφόρων δυνάμεων καὶ τὰ ὄργανα διάφορα, ἀναγκαῖον καὶ τὰ πρὸς τὴν τέκνωσιν καὶ τὸν συν|δυασμὸν μόρια καὶ ὄργανα διαφέρειν ἀλλήλων, καθ’ ἃ ὄργανα καὶ μορία διαφέρουσι τὸ ἄρρεν καὶ θῆλυ. εἰ γὰρ καὶ καθόλου τοῦ Σωκράτους κατηγορεῖται τὸ ἄρρεν καὶ τῆς Ξανθίππης τὸ θῆλυ, ἀλλ’ οὐ καὶ κατὰ τὰς χεῖρας καὶ τοὺς ὀφθαλμοὺς ὁ μὲν ἄρρην ἡ δὲ θήλειά ἐστιν, ἀλλὰ κατά τινα δύναμιν καὶ κατά τινα μόρια. περινέους δὲ λέγει τοὺς φλεβώδεις πόρους, οἵτινες ἐπὶ μὲν τῶν ἐχόντων αἰδοῖον εἰς αὐτὸ τὸ αἰδοῖον ἐξάγουσι τὸ σπέρμα, ἐκ δὲ τούτων διαδεξάμενον τὸ αἰδοῖον ἀφίησιν εἰς τὸ θῆλυ, ἐπὶ δὲ τῶν μὴ ἐχόντων αἰδοῖον αὐτοὶ πρὸς τῇ οἰκείᾳ χρείᾳ ἀποπληροῦσι καὶ τὴν τοῦ αἰδοίου. ταύτην δὲ ἐναντίωσιν εἶπε τὸ ἄρρεν καὶ θῆλυ. Λέγει δὲ ὅτι τὰ ζῳοτόκα πάντα εἰς τὸ πρόσθεν ἔχει τοὺς ὄρχεις, ἀλλὰ τὰ μὲν ἐκτός, ὥσπερ ἄνθρωποι, τὰ δ’ ἐντὸς πρὸς τῷ τέλει τῆς γαστρός· ἐν ᾧ γὰρ τόπῳ πληροῦται ἡ τῆς γαστρὸς θέσις, ἐν τούτῳ ἔχουσιν αὐτοὺς κειμένους, ὥσπερ οἱ δελφῖνες· ἔχουσιν δὲ καὶ οὗτοι αἰδοῖον, οἷόν ἐστι τὸ τῶν βοῶν. |Tὰς δὲ ὑστέρας, αἳ καὶ μῆτραι καλοῦνται, τὰ μὲν ἔχει πρὸς τοῖς ἄρθροις, ὥσπερ αἱ γυναῖκες, λέγων ἄρθρα αὐτὰ τὰ τῶν γυναικῶν αἰδοῖα, τὰ δὲ ἔχουσιν αὐτὰς πρὸς τῷ ὑποζώματι. ζῳοτοκοῦσι δὲ καὶ ἐν ἑαυτοῖς καὶ θύραζε ἄνθρωποι, βόες, ἵπποι καὶ τὰ ὅμοια· θύραζε δὲ μόνον ζῳοτοκοῦσιν ὅσα ᾠοτοκοῦσιν, ἐκτὸς δὲ γίνονται τὰ τοιαῦτα ᾠὰ ζῷα. ὑπόζωμα δὲ λέγει τὸ διάφραγμα, ὅπερ καὶ φρένες καλεῖται. τὰ δὲ ὑπὸ τῆς φύσεως γινόμενα τὰ μὲν γίνεται διὰ τὸ ἀναγκαῖον, τὰ δὲ διὰ τὸ βέλτιον. ἀναγκαῖον δὲ λέγεται τὸ ἐν ἅπαντι τῷ γένει εὑρισκόμενον, καὶ οὗ ἄνευ οὐκ ἐνδέχεται γενέσθαι τι, βέλτιον δὲ τὸ μὴ τοιοῦτον. ἐπεὶ δὲ οἱ ὄρχεις οὔτε ἐν ἅπαντι τῷ τῶν ἀρρένων εὑρίσκονται γένει, γίνεται δὲ γένεσις καὶ χωρὶς αὐτῶν, οὔκ εἰσι διὰ τὸ ἀναγκαῖον, ἀλλὰ διὰ τὸ βέλτιον. |Ὥσπερ δὲ ἐν τοῖς περὶ τροφὴν τὰ εὐθυέντερα λαβρότερα. Ἐντεῦθεν τὰ αἰτίας ἐκτίθεται, δι’ ἃς τὰ ἔχοντα ὄρχεις καὶ τὰ μὴ ἔχοντα τὰ μὲν ἔχει, τὰ δ' οὐκ ἔχει, καὶ τῶν ἔχόντων τὰ μὲν ἐντὸς ἔχει, ὥσπερ οἱ ὄρνιθες, τὰ δ’ ἐκτός. φησὶν οὖν ὅτι, ὥσπερ τὰ εὐθυέντερα λαβρότερά ἐστι πρὸς τὴν ἐπιθυμίαν τῆς τροφῆς διὰ τὸ θᾶττον ἐξέρχεσθαι τὸ περίττωμα διὰ τὴν εὐθυεντερίαν, τὰ δὲ μὴ εὐθυέντερα σωφρονέστερα καὶ ὀλιγοτροφώτερα, οὕτω καὶ τὰ μὴ ἔχοντα ὄρχεις, πόρους δὲ μόνον, ὡς οἱ ἰχθύες, ἢ ἔχοντα μὲν ἐντὸς δέ, ὡς οἱ ὄρνιθες· τὰ μὲν οὖν μηδ’ ὅλως ἔχοντα ὄρχεις εἰσὶ πρὸς τὴν ἐργασίαν τοῦ συνδυασμοῦ ταχύτερα πάντων, τὰ δ’ ἔχοντα μὲν ἐντὸς δὲ βραδύτερα πρὸς τὴν τοιαύτην ἐργασίαν τῶν μὴ ἐχόντων ὄρχεις καὶ σωφρονέστερα, λαβρότερα δὲ καὶ ταχύτερα τῶν αὐτοὺς ἐχόντων ἐκτός. ῥητέον δ’ οὖν ἡμῖν πρῶτον μέν, τίνος ἕνεκεν τῇ φύσει πεφρόντισται τοῦ τὰ μὲν εἶναι σώφρονα καὶ πεποίηκε τῶν τοιούτων τοὺς ὄρχεις ἐκτός, τὰ δὲ λαβρότερα καὶ ἐντός, τῶν δὲ καὶ παντελῶς κατωλι- γώρηκε καὶ οὐκ ἀπέδωκεν ὄρχεις, καὶ διὰ τοῦτό εἰσι καὶ πάντων λαβρότατα. ῥητέον δὲ πρὸς τοῦτο συντόμως ὅτι οὐδὲ τούτων κατωλιγώρησεν, ἀλλὰ καὶ μᾶλλον κατὰ πολὺ πεφρόντικεν· ἐπειδὴ γὰρ ἐν ὕδατι ὄντα οὐ δύνανται ἐπὶ πολὺ ἐνδιατρίβειν, ὡς καὶ αὐτὸς προιὼν ἐρεῖ, τῇ ἁφῇ, οὐ δέδωκε πρὸς τοῖς ἄλλοις οἷς μέλλει λέγειν λόγοις περὶ τούτων ὄρχεις· ἐν γὰρ τοῖς ἔχουσιν ὄρχεις βραδεῖα δι’ ἃς μαθησόμεθα αἰτίας ἡ πρόεσις τοῦ σπέρματος γίνεται· ἀλλὰ τοῦτο μὲν οὕτως προλελέχθω· ἡμῖν δὲ τὰ εἰρημένα ῥητέον καὶ ἔτι τὴν αἰτίαν καθ’ ἣν συμβαίνει πρώτως καὶ μάλιστα σώφρονα εἶναι τὰ ἐκτὸς ἔχοντα τοὺς ὄρχεις, δευτέρως δὲ καὶ ἧττον τὰ ἐντός, πάντων δὲ ἀκολαστό- τατα τὰ μηδ’ ὅλως τούτους ἔχοντα· καὶ οὕτως τὴν Ἀριστοτέλους ῥῆσιν μετιτέον. ἰστέον οὖν ὡς ἐπειδὴ ἡ φύσις τοῦ ἀεὶ εἶναι ζῷα καὶ τὰ ἄλλα πάντα ἐφίεται καὶ τούτου στοχάζεται, ὅσα οὐκ ἠδυνήθη φυλάξαι ἀεὶ τὰ αὐτὰ τῷ ἀριθμῷ, τούτοις ἐπρυτάνευσε τὴν ἀιδιότητα διὰ τοῦ ἀεὶ ἄλλα ἐξ ἄλλων γίνεσθαι. ἀλλ’ ἐπεὶ ὁ συνδυασμὸς ὁ συνεχὴς ἔκλυσιν τοῦ σώματος ἐμποιεῖ δι’ ἃς ἐρεῖ αἰτίας ἐν τῷ παρόντι βιβλίῳ, ὅταν περὶ τῆς φύσεως τοῦ σπέρματος λέγῃ τίς ἐστιν, ἐπεὶ οὖν ἔκλυσιν ἐμποιεῖ, τῇ ἐκλύσει δὲ φιλεῖ ὡς τὰ πολλὰ παρέπεσθαι θάνατον, ὅσα τῶν ζῴων ὀλιγοτόκα πέφυκεν ἐρεῖ δὲ καὶ τῆς τούτων ὀλιγοτοκίας τὰς αἰτίας ἐν τῷ παρόντι βιβλίῳ καὶ ἐν τοῖς ἐφεξῆς τούτου) ὅσα οὖν πέφυκεν ὀλιγοτόκα, γέγονε σωφρονέστερα τῶν ἄλλων προνοίᾳ φύσεως, ὅπως μὴ πολλάκις τῆς ἡμέρας συνδυαζόμενα ἐκλύηται καὶ φθείρηται καὶ τάχιον ἐκποδὼν γένηται τὸ τοιοῦτον γένος· ὅσα δὲ τίκτει μέν, ἀλλὰ πλείω μὲν τῶν ὀλιγοτόκων, ἐλάττω δὲ κατὰ πολὺ τῶν πάνυ πολλὰ τικτόντων, ἧττόν ἐστι σωφρονέστερα τῶν ὀλιγοτόκων· εἰ γὰρ καὶ συμβαίη αὐτοῖς φθορὰ ἐκ τοῦ πολλάκις συνδυάζεσθαι, ἀλλὰ διὰ τὸ πλείω τοῖν δυοῖν καὶ τριῶν τίκτειν, ἔστι δ’ ὅτε καὶ τῶν ἑπτὰ καὶ δέκα, οὐκ ἐπιλείψει τὸ τοιοῦτον γένος ἐκ τοῦ παντός. διὰ τοῦτο οὖν ἧττον ἐφρόντισε τοῦ σώφρονα εἶναι ταῦτα. τῶν δὲ πάμπαν πολλὰ τικτόντων τίς ἡ ἀνάγκη τούτων φροντίσαι; δῆλον γὰρ ὡς οὐκ ἐπιλείψουσι σωρηδὸν γινόμενα. ἡ μὲν οὖν αἰτία τοῦ τὰ μὲν εἶναι σώφρονα μᾶλλον τὰ δ’ ἧττον τὰ δ’ οὐδ’ ὅλως αὕτη. Συμβάλλονται δὲ οἱ ὄρχεις οἱ μὲν ἐκτὸς πρὸς σωφρονισμὸν μᾶλλον, οἱ δ’ ἐντὸς ἧττον διὰ τάδε. ἴσμεν ἐκ τῆς Περὶ ζῴων ἱστορίας καὶ |τῶν ἀνατομῶν ὡς φλεβώδεις εἰσὶ πόροι ἐν οἷς συνάγεται τὸ σπέρμα καὶ δι΄ ὧν ἐξέρχεται, καὶ τούτων ἕνεκα τῶν πόρων μεμηχανῆσθαι τοὺς ὄρχεις, ἵνα ὥσπερ ἐν κραββάτῳ ἐν αὐτοῖς ἐπαναπαύωνται. κεῖνται δὲ ἐν τοῖς ὄρχεσιν ἐπαναδεδιπλωμένοι οἱ τοιοῦτοι πόροι ὡς εἰπεῖν, ὥσπερ ἡ Α Β Γ Δ E γραμμή. ἀλλ’ ὅσων μὲν ἐκτός εἰσιν οἱ ὄρχεις, ἀνάγκη καὶ τὴν τῶν φλεβῶν ἐπαναδίπλωσιν ἐκτὸς εἶναι· μέχρι γὰρ τῶν ὄρχεων οἱ πόροι εὐθεῖς εἰσιν, ἐν αὐτοῖς δὲ ἐπαναδιπλοῦνται. ἐκτὸς δὲ ὄντων τῶν ὄρχεων καὶ διὰ τὸ περιέχον ψυχομένων ἐξ ἀνάγκης ψύχονται οἱ πόροι καὶ στενοῦνται. ψυχομένων δὲ καὶ στενουμένων χρεία θερμότητος, ἥτις εὐρυνεῖ αὐτοὺς καὶ ποιήσει ἐπιτηδείους πρὸς ὑποδοχὴν ἅμα καὶ ἄφεσιν τοῦ σπέρματος· ἡ δὲ θερμότης αὕτη γίνεται βραδέως διὰ τὸ ἐκ τῆς πρὸς ἄλληλα τῶν αἰδοίων τοῦ ἄρρενος καὶ τοῦ θήλεος γίνεσθαι παρατρίψεως ἐν ταῖς ὀχείαις. ὥστε τρία εἰσὶ τὰ συντείνοντα πρὸς τὸ μὴ ταχεῖαν γίνεσθαι τὴν τοῦ σπέρματος ἄφεσιν, τό τε κατ’ ὀλίγον συναθροίζεσθαι τὸ σπέρμα· ἐν γὰρ τοῖς πλείστοις, ὡς μαθησόμεθα, ὅταν λέγῃ περὶ τῆς τοῦ σπέρματος φύσεως τίς ἐστιν, οὐ προυπάρχει τὸ σπέρμα, ἀλλ’ ἐν τῷ καιρῷ τῆς ὀχείας καὶ γίνεται καὶ ἀποκρίνεται. ἡ γὰρ ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ γενομένη θερμότης ἅμα τε τὸ σπέρμα οὐσιοῖ καὶ συνίστησι καὶ τοὺς πόρους εὐρύνει καὶ περὶ αὐτοὺς συναθροίζει. ἀλλ’ εἰ μὴ ἔστιν ἐν τοῖς πλείστοις τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων ἐνεργείᾳ τὸ σπέρμα. ἀλλὰ κατὰ τὸν καιρὸν τῆς ὁμι- λίας γίνεται, τί τὸ διερεθίζον καὶ κινοῦν τὰ τοιαῦτα πρὸς τὴν τοιαύτην ἡδονήν; κινοῦνται γὰρ καὶ πρὸ τῆς ὁμιλίας. ἢ κινοῦνται μέν, ἀλλ’ ἔκ τινος φυσικῆς δυνάμεως, ἣν καλοῦμεν γεννητικὴν ψυχήν, καὶ οὐκ ὑπὸ τοῦ σπέρματος. τρία οὖν εἰσιν, ὡς εἴρηται, τὰ συντείνοντα, τό τε κατὰ βραχὺ τὸ σπέρμα συναθροίζεσθαι, δεύτερον δὲ ἡ ἐπαναδίπλωσις (κωλύει γὰρ καὶ αὐτὴν ἔξοδον διὰ τὸ σκολιὸν τῆς θέσεως) καὶ τρίτον ἡ ψῦξις ἡ πυκνοῦσα καὶ στενοῦσα τοὺς πόρους. ἐπὶ δὲ τῶν ὀρνίθων καὶ πάντων τῶν ἐχόντων ἐντὸς τοὺς ὄρχεις κωλύει μὲν ἡ ἐπαναδίπλωσις τῶν πόρων, ἀλλὰ διὰ τὸ ἐντὸς εἶναι τοὺς ὄρχεις καὶ διὰ τοῦτο θερμοὺς καὶ διὰ τὴν θερμότητα ἀνεῳγμένους τοὺς πόρους ἀεὶ γίνεται καὶ ἡ συνάθροισις καὶ ἡ ἄφεσις τοῦ σπέρματος πολὺ ταχυτέρα τῶν ἐχόντων ἐκτὸς ‘τοὺς ὄρχεις καὶ τοὺς ἐν αὐτοῖς πόρους, καί εἰσιν διὰ τοῦτο λαβρότεροι οἱ ὄρνιθες καὶ τὰ ὁμοίως ἔχοντα τούτοις. τὰ δὲ μὴ ἔχοντα ὄρχεις λαβρότερα πάντων· τάχιον γὰρ ἐξέρχεται τὸ σπέρμα καὶ συναθροίζεται. τάχιον μὲν συναθροίζεται διὰ τὴν θερμότητα, ἐξέρχεται δὲ καὶ διὰ τὸ ἀνεῳγμένους εἶναι τοὺς πόρους ὑπὸ τῆς θερμότητος καὶ διὰ τὸ εὐθεῖς εἶναι καὶ μὴ ἐπαναδεδιπλωμένους· ἐν τοῖς ὄρχεσι γὰρ ἡ ἐπαναδίπλωσις ὁρᾶται. ἔχουσιν οὖν τὰ μὲν ἐκτὸς τοὺς ὄρχεις τὰ δ’ ἐντὸς τὰ δ’ οὐδ’ ὅλως διὰ μίαν μὲν αἰτίαν τὴν εὖ καὶ τὸ οὗ ἕνεκα· ἀποδώσει δὲ τῆς τοιαύτης τῶν ὄρχεων θέσεως αἰτίας καὶ ἀπὸ τῆς ὕλης, οὐ μόνον δὲ τὴν εἰρημένην ἐρεῖ ἀπὸ τοῦ εὖ καὶ τοῦ οὗ ἕνεκα, ἀλλὰ καὶ ἄλλας πλείονας καὶ ταῦτα μὲν οὕτως προλελέχθω· τὴν δὲ λέξιν μετιτέον. ἃ δεῖ, φησί, τῶν ζῴων σωφρονέστερα εἶναι, τούτων τῶν ζῴων ἔχουσιν οἱ πόροι ἕλικας καὶ ἐπαναδιπλώσεις· ποιοῦσι γὰρ στασιμωτέραν καὶ βραδυτέραν τὴν κίνησιν καὶ τὴν ἔξοδον τοῦ σπέρματος αἱ ἕλικες καὶ ἐπαναδιπλώσεις· ταύτας δὲ τὰς ἐπαναδιπλώσεις σώζουσιν οἱ ὄρχεις. ὃν δὲ τρόπον ἔχει ἡ ἐπαναδίπλωσις, δεῖ θεωρεῖν ἐκ τῆς Περὶ τὰ ζῷα ἱστορίας· ὅτι δὲ διὰ τὸ σώζεσθαι τὰς τοιαύτας ἐπαναδιπλώσεις γεγόνασιν οἱ ὄρχεις, δῆλον· οὐδὲ γάρ εἰσι μόριον τῶν πόρων, ἀλλὰ πρόσκεινται μόνον ὥσπερ καὶ αἱ λαιαὶ [χεῖρες] τοῖς ἱστοῖς· οὐδὲ γὰρ αὗται μέρος εἰσὶ τῶν ἱστῶν, ἀλλὰ πρόσκεινται. ὅτι δὲ πρὸς ἀνάπαυσιν τῶν πόρων καὶ τὰς ἐπαναδιπλώσει γεγόνασιν οἱ ὄρ|χεις καὶ ἐκ τῶνδε δῆλον· ἀφαιρουμένων γὰρ καὶ ἀποτεμνομένων τῶν ὄρχεων ἀνασπῶνται οἱ πόροι καὶ εἰσέρχονται ἐγγὺς πρὸς τὸν θώρακα διὰ τὸ μὴ εἶναι τοὺς ἐν οἷς ἀναπαύσονται καὶ ἐπαναδιπλωθήσονται ὄρχεις. ἀνασπωμένων δὲ τούτων ἐντὸς συμβαίνει μὴ γεννᾶν τὰ ἐκτεμνόμενα· εἰσερχομένων γὰρ ἐντὸς καὶ ἐμφραττομένων, καθ’ ὅ τι μέρος γέγονεν ἡ τομή, συμφύεται τοῦτο τὸ μέρος τῶν πόρων καὶ οὐ δύναται ἐξελθεῖν τὸ σπέρμα, ἐπεὶ εἴπερ ἦσαν ἐκτὸς καὶ ἀνεῳγμένα τὰ πέρατα αὐτῶν ἀλλὰ μὴ συμπεφυκότα, ἐγέννα ἂν τὰ ἐκτμηθέντα. σημεῖον δέ· καὶ γὰρ ταῦρός τις ἅμα τῷ ἐκτμηθῆναι πρὸ τοῦ ἀνασπασθῆναι τοὺς πόρους καὶ ἐμφραγῆναι ὀχεύσας ἐπλήρωσεν, ἤτοι ἔγκυον ἐποίησε τὴν θήλειαν. ὥστε δῆλον ὅτι οὔτε μόριόν εἰσι τῶν πόρων οἱ ὄρχεις οὔτε πρὸς τὸ γεννᾶν συμβάλλονται. ἔστι μὲν οὖν βραδεῖα ἡ ἔξοδος τοῦ σπέρματος τοῖς ἔχουσιν ἐκτὸς τοὺς ὄρχεις διά τε τὰς ἐπαναδιπλώσεις καὶ τὴν κατάψυξιν καὶ τὴν ἐκ ταύτης τῶν πόρων πύκνωσιν. Δέχονται δὲ οἱ ὄρχεις, τουτέστιν οἱ ἐν αὐτοῖς πόροι, καὶ ἐν τοῖς ὄρνισιν καὶ τοῖς ᾠοτόκοις τῶν τετραπόδων τὴν σ|περματικὴν περίττωσιν, ὥστε βραδυτέραν εἶναι τὴν ἔξοδον διὰ τἀς ἐπαναδιπλώσεις ἢ τοῖς ἰχθύσι, ταχυτέραν δὲ ἢ τοῖς ἀνθρώποις καὶ τοῖς ἵπποις, ταχυτέραν δὲ διὰ τὴν θερμότητα καὶ τὴν ἀπ’ αὐτῆς γινομένην τοῖς πόροις εὐρύτητα. ὅτι δὲ καὶ οἱ τῶν ὀρνίθων ὄρχεις δέχονται τὸ περίττωμα, ἐπὶ μὲν τῶν ἀλεκτρυόνων καὶ περιστερῶν καὶ τῶν ἄλλων τῶν κατὰ πᾶσαν ὥραν ἤγουν καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον καὶ θέρος ὀχευόντων καὶ πρὸς τούτῳ καὶ πολλάκις τῆς ἡμέρας οὐκ ἔστι δῆλον ἐπὶ τούτων· ἐπὶ δὲ τῶν ὀρνίθων, οἷον ἱεράκων, στρουθῶν, τῶν ἄλλων τῶν ἐν μιᾷ ὥρᾳ τοῦ ἔτους οἷον τῷ ἔαρι μόνον ὀχευόντων δῆλον γίνεται ὅτι δέχονται τὸ σπέρμα οἱ ὄρχεις [καὶ τῶν ὀρνίθων]· περὶ γὰρ τὸν καιρὸν τῆς ὀχείας πολλῷ μείζους ἔχουσι τοὺς ὄρχεις, ὡς πεπληρωμένων ὄντων ὑπὸ τοῦ σπέρματος· ὅταν δὲ ὁ χρόνος τῆς ὀχείας παρέλθῃ καὶ ἐκκενώσωσι τὸ σπέρμα, σχεδὸν ἄδηλοί εἰσιν. θᾶττον μὲν οὐν ὀχεύουσι τὰ ἐντὸς ἔχοντα τοὺς ὄρχεις διὰ τὴν θερμότητα· καὶ γὰρ καὶ τὰ ἐκτὸς ἔχοντα οὐ πρότερον ἀφίησι τὸ σπέρμα, πρὶν ἀνασπάσαι τοὺς ὄρχεις· κατὰ βραχὺ γὰρ θερμαινόμενοι ὑπὸ τῆς ἐν τῷ συνδυασμῷ γενομένης θερμότητος κουφότεροι γίνονται καὶ ἀνέρχονται. τότε δὲ ἤδη καὶ οἱ πόροι τέλεον ἀνοιχθέντες ἀφίενται τὸ σπέρμα. Μετὰ ταῦτα λέγεται καὶ διὰ τί τὰ μὲν τετράποδα τὸ πρὸς τὸν συνδοασμὸν ὄργανον (τοῦτο δ’ ἐστὶ τὸ αἰδοῖον) ἔχουσιν, οἱ δὲ ὄρνιθες ἔχουσιν, οὐδὲ μὴν τὰ ἄποδα. λέγει οὖν μὴ ἔχε· . ν αὐτοὺς διὰ τὸ τῶν ὀρνίθων τὰ σκέλη ὑπὸ μέσην εἶναι τὴν γαστέρα, τοὺς δ᾿ ἰχθύας ὅλως εἶναι ἀσκελεῖς, τὴν δὲ τοῦ αἰδοίου φύσιν ἠρτῆσθαι ἐντεῦθεν, ἤτοι ἀπὸ τῶν σκελῶν, καὶ τὴν θέσιν ἐν τούτοις ἔχειν· ὥστε ἐπειδὴ ἤρτηνται τὰ αἰδοῖα ἀπὸ τῶν σκελῶν, ταῦτα δ’ ἔχουσιν οἱ ὄρνιθες ὑπὸ μέσην τὴν γαστέρα, εἴπερ εἶχον |αἰδοῖον, ὑπὸ μέσην ἂν εἶχον αὐτὸ τὴν γαστέρα· εἰ δὲ τοῦτο, οὐκ ἄν ἠδύναντο συνδυάζεσθαι. πῶς γάρ; οἵτινες διὰ τῶν πόρων δι’ ὧν ἐξέρχεται τῆς ξηρᾶς τροφῆς περίττωσις συνδυαζόμενοι οὐδὲ οὕτω ῥαδίως συνδυάζονται ἀλλὰ πίπτουσι τὰ πλεῖστα ἐκ τῶν θηλειῶν μὴ ὀχεύσαντες· εἰ δὲ καὶ διὰ τῶν τοιούτων πόρων ὀχεύοντες δυσκολαίνουσι περὶ τὴν ὀχείαν, εἴπερ ὑπὸ μέσην εἶχον τὴν γαστέρα τὸ αἰδοῖον, οὐδαμῶς ἄν ἡδύναντο ὀχεύειν. ὅτι δὲ ἀναγκαῖόν ἐστι τὸ αἰδοῖον ἐκ τῶν σκελῶν ἠρτῆσθαι, σημεῖόν φησι τὸ γίνεσθαι τὴν τῶν σκελῶν σύντασιν ἐν τῇ ὁμιλίᾳ· τείνονται γὰρ τὰ σκέλη, καὶ μάλιστα πρὸς τῷ τέλει τῆς ὁμιλίας, ὥσπερ ἡ τοῦ τόξου νευρά, πρὸ τῆς ὁμιλίας κεχαλασμένα ὄντα. εἰπὼν δὲ ὅτι τείνονται ἐν τῇ ὁμιλίᾳ τὰ σκέλη τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν τό τε γὰρ ὄργανον νευρωδες καὶ ἡ τῶν σκελῶν φύσις νευρώδης· ὥστ’ ἐπεὶ τῆς αὐτῆς εἰσι φύσεως, ἀνάγκη συμπάσχειν ὑπ’ ἀλλήλων. τείνεται δὲ τὸ ὄργανον ἐν τῇ ὁμιλίᾳ· ἀνάγκη <ἄρα> καὶ τὰ σκέλη αὐτοῦ συντείνεσθαι τότε. ὥστ’ ἐπεὶ ἐνδέχεται τοὺς ὄρνιθας καὶ τοὺς ἰχθύας ἔχειν αἰδοῖον, τοὺς μὲν ὄρνιθας διὰ τὸ ὑπὸ μέσην ἔχειν τὴν γαστέρα τὰ σκέλη, τοὺς δ’ ἰχθύας διὰ τὸ ὅλως ἀσκελεῖς εἶναι, ἀνάγκη καὶ ὄρχεις ἡ μὴ ἔχειν ἢ μὴ ἐν τοῖς σκέλεσιν· ἡ γὰρ αὐτὴ θέσις ἀμφοτέρων αὐτῶν, τουτέστιν ἐν ᾧ κεῖται τὸ αἰδοῖον, ἐνταῦθα καὶ οἱ ὄρχεις. ἔχομεν οὖν καὶ ἄλλην αἰτίαν διὰ τί τὰ μὲν ἐκτὸς ἔχει τοὺς ὄρχεις τὰ δ’ ἐντὸς τὰ δ’ οὐδ’ ὅλως. Τὸ δὲ ἔτι δὲ τοῖς γε τοὺς ὄρχεις ἔχουσιν ἔξω διὰ τῆς κινήσεως θερμαινομένου τοῦ αἰδοίου προέρχεται τὸ σπέρμα συναθροισθὲν δηλωτικόν ἐστι τοῦ πολλάκις ἡμῖν εἰρημένου· ἐλέγομεν γὰρ ὅτι ἐκτὸς ὄντων τῶν ὄρχεων καὶ κατεψυγμένων αὐτῶν τε καὶ τῶν πόρων, διὰ τῆς κινησεως θερμαινομένου τοῦ αἰδοίου καὶ κατὰ βραχὺ συναθροιζομένου τοῦ σπέρματος βραδεῖα γίνεται ἡ τούτου συνάθροισις. ἐπειδὰν οὖν πάλιν ἐξέλθῃ, πάλιν χρεία πλείονος χρόνου, ἵνα γένηται συνάθροισις, διὰ τὸ ἐκ πολλῆς εὐχρήστου τροφῆς ὀλίγον πάνυ συναθροίζεσθαι, ὡς ἐρεῖ ἐν τῷ παρόντι βιβλίῳ, ὅταν λέγῃ περὶ τῆς τοῦ σπέρματος φύσεως, τίς ἐστι καὶ πόθεν συνίσταται. οἱ δ’ ἰχθύες διὰ τὸ θερμοὺς ἔχειν τοὺς πόρους καὶ διὰ τὴν θερμότητα συνηγμένον καὶ ἕτοιμον τὸ σπέρμα ἢ δι’ ἀδυναμίαν τοῦ πέττειν (γίνεται γὰρ καὶ δι’ τὸ σπέρμα, ὁμοίως δὲ καὶ διὰ δύναμιν, ὡς ἐρεῖ, ὅτε περὶ τῆς φύσεως αὐτοῦ λέγει) ἔχοντες οὖν τὸ σπέρμα διὰ θερμότητα ἢ δι’ ἀδυναμίαν συνηγμένον καὶ ἕτοιμον ἅμα τῷ θίξαι τοῦ θήλεος ἐξέρχεται. αὐτὸς δὲ καὶ τὴν αἰτίαν ἅμα εἴρηκε τοῦ συνηγμένον ἔχειν καὶ ἕτοιμον τὸ σπέρμα καὶ πρὸ τῆς θίξεως· διὰ γὰρ τὸ μὴ δύνασθαι, φησίν, ἐνδιατρίβειν καὶ χρονοτριβεῖν ἐν τῷ συνδυασμῷ ἐν ὕδατι ὄντα μηδ’ ἐπιβαίνειν ἐπὶ τὰ πρανῆ τοῦ θήλεος ὥσπερ τὰ τετράποδα, ἔχουσι συνηγμένον καὶ οἱονεὶ προαποτεθησαυρισμένον τὸ σπέρμα καὶ ἅμα τῷ θίξαι προίενται αὐτό, ὥσπερ συμβέβηκε καὶ τοῖς ἐχίνοις· οὐδὲ οὗτοι γὰρ δύνανται ἐπιβαίνειν ἐπὶ τὰ πρανῆ διὰ τὸ ἀκανθῶδες αὐτῶν τῆς φύσεως. ὥστε εἰ δεῖ ταχεῖαν ἐπὶ τῶν ἰχθύων τὴν τοῦ σπέρματος ἔκκρισιν γίνεσθαι διὰ τὰ ῥηθέντα, οἱ δὲ ὄρχεις πρὸς τοῦτο ἐμποδίζουσιν, εἰκότως οὐκ ἔχουσιν ὄρχεις. Ὅσα δὲ μὴ ἔχει ὄρχεις, διὰ τὸ μὴ εὖ ἀλλὰ τὸ ἀναγκαῖον μόνον οὐκ ἔχει τοῦτο τὸ μόριον. Δείξας ὅτι ὅσα ἔχει ὄρχεις οὐ διὰ τὸ ἀναγκαῖον ἔχει αὐτούς, ἀλλὰ διὰ τὸ βέλτιον, καὶ μεταξὺ εἰπὼν διὰ τί τὰ μὲν ἔχει ἐκτὸς αὐτοὺς τὰ δ’ ἐντὸς τὰ δ᾿ οὐδ᾿ ὅλως, λέγει ὅτι ὅσα δὲ μὴ ἔχει τοὺς |ὄρχεις, καθάπερ δέδεικται, διὰ τὸ εὖ, οὐδὲ ὅλως αὐτοὺς ἔχει· εἰ γὰρ εἶχε, διὰ τὸ εὖ ἂν εἶχεν, ἐπεὶ δὲ οὐ διὰ τὸ εὖ, παντελῶς ἀφῄρηται αὐτούς, καὶ ὄρχεις μὲν οὐκ ἔχει, μόνον δὲ τὸ ἀναγκαῖον, λέγων ἀναγκαῖον τοὺς φλεβώδεις πόρους δι’ ὧν ἔξεισι τὸ σπέρμα· τούτους γὰρ ἐξ ἀνάγκης ἔχει πάντα τὰ ἄρρενα· χωρὶς γὰρ τούτων ἀδύνατόν ἐστι γένεσιν γενέσθαι. ἔστι δὲ τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον· ὅσα δὲ μὴ ἔχει ὄρχεις διὰ τὸ μὴ εὖ, οὐκ ἔχει τοῦτο τὸ μόριον ἤτοι τοὺς ὄρχεις, ἀλλὰ τὸ ἀναγκαῖον μόνον ἤγουν τοὺς πόρους. οὐκ ἔχουσιν οὗν ὄρχεις τὰ τοιαῦτα τῶν ζῴων διὰ τὸ μὴ χώραν ἔχειν ἐν τούτοις τὸ εὖ καὶ πρὸς τούτοις διὰ τὸ ἀναγκαῖον εἶναι ταχεῖαν γίνεσθαι τὴν τοῦ σπέρματος ἔκκρισιν, ὥσπερ ἐπὶ τῶν ἰχθύων καὶ τῶν ὄφεων. ἀναγκαῖον δὲ ταχεῖαν ἐπὶ τῶν ἰχθύων γίνεσθαι τὴν ἀπόκρισιν, διότι ὥσπερ οἱ ἄνθρωποι καὶ τὰ λοιπὰ ἐν τῷ τέλει τῆς ὁμιλίας κατέχοντες τὸ πνεῦμα καὶ οὐκ ἀναπνέοντες οὕτω τὸ σπέρμα προίενται, ὥσπερ οὗν ἐπὶ τούτων, οὕτως ἀνάγκη γίνεσθαι καὶ ἐν τοῖς ἰχθύσι καὶ συγκλείειν τὰ τῶν βραγχίων ἐπικαλύμματα καὶ μὴ εἰσδέχεσθαι τὴν θάλατταν. συμβαίνει γάρ, ὡς ἐρεῖ ἐν τῷ Περὶ ἀναπνοῆς, τὸ ἀναπνεῖν τοὺς ἰχθύας εἰσδεχομένους τὴν θάλατταν, ὥσπερ καὶ ἡμεῖς τὸν ἀέρα· ὥσπερ γὰρ ὁ εἰσιὼν ἀὴρ ἐν τῇ ἀναπνοῇ καταψύχει τὸν πνεύμονα, οὕτω καὶ τὰ βράγχια, ἅπερ ἀναλογεῖ πνεύμονι, καταψύχει ἡ εἰσιοῦσα θάλασσα. ἐπεὶ οὖν, ὡς εἴρηται, ὥσπερ ἡμεῖς ἐν τῇ τοῦ σπέρματος προέσει κατέχομεν ἐντὸς τὸ πνεῦμα καὶ οὐκ ἀναπνέομεν, οὕτως ἀνάγκη καὶ τοὺς ἰχθύας τὴν θάλατταν —εἴπερ οὖν εἶχον ὄρχεις, βραδεῖα ἂν ἐγίνετο ἡ πρόεσις τῆς γονῆς, ὥσπερ καὶ ἐφ’ ἡμῖν· εἰ δὲ τοῦτο, ἀπεπνίγετο ἂν τὸ γένος αὐτῶν διὰ τὸ εὔφθαρτον εἶναι· οὐ γὰρ δύναται ἐπὶ πολὺν χρόνον κατέχειν τὸ ὕδωρ ἐντός, ὥσπερ ἡμεῖς τὸν ἀέρα, ἀλλ᾿ ὅσον ὡς εἰπεῖν τὰ βλέφαρα μῦσαι· πλείονα δὲ χρόνον εἴπερ κατάσχῃ, πνίγεται, ὥστε καὶ διὰ τοῦτο οὐ δέδονται τοῖς ἰχθύσιν ὄρχεις. οὐ δεῖ οὖν διὰ τὸ εὐφθάρτους εἶναι ἐν τῷ συνδυασμῷ συμπέττειν τὸ σπέρμα ὥσπερ τὰ πεζά, ἀλλ’ ὑπὸ τῆς ὥρας, λέγων ὥραν τὸ ἔαρ· τότε γὰρ οὗτοι συνδυάζονται. πεττόμενον οὖν ὑπὸ τῆς ὥρας διὰ τὸ εὔκρατον αὐτῆς ἔχουσιν αὐτὸ ἕτοιμον, καὶ ἅμα τῷ θίξαι προίενται, ὥστε οὐκ ἐν τῷ καιρῷ τῆς συνουσίας γίνεσθαι αὐτοῖς τὸ σπέρμα, ἀλλὰ προυπάρχειν· τοῖς πλείστοις δὲ τῶν ἀνθρώπων καὶ πᾶσι τοῖς ἔχουσιν ἐκτὸς τοὺς ὄρχεις ἐν τῷ καιρῷ τῆς ὁμιλίας, ὡς ἐρεῖ καὶ δείξει, ὅτε περὶ τῆς φύσεως αὐτοῦ τίς ἐστι καὶ γενέσεως λέγει. ἀλλὰ · πῶς πρότερον λάβρους λέγοντες πρὸς συνουσίαν τοὺς ἰχθῦς νῦν εἴπομεν ὅτι ἐν τῷ · ἔαρι μόνον συνδυάζονται; ἢ λάβροι λέγοντι, ὅτι κατὰ τὸ ἔαρ ,ὅταν συνδυάζωνται, πάνυ πολλάκις τῆς ἡμέρας ἀλλήλων θιγγάνουσι. καὶ ὄρχεις μὲν οἱ ἰχθῦς οὐκ ἔχουσι, πόρους δὲ ἐξ ἀνάγκης, καὶ τούτους ἀπλοῦς καὶ εὐθεῖς καὶ οὐκ ἐπαναδεδιπλωμένους· οἱ γὰρ ἐν τοῖς ὄρχεσιν. πεφύκασιν ἐπαναδιπλοῦσθαι. ἔχουσι δέ, φησίν, ἁπλοῦς καὶ εὐθεῖς τοὺς πόρους, οἷον μικρὸν μόριον τοῖς τετράποσι καὶ τοῖς ἀνθρώποις ὑπάρχει περὶ τοὺς ὄρχεις. τοῖς γὰρ τετράποσι καὶ τοῖς ἀνθρώποις πρῶτον μέν εἰσιν οἱ πόροι εὐθεῖς ἄχρι τῶν ὄρχεων, ἐν δὲ τούτοις γίνεται ἐπαναδίπλωσις· εἶτα πάλιν τὸ ἀπὸ τῶν ὄρχεων εἰς τὸ αἰδοῖόν ἐμβάλλον εὐθύνεται βραχύτατον ὄν. οἷον οὖν ἐστι τὸ μικρὸν μόριον τῶν πόρων τὸ ἀπὸ τῶν ὄρχεων εἰς τὸ αἰδοῖον ἐμβάλλον (ἔστι δὲ ἁπλοῦν· καὶ εὐθύ) τοιοῦτός ἐστιν ὁ τῶν ἰχθύων ἅπας πόρος. σαφηνείας δὲ χάριν ἔστω ὄρχις ὁ H Θ, πόρος δὲ ὁ Α Β Γ Δ Ε Ζ· ὁ μὲν οὖ Α Β, ὅστις ἐστὶ πρὸς τὸν ὄσχεον, εὐθύς ἐστι καὶ ἀπλοῦς, ὁ δὲ ΒΓ ΓΔ ΔΕ, ὅς ἐστιν ἐν τῷ ὄρχει, ἐπαναδεδιπλωμένος κείμενος καὶ ἑλικοειδῆ τὴν θέσιν ἔχων. ὁ δὲ E Z ἐστὶ τὸ μικρὸν μόριον τοὐ ὅλου τοῦ Α Β Γ Δ E Z [ὁ δὴ Δ E Z ἐστὶ τὸ μικρὸν μόριον]. τὸ εἰς τὸ αἰδοῖον εἰσερχόμενον εὐθὺ καὶ ἁπλοῦν. ἡ μὲν οὖν τοῦ πόρου θέσις τοιαύτη· ἡ δὲ ἐπαναδίπλωσις αὐτοῦ ἡ μὲν Β Γ Γ Δ ἔναιμός ἐστι, τουτέστι πλήρης αἵματος, ἡ δὲ Δ E ἄναιμος· οὐδαμῶς γάρ ἐστιν ἐν αὐτῇ αἷμα. τὸ μὲν οὖν αἷμα τὸ ἐν τῇ Β Γ Γ Δ ἐπαναδιπλώσει ὂν καὶ ἅμα ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ καὶ συναθροιζόμενον αὐτόθι καὶ συμπεττόμενον (ἔστι γὰρ τὸ σπέρμα, ὡς ἐρεῖ, τῆς ἐσχάτης καὶ εὐχρήστου τροφῆς, λέγων ἐσχάτην τροφὴν τὸ αἷμα) τὸ δὴ αἷμα τὸ ἐν τῇ Β Γ Δ ἐπαναδιπλώσει ἐν τῷ αὐτῷ καὶ ἑνὶ καιρῷ τοῦ συνδυασμοῦ καὶ συναθροιζόμενον καὶ συμπεττόμενον καὶ εἰς σπέρμα μεταβαλλόμενον καὶ γονὴν δέχεται ὁ Δ E πόρος ἄναιμος ὤν. καὶ ὥσπερ τὸ ἐν τῷ Β Γ Δ πόρῳ συναθροιζόμενον αἷμα κατὰ βραχὺ καὶ συναθροίζεται καὶ συμπέττεται, οὕτως καὶ ἐν τῷ Δ E τὸ ἤδη σπέρμα ὄν· ἡνίκα δὲ πληρωθῇ ὁ ΔΕ πόρος, διὰ τὸ βραχὺ τοῦ E Z πόρου ταχεῖα γίνεται ἡ ἀπόλυσις καὶ πρόεσις τῆς γονῆς. · ὥστε ἐν τῇ λέξει τῆς γὰρ ἐπανα- διπλώσεως τοῦ πόρου ὁ γάρ σύνδεσμος κατασκευαστικός ἐστι τοῦ τίνος ἕνεκα βραχύς ἐστιν ὁ E Z πόρος. ἕτερον δὲ μόριον ἐπαναδιπλώσεως καὶ εὐθὺ λέγει τὸν Δ E προσνοουμένου καὶ τοῦ E Z. Οἱ μὲν οὖν ἰχθύες οὐκ ἔχουσιν ὄρχεις διὰ τὰ εἰρημένα, οἱ δὲ ὄφεις δι’ ἃς λέγει αἰτίας. πρότερον δὲ προδιοριστέον τινὰ πρὸς σαφήνειαν ὧν μέλλει λέγειν. εἴρηται ἐν μὲν τοῖς Μετεώροις ὅτι πᾶν τὸ πρότερον θερμανθὲν εἰς ψυχρὸν τόπον ἐμπεσὸν θᾶττον καὶ ψύχεται καὶ ψυχρότερον γίνεται τοῦ μὴ προθερμανθέντος· κἀνταῦθα δὲ πρὸ ὀλίγου ἔλεγεν ὅτι ὁ δεχόμενος πόρος τὸ ἤδη ἐκ τῆς πέψεως γεγονὸς σπέρμα ἄναιμός ἐστιν. εἰ δὲ ἄναιμος, καὶ ψυχρός· ὥστε εἰ ψυχρὸς καὶ διὰ τὴν φύσιν τῶν ὄφεων (ψυχρότατοι γάρ εἰσιν) ἀναγκαῖον ἐν αὐτῷ τὸ σπέρμα καὶ θερμὸν ὂν θᾶττον ψύχεσθαι. εἰ δὲ καὶ μακρότατός ἐστιν ὁ ἄναιμος πόρος, ἐπὶ πλέον ψυχθήσεται διὰ τὸ ἐν πλείονι χρόνῳ τὸ ἰσοταχῶς κινούμενον τὴν πλείονα διάστασιν διέρχεσθαι. ἐπεὶ οὖν ἀνάγκη τὸ προθερμανθὲν καὶ εἰς ψυχρὸν τόπον ἐμπεσὸν ψύχεσθαι, καὶ μᾶλλον ψύχεσθαι τὸ μᾶλλον ἐν αὐτῷ χρονοτριβῆσαν, |μᾶλλον δὲ χρονοτριβεῖ τὸ ἰσοταχῶς κινούμενον τὴν πλείονα διάστασιν διιόν, φανερὸν ὅτι τὸ σπέρμα τὸ διὰ μακροῦ πόρου διερχόμενον μᾶλλον ψυχθήσεται τοῦ διὰ βραχέος πόρου διερχομένου· καὶ ᾗ μὲν κινεῖται ἐξερχόμενον τὸ σπέρμα ἔδει διὰ τὴν κίνησιν θερμαίνεσθαι καὶ θερμαίνεται, ἀλλ’ ἡ ἐπικράτεια τῆς τοῦ πόρου ψυχρότητος ἐκκρούει καὶ νικᾷ τὴν ἐγγινομένην τῷ σπέρματι ἐκ τῆς κινήσεως θερμότητα. ταῦτά τε προειλήφθω καὶ ὅτι τὸ ἀκινητίζον καὶ ἠρεμοῦν ψυχρότερόν ἐστι τοῦ κινουμένου. τούτων οὕτω προδιορισθέντων τὴν λέξιν μετιτέον. φησὶν οὖν οὐκ ἔχουσιν οἱ ὄφεις ὄρχεις διὰ τὸ μῆκος τοῦ σώματος· μακρὸς γὰρ ὢν ὁ ὄφις καὶ ἐπὶ τούτῳ καὶ τῶν πόρων τοιούτων ὄντων, εἴπερ εἶχον ὄρχεις οἱ ὄφεις, δῆλον ὅτι πρὸς τῇ ὀσφύι ἂν εἶχον αὐτοὺς καὶ τὰς ἐπαναδιπλώσεις ἐν τοῖς ὄρχεσιν· εἰ δὲ τοῦτο, διχῶς ἄν ἐψύχετο τὸ σπέρμα, διά τε τὸ τῶν πόρων ψυχρῶν ὄντων μῆκος καὶ διὰ τὴν ἠρεμίαν, ἣν ἔμελλεν ἠρεμεῖν ἐν τῇ τῶν ὄρχεων ἐπαναδιπλώσει· ἐπίστασιν γὰρ τὴν μονήν φησι καὶ τὴν ἠρεμίαν. ψυχόμενον δὲ τὸ σπέρμα ἄγονον ἄν ἦν, ὅπερ ἡ φύσις οὐ βούλεται. ὑγρότητα δὲ τῶν ὄφεων τοῦ σώματός φησι τὰς κάμψεις· διὰ γὰρ τὸ εἶναι ὑγρὰν τὴν τοῦ σώματος αὐτῶν φύσιν κάμπτονται καὶ περιπλέκονται ἀλλήλοις. ὁμοίως δὲ καὶ σκευωρίαν λέγει τὴν ἐκ τῶν κάμψεων δυναμένην γίνεσθαι καὶ γινομένην περιπλοκήν. Λέγει δὲ ὅτι τῶν ᾠοτοκούντων τὰ μὲν ἀτελῆ προίεται τὰ ᾠά, ὥσπερ τινὲς τῶν ἰχθύων· οὐ γὰρ ἐν ἑαυτοῖς αὐξηθέντα καὶ τελειωθέντα, ὥσπερ ἐπὶ τῶν ἀλεκτορίδων· αὗται γὰρ τέλεια τὰ ᾠὰ προΐενται. οὐ δὴ οὖν ἐν ἑαυτοῖς τελειωθέντα προΐενται, ἀλλ’ ἀτελῆ ῥίπτουσιν αὐτὰ ἐν τῇ ἰλύι, εἶτα ἐπιρραίνουσιν ἐπάνω αὐτῶν, ὡς ἐρεῖ προϊών, δύναμίν τινα οἱ ἄρρενες, ὑφ’ ἧς αὐξηθέντα καὶ τελειωθέντα προσηκόντως γίνεται ζῷα· αὕτη γὰρ ἡ δύναμις καὶ αὔξει καὶ ζωοποιεῖ αὐτά. Καὶ τὴν αἰτίαν, δι’ ἣν ἀτελῆ προίενται, ἐπάγει λέγων πολύγονοι γὰρ ὄντες οἱ ἰχθύες, εἴπερ ἐν ἑαυτοῖς ἐτελεσιούργουν τὰ ᾠά, διερρήγνυντο ἄν μὴ δυνάμενοι χωρεῖν αὐτὰ διὰ τὸ πλῆθος καὶ τὸ μέγεθος᾿. τοσοῦτον δέ ἐστι τὸ πλῆθος τῶν ᾠῶν καὶ συμπεπιλημένα ἓν εἰς τὸ ἄλλο, ὥστε δοκεῖν τὴν ὑστέραν ᾠὸν εἶναι· τὸ γὰρ πλῆθος τῶν ᾠῶν οὐ δίδωσι συναίσθησιν αὐτῆς. εἰσὶ δὲ τὰ πολύγονα καὶ ζῷα καὶ φυτὰ μικρὰ τὴν φύσιν εὐλόγως· |ἡ γὰρ μέλλουσα εἰς τὴν αὔξησιν αὐτῶν καταναλίσκεσθαι ὕλη τρέπεται εἰς τὴν τῶν ᾠῶν φύσιν. ἔχουσι δὲ. τὴν ὑστέραν κάτω τὰ τίκτοντα ἀτελῆ τὰ ᾠά· οὕτω γὰρ ἔσται πρὸ ὁδοῦ, τουτέστι πρόχειρον καὶ ῥᾷον προϊέναι συντόμως τὰ ᾠὰ κάτω κειμένης αὐτῆς. ἄλλως τε καὶ πέφυκε μᾶλλον κάτω κεῖσθαι ἡ ὑστέρα· ὅταν δέ τι φύσεως ἔργον ἐμποδίζῃ, πίπτει ἄνω. ὥστε ἐφ’ ὅσων ἄνω κεῖται ἡ ὑστέρα, οὐχ ὅτι πέφυκεν αὐτόθι κεῖσθαι τὴν θέσιν ἄνω ἔχει (μᾶλλον γὰρ κάτω πέφυκε κεῖσθαι), ἀλλὰ διὰ τὸ ἐμποδίζειν τὴν ἐν τῷ κάτω θέσιν αὐτῆς ἔργον τι φύσεως. Εἰπὼν δὲ ὅτι τὰ σελάχη θύραζε μὲν ζῳοτοκοῦσιν, ἐν ἑαυτοῖς δὲ ᾠοτοκοῦσι, προσέθηκε πάνυ ἀκριβῶς τὸ πρῶτον. οὐ γὰρ ὥσπερ αἱ ἀλεκτορίδες ἐν ἑαυταῖς μὲν ᾠοτοκοῦσι, θύραζε δὲ ζῳοτοκοῦσιν, οὕτω καὶ τὰ σελάχη, ἀλλ’ ἐν ἑαυτοῖς πρῶτον μὲν ᾠοτοκοῦσιν, εἶτα τὸ τοιοῦτον ᾠὸν ἔτι ἐν ἑαυτοῖς ἔχοντες ζῷον γεγονὸς οὕτω προίενται ζῷον, οὐκ ᾠόν. διὰ τοῦτο οὖν πρόσκειται τὸ πρῶτον, δυνάμει λέγων ὅτι μὴ γάρ, ὥσπερ οἱ ἄνθρωποι εὐθὺς ζῳοτοκοῦσιν ἐν ἑαυτοῖς, οὕτω καὶ τὰ σελάχη, ἀλλὰ πρῶτον ᾠοτοκεῖ ἐν ἑαυτοῖς, εἶτα ζῳοτοκεῖ ἐν ἑαυτοῖς, εἶτα ζῳοτοκεῖ θύραζε. καὶ τὴν αἰτίαν, δι’ ἣν οὐκ ᾠοτοκεῖ τὰ σελάχη θύραζε, ἐπήγαγεν εἰπὼν ἐπεὶ δεῖ τὸ ἔξω τῶν ᾠῶν σκληρὸν εἷναι ὥσπερ τὸ τῶν ἀλεκτορίδων, ὃ κέλυφος καλεῖται, ἵνα φυλάττῃ αὐτά, τὰ δὲ σελάχη ὀλιγόθερμα καὶ ψυχρὰ ὄντα οὐ δύνανται ξηρᾶναι αὐτὸ καὶ ποιῆσαι οἷον κέλυφος, διὰ τοῦτο οὐκ ᾠοτοκοῦσι θύραζε. εἶτα ἐπάγει καὶ τὴν αἰτίαν, δι’ ἥν εἰσι ψυχρὰ τὰ σελάχη, καί φησι διὰ τὸ εἶναι μαλακόδερμα· τάχιστα γὰρ διαπνεῖται καὶ ἐξέρχεται ἀπὸ τῶν μαλακοδέρμων τὸ ἔμφυτον αὐτῶν θερμὸν διὰ τὴν τοῦ δέρματος μανότητα, ἀπὸ δὲ τῶν σκληροδέρμων βραδέως διὰ τὴν πύκνωσιν· πάντα γὰρ τὰ σκληρὰ πυκνά ἐστιν. ὥστε συλλογιστέον τῇδέ πῃ· τὰ σελάχη μαλακόδερμα, τὰ μαλακόδερμα ὀλιγόθερμα, τὰ ὀλιγόθερμα ἀδυνατεῖ ξηραίνειν τὸ τῶν ᾠῶν ἔσχατον, ἵνα φυλάττῃ αὐτά· τὰ σελάχη ἄρα ἀδυνατεῖ ξηραίνειν τὸ τῶν ᾠῶν ἔσχατον, ἵνα φυλαχθῇ τὰ ᾠά. τούτου δὲ μὴ δυναμένου ξηραίνεσθαι μένουσιν ἐν τοῖς σελάχεσι τὰ ᾠά, ἵνα ὑπ’ αὐτῶν φυλάττηται τὴν φυλακήν, ἣν ἔμελλεν φυλάττεσθαι ὑπὸ τοῦ ἐσχάτου ξηρανθέντος. ἀλλὰ πῶς, εἴπερ ἐκτὸς πίπτοντα τὰ ᾠὰ φυλακῆς δεῖται, ἵνα μὴ φθείρηται, καὶ διὰ τοῦτο τὰ περιέχοντα τὰ τῶν ἀλεκτορίδων ᾠὰ σκληρά ἐστιν, οἱ εἰρημένοι μικροὶ ἰχθύες ἀτελῆ αὐτὰ προί· ενται; ἢ ἀτελῆ μὲν αὐτὰ προίενται, σκληρὰ δὲ καὶ θερμὰ διὰ τὴν τῶν γεννησάντων αὐτὰ |ἰχθύων θερμότητα. ὅτι δὲ σκληρά ἐστι, δῆλον καὶ ἐκ τῆς αἰσθήσεως· οἷον γὰρ ἀλέαντόν εἰσι σινηπι. ταύτα μὲν οὕτως. Τὸ δὲ ζῷον ἐν τοῖς σελάχεσι γίνεσθαί φησι τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐν τοῖς ὄρνισιν. ὥσπερ γὰρ ἐν τοῖς τῶν ὀρνίθων ᾠοῖς τὸ μὲν λευκὸν πᾶν γίνεται τὸ ζῷον, τὸ δὲ ὠχρὸν καταλιμπάνεται εἰς τροφὴν τοῦ ζῴου, οὕτω καὶ ἐν τοῖς τῶν σελαχῶν ᾠοῖς· μέρος μὲν γάρ τι τοῦ ᾠοῦ γίνεται σελάχιον, μέρος δέ τι ἐᾶται πρὸς τροφὴν αὐτοῦ. οὐ γίνεται δὲ τὰ τῶν σελαχῶν ᾠὰ ζῷα ἄνω, ἀλλ’ ἄνω μὲν τελειοῦνται, κάτω δὲ ζῳογονοῦνται, ὥσπερ καὶ ἐπὶ τῶν ἐξ ἀρχῆς ζῳοτοκούντων. διὸ καὶ τὴν ὑστέραν ἀνομοίαν ἔχει τὰ σελάχη καὶ τοῖς ζῳοτοκοῦσι καὶ τοῖς ᾠοτοκοῦσι· τὰ μὲν γὰρ ᾠοτοκοῦντα ἄνω πρὸς τῷ ὑποζώματι ἔχει αὐτήν, τὰ δὲ ζῳοτοκοῦντα κάτω πρὸς τοῖς ἄρθροις· τὸ δὲ σέλαχος καὶ πρὸς τῷ ὑποζώματι ἔχει αὐτὴν ὡς ᾠοτόκον καὶ κάτω παρήκουσαν ὡς ζῳοτόκον. διττογονοῦντα δὲ λέγει τὰ ᾠοτοκοῦντα καὶ ζωογονοῦντα· ἀμφοτέρων γὰρ μετειλήφασιν, καὶ τοῦ ᾠοτοκεῖν καὶ τοῦ ζῳοτοκεῖν. Πρὸς δὲ τούτοις ἀδύνατον ζῷα γίνεσθαι ἐν τοῖς ὑποζώμασιν. Εἰπὼν τίνος ἕνεκα τὰ ᾠοτοκοῦντα πρὸς τοῖς ὑποζώμασιν ἔχουσι τὰς ὑστέρας, τὰ δὲ ζῳοτοκοῦντα κάτω πρὸς τοῖς ἄρθροις λέγει πρὸς δὲ τούτοις ἀδύνατον ζῷα γίνεσθαι ἐν τοῖς ὑποζώμασι. τὰ μὲν γὰρ ἔμβρυα ἀναγκαῖον βάρος ἔχειν (σώματα γάρ εἰσι) καὶ κινοῦνται γὰρ ἐν ταῖς ὑστέραις ὄντα. ὁ δὲ πρὸς τῷ ὑποζώματι τόπος, ἐν ᾧ αἱ φρένες, ἐπίκαιρος τουτέστιν ἀναγκαῖος ὢν πρὸς τὸ ζῆν, οὐκ ἄν δύναιτο ὑπενέγκαι τὸ βάρος καὶ τὴν κίνησιν τοῦ ἐμβρύου· δυσπνοίας γὰρ ἄν καὶ ὅλως πνιγμοὺς ἐποίει τὸ ἔμβρυον περικείμενον τὰ ἀναπνευστικὰ μόρια αὐτόθι κείμενα καὶ μὴ ἐῶν αὐτὰ ἀνεμποδίστως καὶ καλῶς ἀποπληροῦν τὸ οἰκεῖον ἔργον. ὥστε ἀναγκαῖόν ἐστι μὴ κεῖσθαι τὰς τῶν ζῳοτοκούντων ὑστέρας πρὸς τῷ ὑποζώματι, ἵνα μὴ πνίγωνται ἐν τῷ τίκτειν. ἔτι δὲ ἄνω κειμένων τῶν ὑστερῶν ἀνάγκη δυστόκους γίνεσθαι διὰ τὸ ἀπόστημα τὸ ἀπ’ ἐκεῖσε ἄχρι τῶν ἄρθρων, ὅπου καὶ νῦν πρὸς τοῖς ἄρθροις κειμένων · τῶν ὑστερῶν, ἄν περὶ τὸν τόκον ἀνασπάσωσιν αὐ|τὰς πρὸς 10v τὸ ὑπόζωμα χασμησάμεναι (ἕλκουσι γὰρ αὐτὰς καὶ ἀνάγουσιν αἱ δυστοκοῦσι, καὶ διὰ τὸ πεφυκέναι τὰς χάσμας ἀνάγειν πρὸς τὸ ὑπόζωμα τὰς ὑστέρας οὐκ ἐῶσιν αἱ μαῖαι τὰς τικτούσας περὶ τὸν καιρὸν τοῦ τόκου χασμᾶσθαι, μᾶλλον δὲ πταρμοὺς παρασκευάζουσι διὰ τὸ ἀπωθεῖν κάτω τὰς ὑστέρας τοὺς πταρμούς. οὐ μόνον δὲ τῶν ὑστερῶν ἐχουσῶν ἔμβρυον καὶ ἄνω πρὸς τὰς φρένας ἀνασπασθεισῶν δύσπνοιαι γίνονται διὰ τὸ περικεῖσθαι αὐτὰς, ὡς εἴρηται, τὰ ἀναπνευστικὰ μόρια καὶ διὰ τὸ τὰς φρένας βλάπτεσθαι ὑπό τε τοῦ βάρους καὶ τῆς ἀπ’ αὐτῶν ὑγρότητος. καὶ γὰρ καὶ ἐπὶ τῶν ἀνδρῶν, ὅταν ὑπὸ πολλῆς οἰνοποσίας καὶ τῆς ἀπ’ αὐτῆς πλείονος ἀπογεννωμένης ἀναθυμιάσεως ὑγρανθῶσιν αἱ φρένες, βλάπτονται καὶ παραφρονοῦσιν· ἡ γὰρ μέθη, ἣν παραφροσύνην καλεῖν δίκαιόν ἐστι, γίνεται ὑγραινομένων τῶν φρενῶν ὑπὸ τῆς ἀναθυμιάσεως τῆς γενομένης ἀπὸ τῆς πολλῆς οἰνοποσίας. ἀλλὰ περὶ τούτων εἴρηται καὶ ἐν τῷ Περὶ ζῴων μορίων· ἡμῖν δὲ ἐλέγετο ὅτι οὐ μόνον ἐχουσῶν τῶν ὑστερῶν ἔμβρυον δύσπνοιαι καὶ πνιγμοὶ γίνονται, ἀλλὰ καὶ κενῶν οὐσῶν καὶ ἀνασπασθεισῶν ἄνω πνίγουσιν. ἐπεὶ δέ τις ἤμελλε λέγειν ὡς εἰ πνίγουσιν αἱ ὑστέραι ἄνω ἀνασπώμεναι, ἀνάγκη σαρκώδεις αὐτὰς εἶναι (εἰ δὲ μὴ σαρκώδεις, δῆλον οὐδὲ ὑγραί· ἀνάγκη οὖν σαρκώδεις εἶναι καὶ ἰσχυροτέρας τῶν τε φρενῶν καὶ τῶν ἀναπνευστικῶν μορίων), ὅπερ οὖν ἔμελλέ τις ὡς ἄπορον ἐπάγειν, οὗτος ὡς ἀληθὲς ὃν ὁμολογεῖ· φησὶ γὰρ πνίγουσιν οὖν αἱ ὑστέραι ἄνω προσιστάμεναι· καὶ γὰρ ἀναγκαῖον τὰς μελλούσας ζῷον ἕξειν ἰσχυροτέρας εἶναι τῶν φρενῶν καὶ τῶν ἀναπνευστικῶν μορίων καὶ σαρκώδεις. ἀλλὰ πῶς αἱ τῶν ὀρνίθων ὑστέραι ἄνω οὖσαι πρὸς τῷ ὑποζώματι οὐ πνίγουσι τὰς ὄρνιθας; ἡ, φησίν, ὑμενώδεις εἰσὶν αὗται καὶ οὐ σαρκώδεις, τὸ δὲ ὑμενῶδες οὔτε ἰσχυρόν ἐστιν οὔθ’ ὑγρὸν καὶ βαρὺ ὡς τὸ σαρκῶδες. ἀλλὰ καὶ ἐπ᾿ αὐτῶν, φησί, τῶν ποιουμένων διγονίαν, τουτέστι τῶν ᾠοτοκούντων καὶ ζῳοτοκούντων, φανερὸν ὅτι πνιγμοὶ γίνονται ἄνω κειμένων τῶν ὑστερῶν· τὰ μὲν γὰρ ᾠὰ ἄνω καὶ ἐν τῷ πλαγίῳ ἴσχουσι διὰ τὸ μὴ κινεῖσθαι μηδὲ βάρος ποιεῖν, τὰ δὲ ζῷα κάτω. Σαφῶς δὲ καταλέγει τὰς αἰτίας, δι’ ἃς αἱ μὲν ὑστέραι πᾶσαι ἐντός εἰσι, τῶν δὲ ὄρχεων οἱ μὲν ἐντὸς οἱ δὲ ἐκτός. καίτοι εἷπε περὶ τῶν ὄρχεων ἱκανὰς αἰτίας, ἀλλά, φησί, πρὸς ταῖς εἰρημέναις ἔστωσαν καὶ αὗται. ἆνασπᾶσθαι δέ φησι τοὺς ἐκτὸς ὄρχεις ἐν τῇ τῆς γο|νῆς προέσει, ἵνα γίνωνται οἱ ἐν αὐτοῖς ἑλικοειδεῖς πόροι ἐν τῇ ἀνασπάσει ἐπ’ εὐθείας τῷ αἰδοίῳ. εἰ γὰρ τὸ μέν ἐστιν ἄνω, οἱ δὲ ὄρχεις καὶ οἱ ἐν αὐτοῖς πόροι κάτω, οὐκ ἄν ῥᾳδίως ἀνέρχοιτο ἀπ’ αὐτῶν πρὸς τὸ αἰδοῖον ἡ γονή. ὥστε ἀνάγονται μὲν καὶ διὰ τὴν θερμότητα, ὥσπερ εἴπομεν καὶ ἐν τῇ ἀρχῇ τοῦδε τοῦ βιβλίου, ἀνάγοντι δὲ καὶ διὰ τὴν λεχθεῖσαν νῦν αἰτίαν. ἔχουσι δὲ οἱ ὄρνιθες ἐντὸς τοὺς ὄρχεις καὶ διὰ τὴν τοῦ δέρματος σκληρότητα καὶ διὰ τὸ ἀσύμμετρον εἶναι κατὰ μέγεθος περιλαβεῖν καὶ σκέπειν τοὺς ὄρχεις. ὅμοιον δέ ἐστι τὸ εἰρημένον, ὥσπερ ἄν εἴ τις εἴποι ἀσύμμετρον εἶναι τὸν μέδιμνον κατὰ μέγεθος δύο ἅμα χωρῆσαι μεδίμνους. καὶ ἔστω, φησί, πρὸς ταῖς εἰρημέναις αἰτίαις καὶ αὕτη τοῦ τὰ μὲν ἔχειν ἐκτὸς τὰ δ’ ἐντὸς τοὺς ὄρχεις. εἴη δ’ ἄν αὕτη ἡ αἰτία ἀπὸ τῆς ὕλης καὶ ὅλως ὡς ὑλική. Κεῖνται δὲ τῇ θέσει αἱ ὑστέραι ὑπεναντίως τοῖς τε ζῳοτοκοῦσιν ἐν ἑαυτοῖς. Ἐπειδὴ τῶν θέσεων ἡ μέν ἐστιν ἄνω καὶ κάτω, ἡ δὲ ἔμπροσθεν καὶ ὄπισθεν, ἀποδοὺς τὰς αἰτίας, δι’ ἃ τὰ μὲν τῶν ζῴων (ταῦτα δὲ ἦσαν τὰ ᾠοτόκα) ἄνω ἔχουσι πρὸς τὸ ὑπόζωμα τὰς ὑστέρας, τὰ δὲ κάτω πρὸς τὰ ἄρθρα (ταῦτα δ’ ἦσαν τὰ ζῳοτόκα), τὰ δὲ τὸ μὲν τῆς ὑστέρας ἄνω τὸ δὲ κάτω ταῦτα δὲ πάλιν ἦσαν τὰ διγονοῦντα), νὺν ζητεῖ καὶ τὰς αἰτίας ἀποδίδωσι τοῦ διὰ τί τὰ μὲν ἔμπροσθεν ἔχει αὐτὰς καὶ πρὸς τοῖς ἄρθροις οὔσας, τὰ δὲ ὄπισθεν πρὸς τῇ ὀσφύι. ἀποδίδωσι δὲ τοῦ τὰ ζῳοτόκα ἐπὶ τῆς γαστρὸς καὶ τῶν ὑπτίων, ὃ ταὐτόν ἐστι τῷ ἔμπροσθεν, ἔχειν τὰς ὑστέρας δύο αἰτίας, ὧν μία αὕτη· ἐπειδὴ τὰ ὕπτια ἤγουν τὰ πρόσθια σαρκώδη καὶ μαλακά ἐστι, τὰ δὲ πρανῆ καὶ ὄπισθεν ὀστώδη καὶ σκληρά, αὔξεται δὲ τὸ ἔμβρυον κατὰ βραχὺ καὶ τελειοῦται, εἴπερ ἔκειντο τῶν ζῳοτοκούντων αἱ ὑστέρα. ὄπισθεν πρὸς τοῖς πρανέσι καὶ τῇ ῥάχει, ἐνεποδίζετο ἂν καὶ ἐκωλύετο ἡ τῶν ἐμβρύων αὔξησις καὶ σωτηρία ἤγουν ἀνάπαυσις διὰ τὴν σκληρότητα. τὸ γὰρ αὐξηθησόμενον εἰ μὲν ἐν μαλακῶ ἐστι καὶ ὑπείκοντι ἢ δυναμένῳ τείνεσθαί τε καὶ ἐξαπλοῦσθαι καὶ διδόναι τόπους τοῦ χωρεῖν, αὔξεται καὶ ἐπίδοσιν λαμβάνει, εἰ δὲ ἐν σκληρῷ καὶ μηδ’ ὅλως αὐτῷ ὑπείκοντι, οὐδαμῶς. διὰ τοῦτο γὰρ καὶ τὰ ζῷα καὶ τὰ φυτὰ καὶ πάντα τὰ αὐξανόμενα αὔξει, ὅτι ὁ ἀὴρ ἐν ᾧ ἐσμεν ὑπείκει τε εἰς ἑαυτὸν καὶ δίδωσι χώραν ἡμῖν αὐξήσεως· εἰ δέ γε σιδηροῦς ἦν τὴν φύσιν ἢ ὅλως σκληρότατος, οὐδὲν ἄν ὅλως ηὐξήθη. ἐπεὶ οὖν ἀναγκαῖον τὰ ἔμβρυα ἐν ταῖς ὑστέραις αὔξειν καὶ τελειοῦσθαι, ὄπισθεν |δὲ τῶν ὑστερῶν κειμένων τοῦτο γενέσθαι οὐκ ἠδύνατο, ὀστωδῶν ὄντων καὶ σκληρῶν τῶν ὄπισθεν, διὰ τὸ μᾶλλον βάρος καὶ θλῖψιν προσγίνεσθαι αὐτοῖς ἤτοι τοῖς ἐμβρύοις ἐκ τῆς σκληρότητος (τούτου γάρ ἐστι δηλωτικὸν μηδὲν ἐπεῖναι βάρος ἐπὶ ταῖς ὑστέραις) εὐλόγως οὐκ ὄπισθεν, ἀλλ’ ἐπὶ τῇ κοιλίᾳ καὶ τοῖς ἔμπροσθεν (οὗτος γὰρ ὁ τόπος, ὡς εἴρηται, καὶ σαρκώδης) κεῖνται. μία μὲν οὖν αἰτία τοῦ ἔμπροσθεν κεῖσθαι ἐπὶ τῶν ζῳοτοκούντων τὰς ὑστέρας αὕτη· δευτέρα δὲ ὅτι καὶ ὁ πόρος, δι’ οὗ ἡ τῆς ὑγρᾶς τροφῆς περίττωσις ἐξέρχεται, ἔμπροσθεν κεῖται. ἐπεὶ οὖν ὁ πόρος οὗτος ἔμπροσθεν κεῖται, καὶ δι’ αὐτοῦ ἐξέρχεται τὰ ἔμβρυα, εἴησαν ἄν καὶ διὰ τοῦτο αἱ ὑστέραι ἔμπροσθεν. οὗτος δὲ ὁ πόρος, δι’ οὗ καὶ τὰ ἔμβρυα καὶ ἡ τῆς ὑγρᾶς τροφῆς ἐξέρχεται περίττωσις, καὶ ἔμπροσθέν ἐστιν, ὡς εἴρηται, καὶ ἐπάνω κεῖται τοῦ πόρου, δι’ οὗ ἐξέρχεται ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις. δεῖ δὲ τὴν λέξιν τὴν οὗτος δὲ ἐπάνω καὶ ἐν τοῖς ἐμπροσθίοις ὑπάρχει ὁ πόρος τῆς ξηρᾶς τροφῆς ὑπερβατῶς ἀναγινώσκειν οὕτως· οὗτος δὲ ὁ τῆς ὑγρᾶς τροφῆς πόρος ἐπάνω ὑπάρχει τοῦ πόρου τῆς ξηρᾶς τροφῆς καὶ ἐν τοῖς ἐμπροσθίοις. ὅτι δ’ ἐπάνω, δῆλον· μετὰ γὰρ τὴν ἥβην ἐστὶν οὗτος καὶ μετὰ τοῦτον ὁ τῆς ξηρᾶς τροφῆς, ὥστε ὥσπερ ἡ ἥβη ἐπάνω τούτου, οὕτω καὶ οὗτος τοῦ τῆς ξηρᾶς τροφῆς πόρου καὶ εὐλόγως ἐπάνω κεῖται οὗτος· εἰ γὰρ ἔκειτο ὑποκάτω, ὁ δὲ τῆς ξηρᾶς τροφῆς ἄνω, ἔκειτο ἂν καὶ τὸ καλούμενον τυφλόν, ἐν ᾧ ἡ δυσώδης ἐστὶ κόπρος, ἐπάνω τῆς ὑστέρας· οὕτω δ’ ἂν ἀπεπνίγετο τὰ ἔμβρυα. οὐ μόνον δὲ ἐπὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ τῶν τετραπόδων κατὰ φύσιν ἐπάνω κεῖται οὗτος ὁ πόρος τοῦ τῆς ξηρᾶς τροφῆς πόρου. τὰ μὲν οὖν ζῳοτοκοῦντα διὰ ταύτας τὰς αἰτίας ἔχει τὰς ὑστέρας ἔμπροσθεν. Τὰ δὲ ᾠοτοκοῦντα μέν, ἀτελὲς δὲ τὸ ᾠὸν προϊέμενα, ὥσπερ οἱ εἰρημένοι ἰχθύες, οὗτοι οὐχ ὑπὸ τῇ γαστρὶ καὶ ἔμπροσθεν ἔχουσι τὰς ὑστέρας, ἀλλὰ πρὸς τῇ ὀσφύι καὶ ὄπισθεν. οὐ γὰρ αὔξεται ἐν αὐτοῖς τὰ ᾠὰ καὶ τελειοῦται, ἵνα βάρος ἐγγίνηται ταῖς ὑστέραις καὶ πόνος, ἀλλ’ ἔξω προίεται καὶ τελειοῦται. πρὸς τούτῳ ἐπεὶ οὐκ ἄλλος ἐστὶν ὁ πόρος ἐν τούτοις ὁ τῆς ξηρᾶς τροφῆ ἤτοι ὁ τοῦ περιττώματος τῆς ξηρᾶς τροφῆς, καὶ ἄλλος ὁ τοῦ ὑγροῦ, ἀλλ’ ὁ αὐτός, οὗτος δὲ ὄπισθεν κεῖται, καὶ διὰ τοῦτο ἐν τούτοις αἱ ὑστέραι ὄπισθεν κεῖνται, ἵνα ῥᾳδίως δι’ αὐτοῦ ἐξέρχηται τὰ ᾠά. ἐν μὲν οὖν τοῖς ζῳοτόκοις καὶ διὰ τὸ βάρος καὶ διὰ τὸ δύο εἶναι τοὺς πόρους τῶν περιττωμάτων ἔκειντο ἔμπροσθεν αἰ ὑστέραι· ἐν δὲ τούτοις ὄπισθεν διά τε τὸ εἶναι τὸν πόρον ἕνα καὶ διὰ τὸ μὴ ποιεῖν βάρος. εἰπὼν δὲ ὅτι διὰ τὸ εἶναι διττοὺς καὶ κεῖσθαι ἔμπροσθεν τὸν ἕνα διὰ τοῦτο καὶ αἰ ὑστέραι ἔμπροσθεν κεῖνται, ἐπήγαγεν· ἕνεκα γὰρ τῆς γενέσεως γεγόνασι διττοὶ οἱ πόροι, ἵνα διὰ τοῦ ἑνὸς εἴσεισιν ἡ γονὴ καὶ ἔξεισι τὸ ἔμβρυον· καὶ ἐπεὶ διὰ τὴν γένεσιν γεγόνασιν, ἀναγκαῖον ἐν ᾧ ἐστιν ὁ πόρος, ἐν τούτῳ εἶναι καὶ τὴν ὑστέραν, ἵνα καὶ ἡ τῆς γονῆς εἴσοδος καὶ ἡ τοῦ ἐμβρύου ἔξοδος ῥᾳδία γίνηται. ἀλλὰ διὰ τί οὐχ ὥσπερ ἐπὶ τῶν ᾠοτοκούντων διὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ἔξεισι τό τε ᾠὸν καὶ ἡ ξηρὰ περίττωσις, οὐ γίνεται τοῦτο καὶ ἐπὶ τῶν ζῳοτοκούντων; ἡ εἰ τοῦτο ἦν, ἥπτετο ἂν τῆς ὑστέρας τὸ καλούμενον τυφλὸν ἔντερον καὶ ἀπεπνίγετο τὰ ἔμβρυα ἀπὸ τῆς δυσὡδους ὀσμῆς. Τὸ δὲ δῆλον δὲ τοῦτο καὶ ἐκ τοὐ σπέρμα μὲν πάντα φέρειν ταὐτόν ἐστι τῷ οὕτω λεγομένω· ὅτι δὲ ἕνεκα τῆς γενέσεως γέγονεν ὁ ἔμπροσθεν πόρος καὶ οὐ διὰ τὴν ὑγρὰν περίττωσιν, δῆλον τοῦτό ἐστι καὶ ἐκ τοῦ |σπέρμα φέρειν μὲν πάντα τὰ ζῷα, περίττωμα δὲ μὴ πάντα· ὥστε διὰ τὸ σπέρμα καὶ ὅλως διὰ τὴν γένεσιν γίνονται οἱ πόροι, ἀλλ’ οὐ διὰ τὴν ὑγρὰν περίττωσιν. εἰ γὰρ δι’ αὐτὴν ἐγίνοντο, ὅσοις ἔνεισι πόροι, ἀνάγκη πᾶσι τούτοις γίνεσθαι καὶ περίττωμα ὑγρόν. Ὅσα δέ, φησίν, ᾠοτοκήσαντα ἐν ἑαυτοῖς ζῳοτοκεῖ ἐκτός, ταῦτα δ’ ἀμφοτέρως ἔχει διὰ τὸ μετειληφέναι ἀμφοτέρων, τοῦ τε ζῳοτοκεῖν καὶ τοῦ ᾠοτοκεῖν. ἔστι δὲ ἐλλιπὴς ἡ λέξις, εἴη δ’ ἂν τὸ πλῆρες αὐτῆς τοιοῦτον. ὅσα δὲ ᾠοτοκήσαντα πρῶτον ἐν ἑαυτοῖς καὶ ζῳοτοκήσαντα, εἶτα ἐκτὸς ζῳοτοκήσαντα, τούτων τὸ μὲν τῆς ὑστέρας ἄνω καὶ ὑπὸ τὸ ὑπόζωμα κεῖται πρὸς τὰ πρανῆ διὰ τὸ ᾠοτοκεῖν, τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἄνω καὶ ὄπισθεν, προϊούσης δέ, τουτέστι τὸ δὲ λοιπὸν μέρος αὐτῆς, κάτω καὶ ἐπὶ τῇ γαστρί, ὅπερ πάλιν ταὐτόν ἐστι τῷ κάτω καὶ ἔμπροσθεν, διὰ τὸ ζῳοτοκεῖν. ἰδίους δὲ πόρους τῶν ἀρρένων λέγει τοὺς χωρὶς ὄρχεων καὶ καθ’ ἑαυτοὺς ὄντας. ὅτι δὲ ἰδίους τούτους εἶπε, δῆλον πεποίηκε διὰ τῆς ἐπαχθείσης λέξεως τῆς καὶ τῶν ἐχόντων ὄρχεις, ὡς τινῶν μὲν πόρων χωρὶς ὄρχεων ὄντων, τινῶν δὲ ἐχόντων ὄρχεις καὶ ἐν αὐτοῖς ἐπαναδεδιπλωμένων ὄντων. τούτους δὲ ἀμφοτέρους, καὶ τοὺς ἰδίους καὶ τοὺς ἔχοντας ὄρχεις, λέγει ἐναντίως ἔχειν ταῖς ὑστέραις. τῶν γὰρ ὑστερῶν αἱ μὲν ἔμπροσθεν κεῖνται, αἱ δὲ ὄπισθεν, οἱ δὲ πόροι πάντες καὶ οἱ ἴδιοι καὶ οἱ μὴ τοιοῦτοι ὄπισθεν. καὶ τὴν αἰτίαν τοῦ διὰ τί ὄπισθεν πάντες κεῖνται λέγει· δεῖ γάρ, φησίν, αὐτοὺς μὴ πλανᾶσθαι μηδὲ τῇδε κἀκεῖσε φέρεσθαι, ἀλλ’ ἑδραίους εἶναι καὶ ἐρηρεισμένους καὶ ἀμετακινήτους. ὁ δὲ ὄπισθεν πᾶς τόπος συνεχὴς · ὢν καὶ εἷς διὰ τὸ ὀστώδης εἶναι δίδωσιν αὐτοῖς στάσιν καὶ συνέχειαν, τουτέστι τὸ διόλου ἐρηρεῖσθαι, καὶ μὴ τῇ μὲν ἐρηρεῖσθαι τῇ δ’ ἀπολελύσθαι τῆς ἕδρας, τοῖς μὲν οὗν ἔχουσι τοὺς ὄρχεις ἐντὸς ἅμα τοῖς ὄρχεσίν εἰσι πόροι πρὸς τῇ ὀσφύι ἐρηρεισμένοι, τοῖς δὲ ἐκτὸς ἔχουσι τοὺς ὄρχεις οἱ πόροι μόνοι εἰσὶν ἐν αὐτῇ ἐρηρεισμένοι. |Τῶν δ᾿ ἄλλων ζῴων τῶν ἀναίμων οὐχ ὁ αὐτὸς τρόπος τῶν μορίων. Εἰπὼν περὶ τῶν γεννητικῶν μορίων τῶν ἐναίμων ὅπως ἔχουσι, λέγει ὅτι τὰ δὲ ἄναιμα (εἰσὶ δὲ γένη τέτταρα) οὔτε ἑαυτοῖς ἔχουσιν ὁμοίως οὔτε τοῖς ἐναίμοις, ἀλλὰ καὶ πρὸς τὰ ἔναιμα καὶ πρὸς ἑαυτὰ διαφέρουσι. τὸ δὲ τούτων περὶ μὲν πάντων ἄδηλον τὸ τούτων περὶ τῶν ὀστρακοδέρμων εἴρηται· περὶ πάντων γὰρ τῶν ὀστρακοδέρμων ἄδηλον. τὰ δὲ μαλακόστρακα, φησί, συνδυάζεται. ὥσπερ τὰ ὀπισθουρητικά· ὀπισθουρητικα δέ εἰσιν οἷον λέγω δασύπους. πῶς δὲ ὥσπερ ἐκεῖνα συνδυάζεται, ἐπάγει· ὅταν γὰρ τὸ μὲν ὕπτιον τὸ δὲ πρανὲς ἐπαλλάξῃ τὸ οὐραῖον. τὸ γὰρ θῆλυ ὕπτιον κείμενον καὶ τὴν οἰκείαν κεφαλὴν φέρε εἰπεῖν ἔχον πρὸς ἄρκτον, τὸ δὲ οὐραῖον πρὸς νότον, τό τε ἄρρεν πάλιν πρανὲς ὂν καὶ ἐναντίως τὴν κεφαλὴν ἔχον πρὸς νότον, τὸ δὲ οὐραῖον πρὸς ἄρκτον, οὐτῶ δὴ ἔχοντα τὸν συνουασμον ποιουνται, ὥστε μόνα τὰ οὐραία ἅπτεσθαι ἀλλήλων καὶ τοῦ μὲν θήλεος τὸ οὐραῖον κάτω κεῖσθαι πρὸς τῇ γῇ, τοῦ δὲ ἄρρενος τὸ οὐραῖον κεῖσθαι ἐπάνω τοῦ τῆς θ· ηλείας οὐραίου, τὸ δὲ λοιπὸν αὐτῶν σῶμα ἐκτάδην ἡπλωμένον κεῖσθαι πρὸς τῇ γῇ. Ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι · ἔχουσι δὲ αἱ θήλειαι τἀς ὑστέρας ἀνὰ δύο᾿, εἶπεν ἔχουσι δὲ τὰς ὑστέρας ἔνθεν καὶ ἔνθεν ἐσχισμένας, ὥστε τὸ ἐσχισμένας ταὐτόν ἐστι τῷ διπλᾶς. τὰ δὲ μαλάκια συμπλέκεται μὲν κατὰ τὸ στόμα ἀντερείδοντα καὶ διαπτύσσοντα, τουτέστι συμπλεκόμενα τὰ ἄρρενα καὶ τὰ θήλεα ὑπ’ ἀλλήλων κατὰ τὰς πλεκτάνας, ὡς γὰρ γυνὴ τὸν ἄνδρα καὶ οὗτος αὐτὴν περιπλέκονται διὰ τῶν χειρῶν, οὕτως καὶ τὰ μαλάκια ὑπ’ ἀλλήλων ἐν τῷ συνδυασμῷ περιπλέκονται ταῖς πλεκτάναις. συμπλέκονται δὲ κατὰ τὸ στόμα ἐξ ἀνάγκης· παρὰ τὸ στόμα γὰρ συνήνωσε καὶ συνήγαγεν ἡ φύσις τὸν πόρον, δι’ οὗ ἐξέρχεται ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις. λέγει δὲ ὅτι καὶ τὰ μαλακόστρακα καὶ τὰ μαλάκια τὸν αὐτὸν τῆς ὑστέρας πόρον ἔχει καὶ τῆς ξηρᾶς περιττώσεως· οὐ γὰρ ἄλλος μὲν ἐν τούτοις ὁ τοῦ περιττώματος πόρος, ἄλλος δὲ ὁ τῆς ὑστέρας, ἀλλ’ ὁ αὐτὸς καὶ εἷς πρὸς ἀμφότερα λειτουργεῖ, πρός τε τὴν τοῦ θοροῦ ἄφεσιν καὶ πρὸς τὴν τῆς ξηρᾶς περιττώσεως ἔξοδον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἐστὶ γὰρ ᾗ ἀφίησι τὸν θορὸν διὰ τοῦ πόρου. ἐλλιπὴς δὲ ἡ λέξις ἐστίν, εἴη δ’ ἂν τὸ πλῆρες καὶ τὸ εὐμαρὲς τῆς λέξεως τοιοῦτον. διὰ τοῦ πόρου γὰρ δι’ οὗ ἀφίησι τὸν θορόν, διὰ τούτου ἔξεισι καὶ τὸ περίττωμα. ταῦτα δὲ τὰ μόρια, ἤτοι οἱ πόροι, δι’ ὧν ὁ θορὸς καὶ ἡ περίττωσις ἐξέρχεται, ἐν τοῖς ὑπτίοις εἰσὶ τοῦ σώματος, ᾗ λήγει τὸ ἐν τοῖς πρανέσι κέλυφος. ὥσπερ γὰρ οὐ συνάπτουσιν αἰ δεξιαὶ τῶν ζῳοτοκούντων πλευραὶ πρὸς τὰς ἀριστεράς, ἀλλ’ εἰσὶ διεστηκυῖαι ἀπ’ ἀλλήλων, οὕτως οὐδὲ τὸ τῶν καρκίνων καὶ καράβων κέλυφος συνάπτει ἐν τοῖς ὑπτίοις. Λέγει δὲ καὶ θάλατταν εἰσέρχεσθαι διὰ τῶν τοιούτων πόρων. ἐπεὶ δὲ κατὰ τὸν καιρὸν τοῦ συνδυασμοῦ ὁ πολύπους ὁ ἄρρην ἐν τῷ αὐλῷ τοῦ θήλεος εἰσάγων τὴν ἑαυτοῦ πλεκτάνην ἔδοξε τοῖς ἁλιεῦσι διὰ τῆς πλεκτάνης ποιεῖσθαι τὴν ὀχείαν καὶ ταύτῃ χρῆσθαι ἀντὶ αἰδοίου, ἐπήγαγεν ἡ δὲ τῆς πλεκτάνης τοῦ ἄρρενος διὰ τοῦ αὐλοῦ τῆς θηλείας δίεσις καὶ εἰσέλευσις οὐ χάριν ὀχείας γίνεται ἀλλ’ ἕνεκα συμπλοκῆς. ἔξω γὰρ καὶ πόρρω οὖσα αὕτη ἡ πλεκτάνη τοῦ πόρου, δι’ οὗ ἐναφίησι τὴν γονὴν πρὸς τὴν θήλειαν, πῶς ἂν εἴη ὄργανον χρήσιμον πρὸς τὴν γένεσιν; πόρον δὲ καὶ σῶμα ἐκ παραλλήλου τέθεικεν. ὅτι δὲ αἱ ἀκρίδες καὶ συνδυάζονται καὶ ἐξ ἀκρίδων γίνονται, ὁμοίως δὲ καὶ τὰ λοιπά, ἃ καταλέγει, πολλάκις ὦπται. Τῶν δ’ ἐντόμων, φησί, τὰ πλεῖστα ἐναντίως ἔχουσι τοῖς ἄλλοις. οὐ γὰρ ἀφίησι τὸ ἄρρεν γονὴν ἐπὶ τούτων εἰς τὸ θῆλυ, ἀλλ’ ἔμπαλιν τὸ θῆλυ κάτωθεν ἄνω πρὸς τὸν ἄρρενα δι’ αὐλοῦ· ἐν δὲ τῷ ἄρρενι συστὰν τὸ ἐναφεθὲν πάλιν ὑποστρέφει πρὸς τὸ θῆλυ, ἀφ’ οὗ καὶ ἐξῆλθε διὰ τοῦ αὐλοῦ. οὐ γὰρ πρότερον ἀπολύονται, πρὶν ἄν πρὸς τὸ θῆλυ ὑποστρέψῃ τὸ ἐξεληλυθὸς ἀπ’ αὐτοῦ. τοῦτο οὖν τὸ τὸ θῆλυ εἰς τὸ ἄρρεν ἐναφιέναι τὴν γονὴν τεθεωρηκέναι φησὶν ἐπὶ πολλῶν, καὶ τὸ ἀναβαίνειν μᾶλλον τὸ θῆλυ εἰς τὸ ἄρρεν. ἀλλὰ περὶ μὲν τούτων αὐ|τὸς ἐρεῖ πρὸς τῷ τέλει γενόμενος τοῦ παρόντος βιβλίου ἀκριβῶς, ὅπως γίνονται· ἡμεῖς δὲ ὅπερ ἐλέγομεν, ταῦτα μὲν ἐπὶ πολλῶν ἐθεάθη, ὥστε δὲ γένει διελεῖν καὶ εἰπεῖν ὡρισμένως ὅτι τουτὶ μὲν τὸ γένος ποιεῖ ταῦτα, τουτὶ δὲ οὐ ποιεῖ, οὔπω συ,νεώραται. Τὸ δὲ σχεδὸν δὲ τοῦτο καὶ ἐπὶ τῶν ᾠοτόκων ἰχθύων τῶν πλείστων ἐστὶ καὶ ἐπὶ τῶν τετραπόδων καὶ ᾠοτόκων συνεχές εστι τῶ τῶν δὲ συνδυαζομένων ἐν τοῖς πλείστοις τὰ θήλεα μείζω τῶν ἀρρένων ἐστί. τὸ δὲ τοῖς δὲ θήλεσι τὸ ταῖς ὑστέραις αὐτῶν ἀνάλογον μόριον καὶ τὰ ἑξῆς περὶ τῶν ἀναίμων εἴρηται. καὶ συμπεραίνεται λοιπὸν τὸν λόγον. ἐφεξῆς δὲ τούτων λέγει πρῶτον περὶ γονῆς καὶ ἀπαγγέλλει ταῦτα λίαν σαφῶς· ἐν δὲ τῇ λέξει τῇ διὸ τοῦ αὐτοῦ λόγου, πότερον τὸ ἄρρεν καὶ τὸ θῆλυ προίεται ἄμφω ἢ θάτερον μόνον ὑποστικτέον εἰς τὸ μόνον, εἶτα ἐπακτέον τὸ καὶ πότερον ἀπὸ παντὸς ἀπέρχεται καὶ τὰ ἑξῆς. εἴη δ’ ἂν τὸ λεγόμενον τοιοῦτον· ὁ λόγος ὁ ζητῶν, πότερον τὸ θῆλυ καὶ τὸ ἄρρεν προίεται ἄμφω ἢ θάτερον μόνον, ὁ αὐτὸς μέλλει ζητῆσαι καὶ πότερον ἀπὸ παντὸς ἀπέρχεται τοῦ σώματος ἢ οὐκ ἀπὸ παντός· ἡ γὰρ θατέρου τούτοιν τοῖν προβλημάτοιν εὕρεσις καὶ τῆς θατέρου γνώσεως αἰτία γενήσεται. ἔτι, φησίν, ὥσπερ τοῦ ὅλου ζῴου ἐστί τι μόριον, ἐξ οὗ μορίου πρώτου γίνεται σπέρμα, εἴτε ἡ καρδία τοῦτό ἐστι τὸ μόριον εἴτε ὁ ἐγκέφαλος ἔτι γὰρ ἄδηλόν ἐστι, δῆλον δὲ γενήσεται προιοῦσιν) ὥσπερ οὖν ἐστιν ἐκ τούτου τοῦ μορίου σπέρμα, οὕτως ἄν εἴη καὶ ἐξ ἑκάστου τῶν ἄλλων. στίγμα δὲ λέγει ἐν τῷ βραχίονι, ἅπερ διὰ μέλανος καὶ τῆς ὑπὸ τῶν βελονῶν κεντήσεως ποιοῦσιν οἱ ναῦται καὶ ἄλλοι πολλοί. εἶναι δέ φησι Καλχηδόνιον τὸν ἔχοντα τὸ στίγμα. |Πρῶτον μὲν οὖν ὅτι οὐδὲν σημεῖον ἡ ὁμοιότης τοῦ ἀπιέναι. Θεὶς πάνυ σαφῶς τὰ ἐπιχειρήματα τέτταρα ὄνια τὸν ἀριθμόν, δι’ ὧν ἐδόκουν κατασκευάζειν οἱ τῆς δόξης ταύτης προϊστάμενοι ὅτι ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεται ἡ γονή, ὧν ἓν ἦν ὅτι εἰ μὴ ἀπὸ παντὸς τοῦ σώματος ἐξήρχετο, οὐκ ἄν ἦσαν ὅμοιοι τοῖς πατράσιν οἱ παῖδες, εὐθὺς ἐνίσταται πρὸς τοῦτο λέγων· ἐπεὶ γίνεται ἡ ὁμοιότης οὐ μόνον κατὰ τὸ πρόσωπον καὶ τὰς χεῖρας καὶ τὰ τοιαῦτα, ἀλλὰ καὶ κατὰ τὴν φωνὴν καὶ τὰς τρίχας καὶ τὴν βάδισιν (πολλοὶ γὰρ τῶν παίδων ἀπαραλλάκτως βαδίζουσιν ὥσπερ οἱ γονεῖς) ἐπεὶ οὖν γίνεται καὶ κατὰ τὰς τρίχας καὶ τοὺς ὄνυχας καὶ τὴν βάδισιν καὶ τὴν φωνὴν ὁμοιότης, ἀφ’ ὧν τριχῶν καὶ ὀνύχων καὶ φωνῶν καὶ βαδίσεων οὐδὲν ἔξεισιν ὅλως σπέρμα, γενήσεται καὶ κατὰ τὰ λοιπὰ μόρια ὁμοιότης καὶ γονῆς μὴ ἐξελθούσης ἀπ’ αὐτῶν. καὶ ἐπὶ τῶν φυτῶν δὲ. ὁ αὐτὸς λόγος· δῆλον γὰρ ὅτι καὶ τούτοις ἀπὸ πάντων ἂν τῶν μερῶν ἀπήρχετο. ἐὰν γὰρ αἱ ὁμοιότητες τῶν παίδων πρὸς τοὺς γονεῖς γίνωνται διὰ τὸ ἀπὸ πάντων τῶν μερῶν αὐτοῖς ἀπέρχεσθαι σπέρμα, καὶ ἐπὶ τῶν φυτῶν τοῦτ’ ἄν γίνοιτο· γεννῶσι γὰρ καὶ αὐτά· οὐ γίνεται δέ. καὶ θεωρητέον, ὅπως τοῦτ’ ἐπὶ τούτων οὐ γίνεται. τέμνει τις κλάδον ἀπὸ τῆσδε τῆς ἐν Ἀθήναις οὔσης καρέας καὶ φυτεύσας αὐτὸν ἐν Πάτραις μετὰ δύο ἡ καὶ τρεῖς χρόνους γεννᾷ κάρυα, πάντῃ πάντως καὶ τῷ μεγέθει καὶ τῇ γεύσει καὶ τῇ χροιά καὶ τοῖς ἄλλοις ἅπασιν ὅμοια ὄντα τοῖς γεγονόσι καρύοις ὑπὸ τῆς ἐν. Ἀθήναις καρέας, ἀφ’ ἧς ὁ κλάδος ἐτμήθη. εἰ οὖν τὰ ἀπὸ τῆς ἐν Ἀθήναις οὔσης καρέας κάρυα, ἀφ’ ἧς ὁ κλάδος ἀφῃρέθη καὶ ἐν Πάτραις πεφύτευται, εἰ δὴ τὰ ἀπὸ τῆς ἐν Ἀθήναις καρέας κάρυα ὅμοιά εἰσιν ἀλλήλοις διὰ τὸ ἀπὸ πάντων τῶν τῆς καρέας μερῶν ἀπέρχεσθαι πρὸς ἅπαντα τὰ κάρυα σπέρμα, εἰσὶ δὲ καὶ τὰ ἀπὸ τοὐ ἐν Πάτραις κλάδου μεταφυτευθέντος γεγονότα ὅμοια τοῖς ἀπὸ τῆς ἐν Ἀθήναις καρέας καρύοις, δῆλον κατὰ τοὺς τούτων λόγους ὅτι ἀπὸ πάντων τῶν μερῶν τῆς καρέας σπέρμα ἀπῄει καὶ πρὸς τὰ ἐν τῷ κλάδῳ κάρυα καὶ διὰ τοῦτο γεγόνασιν ὅμοια τά ἐν τῷ κλάδῳ κάρυα τοῖς ἐν τῇ καρέᾳ καρύοις, ὅπερ ἐστὶ καταγέλαστον. πῶς γὰρ ἂν ἀπὸ Ἀθηνῶν εἰς Πάτρας ἀπῆλθε τὸ σπέρμα; καὶ ἄλλως, ἐπειδὴ ὅμοιά εἰσι τὰ τοῦ κλάδου καὶ τῆς καρέας κάρυα, ἀνάγκη κατὰ τοὺς ἐκείνων λόγους, ἐξ ὅσων τῷ ἀριθμῷ μερῶν ἀπῄει σπέρμα πρὸς τὰ ἐν τῇ καρέᾳ κάρυα, ἐκ τοσούτων τῷ ἀριθμῷ ἀπιέναι καὶ πρὸς τὰ ἐν τῷ κλάδῳ κάρυα· εἰ γὰρ μὴ ἐκ τοσούτων, ἀνόμοια ἂν εἴησαν καὶ κολοβά. ἀλλὰ μὴν τὰ τῆς καρέας μόρια πάνυ εἰσὶ πολλαπλάσια τῶν τοῦ κλάδου μερῶν. εἰ δὴ ἐπὶ τῶν φυτῶν αἱ ὁμοιότητες γίνονται οὐ διὰ τὸ ἀπὸ πάντων, ὡς δέδεικται, τῶν μερῶν ἀπέρχεσθαι σπέρμα, ἀλλὰ δι’ ἄλλο τι, ὅπερ αὐτὸς τί ποτέ ἐστι προ· ιὼν ἐρεῖ, καὶ ἐπὶ τῶν ζῴων ὁμοίω ἕξει. ἐν δὲ τῇ λέξει τῇ πολλὰ δὲ τὰ μὲν οὐκ ἔχει, τὰ δ’ ἀφέλοι τις ἄν λείπει τὸ μέρη· πολλὰ γὰρ τῶν φυτῶν οὐκ ἔχει μέρη, ὥσπερ εἴπομεν ἐπὶ τοῦ κλάδου, ὅσα ἔχει ἡ καρέα· ἀλλὰ καὶ ἀπὸ τῆς καρέας ἀφαιρεθέντος τοῦ κλάδου τὰ γεγονότα μετὰ τὴν ἀφαίρεσιν αὐτοῦ ὅμοιά εἰσι τοῖς γεγονόσι καὶ πρὸ τῆς ἀφαιρέσεως. ἀλλὰ καὶ ἐν τῇ γῇ εἴ τις καταχώσει κάρυον καὶ βλαστῆσαν γεννήσει ἡ βλάστη κάρυα, ὅμοια γίνεται τῷ καταχωσθέντι ἐν τῇ γῇ, οὐ μόνον κατὰ τὸν καρπόν, ἀλλὰ καὶ κατὰ τὸ περικάρπιον, ἀφ οὗ περικαρπίου ἐπιδήλως οὐδὲν ἄπεισιν. |Ἔτι δὲ πότερον ἀπὸ τῶν ὁμοιομερῶν <μόνον> ἀφ’ ἑκάστου. Ἐκ διαιρέσεως ἐπάγει τὸ ἔλεγχον τοῖς ἀπὸ παντὸς λέγουσι τοῦ σώματος ἐξέρχεσθαι τὸ σπέρμα. ἐρωτᾷ οὖν, πότερον ἀπὸ τῶν ὁμοιομερῶν μόνον οἷον σαρκὸς καὶ ὀστοῦ καὶ νεύρου καὶ τῶν τοιούτων ἀπέρχεται τὸ σπέρμα, ἐκ δὲ τῶν ἀνομοιομερῶν οἷον προσώπου, χειρὸς καὶ τῶν ἄλλων οὐδαμῶς, ἢ ἐκ τούτων μέν, ἐκ δὲ τῶν ὁμοιομερῶν οὐδὲν ὅλως, ἢ καὶ ἐκ τούτων καὶ ἐξ ἐκείνων. εἰ μὲν οὗν ἀπ’ ἐκείνων μόνων ἤτοι τῶν ὀμοιομερῶν ἀπέρχεται τὸ σπέρμα, ἐοίκασι δὲ μᾶλλον οἱ παῖδες τοῖς γονεῦσι κατὰ τὰ ἀνομοιομερῆ (οὐ γὰρ δὴ κατὰ τὴν σάρκα καὶ ὅλως τὰ ἡ ὁμοιότης γίνεται, ἀλλὰ κατὰ τὸ πρόσωπον καὶ κατὰ τὰς χεῖρας καὶ πάντα τὰ ἀνομοιομερῆ) εἴπερ οὗν μηδὲ τὰ ἀνομοιομερῆ ὅμοιά εἰσι διὰ τὸ ἀπιέναι ἀπ’ αὐτῶν σπέρμα, (ὑπόκειται γὰρ μὴ ἀπέρχεσθαι ἀπ’ τί κωλύει καὶ τὰ ὁμοιομερῆ ὅμοια εἶναι μηδενὸς ἀπελθόντος ἀπ’ αὐτῶν, εἶναι δὲ ὅμοια δι’ ἄλλην τινὰ αἰτίαν; εἰ δέ φασιν ὅτι ἀπὸ τῶν ἀνομοιομερῶν μόνον ἐξέρχεται τὸ σπέρμα, πρῶτον μὲν ψεῦδος τὸ λέγειν ὅτι ἀπὸ πάντων τῶν μερῶν ἀπέρχεται· ὑπόκειται γὰρ ἀπὸ τῶν ὁμοιομερῶν μὴ ἀπέρχεσθαι· ἔπειτα ἐπειδὴ τὰ ἀνομοιομερῆ ὕστερά εἰσι τῶν ὁμοιομερῶν, (σύνθεσις γὰρ ὁμοιομερῶν τὰ ἀνομοιομερῆ) ἐπεὶ οὗν ὕστερά εἰσιν, εἰ μὴ ἀπὸ τῶν ὁμοιομερῶν ἀπέρχεταί τι, οὐδὲ ἀπὸ τῶν ἀνομοιομερῶν· εἰ γὰρ μήτε ἐκ τοῦ οἴνου ἀπέλθῃ τι μήτε ἐκ τοῦ μέλιτος, δῆλον ὡς οὐδ’ ἐκ τοῦ συνθέτου τοῦ οἰνομέλιτος. εἰ οὖν λέγουσιν ὅτι καὶ ἀπὸ τῶν ὁμοιομερῶν καὶ ἀπὸ τῶν ἀνομοιομερῶν ἀπέρχεται σπέρμα, εἰπάτωσαν ἡμῖν τὸν τῆς γενέσεως τρόπον, πῶς ἐστι δυνατὸν γίνεσθαι ἄλλο μὲν ἀπὸ τῶν ὁμοιομερῶν σπέρμα, ἄλλο δὲ ἀπὸ τῶν ἀνομοιομερῶν, εἴπερ τὰ ἀνομοιομερῆ οὐδὲν ἄλλο εἰσὶν ἢ σύνθεσις τῶν ὁμοιομερῶν, ἡ δὲ σύνθεσις θέσις τις καὶ πάθος· ἐκ δὲ τοὺ πάθους καὶ τῆς θέσεως πῶς ἂν ἀπέλθοι σπέρμα; τὸ δὴ λέγειν ὅτι ἀπὸ τῶν ἀνομοιομερῶν ἀπέρχεται σπέρμα ταὐτόν ἐστι τῷ λέγειν ὅτι ἐκ τῶν ὁμοιομερῶν. ὥσπερ κἂν εἰ ἀπὸ τοῦ γεγραμμένου ὀνόματος (ἀνλογεῖ γὰρ τοῦτο τοῖς ἀνομοιομερέσιν) ὥσπερ οὖν ἐπὶ τούτου, εἰ ἀπὸ παντὸς ἀπήρχετό τι τοῦ Σωκράτους ὀνόματος, δῆλον ὅτι καὶ ἀπὸ τῆς σὼ συλλαβῆς καὶ ἀπὸ τῆς κρα καὶ τῆς της, εἰ δ’ ἀπὸ τῶν συλλαβῶν, δῆλον ὡς πολὺ πρότερον καὶ ἀπὸ τῶν στοιχείων τοῦ σ καὶ τοῦ ὢ καὶ τῶν λοιπῶν, οὕτως εἰ· ἀπὸ τῶν ἀνομοιομερῶν, πρότερον ἐκ τῶν ὁμοιομερῶν, εἰ δὲ ἐκ τούτων, πολὺ πρότερον ἀπὸ τῶν στοιχείων, πυρὸς καὶ γῆς καὶ τῶν λοιπῶν· ἀπὸ γὰρ τούτων σάρκες καὶ τὰ νεῦρα συνεστήκασι καὶ τὰ λοιπὰ ὁμοιομερῆ. πολὺ οὖν πρότερον εἰκὸς ἦν ἀπὸ τῶν στοιχείων ἀπέρχεσθαι σπέρμα· ἀπὸ γὰρ τῆς συνθέσεως, τουτέστιν ἀπὸ τῶν ὁμοιομερῶν ἢ τῶν ἀνομοιομερῶν, πῶς ἐνδέ|χεται; ὅπερ ἴσον ἐστὶ τῷ οὐκ ἐνδέχεται· δέδεικται γὰρ ὅτι οὔτε ἀπὸ τῶν ὁμοιομερῶν οὔτε ἀπὸ τῶν ἀνομοιομερῶν δύναται σπέρμα ἀπιέναι. ἴσμεν δὲ καὶ ὅτι ἄνευ ταύτης τῆς συνθέσεως ἢ τῶν ἀνομοιομερῶν γενέσθαι ὁμοιότητα οὐ δυνατόν· εἰ δὲ χωρὶς τῆς συνθέσεως ἢ τῶν ἀνομοιομερῶν οὐκ ἐνδέχεται γενέσθαι, ἐκ δὲ τούτων δέδεικται ὅτι οὐδὲν ἀπέρχεται, ψεῦδος τὸ λέγειν ὅτι ἡ ὁμοιότης γίνεται διὰ τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαί τι· ἀλλ’ εἴπερ ἔστι τι τὸ δημιουργοῦν τὴν σύνθεσιν καὶ φύσιν τῶν ἀνομοιομερῶν, ἐκεῖνο ἄν εἴη καὶ τὸ τῆς ὁμοιότητος αἴτιον. Ἔτι εἰ μέν διεσπαρμένα τὰ μέρη ἐν τῷ σπέρματι, πῶς ζῇ; Πρὸ τῆς τῶν λεγομένων σαφηνείας ἄξιόν ἐστιν ἡμᾶς ἀναμνησθῆναι τῆς δόξης τῶν λεγόντων ἀπὸ παντὸς τοῦ σώματος, οὐ μόνον τοῦ ἄρρενος ἀλλὰ καὶ τοῦ θήλεος, ἀπέρχεσθαι τὸ σπέρμα, καὶ τίνα ἔλεγον εἶναι τὴν τοῦ σπέρματος φύσιν· οὕτω γὰρ ἂν σαφὴς ἡμῖν ἔσται ἡ τῶν λεγομένων διάνοια. ὁ Πλατῶν ἀπὸ παντὸς τοῦ σώματος τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος λέγων ἀπέρχεσθαι τὸ σπέρμα οὐ τοιοῦτόν τι σπέρμα ἀπέρχεσθαι ἔφασκεν, ὁποῖον ἅπαντες ἴσμεν, ἀλλ’ ὅτι ἀπὸ μὲν τῆς τοῦ πατρὸς κεφαλῆς ἔξεισι πάνυ σμικροτάτη κεφαλὴ καὶ ἀναίσθητος διὰ σμικρότητα, ὁμοίως καὶ ἀπὸ τῶν χειρῶν χεῖρες καὶ τῶν ποδῶν πόδες καὶ τοῦ ἥπατος ἧπαρ καὶ τῶν ἄλλων ὁμοίως, παραπλήσιον δὲ καὶ ἀπὸ τῆς μητρός, ἐν δὲ τῇ ὑστέρᾳ αὔξησίν τε καὶ σύνθεσιν λαβόντα οὕτως ἐξέρχεται θύραζε. τοῦτό τε ἔλεγε καὶ ὅτι τὸ συνάθροισμα τῶν τοιούτων μερῶν οὐ καθ’ αὑτὸ ἐξέρχεται, ἀλλὰ καὶ μετά τινος ὑγρασίας περιισχούσης αὐτὰ τὰ μέρη, ὥσπερ ὁ ἀμφορεὺς τὸν οἶνον· καὶ κυρίως μέν, φησί, σπέρμα καὶ εἰσὶ καὶ λέγονται τὰ εἰρημένα μόρια· διὰ δὲ ταῦτα λέγεται καὶ ἡ περιέχουσα αὐτὰ ὑγρότης σπέρμα, ὥσπερ πολλάκις καὶ ὁ ἀμφορεὺς οἶνος διὰ τὸν περιεχόμενον ὑπ’ αὐτοῦ οἶνον. ὢ τούτων οὕτως ὑπομνησθέντων ἐπὶ τὴν τῶν λεγομένων σαφήνειαν ὁρμητέον. δείξας ὅτι ἀδύνατόν ἐστι διὰ τὴν ὁμοιότητα λέγειν ἀπὸ παντὸς ἀπέρχεσθαι τοῦ σώματος σπέρμα, νῦν εὐθύνει καὶ καθ’ αὑτὸ τὸ δόγμα. ἐκ |διαιρέσεως δὲ κἀνταῦθα τὸν ἔλεγχον ἐπάγει· διὰ δὲ τὸ μὴ θεῖναι τὴν διαίρεσιν, ἀλλὰ πρὸς ἕκαστον τῶν τμημάτων αὐτῆς ἐπάγειν τὸν ἔλεγχον ἀσάφειαν πάνυ πολλὴν πεποίηκεν. εἴη δ’ ἂν ἡ διαίρεσις τοιαύτη· πότερον ἡ ἐξερχομένη ὑγρασία καὶ σπέρμα λεγομένη περιέχουσά τε ἐν ἑαυτῇ ὥσπερ ἀγγεῖόν τι κεφαλὴν πάνυ σμικροτάτην σπλῆνά τε ὁμοίως λίαν βραχύτατον καὶ χεῖρας καὶ τὰ λοιπὰ πάντα μέρη ζῶντά εἰσιν ἐν αὐτῇ, ὥσπερ καὶ λέγουσιν, καὶ ζῇ ἕκαστον τούτων καὶ αἰσθάνεται, ἢ νεκρά ἐστι; καὶ ἆρα συνεχῆ εἰσιν ἀλλήλοις ἢ κεχώρισται καὶ ἀπολέλυται ἀπ’ ἀλλήλων; εἰ δὴ ζῶσι καὶ αἰσθάνονται, εἰσὶ δὲ ἀπολελυμένα ἀπ’ ἀλλήλων, εἰπάτωσαν ἡμῖν, πῶς ζῶσιν; ὥσπερ γὰρ ἡ ἀποκοπεῖσα κεφαλὴ καὶ χωρὶς οὖσα τοῦ ὅλου οὐ δύναται ζῆν, ὁμοίως δὲ οὐδὲ ἡ χεὶρ οὐδ’ ἄλλο οὐδέν, οὕτως οὐδὲ τὰ ἐν τῷ σπέρματι μέρη κεχωρισμένα καὶ διεσπαρμένα ὄντα ἀπ’ ἀλλήλων δύνανται ζῆν. εἰ δέ εἰσι καὶ ζῶντα καὶ συνεχῆ, ἔσται τι ζῷον μικρὸν καὶ πρὸ τοῦ γενέσθαι ζῷον. τὸ γὰρ σπέρμα διὰ τοῦτο εἴσεισιν ἐν τῇ ὑστέρᾳ διὰ τὸ γενέσθαι ἐξ αὐτοῦ ὡς ἐκ μὴ ζῴου ζῷον· ἕκαστον γὰρ τῶν γινομένων ἐκ τῆς οἰκείας γίνεται ἀποφάσεως, ὡς ἐν τῷ Α δέδεικται τῆς Φυσικῆς ἀκροάσεως. ἔσται ἄρα ζῷον καὶ πρὸ τοῦ εἰς τὴν ὑστέραν εἰσελθεῖν καὶ πρὸ τοῦ ζῷον ὅλως γενέσθαι. ἔτι εἰ κεφαλὴ ἀπέρχεται ἀπὸ τῆς τοῦ πατρὸς κεφαλῆς καὶ χεῖρες ἀπὸ τῶν χειρῶν, καὶ τἆλλα ἀπὸ τῶν ἄλλων, δῆλον ὡς καὶ αἰδοῖον ἄπεισιν ἐκ τοῦ αἰδοίου. ὅταν οὖν τέκῃ ἡ μήτηρ θῆλυ, πῶς οὐκ ἔχει τὸ τεχθὲν αἰδοῖον οἷον τὸ τοῦ πατρός, ἀλλ’ ἕτερον οἷον τὸ τῆς μητρός; εἰ δὲ φήσουσιν ὅτι ὅσα ἀπὸ τοῦ πατρὸς ἀπέρχεται μέρη, τοσαῦτα καὶ ἀπὸ τῆς μητρός, καὶ ἐπὶ τούτῳ διαφέρει τὸ τοῦ γεννηθέντος αἰδοῖον πρὸς τὸ τοῦ πατρός, ἀνάγκη δύο τίκτειν ἀεὶ τὴν μητέρα, καὶ ᾧ μὲν προσήρμοσε τὸ ἀπὸ τοῦ πατρὸς αἰδοῖον, τοῦτ’ εἶναι ἄρρεν, ᾧ δὲ τὸ ἀπὸ τῆς μητρός, τοῦτο θῆλυ. εἰ γὰρ πάντα, ὅσα συνίστησι τὸ ζῷον, ἔξεισιν ἀπὸ τοῦ πατρός, ταὐτὰ δὲ πάντα καὶ ἀπὸ τῆς μητρός, ἀνάγκη δύο τίκτειν ἀεί. νῦν δ’ οὐχ ὁρῶμεν πάσας οὐδὲ πάντοτε ἀνὰ δύο τικτούσας τὰς γυναῖκας, ἀλλ’ ὀλίγαι διδυμοτοκοῦσι καὶ οὐκ ἀεί. ἀλλ’ εἴπερ οὕτω χρὴ λέγειν ὅτι ὁμοίως καὶ ἀπὸ πάντων τῶν τοῦ πατρὸς καὶ ἀπὸ πάντων τῶν τῆς μητρὸς μορίων ἐξέρχεται μόρια, εἰ χρὴ οὕτω λέγειν, συμφωνότερα τῷ τοιούτῳ λόγῳ καὶ ὁμολογούμενα μᾶλλον λέγει Ἐμπεδοκλῆς. ἀλλ’ εἴπερ ἕτερά πῃ, τουτέστιν ἀλλ’ εἴπερ ἕτερά εἰσι τὰ εὔλογα καὶ ἀληθῆ, ὅ μέλλει λέγειν αὐτός, πρὸς μὲν τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα συμφωνότερα τὰ τοῦ Ἐμπεδοκλέους, πρὸς δὲ τὰ ἀληθῶς ὑπὸ τούτου λεχθησόμενα λέγει οὐ καλῶς. ὁ γὰρ δὴ Ἐμπεδοκλῆς ἔλεγεν ἀπέρχεσθαι καὶ ἀπὸ τοῦ πατρὸς καὶ ἀπὸ τῆς μητρὸς μέρη, ἀλλ’ οὐχ ὥσπερ ἐκεῖνοι· ἐκεῖνοι μὲν γὰρ ὅτι καὶ ἀπὸ τοῦ πατρὸς πάντα ὅσα συνίστησι τὸ ζῷον καὶ ἀπὸ τῆς μητρὸς ὁμοίως τὰ αὐτὰ πάντα, ὁ δὲ Ἐμπεδοκλῆς ἔλεγεν ὅτι τινὰ μὲν ἀπὸ τοῦ πατρὸς τινὰ δὲ ἀπὸ τῆς μητρός, ἀπὸ μὲν οὖν τοῦ πατρὸς τὰ κυριώτερα, οἷον κεφαλὴ καρδία ἧπαρ καὶ τὰ ὅμοια, ἀπὸ δὲ τῆς μητρὸς τὰ ἀκυρότερα, οἷον χεῖρες πόδες τὰ ὅμοια. τοῦτό τε οὖν ἔλεγεν ὁ Ἐμπεδοκλῆς καὶ πρὸς τούτῳ ὅτι καὶ τὰ ἀπὸ τοῦ πατρὸς ἐξερχόμενα ἔτι ὄντα ἐν τῷ πατρὶ ζῇ, καὶ τὰ ἀπὸ τῆς μητρὸς ὁμοίως. ὥστε συμφωνότερα καὶ τοῖς φαινομένοις λέγει Ἐμπεδοκλῆς· οὐ γὰρ ἀναγκάζει ὁ τούτου λόγος δίδυμα τίκτειν πάσας καὶ πάντοτε τὰς γυναῖκας. οἷον οὖν σύμβολον καὶ συνδρομὴν καὶ συνέλευσιν τῶν ἀπὸ τοῦ πατρὸς καὶ τῆς μητρὸς ἐξελθόντων μορίων ἀπεφαίνετο ὁ Ἐμπεδοκλῆς εἶναι τὸ τεχθέν, ἀλλ’ οὔτε μόνου τοῦ πατρὸς οὔτε μόνης τῆς μητρός. εἰπὼν δέ “ἡ μὲν ἐν ἀνδρὸς” οὐκ ἀπέδωκε τὸ ἡ δὲ ἐν γυναικός. ἔτι εἴπερ καὶ ἀπὸ τῆς μητρὸς πάντα ἐξέρχεται, ὅσα συνίστησι τὸ ζῷον, ἔχει δὲ ἡ μήτηρ ἐν ἑαυτῇ οὐ μόνον ταῦτα πάντα τὰ δυνάμενα συστῆσαι τὸ ζῷον, ἀλλὰ καὶ ὑποδοχήν, αὕτη δέ ἐστιν ἡ ὑστέρα, ἐν ᾗ συναθροίζεται τὰ τοιαῦτα μέρη, διὰ τί οὐ γεννᾷ ἐξ αὑτῆς καὶ ἀνδρὶ μὴ πλησιάσασα; τὰ μὲν οὖν ἄρρενα ἔστω μὴ γεννᾶν ἐξ αὑτῶν, ὅτι μηδὲ ὑστέραν ἔχει καὶ ὑποδοχήν, τὰ δὲ θήλεα διὰ τίνα ποιὲ αἰτίαν καὶ χωρὶς ἄρρενος οὐ γεννᾷ; καὶ δῆλον ὅτι οὐκ ἀπὸ παντὸς ἅπαντα ἀπέρχεται· ἦ γὰρ ἂν ἐγέννα ἐξ αὑτῶν τὰ θήλεα· ἀλλ’ εἴπερ ὅλως δοτέον ὅτι ἀπέρχεται, οὕτως ἂν ἀπήρχετο, ὥσπερ Ἐμπεδοκλῆς λέγει ὅτι τὰ μὲν κυριώτερα ἀπὸ τοῦ πατρός, τὰ δὲ μὴ τοιαῦτα ἀπὸ τῆς μητρός· ὥστε καὶ ἀνάγκη κατὰ τὸν τοῦ Ἐμπεδοκλέους λόγον ὁμιλίαν γενέσθαι καὶ συνδυασμόν, εἰ μέλλει σύλληψις γενέσθαι. εἰ γὰρ μὴ συνέλθοι ἀμφότερα τό τε ἄρρεν καὶ τὸ θῆλυ, πῶς ἂν τὰ ἀπὸ τοῦ πατρὸς ἐξερχόμενα (ταῦτα δ’ ἦν τὰ κυριώτερα) μετὰ τῶν ἀπὸ μητρὸς ἐξερχομένων ἑνωθεῖεν; ἀλλὰ καὶ τὰ ὑπὸ τοῦ Ἐμπεδοκλέους λεγόμενα ἀδύνατά ἐστι, κἂν συμφωνότερα τοῖς φαινομένοις τυγχάνῃ. καὶ πῶς ἀδύνατα, ἐπάγει· ὥσπερ γάρ, φησί, καὶ μεγάλα ὄντα τὰ ἀνομοιομερῆ, ἡνίκα τὸ νεῖκος τῆς φιλίας ἐπε|κράτησεν, οὐκ ἠδύνατο ἔμψυχα εἶναι ἐμψύχους γὰρ καὶ αἴσθησιν ἐχούσας ἔλεγε τὰς ἀναύχενας κόρσας) ὥσπερ οὖν αἱ μεγάλαι ἐκεῖναι κεφαλαὶ οὐκ ἡδύναντο ἔμψυχοι εἶναι καὶ αἰσθητικαὶ κεχωρισμέναι οὖσαι τῶν ὁλοτήτων, ὁμοίως δὲ οὐδὲ αἱ μεγάλαι ἐκεῖναι χεῖρες καὶ τἆλλα, οὕτως ἀδύνατον καὶ τὴν ἀπὸ τοῦ πατρὸς ἐξερχομένην βραχυτάτην κεφαλὴν καὶ τἆλλα, ὅσα λέγει ἐξ αὐτοῦ ἐξέρχεσθαι, κεχωρισμένα ὄντα ἀπ’ ἀλλήλων ζῆν τε καὶ αἰσθάνεσθαι. οὔτε οὖν ἄψυχα ὄντα καὶ κεχωρισμένα ὄντα ἀπ’ ἀλλήλων δύναται σώζεσθαι, ἀλλὰ σήπεται καὶ φθείρεται, οὔτε μὴν ἔμψυχα καὶ ὥσπερ εἰ ζῷα ὄντα πλείω δύναται συνελθεῖν καὶ συμφύεσθαι ἀλλήλοις εἰς ἑνὸς ζῴου ἀπαρτισμόν· οὐδὲν γὰρ ζῷον ὁρῶμεν ἐκ πολλῶν ζῴων συγκείμενον. ἀλλὰ μὴν ὥσπερ Ἐμπεδοκλῆς ἔλεγεν ἐπὶ τῆς φιλότητος, τουτέστιν ἐπὶ τῇ ἥττῃ μὲν τῆς φιλότητος ἐπικρατείᾳ δὲ τοῦ νείκους, συναθροισθῆναι ἐν τῇ γῇ τὰς κεφαλὰς καὶ χεῖρας καὶ τὰ ἄλλα πάντα μέρη ἔμψυχα ὄντα καὶ αἴσθησιν ἔχοντα, εἶτα ἐκ τούτων ὥσπερ ἀπὸ ζῴων πολλῶν γενέσθαι ἕκαστον τῶν ζῴων, οὕτω συμβαίνει λέγειν καὶ τοῖς ἀπὸ πάντων τῶν μερῶν ἀπιέναι πάντα λέγουσιν. ἀδύνατον δὲ ζῷα ὄντα τὰ τοιαῦτα μέρη συνιόντα συναθροισθῆναι εἰς ἕνα τόπον καὶ ἀλλήλοις συμφῦναι. εἶτα πῶς κεχωρισμένα ὄντα ἀπ’ ἀλλήλων διέσπασται ἤτοι τέτακται καὶ καθ’ αὑτὸ ἀφώρισται τὸ ἄνω καὶ κάτω καὶ αἱ λοιπαὶ δύο περιστάσεις; πῶς οὖν δὴ γέγονεν εὔτακτος ἡ τούτων θέσις, ἀλλὰ μὴ ὡς ἔτυχε; τὰ μὲν οὗν λεγόμενα τοιαῦτα· τὴν δὲ λέξιν τὴν ὥσπερ γὰρ καὶ μεγάλα ὄντα ἀδύνατον διεσπασμένα σώζεσθαι καὶ ἔμψυχα εἶναι, καθάπερ Ἐμπεδοκλῆς γεννᾷ, οὕτως ἀναγνωστέον· ἀδύνατον γὰρ διεσπασμένα σώζεσθαι καὶ ἔμψυχα εἶναι, ὥσπερ καὶ μεγάλα ὄντα, καθάπερ φησὶν Ἐμπεδοκλῆς. Ἐπεὶ δὲ τὰ μέρη τὰ μὲν δυνάμει τὰ δὲ πάθεσι διώρισται. Επειδή, φησί, τὰ μέρη τὰ μὲν δυνάμει διώρισται, τὰ δὲ πάθεσι, τὰ μὲν ἀνομοιομερῆ τῷ δύνασθαί τι ποιεῖν, οἷον γλῶσσα τῷ δύνασθαι γεύεσθαι καὶ χεὶρ τῷ ἅπτεσθαι, τὰ δὲ ὁμοιομερῆ σκληρότητι, μαλακότητι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις πάθεσιν, ἀλλὰ δὴ καὶ τὸ αἷμα οὐ πάντως ἔχον αἷμά ἐστιν, οὐδὲ μὴν ἡ σὰρξ σάρξ, ἐπεὶ οὖν ταῦθ’ οὕτως, ἀδύνατον τὸ ἀπελθὸν συνώνυμον εἶναι τοῖς μέρεσιν. εἰ γὰρ ἐκ μὲν τοῦ αἵματος ἔξεισιν αἷμα, ἐκ δὲ τῆς κεφαλῆς κεφαλὴ καὶ ἐκ τῶν λοιπῶν τὰ ἄλλα, ἔσται αἷμα πρὸ τοῦ γενέσθαι αἷμα, καὶ ὅλως ζῷον πρὸ τοῦ γενέσθαι ζῷον· εἰ δὲ οὐκ ἐκ τοῦ αἵματος ἄπεισιν αἷμα, ἀλλ’ ἔστι τι τὸ δημιουργοῦν καὶ ποιοῦν τὸ αἷμα, οὐδὲ τῆς ὁμοιότητος αἴτιον ἂν εἴη τὸ ἀπιέναι τι ἀπὸ πάντων τῶν μερῶν, ἀλλ᾿ ἱκανὸν ἀφ’ ἑνὸς μόνου μορίου οἷον τοῦ αἵματος περίττωμα γὰρ αἵματός ἐστιν, ὡς ἐρεῖ καὶ δείξει, τὸ σπέρμα) ἱκανὸν οὖν ἀπὸ τούτου μόνου ἀπιέναι τὸ σπέρμα· τοῦτο δὲ τὸ σπέρμα ἢ μᾶλλον ἡ ἐν τούτῳ |δύναμις μετὰ τοῦ καταμηνίου ποιεῖ ἅπαντα τὰ τοῦ ζῴου μέρη. διὰ τί γὰρ τοῦ αἵματος γινομένου ἐξ ἑνός τινος οὐ γενήσεται καὶ τὰ ἄλλα μέρη ὑπ’ ἐκείνου; λέγει δὲ τὸν λέγοντα λόγον ἐξ αἵματος μὲν ἀπέρχεσθαι αἷμα καὶ ἐκ τῆς κεφαλῆς κεφαλὴν καὶ τὰ λοιπὰ ἐκ τῶν λοιπῶν ἐοικέναι τῷ τοῦ Ἀναξαγόρου λόγῳ τῷ λέγοντι μηδὲν γίνεσθαι· εἶναι γὰρ ἀεὶ τὰς ὁμοιομερείας καὶ ἅπαντα ἐν πᾶσιν. ἀλλ’ ὁ μὲν τοῦ Ἀναξαγόρου λόγος δέδωκε πολλάκις εὐθύνα; · τούτους δὲ ἐρωτητέον, τίνα τρόπον ἡ ἀπελθοῦσα ἐκ τῆς κεφαλῆς κεφαλὴ αὔξεται καὶ τὰ ἄλλα μόρια. ὁ μὲν γὰρ Ἀναξαγόρας ἔλεγε τὴν σάρκα αὔξεσθαι καὶ τὰ αἵματα καὶ τὰ ἄλλα μόρια ὑπὸ τῶν σαρκῶν καὶ αἱμάτων καὶ ὀστῶν τῶν ἐνόντων τῷ ἄρτῳ καὶ οἴνῳ· πάντα γὰρ ἐν πᾶσιν ἐκείνῳ ἐδόκει· τοῖς δὲ μὴ λέγουσι μὲν τὰ τοῦ Ἀναξαγόρου, ἀπὸ παντὸς δὲ τοῦ σώματος ἀπιέναι σώματα φάσκουσι πῶς ἑτέρου προσγινομένου μεῖζον ἔσται, εἰ μένει ἡ προσελθοῦσα τροφὴ ἄπεπτός τε καὶ ἀναλλοίωτος; εἰ δὲ φήσουσιν αὐτὴν πέττεσθαί τε καὶ μεταβάλλειν εἰς σάρκας καὶ αἵματα καὶ τὰ λοιπά, διὰ τί οὐκ εὐθὺς ἐξ ἀρχῆς τὸ σπέρμα τοιοῦτον εἶναι λέγουσιν, ὥστε δύνασθαι εἰς αἷμα καὶ σάρκας καὶ τὰ λοιπὰ μεταβάλλειν μέρη, ἀλλὰ λέγουσιν ὅτι ἐνεργείᾳ ἔνεισιν ἐν αὐτῷ αἷμα καὶ κεφαλὴ καὶ τὰ λοιπά, ἀλλὰ μὴν οὐδὲ τοῦτο λέγειν αὐτοὺς ἐνδέχεται ὅτι ὥσπερ ἐν τῷ οἴνῳ ἐμμιγνύμενον καὶ κατακεραννύμενον τὸ ὕδωρ αὔξει τὸν οἶνον, οὕτω καὶ ἡ τροφὴ εἰς αἷμα μὲν καὶ σάρκας οὐ μεταβάλλει, ἐμμι- γνυμένη δὲ αὐτοῖς αὔξει. οὐδὲ τοῦτο οὖν ἐνδέχεται λέγειν· διὰ τί; ὅτι ὥσπερ ὁ οἶνος πρὸ τοῦ εἰσελθεῖν ἐν αὐτῷ τὸ ὕδωρ ἄκρατος ἦν καὶ καθαρὸς καὶ ὄντως οἶνος, μιχθεὶς δὲ καὶ κατακερασθεὶς οὐκέτι, οὕτω καὶ τὸ αἷμα ἦν ἂν αἷμα πρὸ τοῦ μιχθῆναι τὴν τροφήν, μιχθείσης δὲ οὐκέτι αἷμα, ἀλλά τι ἄλλο· νὺν δὲ ὁρῶμεν ὅτι ὕστερον μᾶλλον καὶ τὸ αἷμα καὶ ἡ σὰρξ καὶ τἆλλα τοῦτό εἰσιν ὅπερ λέγονται, καὶ οὐ πρότερον. ἔτι τὸ λέγειν ὅτι ἔνεισιν ἐν τῷ σπέρματι ἐνεργείᾳ νεῦρα καὶ ὀστᾶ λίαν ἐστὶν ὑπὲρ ἡμάς τὸ λεγόμενον· οὐδέποτε γὰρ εἴδομεν ἐν αὐτῷ νεῦρα καὶ σάρκας. Πρὸς δὲ τούτοις εἰ τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐν τῇ κυήσει διαφέρει. Ὁτι μὲν οὗν τὰ αἵματα ἐξ ὧν γίνεται τὰ ἄρρενα, διαφέρει ἐν τῇ κυήσει τῶν αἱμάτων, ἐξ ὧν γίνεται τὰ θήλεα, τεθεώρηται ἱκανῶς καθαρώτερα γὰρ καὶ θερμότερα ἀφ’ ὧν τὰ ἄρρενα γίνεται, ψυχρότερα δὲ τὰ ἀφ’ ὧν τὰ θήλεα. λέγει δὲ τοῦτο καὶ Ἐμπεδοκλῆς· ἀσαφῶς δὲ τέθεικε τὰ τοῦ Ἐμπεδοκλέους διὰ τὸ μὴ ὁλόκληρα ἀπαγγεῖλαι τὰ ἔπη, ἀλλὰ μόνας αὐτῶν τὰς ἀρχὰς καὶ ταύτας οὐκ ἀπὸ τῶν ἐφεξῆς ἀλλήλοις ὄντων στίχων, ἀλλὰ πόρρω ἀπ’ ἀλλήλων ὄντων καὶ τὸ μὲν δηλούμενον διὰ τοῦ “ἐν δ’ ἐχύθη καθαροῖσι“ τοιοῦτον ἄν εἴη· τὸ δὲ ἄρρεν χέεται ἤτοι συνίσταται ἀπὸ καθαρωτέρων καὶ θερμοτέρων αἱμάτων, τὰ δὲ τῶν αἱμάτων τελέθουσι καὶ γίνονται γυναῖκες ψυχθέντα. ἐν δὲ τῇ λέξει τῇ πρὸς δὲ τούτοις εἰ τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐν τῇ κυήσει διαφέρει λείπει τὸ ἀδύνατον ἀπὸ παντὸς σώματος ἀπιέναι πάντα· εἰ γὰρ νῦν μὲν θερμότερά εἰσι τὰ αἵματα νῦν δὲ ψυχρότερα, οὐκ ἐξέρχονται ἐνεργείᾳ ἀπὸ τοῦ σώματος, ἀλλ’ ἔστι τι τὸ δημιουργοῦν αὐτὰ τοιάδε ἢ τοιάδε κτὰ τὴν οἰκείαν ἐπικράτειαν. Φαίνονται δ’ οὖν μεταβάλλουσαι γυναῖκες καὶ ἄνδρες, ωσπερ ες αγονων γονιμοι. Πόλλαι τῶν γυναικῶν θηλυτοκοῦσαι, εἶτα ὑπὸ ἰατρῶν ἐπιμεληθεῖσαι καὶ ἐκ ψυχροτέρας κράσεως |μεταπεσοῦσαι εἰς θερμοτέραν γεγόνασιν ἀντὶ θηλυτόκων ἀρρενοτόκοι, ὁμοίως δὲ καὶ ἄρρενες πολλοὶ ἐκ θηλυτόκων γεγόνασιν ἀρρενοτόκοι· ἀλλὰ καὶ ἐξ ἀγόνων γόνιμοι καὶ ἄνδρες καὶ γυναῖκες. εἰ δὲ τοῦτο, οὐ διὰ τὸ ἀπέρχεσθαι ἀπὸ τοῦ αἰδοίου ἄρρενος αἰδοῖον ἢ θήλεος γίνονται τῶν παίδων τὰ μὲν θήλεα, τὰ δ’ ἄρρενα, ἀλλὰ διά τινα ἄλλην αἰτίαν, οἷον διὰ θερμοτέραν ἢ ψυχροτέραν κρᾶσιν. εἰ οὖν διαφορὰ γίνεται τοῦ ἄρρενος καὶ τοῦ θήλεος διὰ τῆς τῶν ἰατρῶν ἐπιμελείας καὶ τῆς τοιᾶσδε γενομένης ὑπὸ τῶν προσφερομένων φαρμάκων κράσεως, οὐ διὰ τὸ τοιάδε ἀπέρχεσθαι αἰδοῖα γίνονται τὰ ἔγγονα ἄρρενα καὶ θήλεα, ἀλλὰ διὰ ’)τὴν τοιάνδε κρᾶσιν· ὥστε ἐπεὶ οὐκ ἀπὸ τῶν αἰδοίων ἄπεισιν αἰδοῖα, δῆλον ὡς οὐδ’ ἀπὸ τῶν κεφαλῶν κεφαλαὶ οὐδὲ τῶν χειρῶν χεῖρες οὐδὲ ἄλλο τι οὐδέν, ἀλλὰ τὸ αὐτὸ καὶ ἓν σπέρμα, εἰ μὲν εἰς τοιάνδε κρᾶσιν ἐμπέσοι, γενήσεται ἄρρεν, εἰ δὲ εἰς τοιάνδε, θῆλυ ὥσπερ καὶ τὸ αὐτὸ καὶ ἓν νέφος ὡδὶ μὲν ἐμπεσὸν γίνεται χάλαζα, ὡδὶ δὲ ὕδωρ. ἄλλως τε εἴπερ δειχθείη ὅτι ἀπὸ τῆς ὑστέρας οὐκ ἐξέρχεται σπέρμα, τουτέστιν ὑστέρα, καὶ ὅμως τίκτεται παιδίον θῆλυ ἔχον ὑστέραν, δῆλον ὅτι οὐδ’ ἀπὸ τῆς κεφαλῆς κεφαλὴ οὐδ’ ἀπ’ ἄλλου οὐδενὸς τῶν μορίων οὐδέν. Ἔτι πολλὰ τῶν ζῴων γίνεται οὔτε ἐξ ὁμογενῶν οὔτε ἐξ ἀνομογενῶν, ἀλλ’ ἐκ σαπείσης τινὸς ὕλης. ἀπὸ ποίας οὖν κεφαλῆς ἡ τούτων κεφαλὴ καὶ τὰ λοιπὰ μέρη ἐξῆλθον; ἔτι εἰ ἐν τῇ μιᾷ συνουσίᾳ μία γίνεται ἀπόκρισις, δῆλον ὡς καὶ μία κεφαλὴ καὶ ὅλως ἑνὸς ζῴου μέρη ἐξῆλθεν ἀπὸ τοῦ · πατρὸς ἐν τῇ μιᾷ συνουσίᾳ. νῦν δὲ πολλὰ τῶν ζῴων ἀπὸ μιᾶς συνουσίας πολλὰ συλλαμβάνεται καὶ γεννᾷ, καὶ τὰ φυτὰ ἐν μιᾷ κινήσει, ἥτις συνδυασμῷ ἄρρενος καὶ θήλεος ἀναλογεῖ καὶ κατὰ τὸ ἔαρ γίνεται, πολλοὺς φέρει καρπούς. ἐπεὶ δὲ οἱ ταύτης προϊστάμενοι τῆς δόξης ἐξετραγῴδουν ὅτι ἀπὸ πάντων μὲν τῶν τοῦ γεννῶντος μερῶν ἐξέρχεται πάντα τὰ μέρη, συγκεχυμένως μέντοι κείμενα ἐν τῇ ὑγρασίᾳ καὶ ἀτάκτως, ἐν δὲ τῇ ὑστέρᾳ χωρίζονται καὶ τάττονται καὶ μετὰ τὴν κεφαλὴν εὐθὺς πίπτει ὁ αὐχήν, εἶτα ὦμοι καὶ ἐφεξῆς τὰ ἐφεξῆς, ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔλεγον, ἐπηγάγετό ἐν δὲ ταῖς ὑστέραις χωρίζεσθαι ἀδύνατον. ἐπειδὴ γὰρ ἕκαστον αὐτῶν καὶ κεχωρισμένων ὄντων ἀπ᾿ |ἀλλήλων ζῇ, ὥς φασι, καὶ αἰσθάνεται, οὕτως ἄν ἐχωρίζετο, ὥσπερ οἱ κλάδοι ἀπὸ τοῦ νεοφύτου ἢ ἀπό τινος ζῴου ἐκ πολλῶν ζῴων συγκειμένου, ἀλλ’ οὐχ ὥσπερ ἐκ σπέρματος· τὸ γὰρ σπέρμα δυνάμει ταῦτα καὶ οὐκ ἐνεργείᾳ. Ἔτι ἐπεὶ τὰ ἀποφυτευόμενα. ὥσπερ εἴπομεν ἐπὶ τοῦ ἀπὸ τῆς καρέας κλάδου, τὸ αὐτὸ φέρει σπέρμα, καὶ πρὸ τοῦ ἀποφυτευθῆναι ἄρα καὶ ἀποκοπῆναι οὐκ ἀπὸ πάσης τῆς καρέας ἀπήρχετό τι, ἀλλ’ ἀπὸ μόνου τοῦ κλάδου. μέγιστον δὲ τούτων τεκμήριον· τεθεωρήκαμεν ἱκανῶς, καὶ πρότερον εἴρηκεν ὡς ἐν τοῖς πλείστοις τῶν ἐντόμων τεθεωρήκαμεν μὴ τὸ ἄρρεν εἰς τὸ θῆλυ, ἀλλὰ τὸ θῆλυ εἰς τὸ ἄρρεν μέρος τι αὑτοῦ ἐναφιέναι· εἰσφέροντος γὰρ τοῦ θήλεος τὴν ὕλην ὑγρότητα οὖσάν τινα τὴν δεκτικὴν τοῦ σπέρματος, συνίσταται εἰς ζῴου φύσιν, ὥσπερ καὶ ἐν αὐτῇ τῇ τοῦ θήλεος ὑστέρᾳ· καὶ διὰ τὸ ἐν τῷ ἄρρενι συνίστασθαι τὴν ἀπὸ τοῦ θήλεος εἰς αὐτὸ εἰσελθοῦσαν ὑγρασίαν πολὺν συμπλέκεται χρόνον, διαλυθέντα δὲ γεννᾷ ταχέως. συνδεδύασται μὲν γάρ, μέχρις ἂν συστῇ ἡ ἀπὸ τοῦ θήλεος ὑγρότης καὶ εἰς αὐτὸ πάλιν ὑποστρέψῃ· ἐπειδὰν δὲ τοῦτο γένηται, λέγω δὴ τὸ συστῆναι καὶ εἰς τὸ θῆλυ ὑποστρέψαι, ἀπολύονται καὶ μετὰ βραχύν τινα χρόνον προί· εται τὸ κύημα. οὐ γὰρ τελέω; οὔτε ἐν τῷ ἄρρενι εἰς ζῴου φύσιν συνίσταται οὔτε ἐν τῷ θήλει, ἀλλὰ εἰς φύσιν κυήματος, καὶ οὕτω προέρχεται ἀτελὲς ὥσπερ σκώληξ. ὥστε φανερὸν καὶ ἐκ τούτων ὅτι οὐδ’ ὅσα προίεται τῶν ἀρρένων εἰς τὸ θῆλυ, τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι αἴτιόν ἐστι τῆς γενέσεως, ἀλλ’ ἄλλον τινὰ γίνονται τὰ γινόμενα τρόπον, περὶ οὗ ἐνταῦθα ἐρεῖ. εἰ δὲ καὶ χρὴ λέγειν ὅτι τῷ ἀπὸ παντὸς ἀπιέναι συμβαίνει ἡ γένεσις, οὐ δεῖ λέγειν αὐτοὺς ὅτι ἀπὸ πάντων τῶν μερῶν, ἀλλ’ ἀπὸ τοῦ δημιουργοῦντος ἤτοι τρέφοντος καὶ ζῳογονοῦντος, ὅπερ ἐστὶ τὸ αἷμα, μᾶλλον δὲ καὶ πρῶτον ἀπὸ τῆς καρδίας (αὕτη γὰρ καὶ τὸ αἷμα οὗπερ αἵματος δειχθήσεται περίττωμα τὸ σπέρμα) καὶ πρὸ τῇς καρδίας ἀπὸ τῆς ἐν αὐτῇ ψυχῆς· αὕτη γὰρ σὺν αὐτῇ καὶ τὰ ἄλλα δημιουργεῖ. ἀπὸ δὴ τοῦ δημιουργοῦντος χρὴ λέγειν ἀπέρχεσθαι τὸ σπέρμα καὶ οὐκ ἀπὸ πάντων τῶν μερῶν· τὰ γὰρ ἄλλα μέρη τὰ μὲν ὡς ὕλη τὰ δὲ ὡς ὄργανά εἰσι τῷ δημιουργοῦντι. ὥσπερ γὰρ οὐκ ἀπὸ τοὐ ξύλου καὶ ὅλως τῆς ὕλης ἐξέρχεται τὰ ἐν αὐτῷ ὑπὸ τῆς τέχνης ἐναποτιθέμενα εἴδη, ἀλλ’ ἀπὸ τοῦ τέκτονος, ὥσπερ οὖν οὐκ ἀπὸ τῆς ὕλης ἡ τοῦ σκεπάρνου καὶ τῶν λοιπῶν ὀργάνων, ἀλλ’ ἀπὸ τοῦ τεχνίτου, οὕτως οὐδ’ ἀπὸ παντὸς τοῦ σώματος, ἀλλ’ ἀπὸ τοῦ δημιουργοῦντος· ὅ τί ποτε δ’ ἂν εἴη τὸ δημιουργοῦν, ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ. νῦν δὲ οἱ λέγοντες ἀπὸ παντὸς ἀπέρχεσθαι τοῦ σώματος, ὅπερ ταὐτόν ἐστι τῷ λέγειν ἀπὸ τῆς ὕλης καὶ τῶν ὀργάνων, ὅμοιόν φασιν, ὥσπερ κἂν εἴ τις θεάσοιτό τινα ὅμοιον ὄντα τῷ πατρὶ καὶ πρὸς τούτῳ ὅμοια ὑποδήματα φοροῦντα τοῖς τοῦ πατρὸς ὑποδήμασι, λέγοι ὅτι ὥσπερ διὰ τὸ ἀπὸ παντὸς ἀπιέναι τοῦ πατρὸς πάντα γέγονεν αὐτῷ ὅμοιος ὁ παῖς, οὕτω καὶ ἀπὸ τῶν τοῦ πατρὸς ὑποδημάτων |ἀπῄει τι, καὶ ἐπὶ τούτῳ γεγόνασι τὰ τοῦ υἱοῦ ὑποδήματα ὅμοια τοῖς τοῦ πατρός. οὐκ εἴποι δὲ τοῦτο οὐδ’ ἄν εἷς· διὰ τί; διὰ τὸ πάντας εἰδέναι ὅτι καὶ τὰ τοῦ πατρὸς καὶ τὰ τοῦ υἱοῦ ὑποδήματα ὄργανά εἰσιν, οὐδὲν δὲ ἀπὸ τῶν ὀργάνων πρὸς τὰ ὄργανα ἄπεισιν· εἰ δὲ μὴ τοῦτο, οὐδ’ ἄν ἀπὸ τοῦ σώματος εἴποι τις ἀπέρχεσθαί τι, εὗ λέγων· ὄργανον γὰρ καὶ τὸ σῶμα τοῦ δημιουργοῦντος, ὥσπερ καὶ τὰ ὑποδήματα τῶν ποδῶν, καὶ ὥσπερ τῆς τῶν ὑποδημάτων τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ὁμοιότητος οὐ τὸ ἀπὸ παντὸς τοῦ ὑποδήματος ἀπέρχεσθαί τί ἐστιν αἴτιον, ἀλλ’ ὁ τεχνίτης, οὕτως οὐδὲ τῆς τοῦ υἱοῦ καὶ πατρὸς ὁμοιότητος τὸ ἀπέρχεσθαι μέρη ἀπὸ μερῶν, ἀλλά τι ἄλλο. Ἐπεὶ δὲ σημεῖον τοῦ ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαί τι παρῆγον τὴν γινομένην ἡδονὴν ἐν τῇ ὁμιλίᾳ σφοδρὰν οὖσαν καὶ πολλήν (πᾶν δὲ ἀπὸ πολλῶν γινόμενον πλεῖον γίνεται τοῦ ἀπὸ ὀλίγων γινομένου), λέγει μηδὲν εἶναι τοῦτο σημεῖον τοῦ ἀπὸ παντὸς ἀπέρχεσθαί τι τοῦ σώματος· γίνεσθαι δέ φησιν ἰσχυρὰν τὴν ἡδονὴν διὰ τὸ κνησμὸν καὶ παράτριψιν τότε γίνεσθαι τῶν δύο αἰδοίων, τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος. ὅτι δὲ ἀπὸ τοῦ κνησμοῦ γίνεται τοιαύτη ἡδονὴ καὶ δι’ αὐτὸν συμβαίνει, τεκμήριον ἱκανὸν τὸ ἐπισυμβαῖνον· ἂν γὰρ πολλάκις τις τῆς ἡμέρας συνδυάζηται, οὐ γίνεται σφοδρὰ ἡ ἡδονή, ἀλλ’ ἀνειμένη, ὥσπερ καὶ ἐπὶ τῶν γαργαλιζομένων. κἀκείνους γὰρ εἰ διὰ πολλῶν ἡμερῶν καὶ βραδέως τις γαργαλίζει, σφόδρα γαργαλίζονται, εἰ δὲ καθ’ ἡμέραν ἢ καὶ πολλάκις τῆς ἡμέρας, ἢ οὐδ’ ὅλως γαργαλίζονται ἢ λίαν ἠρέμα. ὥστε εἰ μὴ διὰ κνησμὸν ἡ ἡδονὴ ἐγίνετο, ἀλλὰ δι’ ἀπουσίαν τινός σφοδρὰ ἄν καθ’ ἑκάστην ὁμιλίαν ἐγίνετο ἡ ἡδονὴ τοῖς πυκνῶς συνδυαζομένοις· καθ’ ἑκάστην γὰρ ὁμιλίαν ἀπέρχεταί τι. ἔτι ἡ χαρὰ καὶ ἡ συναίσθησις τῆς σφοδρᾶς ἡδονῆς πρὸς τῷ τέλει γίνεται τῆς ὁμιλίας, ὅτε καὶ ἡ τῶν σκελῶν τάσις γίνεται· οὐκ ἔδει δέ, εἰ διὰ τὸ ἀπέρχεσθαί τι ἐγίνετο, πρὸς τῷ τέλει γίνεσθαι οὐδ’ ἅμα, ἀλλ’ εἰ μὲν ἀπῆλθε πρότερον ἀπὸ τῆς κεφαλῆς τὸ σπέρμα, εἶτα ἀπὸ τοῦ ὤμου, πρῶτον μὲν ἀνάγκη ἦν γίνεσθαι τὴν ἡδονὴν ἐν τῇ κεφαλῇ, εἶτα ἐν τοῖς ὤμοις· νῦν δὲ οὔτε ἐν τοῖς τοιούτοις μέρεσι γίνεται ἡ ἡδονή, ἀλλ’ ἐν τῷ αἰδοίῳ, οὐδ’ ἡ μὲν πρότερον ἡ δὲ ὕστερον, ἀλλ’ ἅμα. τοῦ δὲ ἐκ κολοβῶν, φησί, γίνεσθαι κολοβὰ ἡ αὐτή ἐστιν αἰτία, δι’ ἣν καὶ ὅμοια τοῖς γονεῦσι γίνονται. δι’ ἣν γὰρ αἰτίαν γίνεται ὅμοια τοῖς γονεῦσι, διὰ τὴν αὐτὴν δειχθήσεται γίνεσθαι καὶ ἐκ κολοβῶν κολοβά, καὶ ἐρεῖ τὰς αἰτίας ἐν τῇ παρούσῃ πραγματείᾳ. ἀλλὰ καὶ δι’ ὧν, φησί, λόγων καὶ ]5 αἰτιῶν δειχθήσεται ὅτι οὐ προίεται τὸ θῆλυ σπέρμα, (δείξει δὲ διὰ τῶν αὐτῶν δειχθήσεται μηδ’ ἀπὸ παντὸς ἀπιέναι, καὶ ἔμπαλιν δι’ ὧν ὅτι οὐκ ἀπὸ παντὸς ἄπεισι, διὰ τῶν αὐτῶν ὅτι οὐ προΐεται τὸ θῆλυ σπέρμα. τὰ μὲν οὖν ἐπιχειρήματα, δι’ ὧν ἤλεγξε τὴν τοῦ Πλάτωνος δόξαν, ταῦτα. ὅτι δὲ οἷα εἴπομεν ἔφασκεν ἐκ τοῦ πατρὸς ἐξέρχεσθαι μόρια, καὶ ταῦτα ζῶντα, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ὅτι ἡ μήτρα καὶ τὸ τοῦ ἄρρενος μόριον τὸ γεννητικὸν ζῷά εἰσιν, ἄκουσον τί φησιν ἐν τῷ Τιμαίῳ πρῶτον μὲν περὶ τοῦ γεννητικοῦ |μορίου τοὺ ἄρρενος καὶ τοῦ θήλεος· γράφει γὰρ κατὰ λέξιν οὕτως “τὸν τῆς συνουσίας ἔρωτα οἱ θεοὶ ἐτεκτήναντο, ζῷον τὸ μὲν ἐν ἡμῖν τὸ δ’ ἐν ταῖς γυναιξὶ συστήσαντες ἔμψυχον“· ὥστε ζῷα καὶ ἐν ἡμῖν λέγει, δι’ ὧν αἱ γενέσεις, τό τε μόριον τοῦ ἄρρενος καὶ τῆς γυναικὸς τὴν μήτραν, ζῷα δὲ οὐχ ὅτι ζῶσι μόνον, ἀλλ’ ὅτι καὶ κατήκοα τῆς αὐτοκινήτου κατ’ ἐκεῖνον ψυχῆς λέγει γὰρ “τὸ περὶ τὴν τῶν αἰδοίων φύσιν ἀπειθές τε καὶ αὐτοκρατὲς γεγονός, οἷον ζῷον ἀνυπήκοον τοῦ λόγου, πάντων δι’ ἐπιθυμίας οἰστρώδεις ἐπιχειρεῖ κρατεῖν“. περὶ δὲ τῆς μήτρας ὅτι τε ζῷόν ἐστι καὶ αὕτη καὶ τὰ ἀπὸ τοῦ πατρὸς ἐξερχόμενα μόρια, ταῦτα πάλιν λέγει Πλατῶν “αἱ δ’ ἐν ταῖς γυναιξὶν αὖ μῆτραί τε καὶ ὑστέραι λεγόμεναι διὰ τὰ αὐτὰ ταῦτα, ζῷον ἐπιθυμητικὸν ἐνὸν τῆς παιδοποιίας, ὅταν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν γίνηται, χαλεπῶς ἀγανακτοῦν φέρει καὶ πλανώμενον πάντῃ κατὰ τὸ σῶμα τὰς τοῦ πνεύματος διεξόδους ἀποφράττον καὶ ἀναπνεῖν οὐκ ἐῶν εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει, μέχριπερ ἂν ἑκατέρων ἡ ἐπιθυμία καὶ ὁ ἔρως ξυναγαγόντες οἷον ἀπὸ δένδρων καρπὸν καταδρέψαντες ὡς εἰς ἄρουραν τὴν μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῷα κατασπείραντες καὶ πάλιν διακρίναντες μεγάλα ἐντὸς ἐκθρέψωνται καὶ μετὰ τοῦτο εἰς φῶς ἀγαγόντες ζῴων ἀποτελέσωσι γένεσιν“. ταῦτα μὲν οὖν τὰ τοῦ Πλάτωνος διαρρήδην ζῷα ἀπὸ τοῦ πατρὸς ἐξέρχεσθαι ἀνακηρύττει. Ἀρχὴ δὲ καὶ ταύτης τῆς σκέψεως καὶ τῶν ἑπομένων πρῶτον λαβεῖν περὶ τοῦ σπέρματος τί ἐστιν. Δείξας ὅτι οὐκ ἀπὸ παντὸς τοῦ σώματος οὔτε τοὐ ἄρρενος οὔτε τοῦ θήλεος ἄπεισιν, ὥς φασι, τὸ σπέρμα, πρὸς δὲ τῷ τέλει τῆς ἀποδείξεως εἰπὼν ὡς εἰ δειχθείη τὸ θῆλυ μὴ προιὲν σπέρμα, τοῦ αὐτοῦ ἐστι λόγου τὸ μηδὲ ἀπὸ παντὸς ἀπιέναι τοῦ σώματος, κἂν εἰ μὴ ἀπὸ παντός, οὐδὲν ἄλογον τὸ μηδ’ ἀπὸ τοῦ θήλεος, ἐπήγαγεν ὅτι ἐχόμενόν ἐστι τοῦτο δεῖξαι. ἐπειδὴ δὲ πρὸς ταύτην τὴν δεῖξιν μέγα μέρος συμβάλλεται τὸ γνῶναι τίς ἐστιν ἡ τοῦ σπέρματος φύσις (εἰ γὰρ τοῦτο γνῶμεν, ῥᾷστ’ ἄν εἰ ἐνδέχεταί τινα τοιαύτην φύσιν ἀπὸ τοῦ θήλεος ἀπέρχεσθαι) ἐπάγει ἀρχὴ δὲ καὶ ταύτης τῆς σκέψεως τῆς εἴτε προίησι σπέρμα τὸ θῆλυ εἴτε μή, καὶ τῶν ἄλλων τῶν ἑπομένων πρῶτον λαβεῖν τί ἐστι σπέρμα. οὕτω γὰρ καὶ περὶ τῶν ἔργων αὐτῶν τῶν σπερμάτων, ἅπερ ἐργάζονται καὶ τῶν συμβαινόντων τῷ σπέρματι καὶ τοῖς ἔργοις αὐτοῦ ἔσται μᾶλλον εὐθεώρητον. τίνα δὲ τὰ συμβαίνοντα αὐτῷ μετ’ ὀλίγον ἐρεῖ καὶ ἡμεῖς ὑπομνήσομεν ἐν τῷ τόπῳ γενόμενοι. φησὶ δὴ βούλεται οὖν τὸ σπέρμα τοιοῦτον εἶναι ἐξ οὗ πρώτου τὰ κατὰ φύσιν συνιστάμενα γίνεται, οὐ τῷ ἐξ ἐκείνου τι εἶναι τὸ ποιοῦν οἷον τοῦ ἀνθρώπου, τουτέστιν οὐκ ἐν τῷ εἶναί τι τὸ ποιοῦν ἤτοι τὸ σπέρμα ἐκ τῶν μερῶν ἐκείνου τοῦ γινομένου. τὸ γὰρ σπέρμα φέρε εἰπεῖν, ἐξ οὗ πρώτου γέγονεν ὁ Σωκράτης, οὐκ ἔστι τι τῶν τοῦ Σωκράτους μερῶν· οὔτε γὰρ χεὶρ Σωκράτους ἐστὶν οὔτε ὀφθαλμὸς οὔτε ἄλλο οὐδὲν τῶν αὐτοῦ μερῶν. καὶ σκόπει ὅπως πάνυ ἀκριβῶς εἰπὼν μηδέν τι εἶναι τῶν τοῦ γινομένου |μερῶν τὸ σπέρμα ᾐνίξατο μὴ εἶναι ὑλικὸν αἴτιον· ἡ γὰρ ὕλη μέρος ἐστὶ παντὸς τοῦ γινομένου ἐξ αὐτῆς· τὸ δὲ οἷον τοῦ ἀνθρώπου πρόσκειται, ὡς εἰ ἔλεγεν ἔστιν οὖν τὸ σπέρμα, οἷον φέρε εἰπεῖν τὸ τοῦ ἀνθρώπου, ἐξ οὗ πρώτου γίνεται ὁ ἄνθρωπος, μὴ ὄν τι τῶν τοῦ ἀνθρώπου μερῶν. ποιοῦν δὲ τὸ σπέρμα εἴρηκε, διότι γίνεται ἐκ τοῦ σπέρματος ὁ ἄνθρωπος οὐχ ὥσπερ λέγομεν ἐκ τῶν μερῶν γίνεσθαι τὸ ὅλον, ἀλλ’ ὅτι τοῦτό ἐστι τὸ σπέρμα, τουτέστιν ἀλλ’ ὅτι τὸ ποιοῦν τὸν ἄνθρωπον τοῦτό ἐστι τὸ σπέρμα ἤτοι ἡ ἐν τῷ σπέρματι ἐνοῦσα δύναμις. τὰ δὲ σημαινόμενα τοῦ ἔκ τινος, ἅπερ ἐκτίθεται, εἴρηκε καὶ ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικά. τὸ δὲ ἐκ τῆς διαβολῆς γίνεσθαι λοιδορίαν, ἐκ δὲ τῆς λοιδορίας μάχην, ἐκ δὲ ταύτης τραύματα, ἐκ δὲ τούτων θανάτους, τὴν δὴ τοιαύτην τῶν αἰτιῶν σωρείαν ἐποικοδόμησιν ἐκάλεσεν ὁ Ἐπίχαρμος· ταῦτα δὲ τὰ τῆς ἐποικοδομήσεως αἴτιά εἰσιν ὡς ἔκ τινος ἡ ἀρχὴ τῆς κινήσεως ἤτοι ὡς ποιητικά. Τῶν δὲ κατηριθμημένων αἰτίων ἐνίων μὲν ἐν αὐτοῖς ἡ ἀρχὴ τῆς κινήσεως ἐστιν εἰ γὰρ μέρος ἡ διαβολὴ τῆς πάσης ταραχῆς, τὰ δὲ μέρη ἐν τῷ ὅλῳ δῆλον ὅτι ἐν τῇ ταραχῇ ἐστιν ἡ διαβολή), ἐνίων δὲ ἔξω· εἰ γάρ τις λαβὼν ἀνημμένον λύχνον καὶ ἀνάψας τὴν πλήρη χόρτου οἰκίαν ὑποχωρήσει ἔχων τὸν λύχνον, δῆλον ὅτι ἐκτός ἐστιν ὁ λύχνος τῆς καιομένης οἰκίας, αἴτιος ὢν τοῦ καίεσθαι αὐτήν. θεὶς οὖν τὰ τοῦ ἔκ τινος σημαινόμενα ἐπάγει τὸ τὰ γινόμενα ἐκ σπέρματος λέγειν γίνεσθαι ἢ ὡς ἐξ ὕλης αὐτοῦ γίνεσθαι δὴ λέγει ἢ ὡς ἐκ πρώτου κινήσαντος· πρῶτον δὲ κινοῦν ἐστι τὸ ποιητικόν. οὐ γὰρ ἁρμόττει λέγειν ὅτι ὡς τόδε μετὰ τόδε, οἷον ἐκ τῶν Παναθηναίων ὁ πλοῦς, οὐδὲ μὴν ὡς ἐξ ἐναντίου τὸ ἐναντίον· ἐπὶ γὰρ τῶν ἐναντίων ἅμα τῷ φθείρεσθαι θάτερον τὸ ἕτερον γίνεται, οἷον φθειρομένου τοῦ λευκοῦ γίνεται τὸ μέλαν, καὶ ἔχουσί τι ὑποκείμενον. ὥστε εἴπερ γέγονεν ὁ Ἀλέξανδρος ὡς ἐξ ἐναντίου τοῦ σπέρματος, ὥσπερ ὑπόκειταί τι τῷ μέλανι, οὕτως ἔδει καὶ τῷ Ἀλεξάνδρῳ ὑποκεῖσθαί τι, καὶ ἦν ἄν ὁ Ἀλέξανδρος συμβεβηκός. τοῖν δυοῖν ἄρα ληπτέον, πότερον τὰ γινόμενα ὡς ἐξ ὕλης καὶ πάσχοντος γίνεται τοῦ σπέρματος ἢ ὡς ἐξ εἴδους καὶ ποιοῦντος· εἴρηται γὰρ πολλάκις ὅτι ἐν τοῖς φύσει γινομέ|νοις τὸ εἶδος καὶ τὸ ποιοῦν ταὐτόν ἐστι. πότερον οὖν ὕλη ἐστὶ τὸ σπέρμα ἢ εἶδος καὶ ποιοῦν, ἢ καὶ ὕλη καὶ εἶδος; ἅμα δ’ ἐκ τούτων δῆλον ἔσται καὶ πῶς φαμεν ἐξ ἐναντίων γίνεσθαι τὰ γινόμενα, ἐπειδὴ φυσική ἐστιν ἡ ἐκ τῶν ἐναντίων γένεσις. ἰστέον δὲ ὅτι ἡ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως λεγομένη γένεσις ἑτέρα ἐστὶ τῆς ἐνταῦθα παραδιδομένης· ἐκεῖ μὲν γὰρ τὸ ἐξ ἐναντίων γίνεσθαι τὰ γινόμενα οὕτως ἐλέγετο ὅτι φθειρομένου τοῦ ἑνὸς τῶν ἐναντίων γίνεται θάτερον, οἷον φθειρομένης τῆς στερήσεως γίνεται τὸ εἶδος καὶ τοῦ εἴδους ἡ στέρησις· ἐνταῦθα δὲ τὸ ἐξ ἐναντίων ἀντὶ τοῦ ἐκ συνδρομῆς καὶ συνελεύσεως τῶν ἐναντίων, λέγων ἐνταῦθα ἐναντία τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὥσπερ ἐκεῖσε τὴν στέρησιν καὶ τὸ εἶδος· ὥστε τὸ λέγειν ἐνταῦθα ἐξ ἐναντίων γενέσθαι τὰ ζῷα ταὐτόν ἐστι τῷ ἐκ συνελεύσεως καὶ ὁμιλίας ἄρρενος καὶ θήλεος. ἀλλά τινα μὲν τῶν γινομένων ἐκ τῶν προσεχῶς ῥηθέντων ἐναντίων οἷον ἄρρενος καὶ θήλεος γίνεται, τινὰ δὲ ἐξ ἑνὸς μόνου, οἷον τὰ φυτά. καὶ πῶς μὲν τὰ φυτὰ ὡδὶ μὲν ἐξ ἑνὸς μόνου γίνεται, ὡδὶ δὲ ἐκ δυοῖν, ἐρεῖ σαφέστατα πρὸς τῷ τέλει σχεδὸν γενόμενος τοῦ παρόντος βιβλίου. καὶ ἔνια τῶν ζῴων, ἐν ὅσοις οὐκ ἔστι διωρισμένον τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἐξ ἑνὸς γίνεται. ἡ οὔτε τὰ φυτὰ οὔτε τῶν ζῴων οὐδὲν ἐξ ἑνὸς γίνεται, ἀλλ’ ἐκ δυοῖν· καὶ ὅπως. ἐρεῖ, ὡς εἴπομεν, ἐν τῷ παρόντι λόγῳ. ταῦτα εἰπὼν διαιρεῖ τὴν γονὴν ἀπὸ τοῦ σπέρματος, καί φησι γονὴ μὲν καλεῖται τὸ ἀπὸ τοῦ γεννῶντος οἷον τοῦ ἄρρενος ἀπιὸν αἴτιον· τοῦτο δὲ τὸ αἴτιον πρῶτόν τε λέγεται καὶ ἔχον ἀρχὴν καὶ δύναμιν γενέσεως· σπέρμα δὲ τὸ ἐξ ἀμφοτέρων ἄρρενος καὶ θήλεος τὰς ἀρχὰς ἔχον, οἷά εἰσι τὰ τῶν φυτῶν γένη καὶ ἐνίων ζῴων. ὥσπερ γὰρ τὸ γινόμενον ἐκ θήλεος καὶ ἄρρενος πρῶτον μῖγμα καὶ ὂν ὥσπερ εἰ κύημά τι ἢ ζῷον, κἄν μήπω ἀληθῶς ζῷον ᾖ τοιοῦτον δέ ἐστι τὸ ἐκ τῆς γονῆς καὶ τοὐ καταμηνίου κρᾶμα καὶ σύστημα) ὥσπερ οὖν τὸ τοιοῦτον μῖγμα ἢ κύημα ἢ κρᾶμα ἡ ζῷον ἢ ὅ τί ποτ’ ἄλλο καλεῖν αὐτὸ χρεών, ἀμφότερα ἔχει τήν γε τοῦ ἄρρενος καὶ τοῦ θήλεος ἀρχήν τε καὶ δύναμιν καὶ ἐξ ἀμφοτέρων συνέστηκεν, ὥσπερ τὸ οἰνόμελι ἐξ οἴνου καὶ μέλιτος, οὕτω καὶ τὸ σπέρμα, οἷον ὁ καρπός, μῖγμά ἐστιν ἀρχῆς ἄρρενος καὶ θήλεος. ἐν δὲ τῷ καὶ γὰρ ταῦτα ἤδη ἔχει τὸ ἐξ ἀμφοῖν, τὸ ταῦτα περὶ τῶν καρπῶν καὶ τῶν φυτῶν εἴρηκεν. ἔχουσι γάρ, ὡς δειχθήσεται ἐν τῷ παρόντι λόγῳ, καὶ οἱ καρποὶ καὶ τὰ φυτὰ ἐν ἑαυτοῖς ὥσπερ τὸ κύημα τὴν τοῦ ἄρρενος καὶ θήλεος ἀρχήν· καὶ ἔστι καρπὸς μὲν τὸ ἐξ ἄλλου γεγονός, σπέρμα δὲ τὸ ποιῆσαν ἄλλο· ὁ μὲν γὰρ ἐν τῇ αὔλακι πεσὼν σῖτος καλεῖται σπέρμα, ὁ δ’ ἐκ τούτου γεγονὼς καρπός. Ἡ δὲ τοῦ λεγομένου σπέρματος φύσις ἡ πρώτη λεκτέα τις ἐστιν. Ἐπειδὴ τὸ σπέρμα διαιρεῖται εἴς τε τὴν γονὴν τὴν ἐκ συνδυασμοῦ καὶ ὁμιλίας ἄρρενος καὶ θήλεος γινομένην, οἷον τὴν ἐκ Σωκράτους καὶ Ξανθίππης, αὐτήν φημι, ἣν προίεται τὸ ἄρρεν ἐν τῷ τῆς ὁμιλίας καιρῷ καὶ εἰς τὸ ἰδίως καλούμενον σπέρμα τὸ ἔχον ἐν ἑαυτῷ ἀμφοτέρας τὰς δυνάμεις τήν τε τοῦ ἄρρενος καὶ τὴν τοὐ θήλεος, οἷον οἱ καρποί, εἰπὼν πρῶτον μὲν περὶ τῆς γονῆς τί ἐστιν, εἶτα προσεχῶς καὶ ἐφεξῆς περὶ τοῦ σπέρματος λέγει ὅτι λεκτέον τίς ἐστιν ἡ πρώτη φύσις τοὐ λεγομένου σπέρματος, τουτέστι τίς ἡ γονή. καὶ εἴη ἂν ἡ πρώτη ἴσον τῷ πρότερον, ὡς εἶναι τὸ λεγόμενον ἡ δὲ κατὰ τὸν πρότερον τρόπον λεχθεῖσα φύσις τοῦ σπέρματος, αὕτη δέ ἐστιν ἡ γονή, λεκτέα τίς ἐστι. τὸ δὲ σύντηγμα γίνεται ἐκ τῆς παρὰ φύσιν ἐν τοῖς ζῴοις γινομένης θερμότητος. ἐπειδὰν γὰρ πολλὴ γένηται ἡ παρὰ φύσιν θερμότης ἔν τινι ζῴῳ, τήκονται ὑπ’ αὐτῆς αἱ σάρκες, ὥσπερ ἡ πιμελὴ διὰ τηγάνου καὶ πυρός, καὶ ἐξέρχονται διὰ τῶν οὔρων καὶ κόπρων, καὶ ἐπιπλέουσιν ἐν τοῖς οὔροις ὥσπερ ἔλαιον ἐν ὕδατι. ἔστιν οὖν, φησί σύντηγμα τὸ ἀποκριθὲν ἐκ τοῦ αὐξήματυς |ὑπὸ τῆς παρὰ φύσιν ἀναλύσεως, λέγων αὔξημα τὰς ἀναλυομένας ὑπὸ τῆς παρὰ φύσιν θερμότητος σάρκας. ἐκάλεσε δ’ αὐτὰς αὔξημα διὰ τὸ αὔξεσθαι ὑπὸ τῆς προσκρινομένης τροφῆς. ταῦτα εἰπὼν λέγει, ὅτι μὲν οὖν οὐκ ἔστι μέρος τὸ σπέρμα, δῆλον. εἰ γὰρ ἦν, ἢ ὁμοιομερὲς ἄν ἦν ἢ ἀνομοιομερές. ἀνομοιομερὲς μὲν οὖν οὐκ ἔστιν· ὁρᾶται γὰρ φανερῶς ὁμοιομερὲς ὄν. ἀλλὰ μὴν οὐδὲ ὁμοιομερές· εἰ γὰρ ἦν ὁμοιομερές, ἔδει συγκεῖσθαι ἐξ αὐτοῦ καὶ ἄλλου τινὸς ἀνομοιομερές τι, ὥσπερ ἐκ σαρκὸς καὶ νεύρου καὶ ὀστοῦ δάκτυλος. οὐδὲν δὲ τῶν ἀνομοιομερῶν σύγκειται ἐκ σπέρματος καὶ ἄλλου τινός. Ἐτι τὰ μὲν ἄλλα πάντα μέρη κεχωρισμένα τέ ἐστι καὶ καθ’ ἑαυτά, τὸ δὲ σπέρμα ἐν τῷ καιρῷ τῆς ὁμιλίας τὴν ὕπαρξιν λαμβάνει· ἐν ὀλίγοις γὰρ πάμπαν εὑρίσκεται πρὸ τοῦ συνδυασμοῦ, τοῖς δὲ πλείστοις κατὰ τὸν καιρὸν τοῦ συνδυασμοῦ. ἐπεὶ οὖν τὰ μέρη ἀεὶ πάρεισιν ἡμῖν, τὸ δὲ σπέρμα οὐκ ἀεί, ἀλλά ποτε, οὐκ ἄν εἴη μέρος. ἀλλὰ μὴν οὐδὲ παρὰ φύσιν οὐδὲ πήρωμα ὑπάρχει τὸ σπέρμα· τὸ μὲν γὰρ σπέρμα ἐν πᾶσιν ὑπάρχει, τὸ δὲ πήρωμα οὐκ ἐν πᾶσιν, καὶ ἐκ μὲν τοῦ σπέρματος γίνεται τὰ φυσικά, ἐκ δὲ τοῦ παρὰ φύσιν οὐδέν· ὥστε οὔτε πήρωμά ἐστιν οὔτε παρὰ φύσιν. ἀλλὰ μὴν οὐδὲ τροφή ἐστι τὸ σπέρμα· ἡ μὲν γὰρ τροφὴ ἐπείσακτος καὶ ἔξωθεν εἴσεισι, τὸ δὲ σπέρμα οἰκεῖον καὶ ἐξ ἡμῶν αὐτῶν θύραζε ἔξεισιν. ὥστε λείπεται ἢ περίττωμα ἢ σύντηγμα εἶναι τὴν γονήν. καὶ ἐπεί, ὡς εἴρηται, σύντηγμά ἐστι τὸ ἀποκρινόμενον ἐκ τῆς σαρκὸς διὰ θερμότητα, ἔλεγον δὲ καὶ οἱ ἀρχαῖοι ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαι τὸ σπέρμα διὰ θερμότητα τὴν ἀπὸ τῆς ἐν τῇ ὁμιλίᾳ γινομένης κινήσεως, ἐοίκασι σύντηγμα λέγειν τὴν γονήν. ἀλλὰ σύντηγμα μὲν οὐκ ἔστι δι’ ἃ σαφῶς ἐπάγει· λείπεται οὖν περίττωμα λέγειν αὐτήν, καὶ περίττωμα ἢ ἀχρήστου ἢ χρησίμης τροφῆς. ἰστέον δὲ ὅτι ἀχρήστου τροφῆς λέγεται περίττωμα, ἡνίκα πάμπαν ὀλίγον τι μέρος τῆς εἰσελθούσης τροφῆς δυσπέπτου καὶ μοχθηρᾶς· ἡ ἀπλῶς ἢ πρὸς τόν|δε οὔσης πεφθῇ καὶ προσκριθῇ, τὸ δ’ ἄλλο πᾶν περιττεύσῃ· τοῦτο δὴ τὸ περιττεῦσαν λέγεται περίττωμα ἀχρήστου τροφῆς. ἄχρηστον μὲν καὶ τὸ πεφθὲν καὶ προσκριθὲν καὶ διὰ τὴν ἄγαν ὀλιγότητα καὶ διὰ τὴν μοχθηρίαν· τὸ γὰρ ἐκ μοχθηρᾶς καὶ κακοχύμου προσκρινόμενον τροφῆς καὶ αὐτὸ μοχθηρόν· ἀλλὰ κἄν ἀπὸ εὐχύμου τροφῆς προσκριθῇ, ἀνοικείου δὲ τῷ τρεφομένῳ ἐνδέχεται μὲν γὰρ εὔχυμον εἶναι ἁπλῶς τὴν τροφὴν καὶ χρήσιμον, οἷον εἰ πέρδιξ εἴη ἢ φασιανός, πρὸς δὲ τόνδε τὸν νοσοῦντα τοι- άνδε νόσον εἶναι ἄχρηστον καὶ κακόχυμον) κἂν δὴ ἀπὸ εὐχύμου τροφῆς προσκριθῇ, ἄχρηστον λέγεται καὶ τὸ προσκριθὲν καὶ τὸ περιττεῦσαν. εὐχρήστου δὲ τροφῆς περίττωμα λέγεται τὸ ἐναντίον τῆς ἀχρήστου. ἐπειδὰν γὰρ πᾶσα σχεδὸν ἡ τροφὴ προσκριθῇ, ὀλίγον δέ τι ἐναπομείνῃ, δυνάμενον καὶ τοῦτο τροφὴ γενέσθαι, τοῦτο δή ἐστι τὸ τῆς εὐχρήστου τροφῆς περίττωμα. τὰ μὲν οὖν τῆς ἀχρήστου καὶ εὐχρήστου τροφῆς περιττώματα ταῦτα· σκεπτέον δὲ ποίας τροφῆς ἐστι τὸ σπέρμα περίττωμα. τῆς μὲν οὖν ἀχρήστου τροφῆς ὅτι οὐκ ἔστι, δῆλον· τοῖς γὰρ κάκιστα διακειμένοις διὰ νόσον ἢ ἡλικίαν πάνυ πρεσβυτικὴν περίττωμα μέν ἐστιν ἀχρήστου τροφῆς, σπέρμα δὲ οὐδαμῶς· ὥστε εἴπερ ἦν τὸ σπέρμα ἀχρήστου περίττωμα τροφῆς, τοῖς κάκιστα διακειμένοις ἔδει τοῦθ’ ὑπάρχειν· ἔχουσι γὰρ ἀχρήστου τροφῆς πολὺ περίττωμα. οὐκ ἄρα ἐστὶν ἡ γονὴ περίττωμα ἀχρήστου τροφῆς· εὐχρήστου ἄρα τροφῆς περίττωμα καὶ μέρος τί ἐστι τὸ σπέρμα, μέρος δὲ εἶπε, διότι πᾶν τὸ περιττεῦσαν μέρος ἐστὶ τοῦ ἀφ’ οὗ ἐπερίττευσε. καὶ ἐπεὶ τῆς εὐχρήστου τροφῆς ἡ μέν ἐστι πρώτη οἷον ἄρτος, οἶνος καὶ τὰ ὅμοια, ἡ δὲ ἐσχάτη, ἥτις προσκρίνεταί τε καὶ τρέφει ἕκαστον τῶν μορίων, τοῦτο δέ ἐστι τὸ λεπτότατον αἷμα, οὐ τῆς πρώτης τροφῆς ἐστιν ἡ γονὴ περίττωμα, ἀλλὰ τῆς ἐσχάτης. χρησιμώτατον οὖν καὶ χρησιμωτάτη τροφὴ τὸ ἔσχατον, οἷον τὸ αἷμα, ἐξ οὗ ἤδη γίνεται καὶ τρέφεται ἕκαστον τῶν μορίων. ταύτης οὖν τῆς ἐσχάτης τροφῆς περίττωμά ἐστιν ἡ γονή· τὸ γὰρ γεγονὸς αἷμα ἐκ τῆς πρώτης τροφῆς λεπτυνόμενον ὑπὸ τῆς φύσεως καὶ πεττόμενον πρῶτον γὰρ λεπτύνεται καὶ οὕτω συμπέττεται) καὶ μεριζόμενον πρὸς ἕκαστον τῶν μορίων καὶ προσκρινόμενον διόλου καὶ συνεχῶς αὐτοῖς. τούτου τοῦ λεπτοτάτου αἵματος ὅσον ἄν μὴ κρατηθῇ ὑπὸ τῆς φύσεως ὀλίγον δὲ πάμπαν ἐστὶ τὸ μὴ κρατηθέν) τούτου οὖν ὁπόσον μὴ κρατηθῇ μηδὲ οὕτως πεφθῇ, ὥστε σάρξ γενέσθαι, ἀλλ᾿ ἐναπομείνῃ συμπεφθὲν καὶ ἀλλοιωθὲν ἄλλην τινὰ ἀλλοίωσιν καὶ πέψιν, γίνεται σπέρμα ἀλλοιότερον πάντως ὂν τοῦ αἵματος. εἰ γὰρ τὴν αὐτὴν ἠλλοιώθη καὶ ἐπέφθη πέψιν, ἣν καὶ τὸ γεγονὸς σὰρξ καὶ μὴ ἄλλην, ἐγεγόνει ἄν καὶ αὐτὸ σάρξ· ὥστε ἠλλοιώθη μὲν καὶ ἐπέφθη, ἀλλοιοτέραν δέ. ἐν ὀλίγοις μὲν οὖν τῶν ζῴων καὶ ὀλιγάκις τὸ τοιοῦτον αἷμα ὑπ’ αὐτῆς, ὡς εἴρηται, τῆς φύσεως πρὸ τοῦ καιροῦ τῆς ὁμιλίας συμπέττεται τὴν τοιαύτην πέψιν, ἐξ ἧς συνίσταται καὶ οὐσίωται τὸ σπέρμα καὶ ἡ γονή. ὁ μὲν γὰρ σκοπὸς καὶ τὸ κυριώτατον καὶ πρῶτον βούλημα τῆς φύσεως ἐστι τὸ ταύτην ἀλλοιῶσι τὸ αἷμα τὴν ἀλλοίωσιν, ἀφ’ ἧς σάρκες γενήσονται καὶ τὰ λοιπά· ὅταν δὲ ἀδυνατήσῃ τοῦτο ποιῆσαι, τότε κατὰ δεύτερον λόγον κινεῖ καὶ ἄγει αὐτὸ εἰς γονῆς καὶ σπέρματος φύσιν καὶ εἶδος, καὶ ἐπὶ τούτῳ τινὲς τῶν ἀνθρώπων καί τινα τῶν ζῴων ἔχουσι καὶ πρὸ τοῦ καιροῦ τῆς ὁμιλίας γονήν. ὡς οὖν εἴρηται, ἐν ὀλίγοις καὶ ὀλιγάκις, ἐπειδὰν ἀδυνατήσῃ ἡ φύσις τὸ οἰκεῖον ποιῆσαι βούλημα, πρὸ τοῦ καιροῦ τῆς ὁμιλίας τὴν τοιαύτην πέψιν καὶ γένεσιν τῆς γονῆς ἀπεργάζεται, τὰ πολλὰ δὲ καὶ ἐν τοῖς πλείστοις ἐν αὐτῷ τῷ τῆς ὁμιλίας καιρῷ· τότε γὰρ καὶ τὸ ἤδη γινόμενον καὶ εἰς εἶδος σαρκὸς ἀγόμενον αἷμα πέττεται καὶ ἀλλοιοῦται ἀλλοίωσιν, καθ’ ἣν γίνεται ἡ γονή. πέττεται δὲ τὴν τοιαύτην πέψιν ὑπὸ τῆς ἐγγινομένης θερμότητος ἐκ τῆς ἐν τῷ συνδυασμῷ κινήσεως. ἡ γὰρ τοιαύτη κίνησις καὶ ἡ ἐκ ταύτης θερμότης σφοδροτέρα οὖσα τῆς φυσικῆς κινήσεως ἁρπάζει τὸ πεττόμενον ὑπὸ τῆς φύσεως καὶ ἤδη γινόμενόν τε καὶ ἀγόμενον εἰς σάρκα, καὶ ἄγει εἰς εἶδος καὶ φύσιν γονῆς. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις ἐροῦμεν, ὁπηνίκα καὶ οὗτος περὶ τούτων λέγει· ἐπανιτέον δὲ ὅθεν ἐξέβημεν. ἐλέγομεν δὲ διττὸν εἶναι τὸ περίττωμα, καὶ τῆς μὲν πρώτης τροφῆς τὸ πρῶτον περίττωμα τὸ φλέγμα, τὸ δὲ τῆς ἐσχάτης καὶ τελευταίας περίττωμα τροφῆς τὴν γονήν. πᾶν γὰρ ὃ μὴ ἤχθη πρὸς ὃ ἠβούλετο ἡ φύσις, κἂν εὔχρηστον ᾖ, περίττωμα λέγεται. ἐπεὶ οὖν καὶ τὸ αἷμα οὐκ εἰς σάρκα, ὅπερ ἦν σκοπὸς τῆς φύσεως, ἀλλ’ εἰς γονῆς εἶδος ἐτράπη, εἰκότως περίττωμα ἄν λεχθείη τῆς ἐσχάτης τροφῆς ὡς περιττεῦσαν καὶ μὴ εἰς σάρκα ἀχθέν. τῆς μὲν οὖν πρώτης, ὥσπερ εἴρηται, τροφῆς καὶ πρῶτον περίττωμα τὸ φλέγμα ἐστί τὸ δὲ τελευταῖον ἐκ πλείστης τροφῆς ὀλίγιστον, τουτέστι τὸ δὲ τελευταῖον περίττωμα, ὅπερ ἐστὶ τὸ σπέρμα καὶ ἡ γονή, ἐκ πολλῆς τροφῆς ὀλίγον γίνεται. καὶ τὴν αἰτίαν δι’ ἣν ἐκ πολλοῦ αἵματος καὶ πολλῆς τροφῆς ὀλίγον γίνεται περίττωμα καὶ σπέρμα ἐπάγων εἶπεν ἐννο. εῖν δὲ δεῖ ὅτι μικρῷ αὐξάνεται τὰ ζῷα καὶ τὰ φυτὰ τὸ καθ’ ἡμέραν πᾶν. σαφὲς δ’ ἂν εἴη τὸ λεγό- μένον οὕτως εἰποῦσι· πολλῆς οὔσης τῆς καθ’ ἑκάστην ἐκ τοῦ σώματος τῶν ζῴων γινομένης ἀπορροίας πλείονος δεῖται καὶ τῆς τροφῆς, ἵνα ἀναπληρώσῃ τὸ ἐνδεὲς καὶ ἀπορρεῦσαν· καὶ οὐ μόνον δεῖται τῆς τροφῆς πρὸς ἀναπλήρωσιν τοῦ ἀπορρεύσαντος, ἀλλὰ καὶ πρὸς αὔξησιν. τούτου δὲ οὕτως ἔχοντος καὶ τῆς πρώτης τροφῆς, οἷον τοῦ ἄρτου καὶ οἴνου, μὴ διαρκούσης τοσοῦτον ἀπογεννῆσαι αἷμα ἀρκοῦν πρός γε ἀναπλήρωσιν καὶ προσέτι προσθήκην, ἀφ’ ἧς αὔξησις γενήσεται, ἢ οὐδ’ ὅλως περιττεύσει εἰς σπέρματος γένεσιν ἢ κἄν περιττεύσῃ, λίαν ὀλίγον καὶ τοῦτο, τυραννηθείσης πως τῆς φύσεως ὑπὸ τῆς ἐν τῇ ὁμιλίᾳ κινήσεως. ἐπεὶ οὖν χρεία πολλῆς τροφῆς πρὸς ἀναπλήρωσιν τοῦ ἀπορρεύσαντος καὶ ἔτι καὶ ἄλλης πλείονος, ἵνα προστεθείσης τῇ εἰς ἀναπλήρωσιν τοῦ ἀπορρεύσαντος ληφθείσῃ αὔξησις γένηται εἰ γὰρ ὅση ἀπορρεύσειε τοσαύτη προσκριθῇ, οὐδαμῶς ἄν αὐξήσειε τὸ τρεφόμενον, ἀλλὰ δῆλον ὅτι τότε αὐξηθήσεται, ὅταν λαβὸν τὴν ἴσην τῷ ἀπορρεύσαντι προσλάβῃ καὶ ἄλλην) ἐπεὶ οὖν χρεία πολλῆς τροφῆς καὶ ἐν τῇ αὐξήσει, πῶς ἄν ἀρκέσαι ἡ πρώτη τροφή, ὥστε γίνεσθαι καὶ πολλὴν τὴν γονήν; γίνεται οὖν ἡ γονὴ οὐ κατὰ περισσείαν τῆς εἰς τὰ μέρη δια- διδομένης τροφῆς, ἀλλὰ καθ’ ὑστέρησιν μᾶλλον καὶ τυραννίδα ἀλλοτρίας κινήσεως. ὥσπερ γὰρ εἴ τις ἀπὸ τοῦ ἀρκοῦντος ἄρτου ἑνὶ μέρος ἀφελὼν δοίη καὶ ἄλλῳ, εἴ τις εὖ φρονῶν ὁρῴη, οὐκ ἄν εἴποι ἐκ τοῦ περισσεύματος τοῦ ἑνὸς τραφῆναι καὶ τὸν ἄλλον, ἀλλὰ μᾶλλον ἐκ τοῦ ὑστερήματος καὶ τῆς ἐλλείψεως τῆς ἀρκούσης αὐτῷ τροφῆς, οὕτω καὶ τὸ σπέρμα ἀφαίρεσίς τίς ἐστι καὶ μέρος τῆς ἀρκούσης ἑκάστῳ μέρει τροφῆς καὶ οὐ περισσεία. ὅτι δὲ ἐκ πολλῆς τροφῆς τὸ καθ’ ἡμέραν, τουτέστι καθ’ ἑκάστην ἡμέραν, πάμπαν μικρὰ γίνεται ἡ προσθήκη καὶ ἡ ἐκ ταύτης αὔξησις βραδεῖα ἡ γὰρ ἐν πεντήκοντα φέρε εἰπεῖν ἡμέραις προσκριθεῖσα τροφὴ μόλις ἂν αὐξήσειεν ὅσον ἐστὶ τὸ τοῦ ὄνυχος πάχος) δῆλον. εἰ γὰρ ἐγίνετο ἐκ βραχείας τροφῆς οἷον ἐκ τῆς τήμερον πρὸς τῇ ἀναπληρώσει τοῦ ἀπορρεύσαντος καὶ αὔξησίς τις καὶ ἐκ τῆς εἰς αὔριον ἄλλη τις αὔξησις, καὶ οὕτως καθ’ ἑκάστην, ὑπερμεγέθη ἂν ἐγίνετο καὶ ἴσα ὄρεσι μεγάλοις τὰ τῶν ζῴων σώματα· εἰ γὰρ καὶ πάνυ βραχεῖα ἦν ἡ καθ’ ἑκάστην γινομένη αὔξησις, ἀλλὰ διὰ τὸ καὶ τὰς ἡμέρας ἐν αἷς γίνεται παμπόλλας εἶναι, μέγιστα ἄν ἐγίνετο τὰ ζῷα. Δείξας οὖν ὅτι περίττωμά ἐστιν ἡ γονὴ εὐχρήστου τροφῆς, ἐπάγει τοὐναντίον ἄρα ἡ οἱ ἀρχαῖοι ἔλεγον λεκτέον· οἱ μὲν γὰρ ἔλεγον σπέρμα καὶ γονὴν τὸ ἀπιὸν ἀπὸ παντὸς τοῦ σώματος, ἡμεῖς δέ φαμεν εἶναι σπέρμα τὸ πρὸς ἅπαντι εἶναι πεφυκός. πέφυκε γὰρ τὸ σπέρμα. ἐπειδὴ περίττωμά ἐστιν εὐχρήστου τροφῆς πρὸς ἅπαντι εἶναι, τουτέστιν ὅμοιον γίνεσθαι παντὶ μέρει. ὥσπερ γὰρ ἡ ἐσχάτη τροφή, ἀφ’ ἧς ἐπερίττευσε τὸ σπέρμα, γέγονε σὰρξ καὶ νεῦρον καὶ τὰ λοιπά, οὕτω καὶ τοῦτο πέφυκεν ὅμοιον γίνεσθαι τοῖς μέρεσι καὶ ἐγεγόνει ἄν, ἐπειδὴ πέφυκεν, εἰ μὴ ἡ ἀπὸ τῆς ὁμιλίας κίνησις τυραννικῶς ἀφείλετο αὐτὸ ἀπὸ τῆς φύσεως τῆς δημιουργούσης τὰ νεῦρα, τὰς σάρκας καὶ τὰ λοιπά. καὶ οἱ μὲν ἀρχαῖοι, φησί, σύντηγμα αὐτὸ ἔλεγον, ἡμεῖς δὲ περίττωμα· εὐλογώτερον γὰρ ὅμοιον εἶναι τὸ προσιὸν ἔσχατον καὶ τὸ περιττὸν γινόμενον τοῦ τοιούτου. λέγει δὲ προσιὸν ἔσχατον τὴν ἐσχάτην τροφήν, οἷον τὸ λεπτότατον αἷμα, περιττὸν δὲ τὸ σπέρμα καὶ τὴν γονήν. εἴρηται γὰρ ὅτι τοῦ τοιούτου, λέγω δὴ τοῦ προσιόντος ἐσχάτου, περιττὸν ἤτοι περίττωμά ἐστιν ἡ γονή. τὸ δὲ λεγόμενον οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ἐπειδὴ γὰρ καὶ τὸ προσιὸν ἔσχατον σάρκας ποιεῖ καὶ ὀστᾶ καὶ νεῦρα καὶ τὰ λοιπὰ ὁμοιομερῆ, ποιεῖ δὲ ταῦτα πάντα καὶ τὸ σπέρμα, εὐλογώτερόν ἐστιν ὅμοια ἀλλήλοις εἶναι τό τε αἷ|μα καὶ τὴν γονήν. τὰ γὰρ τῶν αὐτῶν ποιητικὰ τὰ αὐτὰ καὶ ὅμοια ἀλλήλοις ἐστίν· ἃ δὲ ποιεῖ τὸ αἷμα ποιεῖ δέ, ὡς εἴρηται, τὰ ὁμοιομερῆ) ταῦτα πάντα ποιεῖ καὶ τὸ σπέρμα· ὅμοια ἄρα ἀλλήλοις καὶ ταὐτὰ τὸ αἷμα καὶ ἡ γονή. τὸ αἷμα οὗν, ὅπερ ἔσχατον πρόσεισι καὶ ἐσχάτη ἐστὶ τροφή, ὅμοιόν ἐστι τῇ γονῇ, ἥτις ἐστὶν αὐτοῦ περίττωμα. ἀνδρείκελον δὲ λέγεται ἡ εἰκὼν φέρε εἰπεῖν τοῦ Σωκράτους ἡ ἐκ χρωμάτων ὑπὸ ζωγράφου ποιηθεῖσα. ὥσπερ οὖν ἐπὶ τῆς ζωγραφίας τὰ περιττεύσαντα ἐν οἷς εἰσιν ἀγγείοις χρώματα ὅμοιά εἰσι τοῖς ἀναλωθεῖσιν εἰς γένεσιν καὶ ποίησιν τοῦ ἀνδρεικέλου, οὕτως καὶ τὸ περίττωμα ἡ γονὴ ὁμοία ἐστὶ τῷ ἀναλωθέντι αἵματι εἰς γένεσιν σαρκὸς καὶ τῶν ἄλλων ὁμοιομερῶν. εἰπὼν δὲ τὸ σπέρμα ὅμοιον εἶναι τῷ ἀφ’ οὗ ἐπερίττευσεν αἵματι φαίνονται δὲ διάφορα· ἔστι γὰρ τὸ μὲν αἷμα ἐρυθρόν, τὸ δὲ σπέρμα λευκόν) ἐπήγαγε συντηκόμενον δὲ καὶ φθειρόμενον πᾶν ἐξίσταται τῆς φύσεως. ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστι· τῇ μὲν δυνάμει τὸ σπέρμα ὅμοιόν ἐστι τῷ αἵματι, γίνεται δὲ λευκὸν διὰ τὸ συντήκεσθαι καὶ ἀλλοι- οῦσθαι ὑπὸ τῆς ἐν τῇ ὁμιλίᾳ γινομένης κινήσεως. καὶ ἐνταῦθα μὲν περὶ τῆς λευκότητος αὐτοῦ τοσοῦτον εἶπεν, ἀκριβέστερον δὲ ἐρεῖ περὶ τούτου ἐν τῷ ἐφεξῆς βιβλίῳ. ὅτι δὲ τὸ σπέρμα οὐκ ἔστι σύντηγμα, πρὸς τοῖς εἰρημένοις τεκμήριον ἱκανὸν καὶ τὸ τὰ μεγάλα τῶν ζῴων ὀλιγοτόκα εἶναι· ἐπειδὴ γὰρ ἐν αὐτοῖς πολὺ γίνεται τὸ σύντηγμα, εἴπερ ἦν τὸ σπέρμα σύντηγμα, ἦν ἂν ἐν αὐτοῖς πολὺ τὸ σπέρμα· εἰ δὲ τοῦτο, ἦσαν ἄν καὶ πολυτόκα. Ἔτι τοῖς μὲν συντήγμασιν οὐδεὶς γέγονε τόπος ἀφωρισμένος, ἀλλὰ ῥεῖ, ὅπου ἂν εὐοδήσῃ καὶ συρρεύσῃ, εἴτε διὰ τοῦ αἰδοίου εἴτε διὰ τῆς ἕδρας· τοῖς δὲ κατὰ φύσιν ἅπασι περιττώμασιν ἀφώρισεν ἡ φύσις τόπους· ὥστε ἐπεὶ καὶ τῷ σπέρματι τόπος ἀφώρισται, περίττωμά ἐστι καὶ οὐ σύντηγμα. καὶ τεκμήρια τὰ συμβαίνοντα ὅτι τὸ εἰρημένον σπέρμα ἐστί. ταῦτα δὲ συμβαίνει. ταῦτα δὲ λέγει τὰ συμβαίνοντα ἀπὸ τοῦ σπέρματος. εἰπὼν δὲ πρὸ ὀλίγου “ἀρχὴ δὲ καὶ ταύτης τῆς σκέψεως καὶ τῶν ἑπομένων πρῶιον λαβεῖν περὶ σπέρματος τί ἐστιν· οὕτω γὰρ καὶ περὶ τῶν ἔργων αὐτῶν καὶ τῶν περὶ αὐτὰ συμβαινόντων μᾶλλον ἔσται εὐθεώρητον“ εἴπομεν δὲ ἡμεῖς ταύτην μετερχόμενοι τὴν λέξιν “τίνα δὲ τὰ συμβαίνοντα, αὐτὸς μετ’ ὀλίγον ἐρεῖ καὶ ἡμεῖς ὑπομνήσομεν ἐν τῷ τόπῳ γενόμενοι“) εἰπὼν οὖν ὅτι πρῶτον δεῖ λαβεῖν τί ἐστι τὸ σπέρμα καὶ ἀποδοὺς αὐτὸ περίττωμα τῆς ἐσχάτης καὶ μᾶλλον εὐχρήστου τροφῆς, νῦν λέγει καὶ περὶ τῶν ἑπομένων. μαρτυρεῖν γάρ φησι καὶ τὰ συμβαίνοντα καὶ ἐπακολουθοῦντα τῷ σπέρ|ματι ὅτι ἡ φύσις τοῦ σπέρματος περίττωμά ἐστι τῆς ἐσχάτης καὶ μᾶλλον εὐχρήστου τροφῆς. ἡ γὰρ γινομένη ἔκλυσις καὶ ἀδυναμία ἐλαχίστου σπέρματος ἀφ’ ἡμῶν ἀπιόντος διαρρήδην βοᾷ· γίνεται γὰρ ἡ ἔκλυσις στερισκομένων τῶν σωμάτων τοῦ ἐκ τῆς τροφῆς γινομένου τέλους καὶ ἀναπληρώματος. ὃ γὰρ ἤμελλε τροφὴ γενέσθαι καὶ ἤδη ἐγένετο συντακέν πως καὶ δι’ ἀλλοιώσεως ὑποστρέψαν ἐκ τῆς εἰς ἣν ἤγετο φύσεως καὶ εἴδους εἰς φύσιν σπέρματος ἐξῆλθεν ἄτροφον καταλιπὸν τὸ σῶμα. πάντως δὲ ὅτι τῇ ἐνδείᾳ ἔκλυσις παρέπεται, οὐ δεῖ δεικνύναι· ἴσμεν γὰρ ἅπαντες τοῦτο. πολλάκις δὲ εἴπομεν ὅτι ὑπὸ τῆς ἐν τῇ ὁμιλίᾳ σφοδρᾶς γινομένης κινήσεως εἰς φύσιν σπέρματος ἡ τροφὴ τρέπεται, ὅμως ὑπομιμνησκέσθω καὶ νῦν. ἰστέον δὲ ὅτι οὐ πᾶσι παρέπεται ἔκλυσις, ἀλλὰ ὅσοις γίνεται τὸ σπέρμα ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ, διὰ τὸ στερίσκεσθαι τῆς οἰκείας τροφῆς· ὅσοις δὲ τοῦτο συμβαίνει γίνεσθαι πρὸ τοῦ τῆς ὁμιλίας καιροῦ ὀλίγοις δὲ πάντως) καὶ πλεονάσει διά τε τὸ προυπάρχον καὶ διά τὸ ἐν τῷ τῆς ὁμιλίας καιρῷ ἐξ ἀνάγκης γινόμενον, τούτοις μᾶλλον κουφισμός, ἀλλ’ οὐκ ἔκλυσις γίνεται διὰ τὸ βάρος ἐμποιεῖν περὶ τοὺς νεφροὺς πλεονάσαν, καὶ μᾶλλον ὅταν ἐξερχόμενον συνεξάξῃ καὶ ἄλλα τινὰ περιττώματα, μᾶλλον ἐμποιεῖ κουφισμὸν τῷ σώματι. ζητήσειε δ’ ἄν τις, εἰ τοῖς πλείστοις ἐν τῷ καιρῷ τῆς ὁμιλίας γεννᾶται τὸ σπέρμα, πῶς μὴ προυπάρχοντος σπέρ- ματος τοῦ διερεθίζοντος ὅμως κινεῖται καὶ ὀρέγεται τὰ ζῷα. ἢ οὐ πάντῃ πάντως ὑπὸ μόνου τοῦ σπέρματος διερεθίζεται, ἀλλὰ μᾶλλον καὶ μάλιστα ὑπὸ τῆς γεννητικῆς δυνάμεως τῆς ψυχῆς. εἰ δὲ συμβαίῃ γενέσθαι πρὸ τῆς ὁμιλίας σπέρμα, δῆλον ὅτι διερεθίζεται καὶ ὑπὸ τούτου. ἔτι, φησί, σύντηγμα μὲν γί|νεται καὶ ἐν τῇ πρώτῃ ἡλικίᾳ καὶ ἐν γήρᾳ καὶ ἐν νόσοις· σπέρμα δὲ οὐδαμῶς· οὐκ ἄρα σύντηγμα τὸ σπέρμα. εἰπὼν δὲ μὴ γίνεσθαι σπέρμα μήτε ἐν νόσοις μήτε ἐν γήρᾳ διὰ ἀσθένειαν καὶ ἀδυναμίαν οὐδαμῶς γὰρ ἐν τούτοις γίνεται κίνησις, ἀφ ἧς τὸ σπέρμα συνίσταται) ναὶ μὴν οὐδὲ ἐν τῇ πρώτῃ ἡλικίᾳ, διὰ τὸ μηδὲ ἐν ταύτῃ τὴν τοιαύτην γίνεσθαι κίνησιν καὶ δηλονότι καὶ διὰ τὸ πλεονάζειν τότε τὸ ἐν ἡμῖν θερμὸν καὶ μὴ ἐᾶν τι περιττεῦσαι, πιστοῦται τοῦτο διὰ τῆς ἐπαγωγῆς. οἱ γὰρ εὐεκτικοὶ τῶν ἀνθρώπων καὶ εὔκρατοι ἧττον προίενται σπέρμα διὰ τὸ κατα- ναλίσκεσθαι ὑπὸ τῆς εὐκρασίας πᾶσαν τὴν τροφὴν εἰς σάρκα καὶ τὰ λοιπὰ τῶν ὁμοιομερῶν καὶ μηδέν τι καταλιμπάνεσθαι, ὅπερ ἐστὶν αἴτιον καὶ τῆς πολυσαρκίας αὐτῶν. εἰ δὲ μὴ οὗτοι, διὰ τοῦτο εὐλόγως μηδὲ τοὺς τὴν πρώτην ἡλικίαν ἄγοντας προϊένει σπέρμα συμβαίνει. ὅμοιον δὲ τούτοις γίνεται καὶ περὶ τὰς τραγώσας ἀμπέλους· οὐδὲ γὰρ αὗται προίενται καρπούς· τῶν γὰρ ἀμπέλων εἴ τις τὰς ἀχρήστους βλάστας σιδήρῳ ἀποκόψειε περὶ τροπὰς χειμερινὰς ἢ ὕστερον ὀλίγον ἢ μικρῷ πρόσθεν, ὅπερ ἡ συνήθεια καὶ ὁ πολὺς ἄνθρωπος κλαδεύειν λέγει τὴν γὰρ τοιαύτην ἀνακάθαρσιν τῶν κλημάτων κλαδείαν ὀνομάζομεν) εἰ δὴ τὰς ἀμπέλους κλαδεύσειέ τις, φέρουσι καρπόν, εἰ δὲ μὴ κλαδεύσει ἐξυβρίζουσι, τουτέστιν εὐθηνοῦσι καὶ πρὸς τῷ εὐμήκεις γίνεσθαι τοὺς προὐπάρχοντας κλάδους ἔτι φύονται καὶ ἕτεροι πολλοὶ διὰ τὸ εἰς αὐτοὺς καταναλίσκεσθαι τὴν ἀπὸ τῆς γῆς ἀναδιδομένην τροφήν, καρπὸν δὲ οὐ φέρουσιν· ὡς οὖν αὗται διὰ τὸ μὴ φέρειν καρπὸν εὐκληματοῦσιν, οὕτως καὶ τὸ ζῷον δι’ αὐτὸ τοῦτο πολύσαρκον γίνεται. ὡς γὰρ ἐν ταῖς ἀμπέλοις διὰ τὸ τὴν τροφήν, ἥτις ἤμελλε τρέφειν τοὺς βότρυας καταναλίσκεσθαι εἰς αὐτὰς εὐκληματοῦσιν, οὕτω καὶ ἐπὶ τῶν ζῴων ἡ μέλλουσα εἰς σπέρματος γένεσιν ἀναλίσκεσθαι εἰς σάρκας διαλυομένη εὐσάρκους ἀποτελεῖ τοὺς τοιούτους τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων. λέγονται οὖν αἱ τοιαῦται ἄμπελοι αἱ εὐκληματοῦσαι καὶ καρπὸν μὴ φέρουσαι τραγᾶν ἀπὸ τοὐ πάθους τῶν τράγων· ἧττον γὰρ καὶ οὗτοι πίονες ὄντες φέρουσι σπέρμα. ὁρίζεται δὲ καὶ τὴν πιμελὴν λέγων πιμελή ἐστι περίττωμα ὑγιεινὸν δι’ οὐσίαν, λέγων οὐσίαν τὸ ἔμφυτον θερμόν· ἡ γὰρ οὐσία τῶν ζῴων ὡς εἰπεῖν τὸ ἔμφυτόν ἐστι θερμόν· ἀποσβεσθέντος γὰρ αὐτοῦ φθείρεται. ἐλλιπῶς δὲ δοκεῖ ἀπηγγέλθαι ἡ λέξις ἡ ὁμοίως δὲ καὶ πολυχρόνιά ἐστι καὶ πολύσπερμα· εἴη δ’ ἄν τὸ πλῆρες τοιοῦτον· ὁμοίως δὲ καὶ ὀλιγοχρόνιά ἐστι καὶ πολυχρόνια καὶ ὀλιγόσπερμα καὶ πολύσπερμα, ὀλιγοχρόνια μὲν δι’ ἀδυναμίαν, πολυχρόνια δὲ διὰ δύναμιν, ὁμοίως δὲ καὶ ὀλιγόσπερμα δι’ ἀδυναμίαν, ὥσπερ ἐν ταῖς νόσοις, καὶ διὰ δύναμιν, ὡς ἐπὶ τῶν εὐεκτούντων, καὶ πολύσπερμα ὁμοίως δι’ ἀδυναμίαν, ὡς ἐν ταῖς γονορροίαις, περὶ ὧν μετ’ ὀλίγον ἐρεῖ ὅπως γίνονται. ὥσπερ γὰρ ἐν ταῖς παρὰ φύσιν θερμότησι τήκεται ἡ τῶν σαρκῶν φύσις καὶ ἔξεισι καλεῖται δέ, ὡς εἶπε, τὸ τοιοῦτον πάθος σύντηγμα) οὕτω καὶ διά τινα δυσκρασίαν καὶ ἀδυναμίαν φύσεως ἀναλύεται ἡ ἐσχάτη καὶ εὔχρηστος τροφὴ εἰς φύσιν σπέρματος νοσώδους καὶ ἔξεισι καὶ ὁδευόντων καὶ ἱσταμένων καὶ καθευδόντων τῶν τὴν τοιαύτην νόσον νοσούντων, ἣν γονόρροιαν οἱ ἰατροὶ ὀνομάζουσιν. ἀλλ’ εἰ μὲν εὐοδεῖται καὶ ἐξέρχεται θύραζε τὸ τοιοῦτον περίττωμα ἀχρηστότατον καὶ παρὰ φύσιν ὄν, ὑγιαίνει ὁ νοσῶν, εἰ δὲ μή, ἀναιρεῖται. τὸ δὲ συντήκονται δὲ ταύτῃ δυνάμει τοιοῦτόν ἐστιν· ὥσπερ αἱ σάρκες διὰ τοῦ οὔρου ἐξέρχονται, οὕτω καὶ τὸ ἄχρηστον περίττωμα μετὰ τοῦ εὐχρήστου. ἄχρηστον δὲ λέγομεν τὸ τῆς γονορροίας, εὔχρηστον δὲ τὸ ἀπὸ τῆς τοῦ ἄρρενος καὶ θήλεος γινόμενον ὁμιλίας. ἔτι ὁ πόρος ὁ αὐτὸς τῷ περιττώματι καὶ τῷ σπέρματι. καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ μὴ εἶναι σύντηγμα τὸ σπέρμα. τὸ μὲν γὰρ σπέρμα ἐν τοῖς ἔχουσιν αἰδοῖον διὰ τοῦ αἰδοίου ἔξεισι μόνου, οι οὐ καὶ τὸ τῆς ὑγρὰς τροφῆς περίττωμα, τὸ δὲ σύντηγμα καὶ δία του αιοοιου καὶ δία τῆς εορας· οὐκ ἄρα τὸ σπέρμα σύντηγμα. τὸ δὲ ἡ γὰρ τροφὴ πάντων ὑγρὰ μᾶλλον παναληθὲς· καὶ γὰρ ἡ ξηρὰ τροφὴ ὑγραίνεται πρῶτον καὶ χυλοποιεῖται, εἶθ’ οὕτως ἐξαιματοῦται. ἀλλὰ καὶ ἐν τῷ οἷς δὲ μή ἐστιν αὕτη, κατὰ τὴν τῆς ξηρᾶς ὑποστάσεως ἀποχώρησιν τὸ αὕτη περὶ τῆς περιττώσεως εἴρηται τῆς ὑγρᾶς τροφῆς. ἔστι δὲ τὸ λεγόμενον ὅτι οἷς μή ἐστι περίττωμα ὑγρᾶς τροφῆς, ὥσπερ τοῖς ὄρνισι, τούτοις τὸ σπέρμα ἔξεισιν ὅθεν καὶ ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις. Μετὰ δὲ ταῦτα διοριστέον περίττωμά τε ποίας τροφῆς καὶ περὶ καταμηνίων. εἰπὼν ὅτι τὸ σπέρμα περίττωμά ἐστι τῆς ἐσχάτης καὶ εὐχρήστου τροφῆς, τίς δέ ἐστιν ἡ ἐσχάτη τροφὴ μὴ εἰπὼν ὑπομιμνήσκει, τίνα μὲν τὰ |λεχθέντα τίνα δὲ τὰ μὴ ῥηθέντα, καί φησιν ὅτι μὲν οὖν ἡ γονὴ περίττωμά ἐστι τῆς ἐσχάτης τροφῆς φανερὸν ἐν τοῖς προειρημένοις, τουτέστι φανερὸν γέγονεν ἀπὸ τῶν προειρημενων· μετὰ δὲ ταύτα σαφηνιστέον καὶ διοριστέον, τίς ἐστιν ἡ ἐσχάτη τροφή, ἧς φαμεν εἶναι τὸ σπέρμα περίττωμα. καὶ ἐπεὶ ἔλεγόν τινες ὅτι καὶ τὸ θῆλυ προΐεται ὑγρότητά τινα ἐν τῇ ὁμιλίᾳ ἐπίσης τῷ ἄρρενι, καὶ τοῦτό ἐστι τὸ σπέρμα, τὸ μῖγμα τὸ ἐκ τῆς ὑγρότητος τῆς ἀπὸ τοῦ θήλεος καὶ τὸ ἐκ τῆς ὑγρότητος τῆς ἀπὸ τοῦ ἄρρενος—οὔτε γὰρ ἡ τοῦ ἄρρενος μόνου ὑγρότης ἐστὶ σπέρμα οὔτε ἡ τοῦ θήλεος· ὥσπερ γάρ, φασίν, οὔτε τὸ μέλι μόνον ἐστὶ οἰνόμελι, οὔθ’ ὁ οἶνος, ἀλλὰ τὸ ἐξ οἴνου καὶ μέλιτος μῖγμα, οὕτως οὐδετέρα ὑγρασία, οὔτε ἡ τοῦ ἄρρενος οὔτε ἡ τοῦ θήλεος, ἐστὶ γονὴ καὶ σπέρμα, ἀλλὰ τὸ ἐξ ἀμφοῖν ταῖν ὑγρασίαιν, ὅπερ μῖγμα μετὰ τοῦ ἀπὸ τοῦ θήλεος καταμηνίου ποιεῖν φασι τὸ ζῷον. τρία γάρ, φασίν, εἰσὶ τὰ ζῴου συστατικά, τό τε καταμήνιον καὶ αἱ εἰρημέναι δύο ὑγρότητες· καὶ τὸ μὲν καταμήνιον καὶ τὴν μίαν ὑγρασίαν χορηγεῖ τὸ θῆλυ, τὴν δὲ ἑτέραν ὑγρασίαν τὸ ἄρρεν. ὅτι δὲ τὸ θῆλυ προίεται ὑγρότητά τινα ὁμοίαν τῇ τοῦ ἄρρενος ὑγρότητι ἐπειρῶντο κατασκευάζειν, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ, λόγῳ τοιῷδε. ἐπειδὴ γὰρ τὸ ἄρρεν τῆς παμπλείστης καὶ σχεδὸν ἀρρήτου ἡδονῆς αἴσθησιν λαμβάνει, ὅτε προίεται τὴν γονήν ἥδεται μὲν γὰρ ἐν ἅπαντι τῷ τῆς ὁμιλίας καιρῷ, ἀλλὰ τὴν ἄρρητον καὶ πάνυ ἄκραν ἡδονὴν ἐν τῷ τέλει τοῦ τοιούτου καιροῦ πάσχει, ὅτε ἔξεισιν ἡ γονὴ καὶ εὐθὺς ἀφίσταται τοῦ θήλεος), τῆς δὲ τοιαύτης ἡδονῆς συναισθάνεται καὶ τὸ θῆλυ, δῆλον ὅτι προίεται ὑγρότητα καὶ τὸ θῆλυ ἀνάλογον τῇ τῶν ἀρρένων ὑγρότητι. διὰ τίνα γὰρ αἰτίαν τὸ μὲν ἄρρεν πάθοι ἂν ταυτηνὶ τὴν ἡδονὴν κα|τὰ πρόεσιν ὑγρότητός τινος, τὸ δὲ θῆλυ πάθοι μέν, οὐ κατὰ πρόεσιν δὲ τοιαύτης ὑγρότητος; ὥστε ἢ οὐδὲ τὸ ἄρρεν πάσχει τὴν τοιαύτην ἡδονὴν κατὰ πρόεσιν ὑγρότητος, ἢ εἰ πάσχοι διὰ ταύτην, ἀνάγκη καὶ τὸ θῆλυ διὰ πρόεσιν ὑγρότητος συναισθάνεσθαι αὐτῆς —οὕτω μὲν οὖν καὶ τοιούτῳ λόγῳ ἐπειρῶντο δεικνύναι ὅτι ἡ γονὴ μῖγμά ἐστιν ἀμφοῖν ταῖν ὑγροτήτοιν. ἠπάτων δὲ καὶ παρελογίζοντο ἑαυτούς, ὡς δειχθήσεται. ἡμεῖς δὲ ὅπερ ἐλέγομιν ἦν ὅτι διοριστέον καὶ περὶ καταμηνίων· φανερὸν γὰρ ἔσται διὰ τούτων καὶ περὶ τοῦ θήλεος, πότερον προίεται σπέρμα, καὶ μῖγμά ἐστι τὸ κυρίως σπέρμα καὶ ἡ κυρίως γονή, ἥτις κινεῖ καὶ συνίστησι τὸ καταμήνιον, δυοῖν ὑγροτήτοιν, ἢ οὐδὲν ἀποκρίνεται σπέρμα ἀπὸ τοὐ θήλεος· καὶ εἰ μὴ σπέρμα, οὐδὲ ἄλλο οὐδὲν συνεργεῖ πρὸς τὴν γένεσιν καὶ συνεισφέρει, ἀλλὰ μόνον τόπον καὶ χώραν παρέχεται τῷ ἐμβρύῳ λέγων τόπον τὴν ὑστέραν) ἢ συμβάλλεται. ἔχειν δὲ λέγει τὸ σπέρμα μεγάλην δύναμιν εἰς τὸ ποιεῖν ἔκλυσιν καὶ ἀδυναμίαν ἀφ’ οὗπερ ἀπέρχεται, διὰ τὸ εἶναι περίττωμα τῆς αἱματικῆς τροφῆς. τὸ γὰρ καθαρώτατον καὶ ὑγιεινὸν αἷμα, ὅπερ ἔμελλε τὰ μόρια θρέψαι, πεφθέν πως καὶ ἀλλοιωθὲν καὶ εἰς σπέρματος μεταμειφθὲν φύσιν καὶ θύραζε ἐξελθὸν λυτικόν, τουτέστιν ἐκλυτικὸν γίνεται. εὔλογον δέ φησι καὶ τὸ ὅμοια γίνεσθαι τὰ ἔκγονα τοῖς γεννήσασι· τὸ γὰρ προσελθὸν αἷμα τοῖς τοῦ γεννῶντος μορίοις καὶ θρέψαν αὐτὰ ὅμοιόν ἐστι τῷ ἀπολειφθέντι καὶ διὰ κινήσεως πως εἰς φύσιν σπέρματος ἀμειφθέντι· ἐπεὶ οὖν τὸ ἀπολειφθὲν καὶ σπέρμα γεγονὸς ὅμοιον ἦν τῷ προσκριθέντι μέρος γὰρ ἐκείνου) εὐλόγως τὸ ἐκ τοῦ ἀπολειφθέντος γενόμενον παιδίον ὅμοιόν ἐστι τῷ πατρί. τὸ γὰρ σπέρμα τὸ ἐκ τοῦ πατρικοῦ αἵματος ὅλον ἐστὶ δυνάμει τὸ παιδίον, ὅπερ δαιμονίως αὐτὸς σαφηνίσει ἐν τῷ ἐφεξῆς βιβλίῳ· μετ’ ὀλίγον γὰρ τῆς τοῦ δευτέρου βιβλίου ἀρχῆς δείκνυσι, πῶς ἐστι τὸ σπέρμα δυνάμει τὸ παιδίον. εἰπὼν δὲ καὶ οἷον ἐκείνων ἕκαστον ἐνεργείᾳ, τοιοῦτον τὸ σπέρμα δυνάμει ἐπήγαγεν ἢ κατὰ τὸν ὄγκον τὸν ἑαυτοῦ ἢ ἔχει τινὰ δυνάμιν ἐν ἑαυτῷ. ἔστι δὲ καὶ κατὰ τὸν ἑαυτοῦ ὄγκον ὁ χαλκὸς δυνάμει ἀνδριάς· ὅσος γάρ ἐστιν ὁ τοῦ χαλκοῦ ὄγκος, τοσοῦτός ἐστι καὶ ὁ ἐξ αὐτοῦ γεγονὼς ἀνδριάς· τὸ δὲ σπέρμα τῷ μὲν ὄγκῳ βραχύτατον ὂν πῶς ἂν εἴη τῷ ὄγκῳ δυνάμει τὸ ζῷον; λείπεται ἄρα τῇ ἑαυτοῦ δυνάμει. ὥσπερ γὰρ καὶ τῆς κεγχραμίδος, ἀφ’ ἧς ἡ συκῆ, ὁ μὲν ὄγκος πάνυ σμικρός, ἡ δὲ δύναμις ἀφ’ ἧς τὸ τηλικοῦτον δένδρον γέγονε πολλή, οὕτως καὶ ἐπὶ τῆς γονῆς τῶν ζῴων. ἔστιν οὖν καὶ ἡ γονὴ καὶ ἡ κεγχραμὶς τὸ ζῷον καὶ ἡ συκῆ δυνάμει, ἀλλ’ οὐ τῷ ὄγκῳ, τῇ δὲ ἐν αὐτοῖς κινητικῇ καὶ ποιητικῇ αἰτίᾳ. εἰπὼν δὲ ὅτι τοιοῦτόν ἐστι τὸ σπέρμα δυνάμει ἢ κατὰ τὸν ὄγκον τὸν ἑαυτοῦ ἢ ἔχει τινὰ δύναμιν ἐν ἑαυτῷ, τὴν αἰτίαν ταύτης τῆς προσθήκης ἐπήγαγεν εἰπὼν τοῦτο γὰρ οὔπω δῆλον ἡμῖν, πότερον τὸ σῶμα καὶ ὁ ὄγκος τοῦ σπέρματός ἐστιν αἴτιον τῆς γενέσεως ἢ ἔχει τινὰ ἕξιν. δείξει δὲ καὶ τοῦτο, λέγω δὴ ὅτι οὐ τὸ σῶμα τοῦ σπέρματος ἀλλ’ ἡ ἐν αὐτῷ ἕξις ἐστὶν αἰτία τῆς γενέσεως, ἐν τῷ ἐφεξῆς βιβλίῳ. ἰστέον δὲ ὅτι εἰ κατὰ τὸν ὄγκον ἦν δύναμις, ὑλικὸν ἦν καὶ οὐ ποιητικόν. ὥσπερ δέ, φησίν, ἡ λιθίνη χεὶρ ὁμωνύμως ἐστὶ χείρ, οὕτως καὶ τὸ σπέρμα, εἰ μὴ εἶχε ψυχικήν τινα καὶ γεννητικὴν δύναμιν, ὁμωνύμως ἄν ἦν σπέρμα. μετὰ ταῦτα λέγει καὶ περὶ τῆς σπερματικῆς συντήξεως τῆς καὶ γονορροίας λεγομένης, ὅπως γίνεται. ὥσπερ γάρ, φησί, πολλάκις εἰς τοὺς τοίχους ἐναλείψαντες οἱ οἰκοδόμοι ἄσβεστον ἢ ἄλλο τι κονίαμα, συμβαίνει ἅμα τῷ ἀλεῖψαι πεσεῖν ἐπὶ γῆς διὰ τὸ μὴ καλῶς κεκρατηκέναι τε καὶ κεκολληκέναι ἐν τῷ τοίχῳ, οὕτω χρὴ νοεῖν τοιοῦτόν τι συμβαίνειν καὶ γίνεσθαι ἐπὶ τοῦ σπέρματος τῶν ζῴων· ἡ γὰρ προσληφθεῖσα αἱματικὴ τροφὴ παρὰ τῆς ἑλκτικῆς δυνάμεως τῆς ψυχῆς καὶ προσκριθεῖσα τῇ σαρκί, δι’ ἀσθένειαν δέ τινα τῆς καθεκτικῆς μὴ κρατηθεῖσα φύσεως |καὶ πεφθεῖσα τελέως, ἀλλὰ μέσον οὖσα σαρκὸς καὶ αἵματος, πάλιν διαλύεται εἰς τὸ αἷμα, ἀφ’ οὗπερ ἐλήφθη, καὶ οὕτω πως ἀλλοιωθεῖσα κακῶς γίνεται οἷον γονὴ καὶ ἔξεισιν ὡς εἰπεῖν καθ’ ἑκάστην ὥραν παρ’ ὅλον τὸν τῆς νόσου καιρόν. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη, τὰ δὲ τῆς λέξεως ὧδέ πῃ ἔχει· συμβαίνει δὲ τοῦτο, τουτεστιν ἡ σπερματικὴ σύντηξις, ὅταν ἡ προσκριθεῖσα αἱματικὴ τροφὴ ἀναλύηται εἰς τὸ προσελθόν, τουτέστιν ἀφ’ οὗ προσελήφθη αἵματος, ἢ εἰς τὸ προσελθὸν ἀντὶ τοῦ εἰς τὴν φύσιν καὶ τὸ εἶδος τοῦ αἵματος· αἷμα γὰρ ἦν τὸ προσελθόν καὶ διὰ τοῦτο πάλιν διαλύεται εἰς αἵματος φύσιν. τὸ γὰρ τελευταῖον περίττωμα, ἤτοι τὸ προσληφθέν, εἶτα ἀναλυθὲν ταὐτόν ἐστι τῷ αἵματι· τοῦτο γὰρ εἶπε πρῶτον περίττωμα. διὰ γὰρ τὸ πᾶν, ὃ δύναται εἴς τι δι ἀλλοιώσεως καὶ πέψεως μεταβαλεῖν, περίττωμα εἶναι τρόπον τινὰ πρὸς ἐκεῖνο, πρὸς ὃ μεταβαλεῖν δύναται, εἶπε καὶ τὸ αἷμα περίττωμα· πρὸς γὰρ τὴν σάρκα περίττωμά ἐστι. καὶ περὶ μὲν τούτων ταύτῃ διωρίσθω. ἐπεὶ δέ, φησίν, ἀναγκαῖον καὶ τῷ ἀσθενεστέρῳ ζῴῳ γίνεσθαι περίττωμα πλέον μὲν τῷ ὄγκῳ καὶ τῷ μεγέθει, ἧττον δὲ τῇ πέψει τὰ μὲν γὰρ ἰσχυρότερα τῶν ζῴων καὶ θερμότερα ὀλίγον μὲν προίεται περίττωμα, ἀλλὰ μᾶλλον πεπεμμένον, τὰ δὲ ψυχρότερα πολὺ μὲν τῷ μεγέθει καὶ τῷ ὄγκῳ, ἄπεπτον δέ. τὸ γὰρ πλέον περίττωμα δι’ ἀπεψίαν γίνεται) ἐπεὶ οὖν ἀναγ- καῖον καὶ τῷ ἀσθενεστέρῳ γίνεσθαι πλέον μέν, ἀπεπτότερον δὲ τῶν θερμοτέρων ζῴων περιττώματος, πᾶν δὲ τὸ πλέον καὶ ἀπεπτότερον περίττωμα αἱματώδους ἐστὶν ὑγρότητος πλῆθος, ἀναγκαῖον καὶ τὸ καταμήνιον περίττωμα εἶναι. συλλογιστέον οὖν ὧδε· τὸ θῆλυ ἀσθενέστερον καὶ ψυχρότερον, τὸ τοιοῦτον πλέον καὶ ἀπεπτότερον προίεται περίττωμα, τὸ τοιοῦτον πλῆθος αἱματώδους ἐστὶν ὑγρότητος, τὸ τοιοῦτον καταμήνιον· τὸ καταμήνιον ἄρα περίττωμα. . Ὅτι δὲ ὀρθῶς εἴρηται, σημεῖα τὰ συμβαίνοντα περὶ αυτων. Eἰπὼν καὶ δείξας ὅτι καὶ ἡ γονὴ καὶ τὸ καταμήνιον περίττωμά ἐστι τῆς ἐσχάτης τροφῆς, πιστοῦται τοῦτο καὶ ἀπὸ τῶν συμβαινόντων αὐτοῖς, τῷ τε ἄρρενι καὶ τῷ θήλει. ἐπεὶ γὰρ κατὰ τὸν αὐτὸν χρόνον τῆς ἡλικίας οὗτος δέ ἐστιν ὁ τεσσαρεσκαιδέκατος) καθ’ ὃν τὸ ἄρρεν προίεται τὴν γονήν, ἐναλλαγή τε τῆς φωνῆς γίνεται καὶ τῶν μαστῶν ἄρσις ὀγκοῦνται γὰρ καὶ οἱ τῶν ἀρρένων τότε μαστοὶ ὁμοίως τοῖς τῶν θηλέων), καὶ τὰ ἄλλα πάντα πάσχει, ἃ σαφῶς καταλέγει, κατὰ τὸν αὐτὸν δὲ χρόνον τὰ αὐτὰ συμβαίνει καὶ τοῖς θήλεσι μεταβάλλει γὰρ καὶ τὸ θῆλυ τὴν φωνὴν καὶ τὰ ἄλλα πάντα πάσχει), δέδεικται δὲ ὅτι τὸ σπέρμα περίττωμα, δῆλον ὡς καὶ τὸ καταμήνιον περίττωμά ἐστιν. αἱμορροΐδας δὲ λέγουσι τὰ περὶ τὴν ἕδραν καὶ ἐντὸς καὶ ἐκτὸς γινόμενα διά τινα νόσον φύματα, ἀφ’ ὧν αἷμα ἀπορρεῖ. ἀλλὰ καὶ φλεβώδεις λέγει τοὺς μεγάλας καὶ ἐπιδήλους ἔχοντας φλέβας. λέγει δὲ καὶ τὰ θήλεα γλα|φυρώτερα ἤτοι εὐειδέστερα τῶν ἀρρένων εἶναι καὶ λεῖα διὰ τὸ τὸ τραχύτητα ποιοῦν περίττωμα συνεξέρχεσθαι τοῖς καταμηνίοις. πολλῶν γὰρ καὶ παντοδαπῶν ἡμῖν ἐπιγινομένων περιττωμάτων καὶ μὴ δυναμένων ῥᾳδίως καὶ συντόμως ἐξελθεῖν συρρέουσι περί τε τὸ πρόσωπον καὶ τὰ λοιπὰ μέρη· καὶ τούτων εἰ ἀσθενής ἐστιν ἡ ἀποκριτικὴ δύναμις καὶ μὴ δύναται ἀπωθεῖν αὐτά, καὶ ποιοῦσιν ὀχθώδεις καὶ διηρμένους τοὺς τόπους. ἡ δὲ τοιαύτη ἀνωμαλία καὶ τραχύτης τῶν μελῶν δυσειδέστερα ἀπεργάζεται τὰ ἄρρενα τῶν θηλέων. ἐπεὶ δὲ τὸ καταμήνιον οὕτω γίνεται ἐν τοῖς θήλεσιν ὥσπερ ἡ γονὴ ἐν τοῖς ἄρρεσι, δύο δὲ ἀπὸ τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου σπερματικὰς οὐκ ἐνδέχεται ἀπιέναι ἀποκρίσεις εἰ γὰρ ἐνεδέχετο δύο ἀπὸ τοῦ θήλεος ἀπέρχεσθαι, καὶ ἀπὸ τοῦ ἄρρενος δύο ἂν ἀπήρχοντο· τοῦ γὰρ αὐτοῦ καὶ τοῦτο λόγου), ἐπεὶ οὖν δύο οὐκ ἐνδέχεται ἀπὸ τοῦ αὐτοῦ ἀπιέναι, φανερὸν ὅτι τὸ θῆλυ οὐ συμβάλλεται οὐδὲ χορηγεῖ σπέρμα εἰς τὴν γένεσιν. εἰ μὲν γὰρ σπέρμα ἦν ἐν αὐτῷ, καταμήνια οὐκ ἄν ἦσαν, ἐπεὶ δέ εἰσι καταμήνια, σπέρμα οὐκ ἔστιν. Λάβοι δ’ ἄν τις εἰς τοῦτο μαρτύρια ἔνια τῶν συμβαινόντων τοῖς ζῴοις. Καὶ ἐκ τῶν συμβαινόντων, φησί, τοῖς ζῴοις λάβοι ἄν τις τὴν πίστιν ὅτι τὰ καταμήνια καὶ τὸ σπέρμα περιττώματά εἰσι τῆς αἱματικῆς τροφῆς. εὐλόγως οὖν, φησίν, ἐλλείπει τὰ περὶ τὴν γονήν, ἀνηλωμένης τῆς αἱματικῆς περιττώσεως τῆς γενησομένης σπέρμα εἰς τὴν πιμελήν. τὰ δὲ λεγόμενα περὶ τῶν ἀναίμων καὶ τῶν μαλακίων σαφῆ ἄν γένοιτο, εἰ ὑπομνησθείημεν πρότερον περί τινων. τὰ δὲ ὑποuνησθrισόιuενά εἰσι τάδε· ὥσπερ τὸ ἐν τῇ σπερματικῇ συντήξει προσκριθὲν αἷμα εἰς αἷμα πάλιν ἀναλύεται καὶ ὁ γεγονὼς ἀὴρ ἐξ ὕδατος εἰς ὕδωρ ἀναλύεται καὶ ἀπλῶς πάντα, ὅσα γίνεται, εἰς ἐκεῖνα ἐξ ὧν γεγόνασιν, ἀναλύονται, οὕτως ἐπειδὴ καὶ ἡ πιμελὴ ἐξ αἵματος γέγονεν, εἰς αἷμα λαβοῦσα δύναμιν πάλιν ἀναλυθήσεται. τούτων ὑπομνησθέντων τὰ λεγόμενα περὶ τῶν μαλακίων εἴη ὄν τοιαῦτα. ὅτι μὲν οὖν τῷ εἰς τὴν πιμελὴν ἀναλίσκεσθαι τὴν αἱματικὴν περίττωσιν, ἐξ ἧς τὸ σπέρμα γίνεται, ἐλλείπει τὰ περὶ τὴν γονήν, δῆλον. τὰ γὰρ μαλάκια καὶ τὰ μαλακόστρακα ἐπειδὴ κατὰ τὸν καιρὸν τῆς κυήσεως εὐεκτεῖ, καὶ ἦν ὢ ἀκόλουθον ἐν τῷ καιρῷ τούτῳ πιμελώδη γίνεσθαι, οὐ γίνεται δὲ διὰ τὸ ἄναιμα εἶναι ἡ γὰρ πιμελὴ αἷμά ἐστι πεπεμμένον) τὸ μέλλον γενέ- σθαι ἐν αὐτοῖς κατὰ τὸν καιρὸν τῆς κυήσεως ἀνάλογον τῇ πιμελῇ ἀπο- κρίνεται εἰς τὸ σπερματικὸν περίττωμα, ὃ καλοῦσιν οἱ πολλοὶ ὠόν. ὥστε ἡ φύσις ἐκείνη ἡ γεγονυῖα ᾠὸν ἔοικε τῷ περιττώματι τῷ δυναμένῳ γενέ- σθαι σπέρμα, μὴ γεγονότι δὲ σπέρμα ἀλλὰ πιμελή. ἐπεὶ οὖν, ὡς εἴρηται, ἐν ᾧ καιρῷ τὰ μαλάχια εὐεκτεῖ καὶ τὰ μαλακόστρακα, τὸ ἀναλογοῦν τῷ τῆς εὐχρήστου τροφῆς περιττώματι καὶ γινομένῳ ἢ σπέρμα ἡ πιμελὴ ᾠὸν γέγονεν, ὅπερ πάλιν ᾠὸν ἀναλογεῖ τῇ πιμελῇ, φανερὸν ὅτι, ὅπερ ἤμελλε γίνεσθαι σπέρμα, γέγονε πιμελὴ ἐν τοῖς εὐεκτοῦσι, καὶ ἐπὶ τούτω ἐλλείπει ἐν αὐτοῖς I ἡ γονή. ἡ δὲ ἀναλογία ἐστὶ τοιαύτη. ὡς τὸ ἀναλογοῦν τῷ περιττώματι τῆς εὐχρήστου τροφῆς ἔχει πρὸς τὸ ᾠόν, οὕτως ἔχει καὶ ἡ εὔχρηστος τροφὴ καὶ δυναμένη γενέσθαι σπέρμα πρὸς πιμελήν, καὶ ἐναλλάξ, ὡς τὸ ἀναλογοῦν τῇ εὐχρήστῳ τροφῇ πρὸς τροφήν, οὕτω καὶ τὸ καλούμενον ᾠὸν πρὸς τὴν πιμελήν. ἀλλὰ μὴν ἐξ ἐκείνου γίνεται ὠόν. καὶ ἐκ τ,ῆς εὐχρήστου ἄρα τροφῆς πιμελή. εἰκότως ἄρα τῆς εὐχρήστου τροφῆς ἀναλισκομένης εἰς τὴν πιμελὴν ἐλλείπει τὰ περὶ τὴν γονήν. λέγει δὲ τὰ μαλάκια παρὰ τὴν κύησιν εἶναι ἄριστα, ἤτοι ἡδύτατα καὶ εὔβρωτα. Σημεῖον δ’ ὅτι οὐ τοιοῦτον σπέρμα προίεται τὸ θῆλυ οἴοντό ἄρρεν. Εἴρηται ἡμῖν καὶ πρότερον, ὅτι οἱ λέγοντες τὸ σπέρμα μῖγμα εἶναι δύο ὑγροτήτων, · τῆς τε ἀπὸ τοῦ ἄρρενος καὶ τοῦ θήλεος, κατεσκεύαζον τὸ δόγμα λόγῳ τοιῷδε· ἐπειδή, φασί, καθ’ ὃν χρόνον ἔξεισι τὸ σπέρμα, γίνεται ἡ πλείστη ἡδονὴ περὶ τὸ αἰδοῖον γίνεται μὲν γὰρ καὶ ἐν ἅπαντι τῷ τῆς ὁμιλίας καιρῷ ἡδονή τις, ἀλλ’ οὐ τοιαύτη ὁποία ἐστὶν ἡ πρὸς τῷ τέλει τῆς μίξεως, ὅτε καὶ τὸ σπέρμα ἔξεισιν) ἐπεὶ οὖν τὴν τοιαύτην ἡδονὴν κατὰ τὴν τοῦ σπέρματος πρόεσιν ἥδεται καὶ πάσχει τὸ ἄρρεν, πάσχει δὲ ταύτην καὶ τὸ θῆλυ, ἀναγκαῖον καὶ τοῦτο κατὰ προέσιν σπέρματος πάσχειν αὐτήν. ταύτην οὖν τὴν δόξαν ἀνασκευάζει ὁ Ἀριστοτέλης ἐπὶ ἀξιώματι τοιῷδε· εἰ τὸ σπέρμα καὶ ὅλως ἡ γονὴ μῖγμά ἐστι τῶν ἀπὸ τοῦ ἄρρενος καὶ θήλεος ὑγροτήτων, καὶ οὐδετέρα τούτων δύναται αὐτὴ καθ’ αὑτὴν κινῆσαι τὴν ὕλην καὶ ζῷον ἀποτελέσαι, πρὶν ἄν ἀμφότεραι μιχθῶσιν, ἀνάγκη ὅλως μὴ γίνεσθαι σύλληψιν, πρὶν ἂν μιχθῶσιν ἀμφότεραι αἱ ὑγρότητες. ἀλλὰ μὴν συλλαμβάνει τὸ θῆλυ καὶ ἀπὸ μόνης τῆς τοῦ ἄρρενος ὑγρότητος, ὡς δειχθήσεται· οὐκ ἄρα ἡ γονὴ μῖγμά ἐστι δυοῖν ὑγροτήτοιν. δείκνυσι δὲ ὅτι τὸ σπέρμα ἀπὸ μόνου τοῦ ἄρρενός ἐστιν ἐξ αὐτῶν τῶν ὑπ’ ἐκείνων λεγομένων· ῥητέον δὲ ἡμῖν πρὸς τὴν τῶν λεχθησομένων σαφήνειαν τάδε· ἡ εἰρημένη ἡδονή, ἣν ἔφαμεν γίνεσθαι ἐν τῇ τοῦ σπέρματος προέσει, οὐ πάντοτε ἰσόδρομος γίνεται τῷ ἄρρενι καὶ τῷ θήλει, ὥστε ὅτε ταύτην ἥδεται τὸ ἄρρεν, τότε καὶ κατὰ τὸν αὐτὸν καιρὸν καὶ τὸ θῆλυ, ἀλλ’ ὁτὲ μὲν ταύτην πάσχει τὸ ἄρρεν καὶ ἀφίσταται τοῦ θήλεος μήπω ταύτην παθόντος καὶ διὰ τοῦτο βουλομένου ἔτι προσδιατρίβει τῇ ὁμιλίᾳ, ὁτὲ δὲ ἀνάπαλιν τὸ θῆλυ πεπονθὸς καὶ ἡσθέν, τὸ <δ᾿> ἄρρεν οὔπω πέπονθεν· δὲ ἰσοδρομοῦσι, καὶ ἡνίκα καὶ ὅτε πάσχει ταύτην τὸ θῆλυ, τότε καὶ τὸ ἄρρεν. ἐπεὶ οὖν καὶ προγίνεται ἡ τοιαύτη ἡδονὴ τῷ θήλει καὶ ἰσοδρομεῖ καὶ ἐπιγίνεται, δῆλον ὅτι οὐδέποτ’ ἂν συλλήψεται τὸ θῆλυ, εἰ μὴ ἰσόδρο- μος γένηται ἡ ἡδονή. εἰ γὰρ ἡ γονή, ἥτις συνίστησι τὸ καταμήνιον, μῖγμά ἐστι δυοῖν ὑγροτήτοιν, ἡ δὲ ὑγρότης αὕτη ἔξεισιν, ὅτε καὶ ἡ ἄφατος γίνετται τᾶι ἡδονή ,δῆλον ὅτι, ὅτε προγένηται τῷ ἄρρενι καὶ ἀποστῇ ἀπ’ αὐτοῦ τοῦ θήλεος, οὐδέν τι τοιοῦτον τὸ θῆλυ προέπεμψεν· οὔπω γὰρ ἔπαθε τὴν ἡδονήν, ὥστε οὐδ’ ἀφῆκεν ὑγρότητα· εἰ γὰρ ἀφῆκε, καὶ ἔπαθεν. ὥστε δῆλον ὅτι οὐκ ἄν ποτε συλλήψεται τὸ θῆλυ προγεγονυίας τῷ ἄρρενι τῆς ἡδονῆς. νῦν δὲ συλλαμβάνει καὶ προγεγονυίας αὐτῆς τῷ ἄρρενι· οὐκ ἄρα μῖγμα ἡ γονή. τούτων οὕτω προρρηθέντων τὴν λέξιν μετιτέον. σημεῖον δέ, φησίν, ὅτι τὸ θῆλυ οὐ προίεται σπέρμα οὐδὲ ὅλως μῖγμά ἐστι τὸ σπέρμα καὶ ἡ γονὴ δυοῖν ὑγροτήτοιν τῆς τε ἀπὸ τοῦ ἄρρενος καὶ τοῦ θήλεος, ὅτι πολλάκις τὸ θῆλυ συλλαμβάνει οὐ γεγονυίας αὐτῷ τῆς ἐν τῇ ὁμιλίᾳ ἡδονῆς καὶ δηλονότι οὐδὲ ἀφέσεως ὑγρότητος σπερματικῆς, ἐπειδὴ τῇ προέσει τῆς τοιαύτης ὑγρότητος ἕπεται ἡ τοι|αύτη ἡδονή. ὥστε ἐπειδὴ συλλαμβάνει καὶ μὴ προπέμψαν σπέρμα καὶ ὑγρότητά τινα, οὐκ ἄν εἴη τὸ σπέρμα μῖγμα δυοῖν ὑγροτήτοιν, ἀλλ’ ἢ μόνη ἡ τοῦ ἄρρενος. συλλαμβάνει γάρ, ὡς εἴρηται, τὸ θῆλυ καὶ μὴ γινομένης ἐν αὐτῷ τῆς ἡδονῆς καὶ γινομένης πάλιν οὐ συλλαμβάνει· γίνεται γὰρ ἡ τοιαύτη ἐν τῷ θήλει ἡδονή, καὶ ὅμως οὐ συλλαμβάνει. ὁμοίως δὲ καὶ ἰσοδρομησάντων τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος περὶ τὴν ἡδονὴν οὐ γίνεται σύλληψις, ἂν μὴ τῶν καταμηνίων ἡ ἰκμάς, τουτέστι τὰ καταμήνια, σύμμετρος ὑπάρχῃ. καὶ διὰ τὸ γίνεσθαι τὴν σύλληψιν ἐν συμμετρίᾳ τῶν καταμηνίων οὕτε ὅλως γεννᾷ τὸ θῆλυ μὴ γινομένων τῶν καταμηνίων, οὔτε γινομένων ὅταν ἐξικμάζῃ, τουτέστιν ὅταν ἀσυμμέτρων καὶ πολλῶν ὄντων συνεξάγηται αὐτοῖς ἡ γονή· ἐξερχόμενα γὰρ τὰ καταμήνια συνεξάγουσι καὶ τὴν ἀπὸ τοῦ ἄρρενος ἐν τῷ θήλει γενο- μένην γονὴν καὶ εἰσελθοῦσαν. γινομένων οὖν τῶν καταμηνίων οὐ γεννᾷ ἤτοι συλλαμβάνεται τὸ θῆλυ, ἀλλὰ μετὰ τὴν κάθαρσιν. ἢ τὸ ἐξικμάζει ἀντὶ τοῦ εἰς ἀτμὸν ἀναλύει· πολλὰ γὰρ ὄντα τὰ καταμήνια καὶ διὰ τοῦτο θερμὰ ἐξικμάζουσι τὸ σπέρμα καὶ ξηραίνουσι καὶ ἄγονον ποιοῦσιν. εἰπὼν δὲ ὅτι οὔτε γινομένων συλλαμβάνεται τὸ θῆλυ, οὕτε μὴ γινομένων τὴν τού- του αἰτίαν ἐπήγαγεν εἰπὼν ὅταν μὲν γὰρ οὐ γίνηται τὰ καταμήνια, οὐκ ἔχει τροφὴν οὐδὲ ὕλην, ἐξ ἧς δύναται συστῆναι τὸ ζῷον ὑπὸ τῆς ἀπὸ τοὐ ἄρρενος γονῆς· ὥσπερ γὰρ ὁ ἀνδριατοποιὸς χωρὶς χαλκοῦ ἢ ὅλως ὕλης ἀδυνατεῖ ἀνδριάντα ποιῆσαι, οὕτως καὶ ἡ γονὴ χωρὶς τῶν καταμηνίων συστῆσαι ζῷον. οὔτε δὴ μὴ γινομένων τῶν καταμηνίων συνίσταται ζῷον, οὔτε αὖ πάλιν γινομένων διὰ τὸ συνεκκλύζεσθαι καὶ συνεξέρχεσθαι τοῖς καταμηνίοις τὸ σπέρμα· ἀλλ’ ἐπειδὰν ἀπέλθῃ τὸ πλῆθος καὶ ἡ ἀμετρία τούτων, καταλειφθῶσι δέ τινα σύμμετρα καὶ δυνάμενα συνίστασθαι ὑπὸ τῆς γονῆς, τότε γεννᾷ τὸ θῆλυ. Ὅσαι δὲ μὴ γινομένων τῶν καταμηνίων συλλαμβάνουσιν ἡ μεταξυ γινομενων. Eἰπὼν ὅτι οὔτε γινομένων τῶν καταμηνίων οὕτε μὴ γινομένων γίνεται σύλληψις, ἀλλὰ μετὰ τὴν κάθαρσιν τοῦ περιττοῦ καὶ ἀσυμμέτρου καὶ παρά· λῆψιν τοῦ συμμέτρου, ἐπειδὴ συλλαμβάνουσί τινες καὶ μηδ’ ὅλως παθοῦσαι τὴν τῶν καταμηνίων ῥύσιν (πολλαὶ γὰρ μέχρι τῶν ἑκατὸν ζήσασαι οὐκ εἶδον ὅλως τίνα ποτέ εἰσι τὰ καταμήνια ἢ ὅλως τὴν τοιαύτην αἱματιτῶν καταμηνίων προέσεως, καὶ ὅμως συνελάβοντο καὶ ἀπέτεκον) ἐπεὶ οὖν συλλαμβάνονταί τινες καὶ μὴ γινομένων ἐν αὐταῖς ὅλως θύραζε τῶν καταμηνίων. μηνίων. καὶ αὖ πάλιν ἄλλαι τινὲς μεταξὺ τῆς προέσεως, αὐτὸς δὲ εἶπε μὴ γίνεσθαι σύλληψιν οὔτε γινομένων καὶ προϊεμένων οὔτε μὴ γινομένων, τὴν αἰτίαν τούτου διὰ τούτων ἐπήγαγε λέγων ὅσαι δὲ μὴ γινομένων πώποτε ἐν αὐταῖς καταμηνίων συλλαμβάνουσιν, ἢ μεταξὺ ὅτε προΐενται, ὕστερον δε μή, αἴτιον τούτου ὅτι ταῖς μηδ’ ὅλως πασχούσαις πρόεσιν καταμηνίων τοσαύτη γίνεται ἰκμάς, ἤτοι τοσαῦτα γίνεται καταμήνια, ὅσα μετὰ τὴν κάθαρσιν ὑπολείπεται ταῖς γονίμοις, ὥστε συλλαμβάνουσι μὲν διὰ τὸ ὅλως γίνεσθαι ἐν αὐταῖς καταμήνια, οὐκ ἐξέρχονται δὲ ἔξω διὰ τὸ ὀλίγα εἶναι καὶ τοσαῦτα ὅσα μετὰ τὴν κάθαρσιν ὑπολείπεται ταῖς γονίμοις. αὗται μὲν οὖν διὰ ταῦτα συλλαμβάνονται, ταῖς δ’ ἄλλαις συμβαίνει συλλαμβάνειν μεταξὺ διὰ τὸ συμμύειν μετὰ τὴν κάθαρσιν τὸ στόμα τῶν ὑστερῶν, ἀλλ’ οὐ μεταξύ, ὅτε τυγχάνουσιν οὖσαι ἀνεῳγμέναι διὰ τὴν τῶν καταμηνίων ἔξοδον. εἰπὼν δὲ τὰ καταμήνια ὑλικὸν αἴτιον, τὸ δὲ σπέρμα, μᾶλλον δὲ τὴν ἐν τῷ σπέρματι δύναμιν ποιητικόν, ἐπειδὴ ἔν τισι τῶν γυναικῶν καὶ μετὰ τὴν σύλληψιν γίνεται καταμήνια, εἶπε δ’ ἄν τις ὡς εἴπερ ὡς ἐξ ὕλης τῶν καταμηνίων γίνεται τὸ ζῷον, πῶς μετὰ τὴν σύλληψιν γίνεται καταμήνια; λέγει οὐδὲν δὲ ἄτοπον καὶ συνειληφυίαις εντι φοιτᾶν ἐξ αὐτῶν καταμήνια μηνία ὀλίγα καὶ οὐ διὰ παντὸς τοῦ καιροῦ τῆς κυήσεως· οὐ γὰρ εἰ ἐννέα μήνας φέρει τὸ ἔμβρυον ἡ γυνή, καὶ ἐννάκις ἐξ αὐτῆς φοιτᾷ, ἀλλ’ ἅπαξ ἢ δίς· οὐδὲν οὖν ἄτοπον τοῦτο συμβαίνειν αὐταῖς διά τινα νόσον. Ὃ δ᾿ οἴονταί τινες σπέρμα συμβάλλεσθαι ἐν τῇ συνουσίᾳ τὸ θῆλυ διὰ τὸ γίνεσθαι παραπλησίαν αὐταῖς τὴν χαρὰν ἐνίοτε. Ἤδη εἴρηται ἡμῖν ὅτι οἱ λέγοντες καὶ ἐκ τοῦ θήλεος ἀπέρχεσθαι σπέρμα κατεσκεύαζον τοῦτο οὕτως· ἐπεὶ ἡ χαρὰ καὶ πάνυ πολλὴ ἡδονὴ ἐν τῇ τοῦ σπέρματος προέσει γίνεται, πάσχει δὲ ταύτην τὴν χαρὰν καὶ τὸ θῆλυ, δῆλον ὅτι προίεται σπέρμα. ἄλλως τε, φασίν, ἐπεὶ καὶ ὑγρασίαν τινὰ ἐν τῇ ὁμιλίᾳ ἀποκρίνει τὸ θῆλυ, τί ἂν ἄλλο εἴη ἡ ὑγρότης αὕτη, εἰ μὴ σπέρμα; πρὸς ταῦτα ἀπαντῶν ὁ Ἀριστοτέλης, καὶ πρῶτον πρὸς τὸ δεύτερον, λέγει μὴ εἶναι σπέρμα τὴν τοιαύτην ὑγρασίαν, ἀλλ’ ἰδιότητά τινα τοῦ τόπου, λέγων τόπον τὴν ὑστέραν· ἴδιον γὰρ τοῦτο τῆς ὑστέρας ἀποτινὰ κρίνειν τοιαύτην ὑγρότητα, ἥτις ἐστὶν ἄχρηστοζ̣, ὥσπερ καὶ τῶν ὀφθαλμῶν τὸ πέμπειν δάκρυον. ἄλλως τε φησίν, οὐδὲ πάσαις ταῖς γυναιξὶ γίνεται τοῦτο, ἀλλὰ μόναις ταῖς λευκοχροίοις καὶ θηλυκαῖς, τουτέστι ψυχροτέραις so διὰ γὰρ ἔνδειαν θερμοῦ ἡ λευκότης, ὥστε ἐπειδὴ ψυχρότεραι αἱ ιλευκαὶ τῶν μὴ λευκῶν, εἰκότως ἐν αὐταῖς μόναις γίνεται τὸ τοιοῦτον περίττωμα καὶ ἡ τοιαύτη ὑγρασία· πᾶσα γὰρ περίττωσις δι’ ἔνδειαν θέρμου γίνεται. ἀρρενωποὺς δὲ λέγει τὰς θερμοτέρας· διὰ τοῦτο γὰρ μέλαιναι, διάτι καὶ θερμαί. οὕτως οὖν ἐνστὰς πρὸς τὸ δεύτερον καὶ πρὸς τὸ πρῶτον απαντᾷ φάσκων οὕτω, μὴ μόνον γίνεσθαι τὴν ἡδονὴν διὰ τῆς τοῦ σπέρματος προεσεως, ἀλλὰ καὶ διὰ τὸ συναθροι όυͅενον πνεῦμα, ὅπερ πνεῦμα συνισταιαι 45 εἰς σπέρμα, ὥσπερ καὶ ὁ ἀὴρ εἰς ὕδωρ. ἐπειδὴ οὗν, ὡς λέγομεν, ἡ τοιαύτη γίνεται ἡδονὴ ἐν τῷ ἄρρενι καὶ χωρὶς τῆς τοῦ |σπέρματος,ιπροεσεως 27r διὰ πνεῦμα, γενήσεται καὶ ἐν τῷ θήλει διὰ πνεύματος ἄθροισιν καὶ οὐ διὰ σπέρματος πρόεσιν. ἀλλὰ καὶ τοῖς παισὶ τοῖς μήπω προϊεμένοις σπέρμα γίνεται ἡ τοιαύτη ἡδονή, ἡνίκα διὰ τῶν χειρῶν ξύουσι τὸ σφῶν αἰδοῖον. ἀλλὰ καὶ τῶν διεφθαρμένων περὶ τὴν γένεσιν ἀναλύονται, τουτέστι φθείρονται αἱ κοιλίαι διὰ τὸ ἀποκρίνεσθαι περίττωμα εἰς τὴν κοιλίαν μὴ δυνηθὲν εἰς σπέρμα μεταβαλεῖν, καὶ ὅμως γIνεται καὶ τούτοις, λέγω δὴ τοῖς περὶ τὴν γένεσιν διεφθαρμένοις καὶ μὴ προιεμένοις σπέρμα, ἡ τοιαύτη ἡδονή. ἀλλὰ καὶ ἐπειδὴ ἡ γυνὴ ἔοικε παιδὶ διά τε τὴν φωνὴν (ὀξύφωνοι γὰρ ἀμφότεροι), διά τε τὸ ἀτρίχωτον ἔχειιν τὴν, γένυν δία ἴτε ἄλλα πολλά, συλλ̀ογιστέον τῇδέ πῃ· ἡ γυνὴ ἔοικε παιδιίῳ, οὐδὲν δὲ παιδίον προίεται σπέρμα, οὐδεμία ἄρα γυνὴ προίεται σπερμ. λέγει δὲ καὶ ὅτι αἰ μὲν αἱμορροΐδες γίνονται διὰ νόσον, ἡ δὲ τῶν καταμηνίων ῥύσις φύσει· p. 728a27 rῃσπερ ἐν τῇ περὶ τοὺςκαρποὺςγενέσει, ὅταν ᾖ μήπω διηττημένη, ἔνεστι μὲν ἡ τροφή. Καρποῦς νῦν λέγει τὰ ἄλευρα, γένεσιν δὲ τὴν ζύμωσιν, ἐξ ἧς ἡ ζύμη, μήπω δὲ διηττημένην τὴν μήπω κεκοσκινισμένην, ἐκ τοῦ διαιτῶ τὸ κοσκινίζω. εἴη δ’ ἄν τὸ λεγόμενον τοιοῦτον· ὥσπερ γὰρ ἐν τοῖς ἀλεύροις τοῖς μὴ κεκοσκινισμένοις, ἀλλ’ οὖσιν ἀναμεμιγμένοις μετὰ τῶν πιτύρων ἔνεστι μὲν ἡ τροφή (λέγων τροφὴν αὐτὰ τὰ καθαρὰ ἄλευρα τὰ ἀπὸ τῶν πιτύρων διὰ τοῦ κοσκίνου ἀποκριθέντα καὶ διὰ ζυμώσεως καὶ ἰπνοῦ ἄρτος γεγενη- μένα) ὥσπερ οὖν ἐν τοῖς ἀναμεμιγμένοις ἀλεύροις ἔνεστιν ἡ σεμίδαλις, δεῖται δὲ ἐργασίας καὶ κοσκινίσεως πρὸς τὸ ἀποκριθῆναι ἀπὸ τῶν πιτύρων, οὕτως ἔχει καὶ τὰ καταμήνια· εἰσὶ γὰρ σπέρμα οὐ καθαρόν, τοῦτο δὲ ταὐτόν ἐστι τῷ σεμίδαλις μετὰ πιτύρων, καὶ δεῖται, ὥσπερ ταῦτα τοῦ κοσκινίσοντος, οὕτω τὰ καταμήνια τοῦ ἐργασομένου καὶ συστήσοντος αὐτὰ σπέρματος. καὶ ὥσπερ δὲ εἴ τις μὴ κεκοσκινισμένων ἀλεύρων ἕνα πίνακα ἐμμίξει δέκα πίναξι καθαρᾶς σεμιδάλεως, δύναται τὸ μῖγμα τῶν ἕνδεκα πινάκων τρέφειν, οὕτω καὶ ἡ γονὴ γεννᾷ μιγνυμένη τοῖς καταμηνίοις. Σημεῖον δὲ τοῦ τὸ θῆλυ μὴ προίεσθαι σπέρμα καὶ τὸ γίνεσθαι ἐν τῇ ὁμιλίᾳ τὴν ἡδονήν. Εἴρηται καὶ πρότερον ὅτι ἡ ἀπὸ τῶν λευκοχροίων γυναικῶν γινομένη ὑγρασία οὐκ ἐξέρχεται θύραζε διὰ τοῦ αἰδοίου αὐτῶν, ὥσπερ τὸ ἀφ’ ἡμῶν ἀπιὸν σπέρμα, ἀλλ’ ἐξ ἀπάσης τῆς ὑστέρας ἐκκρίνεται, εἴς τι δὲ μέρος αὐτῆς συναθροίζεται. τούτου ὑπομνησθέντος εἴη ἄν τὸ λεγόμενον δυνάμει τοιοῦτον· εἰ σπέρμα ἦν ἡ τοιαύτη ὑγρασία ἡ ἀπὸ τῶν λευκοχροίων γυναικῶν ἀποκρινομένη ἐν τῷ καιρῷ τῆς ὁμιλίας, ἔδει, ὥσπερ γίνεται ἐπὶ τῶν ἀρρένων, οὕτω γίνεσθαι καὶ ἐπὶ τῶν θηλειῶν· οὐ γίνεται δέ, οὐκ ἄρα ἐστὶ σπέρμα. πῶς δὲ οὐ γίνεται, ῥητέον. οἱ ἄρρενες καὶ τὴν ἁφὴν καὶ τὴν ἡδονὴν καὶ τὴν σπερματικὴν πρόεσιν διὰ τοῦ αὐτοῦ καὶ ἑνὸς μορίου, λέγω δὴ τοῦ αἰδοίου, πάσχουσι. καὶ γὰρ καὶ διὰ τοὺ αἰδοίου σφῶν ἐν τῇ ὁμιλίᾳ καὶ τὴν παράτριψιν καὶ τὴν ἁφὴν ἐν τῷ τῶν γυναικῶν αἰδοίῳ ποιοῦνται, καὶ τὴν ἡδονὴν ἐν τούτῳ πάσχουσι καὶ τὴν σπερματικὴν ὑγρασίαν ὁμοίως διὰ τού|του προίενται. τὸ δὲ θῆλυ τὴν μὲν ἁφὴν καὶ τὴν ἡδονὴν διὰ τοῦ αἰδοίου πάσχει, τὴν δὲ ἰκμάδα οὐ προίεται διὰ τοῦ αἰδοίου, οὐδὲ ὅλως ἔξεισι διὰ τούτου θύραζε, ἀλλ’ ἐν μέρει τινὶ τῆς ὑστέρας συναθροίζεται. ἐπεὶ οὖν πᾶσα γονὴ καὶ πᾶν σπέρμα διὰ τοῦ αἰδοίου ἐν τῇ ὁμιλίᾳ πρόεισι θύραζε, ἡ δὲ τοιαύτη ὑγρασία οὐκ ἔξεισι θύραζε, ἀλλὰ μᾶλλον ἐντὸς συναθροίζεται ἐν τῇ ὑστέρᾳ, οὐκ ἄν εἴη ἡ τοιαύτη ὑγρασία γονή. ἢ τὸ λεγόμενον μᾶλλόν ἐστιν· ἐπεὶ δύο ὀπαί εἰσιν ἐν τῷ τῆς γυναικὸς αἰδοίῳ, μία μὲν ἀφ’ ἧς ἔξεισι τὸ οὖρον, ἄλλη δὲ ἀφ’ ἧς τὸ καταμήνιον, ὁμοίως δὲ καὶ ἡ ὑγρασία, εἴπερ ἦν ἡ ὑγρασία σπέρμα, ἐκ τῆς ὀπῆς ἀφ’ ἧς τὸ οὖρον ἔξεισιν, ἐξήρχετ’ ἄν, ἀλλ’ οὐκ ἀπὸ τῆς ὀπῆς ἀφ’ ἧς τὸ καταμήνιον. ἔτι εἴπερ ἐκ τοῦ θήλεος ἐξήρχετο ὑγρασία τις, ὥσπερ καὶ ἀπὸ τοῦ ἄρρενος, καὶ ὄντως μῖγμα ἦν τὸ σπέρμα δυοῖν ὑγροτήτοιν, ἔδει ταύτην τὴν ὑγρασίαν ἀπιέναι καὶ ἀπὸ τῶν ἀναίμων θηλειῶν· νῦν δὲ ἀπὸ μόνων ἄπεισι τῶν ἐναίμων (ταῦτα γὰρ εἶπεν αἱματικά) καὶ οὐδ’ ἀπὸ πάντων τῶν ἐναίμων ἄπεισι θηλειῶν ἀλλ’ ὅσων αἱ ὑστέραι πρὸς τοῖς ἄρθροις εἰσὶ καὶ μὴ ἐν X(w ὑποζώματι. εἰπὼν δὲ τοῖς μὴ ἔχουσιν αἷμα μὴ γίνεσθαι κάθαρσιν καταμηνίων, μήτε μήν τισι τῶν ἐναίμων (ἔκ τινων γάρ, ὡς εἴπομεν, γυναικῶν οὐδ’ ὅλως φοιτᾷ καταμήνια) λέγει ὅτι αἰτία δὲ τούτοις τοῦ μὴ φοιτᾶν ἐξ αὐτῶν καταμήνια ἡ τῶν σωμάτων ξηρότης. λέγει δὲ καὶ τίνα ὢ εἰσὶ τὰ ζωοτοκοῦντα ἄνευ ᾠοτοκίας, ὅτι οἱ ἄνθρωποι καὶ τῶν τετραπόδων ὅσα κάμπτει τὰ ὄπισθεν σκέλη ἐντός, ἤτοι πρὸς τὴν κυρτὴν περιφέρειαν· τίς δὲ ἡ κυρτὴ περιφέρεια, εἴρηταί μοι ἀκριβῶς ἐν τῷ εἰς τὸ Περὶ ζῴων πορείας ὑπομνήματι. τούτοις οὖν, φησί, πᾶσι τοῖς ζῳοτοκοῦσιν ἄνευ ᾠοτοκίας γίνεται καταμήνια, καὶ ἔξω οὐ προίενται πλὴν τῶν πλείστων γυναικῶν. οὐ προίενται δὲ ἔξω διὰ τὴν ὀλιγότητα· τοσαῦτα γὰρ γίνεται τοῖς εἰρημένοις τετράποσι καί τισι τῶν γυναικῶν, ὅσα ἱκανὰ πρὸς τὴν γένεσιν. πολλὰ δὲ λέγει ταῖς γυναιξὶ πρὸς τὴν τοὐ σώματος ἀναλογίαν καὶ τὸ μέγεθος βραχὺ ὂν γίνεσθαι τὰ καταμήνια, καὶ τοῖς ἄρρεσι τὸ σπέρμα. καὶ λέγει τὴν αἰτίαν, δι’ ἣν ἡμεῖς τὴν σπερματικὴν περίττωσιν πλείστην καὶ αἱ γυναῖκες τὴν τῶν καταμηνίων προίεμεν, τὰ δὲ τετράποδα ὀλίγην· φησὶν οὖν ὅτι ἐπὶ τῶν τετραπόδων οὐ γίνεται πλείστη διὰ τὸ τρέπεσθαι ταύτην τὴν περίττωσιν εἰς τροφὴν καὶ αὔξησιν κεράτων, ὁπλῶν, χαυλιοδόντων καὶ τριχῶν, οἱ δ’ ἄνθρωποι μηδέν τι τούτων ἔχοντες εὐλόγως πολλὴν ποιοῦνται ταύτην τὴν ἀπόκρισιν. εἰπὼν δὲ ὅτι ἐν τοῖς καταμηνίοις ἔνεστι τὸ σπέρμα ὥσπερ καὶ ἐν τοῖς καρποῖς τοῖς μήπω διηττημένοις ἡ τροφή, ἀλλὰ δεῖται ἐργασίας, καὶ μεταξὺ τὰ προσεχῶς ῥηθέντα ἐπεμβαλὼν πάλιν ἀνέδραμεν ἐπ’ ἐκεῖνο λέγων σημεῖον δὲ ὅτι ἔνεστιν ἐν τοῖς καταμηνίοις τὸ σπέρμα· καὶ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ τῆς ἡλικίας τοῖς τε ἄρρεσι γίνεται ἡ γονὴ καὶ ταῖς γυναιξὶ τὸ καταμήνιον, καὶ ἅμα διισταμένων καὶ ἐπίδοσιν λααβανόντων καὶ ἐν τούτοις καὶ ἐν ἐκείναις τῶν τόπων τῶν δεχομένων τὰ so καταμήνια καὶ τὴν γονήν. μελλόντων δὲ διίστασθαι τῶν τόπων ἀνοιδοῦσιν αὐτοὶ οἱ τόποι ὑπὸ τοῦ γεννωμένου ἐν αὐτοῖς πνεύματος, καὶ τοῖς μὲν ἄρρεσιν ἀνοιδοῦσι τότε καὶ μείζους γίνονται οἱ ὄρχεις, τοῖς δὲ θήλεσι τὰ αἰδοῖα· ὁμοίως δὲ καὶ οἱ μαστοί, ἀλλὰ τῶν μὲν ἀνδρῶν οἷ μαστοὶ ὀλίγον, τῶν δὲ θηλειῶν μᾶλλον. καὶ περὶ μὲν τούτων οὕτως. ἐν δὲ τοῖς φυτοῖς, ἐν οἷς μὴ κεχώρισται τὸ ἄρρεν τοῦ θήλεος, ἐν τούτοις τὸ σπέρμα οἷον κύημά ἐστι. καὶ τί ἐστι τὸ κύημα λέγει, ὅτι τὸ πρῶτον μῖγμα θήλεος καὶ ἄρρενος. εἶπε δὲ αὐτὸ πρῶτον μῖγμα, ὅτι καὶ μετὰ τὴν τούτω· ν μῖξιν εἰσέρχονταί τινες αἱματικαὶ ὑγρότητες ἐν τῳ κυήματι καὶ ἐμμίγνυνται αὐτῷ, μέχρις ἄν ζῷον γένηται. ἀλλὰ πᾶσαι αὗται ὡς τροφὴ εἰσέρχονται τοῦ πρώτου μιχθέντος, λέγω δὴ τοῦ κυήματος· ἔχει γὰρ τοῦτο τὴν θρεπτικὴν ψυχήν, ὡς δείξει ἐν τῷ ἐφεξῆς βιβλίῳ. ἔστιν οὖν, φησί, τὸ κύημα ἀτελὲς ζῷον, ζῷον μὲν ᾗ ἔνεισιν ἐν αὐτῷ τὰ ἐξ ὅσων ἤδη τὸ ζῷον γενήσεται, ἀτελὲς δέ, ὅτι οὔπω ἐζώωται. καὶ διὰ τὸ εἶναι τὸ κύημα ὢ ἤδη ζῷον, τὸ δὲ ἓν ζῷον πολλὰ ζῷα γενέσθαι οὐ δύναται, ἓν σῶμα ἐξ ἑνὸς γίνεται σπέρματος, οἷον ἐξ ἑνὸς πυροῦ καὶ ἑνὸς σπέρματος] εἷς πυθμήν, λέγων ἕνα πυθμένα τὴν μείζονα ῥίζαν, ἥτις πρώτη γίνεται, ἐξ αὐτοῦ δὲ ὥσπερ ἀπό τινος πηγῆς ἄλλαι μικραὶ ῥίζαι. καὶ ἀναλογεῖ ὁ μὲν πυθμὴν καὶ ἡ πρώτη ῥίζα κεφαλῇ, αἱ δ’ ἀπ’ αὐτοῦ φύουσαι θριξίν. ὄφεων δὲ εἰπεῖν ὅτι ἐξ ἑνὸς κυήματος ὁ γὰρ πυρὸς κυήματι ἔοικεν) ἓν γίνεται σῶμα, οἷον ἐξ ἑνὸς πυροῦ εἷς πυθμήν, εἶπεν ὅτι ἐξ ἑνὸς σπέρματος ἓν γίνεται σῶμα ἀκολουθήσας τῇ συνηθείᾳ· σύνηθες γὰρ τοῖς πολλοῖς καὶ σχεδὸν πᾶσι τὸν ἐν τῇ αὔλακι ῥιπτόμενον σῖτον σπέρμα λέγειν, ἀλλ’ οὐ κύημα. γίνεται οὖν ἐκ τοῦ ἑνὸς σπέρματος καὶ κυήματος εἰς πυθμήν, ὥσπερ καὶ ἐξ ἑνὸς ᾠοῦ καὶ γὰρ καὶ τὸ ᾠὸν κύημά ἐστιν) ἓν ζῷον· τὰ γὰρ δίδυμα τῶν ᾠῶν, τουτέστι τὸ γὰρ ᾠόν, ἀφ’ οὗ δύο γίνονται νεοσσοί, δίδυμον καὶ δύο ᾠά ἐστι. ὅτι δὲ καὶ τὸ ᾠὸν μῖγμά ἐστι θήλεος καὶ ἄρρενος καὶ ὅλως κύημα δῆλον· οὐ μόνον γὰρ ὑπὸ τῶν ὀρνίθων θερμαινόμενα τὰ ᾠὰ ζῳογονεῖται, ἀλλὰ κἀν εἰς κόπρον ἢ ἄλλο τι θερμότατον κατορύξειέ τις αὐτά. ὥστε I τὸ μὲν ᾠόν ἐστι κύημα, ἡ δ’ ἀπὸ τῆς κόπρου θερμότης ἀναλογεῖ τῇ τῆς μητρὸς ἐπὶ τῶν ζῳοτοκούντων θερμότητι. μετὰ ταῦτα λέγει ὅτι ἐν ὅσοις δὲ τῶν γενῶν οἷον τοῖς ζῴοις διώρισται τὸ θῆλυ ταὶ τὸ ἄρρεν, ἐν τούτοις ἐνδέχεται ἀφ’ ἑνὸς σπέρματος πολλὰ γενέσθαι ζῷα· οὐ γάρ ἐστι τὸ σπέρμα τούτων κύημα ὥσπερ τὸ τῶν φυτῶν, ἀλλὰ διαφέρει. σημεῖον δὲ ὅτι τὸ τῶν φυτῶν σπέρμα διαφέρει πρὸς τὸ τῶν ζῴων τὸ δύνασθαι ἀπὸ μὲν ἑνὸς σπέρματος ζῴου πολλὰ γενέσθαι ζῷα, ὥσπερ καὶ ἀπὸ ἑνὸς ἀνδριαντοποιοῦ πολλοὺς ἀνδριάντας, ἀπὸ ἑνὸς δὲ κυήματος πολλὰ μὴ δύνασθαι γενέσθαι, διὰ τὸ ἤδη ζῷον εἶναι τὸ κύημα· ὁμοίως δὲ καὶ τὸ τῶν φυτῶν ἤδη φυτόν. ἐπεὶ δὲ ἀπὸ μιᾶς ὀχείας γίνεται πολλὰ ζῷα, τεκμήριον καὶ τοῦτο ἄλυτον τοῦ μὴ ἀπὸ παντὸς τοῦ σώματος πάντα ἀπέρ- χεσθαι· εἰ γὰρ ἀπὸ παντὸς πάντα ἀπήρχετο, συνέβαινεν ἄν, ὁπηνίκα τέκῃ ἡ ὗς πέντε δελφάκια, πέντε μὲν ἀπέρχεσθαι ἀπὸ τῆς κεφαλῆς κεφαλάς, πέντε δὲ πόδας ἀφ’ ἑκάστου τῶν ποδῶν καὶ ἀπὸ τῶν ἄλλων μορίων ὁμοίως. ἀλλ’ ἀδύνατον· οὔτε γὰρ κεχωρισμέναι εὐθὺς ἀπ’ ἀλλήλων ἀποκρίνονται αἱ πέντε κεφαλαὶ καὶ τὰ ἄλλα ὁμοίως πῶς γὰρ ἂν κεχωρισμέναι εἴησαν ἀποκριθεῖσαι ἀπὸ ἑνὸς καὶ τοῦ αὐτοῦ μέρους; μᾶλλον μὲν γὰρ ἀναγκαῖον ἡνωμένας εἶναι) οὔτε ἅμα καὶ ἁπτόμεναι ἀλλήλων ἢ συνεχεῖς οὖσαι εἰς τὰς ὑστέρας ἠδύναντο ἀποκρίνεσθαι καὶ χωρίζεσθαι ἀπ’ ἀλλήλων δι’ ἃς εἴπομεν πρότερον αἰτίας εὐλόγως δὲ συμβαίνει καὶ τὸ ἀπὸ μιᾶς ὀχείας πολλὰ γίνεσθαι ζῷα διὰ τὸ τὸ μὲν ἄρρεν παρέχειν τὸ εἶδος καὶ τὸ ποιητικὸν αἴτιον, τὸ δὲ θῆλυ τὴν ὕλην. ὥσπερ γὰρ ἡ αὐτὴ καὶ μία πυετία εἰς διάφορα γάλακτα μερισθεῖσα πάντα πήγνυσι καὶ συνίστησιν, οὕτω καὶ τὸ αὐτὸ καὶ ἓν σπέρμα εἰς διάφορα καὶ πλείονα μερισθὲν καταμήνια συνίστησιν ἅπαντα συμμέτρως ἔχοντα. δι’ ἣν δ’ αἰτίαν ἐν ἄλλοις μὲν οἷον κυσὶ καὶ ὅλως ἐν πᾶσι τοῖς πολυτόκοις μερίζεται εἰς πλείω τὸ σπέρμα, ἐν ἄλλοις δὲ εἰς ἕν, ἐρεῖ ἐν τῇ παρούσῃ πραγματείᾳ. ὅπερ δὲ ἐλέγομεν, διὰ τὸ μὴ διαφέρειν τῷ εἴδει, ἄν μόνον σύμμετρον ᾖ τὸ διαιρούμενον πρὸς τὴν ὕλην, καὶ μήτε ἔλαττον ὥστε μὴ πέττειν μηδὲ συνιστάνειν, μήτε πλεῖον ὥστε ξηραίνειν ξηραίνει γὰρ διὰ τῆς ἐν αὐτῷ θερμότητος οὔσης καὶ διατμίζει τὰ καταμήνια, εἰ πλέον εἴη), εἰ δὲ μήτε πλέον εἴη μήτε ἔλαττον, γεννᾶται πλείω. καὶ ἀπὸ μὲν τοῦ ἑνὸς καταμηνίου καὶ τοῦ ἑνὸς σπέρματος, εἰ ἔχουσι πρὸς ἄλληλα ὥσπερ εἴρηται, γεννᾶται πλείω, ἀπὸ δὲ τοῦ συνιστάντος πρῶτον, τουτέστιν ἀπὸ δὲ τοῦ πρῶτον συσταθέντος λέγων συνεστηκὸς πρῶτον τὸ κύημα) ἀπὸ δὴ τοῦ τοιούτου ἑνὸς ἓν γίνεται μόνον ζῷον· ἤδη γὰρ ζῷόν ἐστι τὸ κύημα, ἓν δὲ ζῷον πλείω γενέσθαι οὐ δύναται. καὶ συμπεραίνεται λέγων δῆλον εἶναι ἐκ τῶν εἰρημένων, τί ποτέ ἐστιν ὃ συμβάλλεται τὸ θῆλυ εἰς τὴν γονήν. δῆλον οὖν, φησίν, ἐκ τῶν εἰρημένων καὶ ἐκ τοῦ λόγου καὶ καθόλου, λέγων λόγον καὶ καθόλου τὴν ἀπόδειξιν· αἱ γὰρ ἀπο- δείξεις ἐκ τῶν καθόλου. καίτοι εἶπε καὶ πρότερον ἀποδείξεις τούτου καὶ νῦν λέγει καὶ πάλιν ἐρεῖ. καὶ τίς ὁ καθόλου λόγος, ἐπάγει· ἀνάγκη γὰρ εἶναι τὸ γεννῶν καὶ ἐξ οὗ, τουτέστι τὸ θῆλυ, καὶ τοῦτο τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἂν καὶ ἓν ᾖ τῷ ὑποκειμένῳ ὡς ἐπὶ τοῦ σπέρματος τῶν φυτῶν, ἀλλὰ τῷ εἴδει διαφέρει καὶ τῷ τὸν λόγον αὐτῶν εἶναι ἕτερον. ἐν μὲν οὖν τοῖς τοιούτοις τὸ μὲν σῶμα καὶ τὸ ὑποκείμενον ταὐτὸν τοῦ ἄρρενος καὶ τοῦ θήλεος, ὁ λόγος δὲ ἕτερος, ἐν δὲ τοῖς ζῴοις καὶ τὰ σώματα καὶ αἱ φύσεις ἕτεραι. λέγει δὲ καὶ ὅτι ἡ φύσις τῶν καταμηνίων κατὰ τὴν πρώτην ἐστὶν ὕλην, λέγων πρώτην ὕλην ἀφ’ ἧς καὶ τοῦ σπέρματός ἐστι τὸ κύημα· αἱ γὰρ ἄλλαι ὗλαι τροφή εἰσι τούτου. Ἅμα δὲ ἐκ τούτων φανερόν, περὶ ὧν ἐχόμενόν ἐπισκέψασθαι, πῶς ποτε συμβάλλεται εἰς τὴν γένεσιν τὸ ἄρρεν. Πρὸ τῆς τῶν λέξεων σαφηνείας ἄξιόν ἐστιν ἡμᾶς ὑπομνησθῆναι ὅτι μόριον καὶ ἐνυπάρχον τῷ γινομένῳ σώματι καὶ ἐνταῦθα καὶ ἐν τῷ τετάρτῳ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας τὴν ὕλην λέγει, οἷον τοῦ μὲν ἀνδριάντος μόριον καὶ ἐνυπάρχον ὁ χαλκός, τῆς δὲ κλίνης τὸ ξύλον, τοῦ δὲ ζῴου τὸ καταμήνιον. ζῴου δὲ λέγει τοῦ γινομένου καὶ μήπω ὄντος· τοῦ γὰρ ὄντος μόριά εἰσιν σάρκες, ὀστᾶ, νεῦρα καὶ τὰ λοιπά. σῶμα δὲ λέγει τὸ ἐξ ἀμφοῖν, τὸ ἐξ ὕλης καὶ εἴδους, οἷον τόνδε τὸν ἀνδριάντα I καὶ τήνδε τὴν κλίνην καὶ τόδε τὸ ζῷον. τούτων οὕτως ὑπομνησθέντων, ἐπειδὴ ἔδειξεν ὅτι τὸ μὲν σπέρμα ποιητικόν ἐστι, τὸ δὲ καταμήνιον ὑλικόν, λέγει φανερὸν εἶναι, πῶς ποτε συμβάλλεται εἰς τὴν γένεσιν τὸ ἄρρεν, καὶ τοῦτο θεὶς ἐρωτᾶ, πότερον τὸ σπέρμα μιγνύμενον τῇ ὕλῃ τῇ παρὰ τοῦ θήλεος ἐνυπάρχει καὶ μόριον εὐθὺς γίνεται τοῦ γινομένου, τουιέστιν ὕλη καὶ αὐτὸ γίνεται τᾶι τοῦ γινομένου, ὥσπερ καὶ τὸ καταμήνιον. καὶ ἐρωτήσας ἀποκρίνεται λύων τὴν ἀπορίαν καί φησιν ἢ τὸ μὲν σῶμα τοῦ σπέρματος ἤτοι ἢ τὸ μὲν σπέρμα οὐδὲν κοινωνεῖ οὐδὲ μέρος γίνεται καὶ ὕλη, ἀλλ’ ἡ ἔξεισιν ἢ ἀπατμίζει, ὡς ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ἡ δ’ ἐν αὐτῷ δύνα· μις· αὕτη γάρ ἐστιν ἡ κινοῦσα καὶ εἰδοποιοῦσα, τὸ δὲ λοιπὸν τὸ εἰδοποιούμενον καὶ λαμβάνον τὴν μορφήν ἐστι τὸ τοὐ θήλεος περίττωμα. ἰστέον δέ, ὡς καὶ αὐτὸς ἐρεῖ ἐν τῷ δευτέρῳ βιβλίῳ, ὅτι τὸ σπέρμα εἰσελθὸν ἐν τῇ ὑστέρᾳ καὶ ἀναμιχθὲν μετὰ τοῦ καταμηνίου ἑπτὰ ποιεῖ ἡμέρας, ἕως ἄν ἡ ἐν αὐτῷ ποιητικὴ δύναμις χωρισθεῖσα ἀπ’ αὐτοῦ ἐμμιχθείη τῷ καταμηνίῳ, εἶθ’ οὕτως μετὰ τὴν ἑβδόμην ἢ ἔξεισιν ἢ διαλύεται εἰς πνεῦμα. ὅτι δὲ διὰ τοῦ αἰδοίου μετὰ τὴν ἑβδόμην ἔξεισι θύραζε, ὦπται ἱκανῶς. ἐπειδὴ γὰρ ποιότης τις καὶ ἕξις ἐστὶν ἡ ἐν τῷ σπέρματι ποιητικὴ δύναμις, οὐδὲν δὲ ποιὸν οὐδὲ ἕξις καθ’ αὑτὸ εἶναι δύναται χωρὶς ὑποκειμένου τινός, ἐναποτίθησιν ἡ φύσις τὴν τοιαύτην δύναμιν ἐν τῷ τοῦ σπέρματος σώματι ὥσπερ ἐν ὀχήματι, καὶ διὰ τούτου ὡς δι’ ὀργάνου τινὸς καὶ ὀχήματος ἐναφίησι τὴν τοιαύτην δύναμιν εἰς τὸ θῆλυ· ἐν τούτῳ δὲ εἰσελθὸν καὶ ἀπορρυὲν εἰς τὸ καταμήνιον αὐτὸ ἡ ἔξεισι θύραζε ἢ διαλύεται εἰς πνεῦμα. ὥστε τῷ μὲν σπέρματι χρῆται ἡ φύσις ὡς ὀργάνῳ, ἣν δὲ ἐν αὐτῷ ἀποτίθησι δύναμιν ὡς ποιητικῷ. εἰ δὴ πᾶν ὑλικὸν αἴτιον ὑπομένει καὶ μόριον γίνεται τοῦ γινομένου, τὸ δὲ σπέρμα οὐχ’ ὑπομένει, δῆλον ὅτι οὐκ ἔστι μόριον τοὐ γινομένου σώματος. καὶ ταῦτα μὲν οὕτως· εἰπὼν δὲ ὅτι καὶ ἐκ τῶν γινομένων καὶ ἐκ τοῦ λόγου δῆλον περὶ τῶν εἰρημένων πῶς ἔχου|σι, καὶ εἰπὼν τὰ ἐκ τοῦ λόγου ἐπήγαγεν οὐ μόνον γὰρ κατὰ τὸν λόγον οὕτω φαίνεται, ἀλλὰ καὶ ἀπὸ τῶν γινομένων ἔργων. καθόλου γὰρ ἐπισκοποῦσιν οὐδέν τι φαίνεται ἐκ τῆς ὕλης (ταύτην γὰρ εἶπε παθητικήν) καὶ τοῦ ποιοῦντος, ἤτοι τοῦ ὀργάνου, ὡς σώματος καὶ ὄγκου ἐμμιγνυμένου τῇ ὕλῃ, οὐδὲν οὗν φαίνεταί τι οὕτω γινόμενον· οὐ γὰρ. μίγνυται ὁ πρίων τῷ ξύλω καὶ ἀποτελεῖ τὴν κλίνην, οὔτε μὴν ἡ χεὶρ τοῦ ἀνδριαντοποιοῦ τῷ χαλκῷ καὶ γεννᾶται ὁ ἀνδριάς, ἀλλ’ ὁ χαλκὸς μετὰ τῆς ἀπὸ τῆς χειρὸς ἐν αὐτῷ διδομένης ἐνεργείας καὶ τοιασδὶ κινήσεως, ἥτις τοιαδὶ κίνησις καὶ ἐνέργειά ἐστι τὸ τοῦ ἀνδριάντος εἶδος. οὕτως οὖν οὐδὲ τὸ σπέρμα ὄργανον γάρ) μετὰ τοῦ καταμηνίου ἐμμίγνυται, ἀλλ’ ἡ ἐν τῷ σπέρματι δύναμις, ἣν ἐν τῷ ἐφεξῆς ἐρεῖ βιβλίῳ θερμότητα ἀνάλογον τῆς ἀπὸ τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων θερμότητος· γίνεται γὰρ ἐκ τῆς τοῦ ἡλίου θερμότητος ζῷα, οἷον σκώληκες καὶ ἄλλα πολλά. θῆλυ δέ, ᾗ θῆλυ, καὶ παθητικὸν λέγει τὴν ἀπὸ τοῦ θήλεος διδομένην ὕλην, αὐτὸ δὴ τὸ καταμήνιον ἢ τὸ ἀνάλογον, ἄρρεν δέ, ᾗ ἄρρεν, καὶ ποιητικὸν τὸ σπέρμα καὶ τὴν ἐν αὐτῷ ποιητικὴν δύναμιν, ἤτοι τὴν ἀνάλογον τῇ τοῦ ἡλίου θερμότητι θερμότητα, ἥτις δύναμις τοιωσδὶ κινοῦσά τε καὶ ἀλλοιοῦσα τὸ καταμήνιον σχηματίζει κατὰ τοὺς ἐνόντας αὐτῷ λόγους. ἐπεὶ οὖν τὸ θῆλυ, ᾗ θῆλυ, παθητικὸν καὶ τὸ ἄρρεν, ᾗ ἄρρεν, ποιητικόν οὐ γὰρ καθὸ ζῷα· πολλὰ γὰρ τῶν ζῴων οὐ γεννᾷ), ἄν ληφθῇ τὰ ἄκρα καὶ ἡ ἐναντίωσις τοῦ ἄρρενος καὶ τοῦ θήλεος, καθ’ ἃ ἄκρα ἠναντίωται, ταῦτα δ’ ἐστὶ τὸ ποιητικὸν καὶ παθητικόν, οὐκ ἔστι τὸ γινόμενον ἐκ τούτων, τουτέστι τοῦ καταμηνίου καὶ τοῦ σπέρματος, ἕν· οὐ γὰρ ποιητικὸν τὸ σπέρμα, ἀλλ’ ὄργανον· οὐκ ἔστιν οὖν τὸ ἐκ τούτων γινόμενον ἕν, ἀλλ’ ἐκεῖνο ἔσται ἓν τὸ ἐκ τοῦ καταμηνίου καὶ τῆς ἐν τῷ σπέρματι φύσεως τε καὶ δυνάμεως. τέκτονα δὲ λέγει τὴν τεκτονικήν, ἤτοι τὸ ἀπὸ τῆς τεκτονικῆς ἐν τῷ ξύλῳ γεγονὸς τοιονδὶ σχῆμα. καὶ ὅτι τέκτονα τὸ ἀπὸ τῆς τεκτονικῆς δημιουργηθὲν εἶδος εἶπεν, ἐδήλωσε διὰ τοῦ ἢ ὡς ἐκ τοῦ κηροῦ καὶ τοῦ εἴδους σφαῖρα. Ἐάν τε γὰρ ὑπηνέμια τύχῃ ἡ ὄρνις, ἐὰν μετὰ ταῦτα ὀχεύηται, μεταβεβληκότος τοῦ ᾠοῦ ἐκ τοῦ ὠχρὸν ὅλον εἶναι. Ὑπηνέμια λέγεται ᾠά, ἃ γεννῶσιν αἱ ὄρνιθες μὴ ὀχευθεῖσαι· τῶν γὰρ ἀλεκτρυόνων μηδ’ ὅλως ὀχευσάντων αὐτὰς γεννῶσιν ᾠά, ἃ καλεῖται ὑπηνέμια. ὑπηνέμια οὖν ἐστι τὰ χωρὶς τοῦ τῶν ἀρρένων σπέρματος γενόμενα· διὸ καὶ οὐ γίνεται ἐξ αὐτῶν ζῷα. κύειν δὲ λέγει τὸ ἔτι ἐν τῇ γαστρὶ φέρειν καὶ ἔχειν τὸ κύημα. ὠχρὸν δὲ ᾠοῦ τὸ ἐνδοτέρω πάντων κείμενον, οἷον, ἵνα ἀπὸ τοῦ ὁρωμένου ἄρξωμαι, πρῶτον μέν ἐστι τὸ ὁρώμενον κέλυφος, εἶτα ἐντὸς τούτου καὶ ἐφεξῆς ὑμήν τις λεπτότατος, εἶτα ἐφεξῆς τοῦ ὑμένος λευκόν, ὅπερ λευκὸν γίνεται νεόττιον, ὡς δειχθήσεται, εἶτα ἐφεξῆς τῷ λευκῷ τὸ ὠχρόν, ῥέπον ἐπὶ τῶν εὐτραφῶν καὶ λιπαρῶν ὀρνίθων ἐπὶ τὸ ἐρυθρότερον, ὅπερ ἐρυθρὸν τροφὴ γίνεται τῷ νεοττῷ. ἰστέον δὲ ὅτι τὸ ὠχρὸν πρῶτον μὲν αὔξεται, ἕως ἄν ἔλθῃ εἰς τὸ κατὰ φύσιν μέγεθος, εἶθ’ οὕτως λευκαίνεται καὶ λευκαίνεται οὐ πᾶν, ἀλλά τι μέρος αὐτοῦ κύκλῳ περιέχον τὸ I μὴ λευκανθέν, ὥσπερ ὁρῶμεν. καὶ τότε κυρίως λέγεται ᾠόν, ὁπηνίκα λευκανθῆ· πρὶν γὰρ λευκανθῆ, οὐ κυρίως λέγεται ᾠὸν οὔτε μὴν τέλειον ᾠόν, ἀλλ’ ἀτελὲς ᾠόν, ὥσπερ καὶ ἀνδριάντα ἀτελῆ <λέγομεν> ἐν ᾧ λείπει τι ἤ τινα τῶν συνιστώντων αὐτόν. καὶ ἡ ὁλότης καὶ ἡ τελειότης τοῦ ᾠοῦ καὶ τὸ κυρίως ᾠὸν τὸ ἐξ ὠχροῦ καὶ περιέχοντος τὸ ὠχρὸν λευκοῦ· ὁ γὰρ ὑμὴν καὶ τὸ ὀστρακῶδες κέλυφος φυλακῆς ἕνεκα καὶ σκέπης εἰσὶ τοῦ ᾠοῦ. καὶ ταῦτα μὲν οὕτω προειλήφθω πρὸς σαφήνειαν τῶν λεχθησομένων. δείκνυσι δὲ καὶ ἀπὸ τῶν ᾠῶν τῶν τε ὑπηνεμίων καὶ τῶν ἀπὸ ὀχείας γινομένων ὅτι οὐδέν τι συμβάλλεται τὸ ἄρρεν εἰς τὸ θῆλυ ὡς ὅλη. φησὶν οὖν, ἐὰν τύχῃ ἡ ὄρνις κύουσα καὶ κατὰ γαστρὸς ἔχουσα ὑπηνέμια, ἐὰν μετὰ ταῦτα ὀχεύηται, ἡνίκα μεταβάλλῃ ἐκ τοῦ ὠχρὸν ὅλον εἶναι εἰς τὸ λευκαίνεσθαι, γόνιμα τὰ ᾠὰ γίνονται. τότε οὖν ἂν ὀχεύηται, γίνεται γόνιμα, ἄν δὲ ἢ πρὸ τοῦ ἄρξασθαι λευκαίνεσθαι ἢ μετὰ τὸ λευκανθῆναι πᾶν ὅσον ἦν εἰκὸς λευκανθῆναι ὀχευθῇ, οὐ γίνεται γόνιμα. ὥστε ἐπεὶ τότε ὀχευθεῖσα γόνιμα γεννᾷ, δῆλον ὅτι οὐδαμῶς τὸ ἄρρεν συνεβάλετο ὄγκον καὶ σῶμα καὶ ὅλως ὕλην· ἤδη γὰρ τέλειόν ἐστι τὸ ὠόν· ὅσον γὰρ ἦν εἰκὸς αὐξηθῆναι, ἅπαν ηὔξηται. εἰ γὰρ μὴ αὐξηθῇ τὴν προσήκουσαν καὶ κατὰ φύσιν ἐπιβάλλουσαν αὐτῷ αὔξησιν, οὐκ ἄρχεται λευκαίνεσθαι. ἔστιν οὖν καὶ τότε τέλειον ἔχον τὸ οἰκεῖον μέγεθος, ἡνίκα ἄρξηται λευκαίνεσθαι, καὶ μετὰ τὸ λευκανθῆναι· οὐ γὰρ προσετέθη τι αὐτῷ, οὐδὲ ἔλαβέ τινα ἐπίδοσιν ὁ ὄγκος αὐτοῦ κατὰ τὸν καιρὸν τῆς λευκάνσεως, ἀλλὰ τοῦ ἐνόντος μεγέθους τὶ μὲν γέγονε λευκόν, τὶ δὲ καταλέλειπται οἷον ἦν. ἔστιν οὖν καὶ τότε τέλειον καὶ μετὰ τὴν λεύκανσιν, ἀλλὰ πρὸ τοῦ ἄρξασθαι λευκαίνεσθαι ἐλέγετο τέλειον διὰ τὸ ἤδη ἴσχειν ἅπαν τὸ προσῆκον μέγεθος καὶ τὸν ἐπιβάλλοντα φυσικῶς ὄγκον καὶ πεπαῦσθαι τῆς εἰς μέγεθος καὶ ὄγκον φυσικῆς ἐπιδόσεως, μετὰ δὲ τὸ λευκανθῆναι λέγεται τέλειον ὡς ᾠόν. ἐν τούτῳ γὰρ κυρίως οὐσίωται τὸ ᾠόν, καὶ τὸ εἶναι αὐτῷ, τὸ ᾠῷ εἶναί ἐστιν ἐν τῷ εἶναι ἐξ ὠχροῦ καὶ λευκοῦ. ὥστε πάμπαν ἐστὶν ἐκ τούτων δῆλον καὶ φανερώτατον ὅτι τὸ ἄρρεν οὐδέν τι συμβάλλεται ὡς ὑλικόν, ἀλλά χρῆται τῷ τοῦ σπέρματος σώματι ὡς ὀργάνῳ, ὥσπερ ὁ τέκτων τῷ πρίονι. ἀλλὰ κἂν ὑφ’ ἑτέρου, φησί, πρῶτον ὀχευθεῖσα ἡ ἀλεκτορίς, οἷον μέλανος ἀλεκτρυόνος καὶ βραχέος τὴν ἡλικίαν καὶ τὸ μέγεθος, εἶτα ἔτι ὠχροῦ ὄντος καὶ μήπω λευκανθέντος ἄν ὀχεύσῃ αὐτὴν ταύτην ἕτερος λευκὸς ὢ καὶ μέγας, γίνεται ὁ νεοττὸς ὅμοιος τῷ ὕστερον ὀχεύσαντι. γίνεται οὖν ὅμοιος καὶ κατὰ τὸ χρῶμα καὶ κατὰ τὸ μέγεθος· κεκοπιακυίας γὰρ τῆς δυνάμεως, ἣν ἐκόμισε τὸ τοῦ πρότερον ὀχεύσαντος ἀλεκτρυόνος σπέρμα καὶ ἀσθενησάσης ἐν τῷ συνιστάναι καὶ δημιουργεῖν τὸ ὠχρόν, ὕστερον εἰσελθοῦσα τοῦ ὕστερον ὀχεύσαντος δύναμις ἀκμάζουσα ἐκκρούει τὴν προτέραν καὶ ἄγει τὸ προδημιουργηθὲν εἰς τὴν ἑαυτοῦ φύσιν. ὥστε ποιητικὴν μόνην δύναμιν τὸ ἄρρεν δίδωσιν, ἀλλ’ οὐχ ὕλην· εἰ γὰρ ὕλην, οὐκ ἄν ἐγίνετο ὁ νεοττὸς ὅμοιος τῷ ὕστερον ὀχεύσαντι. οὐ γὰρ αἱ ὗλαι εἰς ἑαυτὰς μετα- βάλλουσι τὰς τῶν πραγμάτων φύσεις καὶ ποιοῦσιν αὐτὰς οἷαί εἰσιν αὐταί, ἀλλὰ τὰ ποιητικά· οὐ γὰρ τὰ ξύλα μεταβάλλουσι τὸ πῦρ εἰς ξύλα, ἀλλὰ τὸ πῦρ τὰ ξύλα εἰς πῦρ. εἰ δέ τις ἐνίσταται λέγων καὶ μήν τινος εἰς πολὺν οἶνον σταλαγμὸν ἐκχέαντος ὕδατος, μεταβέβληται ὑπὸ τοῦ οἴνου καὶ γίνεται καὶ αὐτὸ οἶνος, I ἴστω ὡς οὐδέτερον τούτων τὸ μέν ἐστιν ὡς ποιοῦν, τὸ δὲ ὡς ὕλη. καὶ τοῦτο δῆλον· εἰ γὰρ ἐγχέοι ἔμπαλιν σταλαγμὸν οἴνου εἰς πολὺ ὕδωρ, μεταβάλοι ἄν ὁ οἶνος εἰς ὕδωρ. ἡ μὲν οὖν τῶν λεγομένων, οἶμαι, διάνοια αὕτη, τὰ δὲ κατὰ τὰς λέξεις τοιαῦτα· ὀχεῖα λέγει τοὺς ἀλεκτρυόνας καὶ πάντα τὰ ἄρρενα· ἔστι γὰρ ἡ εὐθεῖα τὸ ὀχεῖον. τὸ δὲ μέτα βάλλοντες τὰ πρῶτα ὀχεῖα καὶ τὰ ὕστερα ἴσον ἐστὶ τῷ ἐπάγουσι μετὰ τοὺς πρῶτον ὀχεύσαντας ὕστερον τοὺς γενναίους καὶ μεγάλους ὄρνιθας. γενναίους γὰρ ἐνταῦθα τοὺς μεγάλους εἶπεν, ἀλλ’ οὐ τοὺς ἰσχυρούς· τίς γὰρ ἡ χρεία τῶν ἰσχυρῶν ἀλεκτρυόνων; ἢ τὸ γενναίους δύναται ὡς δηλωτικὸν εἰλῆφθαι καὶ τοῦ μεγάλου καὶ τοῦ ἰσχυροῦ· χρεία γὰρ καὶ μεγάλων καὶ ἰσχυρῶν περδίκων τοῖς περὶ τὰς ἔριδας τούτων ἐπτοημένοις. τὸ δὲ λεγόμενον διὰ τοῦ ὥστε εἶχεν ἂν δὶς τὰ αὐτὰ μέρη δυνάμει τοιοῦτόν ἐστιν. εἰ οὖν ἀπὸ τῆς κεφαλῆς τοῦ πρότερον ὀχεύσαντος ἀπῆλθε κεφαλὴ καὶ ἀπὸ τῶν ποδῶν πόδες καὶ ἀπὸ τῶν λοιπῶν τὰ λοιπά, ὁμοίως δὲ καὶ τὰ αὐτὰ πάντα ἀπὸ τοῦ ὕστερον ὀχεύσαντος, ἐπειδὴ οὐκ ἐχώρισε καὶ ἀπέρρριψεν ἐκτὸς τὰ ἐκ τοῦ ὑστέρου ἐπεισελθόντα μέρη τὰ τοῦ προτέρου, ἀλλὰ μένει κἀκεῖνα καὶ ταῦτα, εἶχεν ἂν ὁ γεννηθεὶς νεοττὸς δύο μὲν κεφαλάς, τέτταρας δὲ πόδας, καὶ τὰ λοιπὰ πάντα διττά. ἀλλὰ κἀν τῇ λέξει τῇ τοῦτο γὰρ ἐνδέχεται ποιεῖν τοῦτο λέγει τὸ ποιάν τινα ἰὴν ὕλην ποιῆσαι· θερμαίνει γὰρ αὐτὴν ἡ ἀπὸ τοῦ ἄρρενος δύναμις καὶ συμπέττει τὸ πρότερον ἅμα τῷ εἰσελθεῖν. καὶ τὰ μὲν ἄλλα ζῷα χωρὶς ἄρρενος οὐ δύναται γεννᾶν δι’ ἃς εἴρηκεν αἰτίας, αἱ δὲ ὄρνιθες δύνανται χωρὶς ἄρρενος ἄχρι τινός· γεννῶσι γὰρ τὰ καλούμενα ὑπηνέμια. τὴν δὲ αἰτίαν τούτου ἐρεῖ ἐν τῇ παρούσῃ πραγματείᾳ, ὅτε περὶ τούτων λέγει. τὴν δὲ λέξιν τὴν ἀλλ’ οὐκ εἰς τὸ ἄρρεν, οὔτε αὖ τὸ ἄρρεν προΐεται τὴν γονὴν ὡς ἕν τι ἀναγνωστέον οὕτως· οὔτε αὖ τὸ ἄρρεν εἰς τὸ ἄρρεν, τουτέστιν εἰς ἑαυτὸ προίεται τὴν γονὴν οὔτε τὸ θῆλυ· οὔτε γὰρ τὸ θῆλυ προίεται γονὴν εἰς τὸ ἄρρεν οὔτε μὴν τὸ ἄρρεν αὐτὸ εἰς ἑαυτό, ἀλλὰ τὸ μὲν ἄρρεν εἰς τὸ θῆλυ γονήν, τὸ δὲ θῆλυ εἰς τὸ ἄρρεν γονὴν μὲν οὔ, ὕλην δέ, ὥσπερ εἴπομέν τινα ποιεῖν τῶν ἐντόμων. ὁμοίως δὲ καὶ τὸ λεγόμενον διὰ τοῦ καὶ εὐθὺ τὴν μὲν ἀθρόον ὑπάρχειν ἀναγκαῖον καὶ τῆς συνεχοῦς τούτῳ λέξεως τοιοῦτόν ἐστι· καὶ τὴν μὲν πρώτην ὕλην, ἐξ ἧς καὶ τοῦ σπέρματος συνίσταται τό κύημα, ἀναγκαῖον ἀθρόον καὶ πᾶσαν ἅμα ὑπάρχειν, ἄλλην δ’ ἐπιγίνεσθαι πρὸς τροφὴν καὶ αὔξησιν τοῦ κυήματος, εἰ δύναται δηλονότι τρέφεσθαι τὸ κύημα· πολλὰ γὰρ τῶν ζῴων ἐξήμβλωσε διά τινα συμπτώματα. Ὥστε ἀνάγκη ἐν τῴ θήλει ὑπάρχειν τὸν τόκον· καὶ γὰρ πρὸς τῷ ξύλῳ ὁ τέκτων. Τέκτονα πάλιν ἐνταῦθα τὴν τοῦ τέκτονος ἐνέργειαν λέγει. τὸ δὲ παρὸν ἐπιχείρημα ἤρτηται καὶ τὸ κῦρος ἔχει ἀπὸ τῶν ἐν τῇ Φυσικῇ ἀκροάσει δειχθέντων· δέδεικται γὰρ ἐκεῖσε ὅτι ἡ ἐνέργεια τοῦ ποιοῦντος ἐν τῷ πάσχοντι καὶ γινομένῳ καὶ ὅλως ὕλης λόγον ἐπέχοντί ἐστιν. ἡ γὰρ τοῦ διδάσκοντος ἐνέργεια ἐν τῷ μανθάνοντι γίνεται καὶ ἐστίν. ἔστι μὲν γὰρ ἡ τοῦ διδάσκοντος ἐνέργεια ἐν αὐτῷ, ἀλλὰ καὶ ἐν τῷ μανθάνοντι· ὁμοίως γὰρ καὶ ἡ τοῦ πυρὸς ἐν τῷ θερμαινομένῳ ὕδατι, ὥστε καὶ ἡ τοῦ κατ’ ἐνέργειαν τέκτονος ἐνέργεια ἐν τῷ ξύλῳ. εἰ δὴ ταῦθ’ οὕτως, ἐστὶ δὲ καὶ ἡ τοῦ σπέρματος ἐνέργεια ἐν τῷ τοῦ θήλεος περιττώματι, ἐν τῷ θήλει ἂν εἴη ὁ τόκος καὶ ἡ ὕλη καὶ οὐκ ἐν τῷ ἄρρενι. ἐν δὲ τῇ λέξει τῇ κινοῦσι τὰς χεῖρας ἤ τι ἕτερον μόριον κινεῖ μὲν τὰς χεῖρας ἡ ψυχὴ ἐν τοῖς τεχναστοῖς, ἐν δὲ ταῖς τῶν ἀρρένων πρὸς τὰ θήλεα ὁμιλίαις ἕτερόν τι, οἷον αἰδοῖον ἢ ἄλλο τι τοιοῦτον. ὅτι δὲ καὶ ἄλλην μὲν κίνησιν κινεῖ τὰς χεῖρας ἡ ψυχή, ὅταν ποιῇ κλίνην, ἄλλην δὲ ὅταν σφαῖραν, δῆλον. πάνυ δὲ σαφέστατα ἀπαγγέλλει ὃ πολλάκις ἡμεῖς εἴπομεν, ὅτι τῷ σπέρματι ἡ φύσις ὡς ὀργάνῳ, οἷον σκεπάρνῳ, ἢ ὀχήματι χρῆται. καὶ ὅσα μὲν προίεται σπέρμα, χρῆται ὡς ὀργάνῳ τῷ σπέρματι καὶ ἔοικε τοῖς τεκταινομένοις· πάντες γὰρ οὗτοι δι’ ὀργάνων ποιοῦσιν, ὅσα ἄν ποιήσωσιν. ἐν ὅσοις δὲ τὸ θῆλυ ἐναφίησί τι τῶν αὐτοῦ μορίων πρὸς τὸ ἄρρεν δι’ ἀσθένειαν καὶ τὸ μὴ δύνασθαι ὀργάνῳ χρῆσθαι, ὥσπερ τινὰ τῶν ἐντόμων, ταῦτα δὴ πάντα τὰ δεχόμενα εἰς ἑαυτά τι τῶν τοῦ θήλεος, ἐοίκασιν τοῖς πλάσταις· οὐ γὰρ δι’ ὀργάνων οὗτοι τὰς χύτρας ἢ τὸν κηρὸν ἕτεροι καὶ ἄλλοι τὴν κέραμον πλάττουσιν, ἀλλὰ διὰ τῶν οἰκείων χειρῶν μόνων. Ἀποδέχεται δὲ τὸν Ἐμπεδοκλέα εἰπόντα “οὕτω δ’ ᾠοτοκεῖ μικρὰ δένδρεα πρῶτον ἐλαίας’’. λέγει δὲ μικρὰ δένδρεα καὶ ἐλαίας τοὺς πυρῆνας, ὧν τὸ περικάρπιον ἐσθίομεν. ἀντὶ γοῦν τοῦ εἰπεῖν οὕτω, τὰ δένδρα αἱ ἐλαῖαι γεννῶσιν ἐλαίας, ὧν οἱ πυρῆνες ἐν τῇ γῇ σπαρέντες, πρῶτον μὲν γίνονται ἐξ αὐτῶν μικρὰ δένδρα, εἶθ’ οὕτως ἐλαῖαι, εἶπεν “οὕτω δ’ ᾠοτοκεῖ”. διὰ γὰρ τὸ εἶναι τὸ ὠόν, οὐ τὸ ὑπηνέμιον, ἀλλὰ τὸ ἐξ ὀχείας γεγονὸς κύημα, εἶναι δὲ καὶ ἕκαστον τῶν πυρήνων κύημα, τροπῇ χρησάμενος ὡς ποιητὴς εἴρηκε τὰς ἐλαίας, αὐτά φημι τὰ ἤδη καρποφορεῖν δυνάμενα δένδρα, ὄρνιθας ᾠοτοκούσας οὐχὶ ᾠά, ἀλλὰ ἐλαίας· δένδρα δὲ μικρὰ ἐκάλε|σεν αὐτάς, ὅτι δυνάμει δένδρα εἰσίν. ὥσπερ δέ, φησί, μέρος μέν τι τοῦ ᾠοῦ γίνεται νεοττός, μέρος δέ τι καταλιμπάνεται εἰς τροφὴν τοῦ νεοττοῦ, οὕτω καὶ ἐπὶ τῶν καρπῶν μέρος μέν τι γίνεται βλάστη, μέρος δέ τι τροφὴ τῆς βλάστης, ᾗτινι τροφῇ ἐπιγίνεται καὶ ἄλλη καθ’ ἑκάστην ἐκ τῆς γῆς, καὶ οὕτω κατὰ βραχὺ αὔξεται ἡ βλάστη. ὥστε καὶ διὰ τοῦτο εἴη ἄν ὁ Ἐμπεδοκῆς εἰπὼν τὰς ἐλαίας ᾠοτοκεῖν. πρώτη δὲ ῥίζα λέγεται ἣν πρότερον εἴρηκε πυθμένα. ὅτι δὲ τὸ ἄρρεν καὶ τὸ θῆλυ ὡς ἔν τι ζῷον γίνονται ἐκ δυοῖν ζῴοιν ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ, δῆλον τῇ ὄψει. ἐπείσακτον δὲ μόριον τὸ σπέρμα λέγει· πᾶν γὰρ περίττωμα ἐπείσακτόν ἐστιν· ὅπερ ἐπεί- σακτον μόριον ἐν πλείονι χρόνῳ συνίστησι τὸ κύημα ἤπερ τὰ ἄναιμα. τὸ μὲν γὰρ τῶν ἐναίμων σπέρμα καὶ ἡ ἐν αὐτῷ δύναμις ἐν ἑπτὰ τοὐ- λάχιστον ἡμέραις συνίστησι τὸ κύημα, ἡ δὲ τῶν ἀναίμων, ἐν οἷς τὸ θῆλυ προίεται εἰς τὸ ἄρρεν τι τῶν ἑαυτοῦ, ἐν μιᾶς ἡμέρας μορίῳ· ὥστε ἐν πλείονι ἡ τῶν ἐναίμων δύναμις συνίστησι τὸ κύημα χρόνῳ. Καὶ ταῦτα πάντα εὐλόγως ἡ φύσις δημιουργεῖ ἕως τοῦ τέλους τοῦ βιβλίου. Ἀνάγει ἑαυτὸν συνήθως πρὸς τὴν πρώτην ἀρχήν· ταύτην· γὰρ εἶπε φύσιν καὶ πρῶτον αἴτιον, ὅπερ πρῶτον αἴτιον ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικὰ ζῷον ἀίδιον ἄριστον εἴρηκε. σύνηθες δὲ αὐτῷ τὴν τοιαύτην ἀρχήν, τὸν πολυτίμητον νοῦν, φύσιν καλεῖν· σαφῶς οὗν καὶ διὰ τούτων δείκνυται πρό- νοιαν τῶν ἐνταῦθα ὁμολογῶν. εἰπὼν δὲ πολλάκις ὅτι οἱ καρποὶ μῖγμά εἰσιν ἄρρενος καὶ θήλεος καὶ οἷον κύημα, ἐπὶ δὲ τῶν ζῴων, ὥσπερ καὶ φαίνεται, κεχώρισται τὸ ἄρρεν ἀπὸ τοῦ θήλεος, τὴν ἑκατέρου τούτων αἰτίαν διὰ τούτων ἐπήγαγεν. εὐλόγως οὖν, φησίν, ὁ θεὸς καὶ ἡ φύσις ταῦτα ἐδημιούργησεν· ἐπειδὴ γὰρ τῶν φυτῶν οὐδέν ἐστιν ἄλλο ἔργον οὐδὲ πρᾶξις οὐδεμία πλὴν τοῦ τρέφεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς, οὐκ ἐχώρισεν ἐπὶ τούτων τὸ ἄρρεν ἀπὸ τοῦ θήλεος· τί γὰρ ἄν ὠφέλει κεχωρισμένα ὄντα; ἀλλὰ περὶ μὲν τῶν φυτῶν εἴρηκε καὶ ἐν τῇ Περὶ φυτῶν πραγματείᾳ. τῶν δὲ ζῴων ἐπειδὴ οὐ μόνον ἐστὶν ἔργον τὸ γεννῆσαι, ἀλλὰ καὶ γνώσεως τινος πάντα μετέχει, διττῆς δὲ οὔσης τῆς γνώσεως, καὶ τῆς μὲν διὰ νοῦ καὶ θεωρίας, τῆς δὲ δι’ αἰσθήσεως γνῶσις γάρ τις καὶ ἡ αἴσθησις· κρίνει γὰρ καθόλου εἰπεῖν I τὰ ἡδέα καὶ λυπηρά) τὰ μὲν μετέχοντα πρὸς ταῖς αἰσθήσεσι καὶ νοῦ ὥσπερ ὁ ἄνθρωπος πλειόνων μετέχουσι γνώσεων. τὰ δὲ ἐλαττόνων, τὰ δὲ τὴν ἁφὴν μόνον ἔχοντα πάμπαν μικρᾶς, ἐπεὶ οὖν πρὸς τῷ γεννᾶν μετέχουσιν καὶ γνώσεως, ἐχώρισεν ἀπ’ ἀλλήλων ἐν τούτοις τὸ ἄρρεν καὶ θῆλυ, ἵν’ ἀνεμπολδίστως καὶ καλῶς διατελῶσι περὶ τὰς γνώσεις ὧν μετειλήφασι· σύγχυσις γὰρ ἂν ἐγίνετο ὑπ’ ἀλλήλων μεμιγμένων ὄντων τοῦ ἄρρενος καὶ θήλεος, καἰ πάμπαν ἀδρανὴς ἦν ἡ γνῶσις αὐτῶν καὶ συγκεχυμένη καὶ οὐ καθαρὰ καὶ ἑδραία. διὰ μὲν οὖν ταῦτα ἐχώρισεν αὐτὰ ἀπ ἀλλήλων ὁ θεός· ὅταν δὲ δεήσῃ ἐκπληρῶσαι τὸ τοῦ ζῶντος ἔργον, οἷον τὴν γέννησιν, τότε συνδυάζεται καὶ γίνεται ἓν ὥσπερ φυτόν. τὰ δὲ ὁστρακόδερμα ἐπειδὴ μεταξύ ἐστι τῶν ζῴων καὶ τῶν φυτῶν, οὐδετέρων γίνεται μόνον ἔργον, ἀλλ’ ὡς μὲν φυτὰ οὐκ ἔχει τὸ θῆλυ καὶ τὸ ἄρρεν οὐδὲν γὰρ τῶν φυτῶν ἡ θῆλυ ἢ ἄρρεν ἐστίν, ἀλλ’ ἔχει ἕκαστον ἐν ἑαυτῷ ἀμφοτέρων τοῦ τε θήλεος καὶ τοῦ ἄρρενος μεμιγμένας τὰς δυνάμεις, κἀν λέγηταί τινα τούτων τὰ μὲν θήλεα τὰ δ’ ἄρρενα, κατὰ μεταφορὰν λέγονται) ὡς μὲν οὖν φυτὰ οὐδέτερόν ἐστι τούτων ἄρρεν ἢ θῆλυ ὡς δὲ ζῷα οὐ φέρει ἐξ ἑαυτῶν καρπόν· τοῦτο γὰρ τὸ ἐξ ἑαυτῶν φέρειν καρπὸν τῶν φυτῶν ἐστιν ἴδιον. ἡ μὲν οὖν λεγομένη σύμπασα ἕως τοῦ τέλους τοῦ βιβλίου ἔννοια αὕτη. κατὰ δὲ τὴν λέξιν τὴν ταύτης δὲ τὸ τίμιον καὶ τὸ ἄτιμον πολὺ διαφέρει σκοποῦσι πρὸς φρόνησιν καὶ πρὸς τὸ τῶν ἀψύχων γένος, ὅτι περὶ τῆς αἰσθήσεως αὐτῷ εἴρηται τοῦτο, δῆλον. ὃ δ’ ἄν λέγοι, τοιοῦτον ἂν εἴη· εἰ μὲν οὖν ἡ αἴσθησις συγκρίνοιτο πρὸς φρόνησιν καὶ τὸ μεγαλεῖον τῆς φρονήσεως, ἄτιμός ἐστιν· εἰ δέ τις αὐτὴν παραβάλλει πρὸς τὰ ἄψυχα καὶ τὴν αὐτῶν ἀναισθησίαν καὶ τὸ τεθνεὸς καὶ μὴ ὄν, ὄψεται αὐτὴν μέγιστόν τι καὶ τίμιον. |