# In Libros De Generatione Animalium Commentaria ΣΧΟΛΙΑ ΕΙΣ TO TPITON ΤΗΣ ΠΕΡΙ ΖΩΩΝ ΓΕΝΕΣΕΩΣ ΠΡΑΓΜΑΤΕΙΑΣ..1

Joannes Philoponus, In Libros De Generatione Animalium Commentaria, ΣΧΟΛΙΑ ΕΙΣ TO TPITON ΤΗΣ ΠΕΡΙ ΖΩΩΝ ΓΕΝΕΣΕΩΣ ΠΡΑΓΜΑΤΕΙΑΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-libros-de-generatione-animalium-commentaria/%CE%A3%CE%A7%CE%9F%CE%9B%CE%99%CE%91%20%CE%95%CE%99%CE%A3%20TO%20TPITON%20%CE%A4%CE%97%CE%A3%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%96%CE%A9%CE%A9%CE%9D%20%CE%93%CE%95%CE%9D%CE%95%CE%A3%CE%95%CE%A9%CE%A3%20%CE%A0%CE%A1%CE%91%CE%93%CE%9C%CE%91%CE%A4%CE%95%CE%99%CE%91%CE%A3..1

Ἑv τῷ παρόντι βιβλίῳ, τρίτῳ ὄντι τῆς Περὶ ζῴων γενέσεως πραγμα- τείας τὴν τῶν γινομένων ἐξ ᾠῶν παραδίδωσι γένεσιν, καὶ πρῶτον τὴν τῶν ἐκ τελείων ᾠῶν γινομένων. τῶν γὰρ ᾠῶν τὰ μὲν τέλεια προ·ίεται, ὡς τὰ τῶν ἀλεκτορίδων καὶ πάντων τῶν πτηνῶν, τὰ δ’ ἀτελῆ, ὥσπερ σχεδὸν τὰ τῶν ἰχθύων πάντων. καὶ φησὶ κατὰ μέν τι παραπλήσιον εἶναι τὴν τῶν ᾠοτοκουμένων πάντων γένεσιν ἑαυτοῖς τε καὶ τοῖς πεζοῖς, λέγων πεζὰ τὰ ζῳοτόκα. καίτοι εἰσὶ καὶ ᾠοτόκα πεζά, οἷον σαύρα καὶ ὄφις καὶ ἄλλα πλείω, ὅμως νῦν αὐτὸς πεζὰ εἶπε τὰ ζῳοτόκα ἀντιδιαστέλλων αὐτὰ πρὸς ἅπαντα τὰ ᾠοτόκα διὰ τοῦ πεζοῦ. κατά τι μὲν οὖν κοινωνοῦσιν ἀλλήλοις, κατά τι δὲ διαφέρουσι. κοινωνοῦσι μὲν κατὰ τὸν τρόπον τῆς γενέσεως τὰ ᾠοτόκα πάντα καὶ ἑαυτοῖς καὶ τοῖς ζῳοτόκοις, τοῖς μὲν ζῳοτόκοις, ὅτι καὶ αὐτὰ τὰ ζῳοτόκα ἀπὸ συνδυασμοῦ γίνεται προ·ι·εμένου τοῦ ἄρρενος εἰς τὸ θῆλυ γονήν. κορώνη δὲ καὶ περιστερὰ κοινωνοῦσιν ἀλλήλαις καὶ ἀετῷ καὶ κύκνῳ καὶ ὅλως πάντα τὰ ᾠοτόκα ἀλλήλοις κατὰ τὸ ἐκ συνδυασμοῦ γεννᾶν· διαφέρουσι δὲ καὶ πρὸς τὰ πεζὰ καὶ πρὸς ἑαυτὰ τῷ τὰ μὲν γεννᾶν τέλειον, τὰ δ’ ἀτελές. μονόχρωμον δέ φησιν ᾠὸν τὸ ἔχον ἓν χρῶμα· γράφεται δὲ καὶ μονόχρων καὶ μονόχρωμον καὶ μο|νόχροον. λέγει δὲ καὶ ἔξωθεν λαμβάνειν τὰ ᾠὰ τὴν αὔξησιν διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν καὶ τὰ τελειούμενα ἔσω. καὶ ἡ αἰτία ἀμφοῖν πρόδηλος· ὡς γὰρ τῶν ζῳοτοκουμένων οὐδὲν οἷόν τε γεννῆσαι οἷον αὐτὸ πρὶν ἢ αὐξηθῇ καὶ εἰς τὴν ἐπιβάλλουσαν φυσικῶς ἔλθῃ ἡλικίαν, οὕτως οὐδὲ τῶν ᾠῶν οὐδὲν δύναται ζῷον γενέσθαι μὴ αὐξηθέν. ἀνάγκη δὲ ζῷον γίνεσθαι, ἵνα τοῦ ἀεὶ καὶ τοῦ θείου ἕκαστον τῶν εἰδῶν, ὡς ἐνδέχεται, ἐπαπολαύῃ· ὥστε ἀνάγκη καὶ αὔξεσθαι. διὰ ταύτην τοίνυν τὴν αἰτίαν καὶ τὰ ἐντὸς καὶ τὰ ἐκτὸς τῶν ὠῶν αὔξεται καὶ τελειοῦται. ἐφιστάνειν δὲ ἀξιῶ ὅτι οὐ μόνον τὰ γόνιμα ᾠὰ καλεῖ κυήματα, ἀλλὰ καὶ τὰ ὑπηνέμια. λέγει δὲ καὶ τὰ ὑπηνέμια γίνεσθαι τοῖς πολυγόνοις διὰ τὸ ἔχειν πολὺ περίττωμα, τοῖς δὲ γαμψώνυξι μὴ γίνεσθαι διὰ τὸ ἔχειν τὸ ζῆν ἐκ τοῦ θηρεύειν· ἐκ θήρας γὰρ ἔχοντες οἱ γαμψώνυχες τὸ ζῆν ἀναλίσκει τὴν τοῦ περιττώματος φύσιν ἡ φύσις εἰς τὴν τῶν πτερῶν αὔξησιν ἵνα δύνωνται ταχέως πέτεσθαι. ἄλλως τε ἐπεὶ καὶ τὰ περιττώματα καὶ τὰ ἐξ αὐτῶν ᾠά τε καὶ ζῷα ἐξ ὑγροῦ καὶ θερμοῦ γίνονται, τὸ δὲ τῶν γαμψωνύχων σῶμα ξηρὸν καὶ θερμόν, καὶ διὰ τοῦτο ἄν ἐλλείποι αὐτοῖς τὸ τοιοῦτον περίττωμα· πάντα γὰρ ὅσα ἔχει πλέον περίττωμα, ὑγρότερά ἐστι τῶν ὀλίγον τοῦτ’ ἐχόντων. διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τὰ μὲν γαμψώνυχα οὔτε ὀχευτικά ἐστιν οὔτε πολύγονα. εἰ γὰρ τὰ ὀχευτικὰ ἔχει περίττωμα πολύ, ἀνάγκη τὰ μὴ πολὺ ἔχοντα περίττωμα μὴ εἶναι ὀχευτικά. τοιαῦτα δ’ ὡς εἴρηταί εἰσι τὰ ξηρὰ καὶ θερμά, οἷον τὰ γαμψώνυχα. λέγει δὲ τὰ γαμψώνυχα μὴ ὀχευτικά, οὐχ ὅτι οὐδ’ ὅλως οὐκ ὀχεύουσιν, ἀλλ’ ὅτι οὐ πολλάκις καὶ καθ’ ἑκάστην ὥραν τοῦ ἐνιαυτοῦ ὥσπερ αἰ ἀλεκτορίδες καὶ περιστεραί· ὀγκώδη δέ φησιν εἶναι τὰ τῶν περιστερῶν σώματα διὰ τὴν πολυσαρκίαν· οὐκ ἔχουσι γὰρ τὰς σάρκας ἀναλόγως τῷ σφῶν μεγέθει, ἀλλ’ ὑπερβαινούσας αὐτό. τὰ δὲ περιστερώδη μεταξύ εἰσι τῶν γαμψωνύχων καὶ βαρέων. ᾗ μὲν γὰρ ἐοικότα τοῖς γαμψώνυξίν εἰσιν, ὀλιγοτοκοῦσι· πτητικὰ γὰρ καὶ τὰ περιστερώδη, καὶ τρέπεται ἐν τούτοις ὡς ἐν τοῖς γαμψώνυξιν ἡ καταμηνιώδης ὕλη εἰς τὴν τῶν πτερῶν αὔξησιν. ὅτι δὲ ὀλιγοτοκοῦσι, δῆλον. δύο γὰρ ἀεὶ τίκτουσι, σπανίως δὲ τρία. ᾗ μὲν οὖν ἐοίκασι τοῖς γαμψώνυξι, τίκτουσιν ὀλίγα, ᾗ δὲ ἔχει τὸ σῶμα αὐτῶν πλῆθος καὶ ὄγκον καὶ πολυσαρκίαν καὶ ταύτῃ γε ἐοίκασι τοῖς βαρέσι), τίκτουσι πολλάκις· τὰ πλεῖστα γὰρ καθ’ ἕκαστον μῆνα δὶς τίκτει. διά τε οὖν τοῦτο τίκτουσι πολλάκις καὶ διὰ τὸ ῥᾳδίως τὰ περιστερώδη πορίζεσθαι τὴν τροφήν· ζῶσι γὰρ ἐκ τῶν ἐμποδών. τὰ δὲ γαμψώνυχα χαλεπῶς· πᾶν γὰρ τὸ ἐκ θήρας ζῶν χαλεπῶς πορίζεται τὴν τροφήν. λέγει δὲ καὶ τὰ μικρὰ τῶν ζῴων πολύγονα εἶναι ὡς καὶ τῶν φύτων τὰ μικρά· καὶ γὰρ αὐτὰ πολυκαρπότερά εἰσι τῶν μεγάλων. εἰπὼν δὲ ὅτι τὰ γαμψώνυχα ξηρὰ καὶ ἰσχνά, πίστιν τούτου παρέθετο τὸν θυμόν· συλλογιστέον οὖν ὧδε· τὰ γαμψώνυχα θυμώδη, τὰ θυμώδη ἰσχνὰ καὶ ξηρά, τὰ γαμψώνυχα ἄρα ἰσχνὰ καὶ ξηρά. ἔτι δὲ ὀχευτικοί εἰσιν οἱ βαρεῖς τῶν ὀρνίθων καὶ πολύγονοι καὶ διὰ τὸ ἔχειν λεπτὰ σκέλη. οὐ γὰρ τρέπεται τὸ περίττωμα εἰς αὔξησιν τῶν σκελῶν· μὴ οὖσι γὰρ θηρευτικοῖς οὐ χρεία τούτοις πάχους σκελῶν, ἀλλὰ μᾶλλον τοῖς γαμψώνυξι δεῖ τούτου· θηρεύουσι γάρ, τοῖς δὲ θηρεύουσι δεῖ ποδῶν ἰσχυρῶν, ἵνα πλήττωσι γενναίως. ἡ δὲ κεγχρὶς καὶ διὰ τὸ ἔχειν ὑγρὸν σῶμα καὶ διὰ τὸ πίνειν πολυτοκεῖ· τὸ γὰρ ὑγρὸν μετὰ τῆς ὑπαρχούσης θερμότητος σπερματικόν· τὰ δ’ ἄλλα γαμψώνυχα οὐ πίνει, διότι τὸ εἶναι αὐτοῖς ἐν τῷ εἶναι ξηροῖς ἐστιν. ὥστε οὐ δέονται ὅλως ὑγρότητος· φθείροι γὰρ ἂν ἀναμφιβόλως αὐτὰ ἡ ὑγρότης. τίκτει δὲ καὶ ὁ κόκκυξ ἐν ἀλλοτρίαις νεοττιαῖς διὰ τὸ διώκεσθαι ὑπὸ πάντων τῶν μεγάλων δειλὸς γάρ ἐστι) καὶ μὴ ἐᾶσθαι οἰκείαν κατασκευάσαι νεοττιάν. λέγει δὲ τὸν τρία καὶ δύο ἀριθμὸν μεταξὺ τοῦ ἑνὸς καὶ τῶν πολλῶν, εἰπὼν νῦν ἀριθμὸν καὶ τὸν δύο. Ὅτι δὲ τοῖς πολυγόνοις τρέπεται εἰς τὸ σπέρμα ἡ τροφή, φανερὸν ἑκτῶν συμβαινόντων. Eἰπὼν πολλάκις ὅτι ἐν τοῖς πολυγόνοις τρέπεται ἡ τροφὴ εἰς σπέρματος γένεσιν λέγων σπέρμα τήν τε γο|νὴν καὶ τὸ καταμήνιον) πιστοῦται τοῦτο ἐκ τῶν συμβαινόντων αὐτοῖς. τὰ γὰρ δένδρα, φησί, τὰ πολυκαρπήσαντα μετὰ τὴν τῶν καρπῶν φορὰν ξηραίνεται, ὡς τῆς τροφῆς, ὑφ’ ἧς ἔμελλε ζῆν καὶ εἶναι, ἀναλωθείσης εἰς τὴν τῶν καρπῶν αὔξησιν. ὁμοίως δὲ καὶ τὰ χέδροπα καὶ ὁ σῖτος ξηραίνεται. ἀσαφῶς δὲ τοῦτο ἐδήλωσε διὰ τὸ εἰπεῖν σῖτον καὶ χέδροπα οὐκ αὐτὸν τὸν σῖτον καὶ τὰ χέδροπα, ἀλλὰ τὴν καλάμην, ἥτις γίνεται ἄχυρον. ξηραίνεται οὖν καὶ αὕτη ἡ καλάμη καὶ σχεδὸν σπιθαμιαία γίνεται, ὅταν οἱ στάχυες μέγιστοι γένωνται καὶ πολλοὺς ἔχοντες πυρούς, διὰ τὸ τὴν τροφήν, ὑφ᾿ ἧς ἡ καλάμη ηὐξῆσθαι ἔμελλε καὶ εὐμήκης γενέσθαι, τραπῆναι εἰς τροφὴν τῶν πυρῶν καὶ αὔξησιν. ὁμοίως δὲ τούτοις καὶ αἱ ἀλεκτορίδες πολυτοκήσασαι ἀποθνήσκουσιν. ὅταν δὲ τοῦτο συμβῇ αὐτοῖς, τουτέστι τὸ πολυτοκῆσαι καὶ ἀποθανεῖν ἢ ξηρανθῆναι, λέγουσιν αὐτὰ ὑπέρινα γενέσθαι. καὶ τί τὸ ὑπέρινον σαφηνίζων ἐπήγαγε τοῦτο δ’ ἐστὶ τὸ πάθος ὑπερβολὴ περιττώματος ἐκκρίσεως, δυνάμει λέγων ὅτι ἀντὶ τοῦ εἰπεῖν πάθος λέγουσιν ὑπέρινον. ἔστιν οὖν τὸ τοιοῦτον πάθος, ὃ καλοῦσιν ὑπέρινον, ὑπερβολὴ ἐκκρίσεως καὶ γενέσεως περιττώματος. τὰ δ’ ὑπηνέμια γίνεται διὰ τὸ ὑπάρχειν ἐν τῷ θήλει τὴν σπερματικὴν ὕλην, τουτέστι τὸ καταμήνιον καὶ τὴν ἐν αὐτῷ θρεπτικὴν καὶ αὐξητικὴν ψυχήν· διά τε οὖν τοῦτο αὐτοῖς γίνεται τὰ ὑπηνέμια καὶ διὰ τὸ μὴ προίεσθαι θύραζε τὰ καταμήνια ὥσπερ τοῖς ζῳοτόκοις τῶν ἐναίμων. πᾶσι γὰρ τοῖς ζῳοτόκοις γίνεται θύραζε ἡ τῶν καταμηνίων ἀπόκρισις, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ πάμπαν ὀλίγον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὅσον γε ἐπισημαίνειν. λέγει δὲ γίνε|σθαι ὑπηνέμια καὶ τοῖς ἰχθύσιν. ἡ δὲ γινομένη τοῖς ζῳοτόκοις ἀπόκρισις τῶν καταμηνίων συνίσταται τοῖς ὄρνισι κατὰ τοὺς ἱκνουμένους χρόνους. ἱκνουμένους λέγει τοὺς νενομισμένους καὶ προσήκοντας. τί) δὲ λεγόμενον ἴσον ἐστὶ τῷ ὥσπερ γὰρ τοῖς ζῳοτόκοις οὐκ ἀεὶ καὶ συνεχῶς γίνεται ἡ τῶν καταμηνίων ἀπόκρισις, ἀλλ’ ἐκ διαλείμματος καὶ κατά τινας νενομισμένους καὶ ὡρισμένους χρόνους, οὕτω καὶ ἐν τοῖς ὄρνισι θύραζε μὲ‘ν πρόεσις οὐ γίνεται, γίνεται μέντοι καὶ τούτοις ἡ τοῦ καταμηνίου σύστασις ὡρισμένοις χρόνοις. οὐ γίνεται δὲ καὶ τούτοις θύραζε τὰ καταμήνια διὰ τὸ ἄνω πρὸς τὸ ὑπόζωμα ἔχειν τὴν ὑστέραν καὶ μὴ πρὸς τὰ ἄρθρα ὥσπερ τὰ προιέμενα θύραζε. τελειοῦσθαι δέ φησιν ἐν αὐτοῖς τὰ ᾠὰ τοῖς μεγέθεσιν· ἔσω γὰρ αὔξεται καθ’ ὅσον ἔδει αὐξηθῆναι, εἶθ’ οὕτως ἔξεισιν. ἀλλὰ τῳ μὲν μεγέθει ἐντὸς τελειοῦνται τὰ τῶν ὀρνίθων ᾠὰ καὶ χωρὶς ἄρρενος, γόνιμα δὲ δίχα ἄρρενος οὐ γίνονται. τοῖς δὲ γαμψώνυξιν οὐ γίνεται ὑπηνέμια διά τε τὸ ὀλίγον ἔχειν, ὡς εἴρηται, τὸ περίττωμα καὶ διὰ τὸ δεῖσθαι τοῦ ἄρρενος πρὸς τὴν ὁρμὴν τῆς τοῦ περιττώματος ἐκκρίσεως· τὸ γὰρ του ἄρρενος εἰσελθὸν ἕλκει καὶ ἐκκαλεῖται καταμήνιον ὑπὸ τῆς ἐν αὐτῷ ψυχικῆς θερμότητος, πλείω δέ, φησί, γίνεται τὰ ὑπηνέμια τῶν γινομένων γονῶν, λέγων γονὰ τὰ ᾠὰ τὰ πρὸς γένεσιν νεοττῶν ἐπιτήδεια· εισι δὲ ἐλάττω τὰ ὑπηνέμια κατὰ τὸ μέγεθος τῶν γονίμων, διότι πλείω τὸν ἀριθμόν· ἀφελοῦσα γὰρ ἡ φύσις ἀπὸ τοῦ μεγέθους προσέθηκε τῷ ἀριθμῷ καὶ πεποίηκεν αὐτὰ πολλὰ καὶ μικρά, τὰ δὲ γόνιμα ὀλίγα μέν, μεγάλα δέ. καὶ ὅτι μὲν χωρὶς ἄρρενος οὔτε τὰ τῶν ὀρνίθων οὔτε τὰ τῶν ἰχθύων γόνιμα γίνεται, ἱκανῶς ὦπται· εἰ δὲ γίνεται κυήματα ἐν τοῖς ἰχθύσι [γόνιμα] χωρὶς ἄρρενος, οὐχ ἱκανῶς τεθεώρηται. δοκεῖ γάρ τοῦτο συμβαίνειν ἐπὶ τῶν ἐρυθρίνων δία τὸ ἄμα τῳ γεννηθῆναι ἔχειν αὐτῶν ἐνίους ὠά. Ὅλως δὲ ἐν τοῖς ὄρνισιν οὐδὲ τὰ γινόμενα διὰ τῆς ὀχείας ᾠὰ θέλει ὡς ἐπὶ τὸ πολὺ λαμβάνειν αὔξησιν. Εἰπὼν ‘ὅτι μὲν οὔτε τὰ τῶν ὀρνίθων οὔτε τὰ τῶν ἰχθύων ᾠὰ τελειοῦνται πρὸς τὴν γένεσιν καὶ γόνιμα γίνεται δίχα τῶν ἀρρένων, ἱκανῶς ὦπται᾿, πιστοῦται τοῦτο καὶ διὰ τῶν παρόντων, δυνάμει λέγων ‘τοσοῦτόν ἐστι χρεία τῶν ἀρρένων πρὸς τὸ γόνιμα γίνεσθαι τὰ ᾠά, ὅτι οὐδὲ τὰ ἐξ ὀχείας γινόμενα θέλει ὡς ἐπὶ τὸ πολὺ λαμβάνειν αὔξησιν᾿. εἰ γάρ τις ἀλεκτρυών ἔστω γὰρ ἐπὶ τούτων καὶ τῶν ἀλεκτορίδων ὁ λόγος) εἰ δή τις ἀλεκτρυὼν ὀχεύσῃ ἀλεκτορίδα ἅπαξ, εἶτά τις αὐτὴν ἀπαγάγῃ εἰς χωρίον, ἐν ᾧ ἀλεκτρυόνες οὔκ εἰσιν, ὡς μὴ δὶς πάντως | ὀχευθῇ, ἀπὸ μὲν τῆς ἅπαξ γεγονυίας ὀχείας συνέστησαν πάμπολλα ᾠὰ σμικρὰ τὸ μέγεθος ὥσπερ εἰ κέγχρος ἢ καὶ μείζονα κέγχρου ἴσα κυάμοις, μένουσι δ’ ἐν τῷ αὐτῷ ἕκαστον μεγέθει, λέγω δὴ τῷ κεγχριαίῳ ἡ κυαμιαίῳ μηδ’ ὅλως ἐπιδόντα εἰς μείζονα ὄγκον καὶ μέγεθος. εἰ δ’ ἐάσει αὐτὴν μετὰ τοῦ ἀλεκτρυόνος καὶ ὀχεύεται καθ’ ἑκάστην, αὔξονται διὰ τὸ ὡς προείρηται δύνασθαι τὴν ἀπὸ τοῦ ἄρρενος ἔκκρισιν κὰλ γονὴν εἰσελθοῦσαν ἐν τῷ θήλει ἕλκειν καὶ ἐκκαλεῖσθαι καταμήνιον, ὑφ’ οὗ τρεφόμενα αὐξάνει. ὥστε, εἴπερ ὡς ἐπὶ τὸ πλεῖστον οὐδὲ αὔξησιν δύναται λαβεῖν χωρὶς τῶν ἀρρένων, πολλοῦ δεῖ γόνιμα γενέσθαι δίχα τῆς ἀπ’ αὐτῶν ἀποκρίσεως. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ πρόσκειται, διότι αὔξονται καὶ χωρὶς τῶν ἀρρένων, εἰ τύχῃ ὂν θερμότερον καὶ ὑγρότερον τὸ τοῦ θήλεος σῶμα. τέως δ’ οὖν ὀλιγάκις τοῦτο συμβαίνει, ὡς ἐπὶ τὸ πολὺ δὲ ἐκείνως φιλεῖ γίνεσθαι. εἰπὼν δὲ ὅτι ὅταν ἅπαξ ὀχευθῇ τὰ ὄρνεα, σχεδὸν πάντα αἰεὶ διατελεῖ τὰ ᾠὰ ἔχοντα, μικρὰ δὲ πάμπαν, ἐπήγαγεν ὅπερ συνεωρακότες τινὲς λέγουσιν, ὅτι τὰ ὑπηνέμια οὔκ εἰσιν ὑπηνέμια, ἀλλ’ ὑπολείμματα τῆς προτέρας ὀχείας, κατὰ βραχὺ δὲ αὐξηθέντα. ὅτι δὲ γίνονται ᾠὰ καὶ χωρὶς ὀχείας, πιστοῦται ἐκ τῶν ἡμέρων περδίκων, οὓς οἱ θηρευταὶ ἄγουσιν εἰς τὰς θήρας καὶ μετὰ τούτων καί τινων τριχῶν καὶ παττάλων βραχυτάτων θηρεύουσι τοὺς ἀγρίους πέρδικας. αὗται οὖν αἱ ἥμεροι πέρδικες εἰ μὲν τύχωσιν οὖσαι ὠχευμέναι καὶ πλήρεις ᾠῶν, ἐπειδὰν ἀκούσωσι τῶν ἀγρίων ἀρρένων κακκαβιζόντων ἢ στρουθιζόντων, εὐθὺς ἅμα τῷ ἀκοῦσαι τίκτουσιν· εἰ δέ γε ἀνόχευτοι ὦσιν, εὐθὺς πληροῦνται τῶν καλουμένων ὑπηνεμίων. ὥστε ψεῦδος ὅτι οὐδὲ γίνονται ὑπηνέμια, ἀλλὰ πάντα ἐξ ὀχείας· αἱ γὰρ τοιαῦται πέρδικες ἐκ μόνης τῆς φωνῆς πληροῦνται. αἴτιον δέ, φησί, τοῦ ἀπὸ μόνης τῆς φωνῆς ἣ τοῦ ὀσφρανθῆναι τῶν ἀρρένων πληροῦσθαι ἢ τίκτειν ὅπερ καὶ ἐπὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τῶν τετραπόδων. ὥσπερ γάρ τινες τῶν ἀνθρώπων, ἂν τύχωσιν ὀργῶντες, τουτέστιν ἔχοντες τὸ σῶμα πάμπαν δεόμενον μίξεως, ἅμα τῷ ἰδεῖν γλαφυράν τινα γυναῖκα προίενται θύραζε γονὴν ὅλως μὴ πλησιάσαντες αὐτῇ, ἀλλ’ εἰ τύχῃ τῆς μὲν οὔσης ἐν | ὑψηλῷ τινι οἰκήματι καὶ ὁρώσης διὰ θυρίδος, τοῦ δὲ ἰδόντος αὐτὴν ἐν τῇ ὁδῷ ἱσταμένου, τινὲς δὲ τούτων καὶ πλησιάζουσι μέν, ἅμα δὲ τῷ θίξαι τοῦ γυναικείου αἰδοίου τὸ σφῶν αἰδοῖον προίενται, οὕτω καὶ αἱ εἰρημέναι πέρδικες, ἂν τύχωσιν ὀργῶσαι, πάσχουσι τὰ λεχθέντα. λέγει δὲ εἶναι τὰ τῶν ὀρνίθων ᾠὰ δίχροα διὰ τὸ ἄλλης μὲν εἶναι δυνάμεως τὸ λευκόν, ἄλλης δὲ τὸ ὠχρόν· εἰ μὲν γὰρ ἦσαν τῆς αὐτῆς φύσεως, ἢ ἄμφω λευκὰ ἄν ἦν ἢ ἄμφω ὠχρά, νῦν δὲ οὐκ εστι. Τὸ μὲν οὖν ἐστιν ἐγγύτερον αὐτοῦ τῆς μορφῆς τῶν μορίων γινομένων, τὸ θερμόν. Eἰπὼν ὅτι ἑκάτερον αὐτῶν ἑτέρας ἐστὶ δυνάμεως, λέγει τίς ἐστιν ἡ ἑκάστου τούτων δύναμις. τὸ μὲν οὖν θερμόν, φησὶ λέγων θερμὸν τὸ λευκόν, ἐγγύτερον καὶ ἐπιτηδειότερόν ἐστι πρὸς τὸ δέξασθαι τὴν μορφὴν ἑκάστου τῶν τοῦ νεοττοῦ μορίων. τὸ δὲ γεωδέστερον, τουτέστι τὸ ὠχρόν, τὴν τοῦ σώματος παρέχεται σύστασιν καὶ τροφήν. ἐν μὲν γὰρ τῷ λευκῷ διαγράφεται τῇ φύσει τὰ τοῦ νεοττοῦ μόρια, ἐκ δὲ τοῦ ὠχροῦ τρεφόμενα αὔξεται καὶ τελειοῦται. λαμβάνει δὲ τὴν ἀρχὴν τὸ ζῷον ἐκ τοῦ λευκοῦ, ὅτι τὸ λευκὸν θερμόν ἐστιν, ὡς μετ’ ὀλίγον δείξει, ἐν δὲ τῷ θερμῷ ἐστιν ἡ ψυχικὴ ἀρχή. καὶ τοῖς μὲν θερμοτέροις πλεῖον ἀεί, φησίν, ἐστὶ τὸ λευκὸν καὶ διακεκριμένον χωρίς διακρίνει γὰρ αὐτὸ ἡ θερμότης καὶ ἐπιπολάζειν ποιεῖ), τοῖς δ’ ἧττον θερμοῖς μᾶλλόν ἐστι πλέον τὸ ὠχρόν· ἀναμέμικται γὰρ αὐτῷ τὸ πλέον τοῦ λευκοῦ· τὸ γὰρ ἐνδεὲς τῆς θερμότητος αὐτῶν οὐκ ἠδυνήθη παντελῶς διακρῖναι τὸ λευκὸν ἀπὸ τῆς λεκίθου, λέγων λέκιθον τὸ ὠχρόν. ἐπεὶ οὖν, ὡς εἴρηται, ἀναμέμικται τῇ λεκίθῳ καὶ τῷ ὠχρῷ τὸ λευκόν, εἰκότως ἐστὶ λευκότερον τῆς τῶν θερμοτέρων λεκίθου καὶ ἧττον ὠχρόν. τὸ δὲ ᾠὸν τῶν ἰχθύων ἐστὶ μονόχροον διά τε μικρότητα πάνυ γὰρ ὂν μικρὸν οὐκ ἠδυνήθη τὸ μὲν αὐτοῦ γενέσθαι ὠχρὸν τὸ δὲ λευκόν) καὶ διὰ τὸ πλῆθος τοῦ ψυχροῦ καὶ γεώδους, τουτέστι διὰ τὸ πλῆθος τοῦ ὠχροῦ. ἐν δὲ τῇ λέξει τῇ ἔχει γὰρ ἑκάτερον ἐξ οὗ ἔσται τῶν μορίων μόρια λέγει τὸ ὠχρὸν καὶ λευκόν. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν. ἔχει γὰρ ἑκάτερον τῶν | μορίων, τό τε λευκόν, ἐξ οὗ ἔσται ὁ νεοττός, καὶ τὸ ὠχρόν, ἐξ οὗ πάλιν τραφήσεται. διὰ δὲ τὸ εἶναι, φησί, τὸ λευκὸν θερμὸν πρῶτον μὲν τὰ κυήματα τῶν ὀρνίθων, ὅτε εἰσὶ κεγχριαῖα, φαίνονται λευκὰ διὰ τὸ θερμὸν καὶ καθαρόν· τὸ γὰρ θερμότερον καὶ καθαρώτερον πρῶτον ἀποκρίνεταί τε καὶ συνίσταται ὑπὸ τοῦ συνιστῶντος· προϊόντα δὲ καὶ κυάμου μέγεθος ὡς εἰπεῖν λαβόντα φαίνεται ὠχρά, λευκοῦ μηδ’ ὅλως ἐμφαινομένου αὐτοῖς διὰ τὸ συμμίγνυσθαι αὐξομένων πλεῖον αἱματῶδες. τέλος δὲ ἀποκρινομένου τοῦ θερμοῦ κύκλῳ περιίσταται τὸ λευκόν, τουτέστι τέλος δ’ ἀποκρίνεται τὸ λευκὸν ὑπὸ τοῦ θερμοῦ ὡς καθαρώτερον καὶ λεπτότερον καὶ περιίσταται κύκλῳ. ὑγρὸν γὰρ ὂν ἅπαν τὸ μῖγμα τὸ ἐκ λευκοῦ καὶ ὠχροῦ, καὶ πάντως ὁμοίως ζέσαν ὥσπερ τὸ ἐν τῷ λέβητι ὕδωρ, καὶ ὁμοίως πάντοθεν ἀπεκρίθη τὸ λευκόν. καὶ ὥσπερ δὲ ἐν τῷ ἑνὶ ᾠῷ ἐστι καὶ λευκὸν καὶ ὠχρόν, οὕτω ἄν τις πολλὰ ᾠὰ καταθραύσας τὰ μὲν ὄστρακα ῥίψειε, τὰ δὲ λευκὰ καὶ ὠχρὰ τούτων πάντων ὁμοῦ συνεράσας, τουτέστι μίξας καὶ ἀνακινήσας διαρκῶς, ὥστε μιχθῆναι τὰ λευκὰ τοῖς ὠχροῖς καὶ ἕν τι κρᾶμα γενέσθαι, εἶτα λαβὼν εἰς κύστιν βοὸς ἢ προβάτου ἢ εἰς χύτραν ἢ ἄλλο τι ἀγγεῖον ἕψει πυρί ἔστω δὲ τὸ πῦρ μὴ πολύ, ὥστε ἑψῆσαι καὶ πῆξαι τὸ κρᾶμα πρὸ τῆς τοῦ λευκοῦ ἀπὸ τοῦ ὠχροῦ διακρίσεως, ἀλλὰ σύμμετρον), εἰ δὴ ἕψει αὐτὸ συμμέτρῳ πυρί, ἴδοι ἂν χωρισθὲν ἅπαν τὸ ἐν τῷ κράματι λευκὸν καὶ κύκλῳ περιστάν, τὸ δὲ ὠχρὸν συναχθὲν ἐντός, ὡς ἀτεχνῶς ἐοικέναι ἑνὶ ᾠῷ μεγάλῳ ἐντὸς μὲν ἔχοντι τὸ ὠχρόν, κύκλῳ δὲ τὸ λευκόν. ὥστε δῆλον ὅτι τὸ λευκὸν θερμὸν καὶ κοῦφόν ἐστι, τὸ δ’ ὠχρὸν γεῶδες. Ἀποκρίνεται δὲ ἐν τοῖς ᾠοῖς ἡ τοῦ ἄρρενος ἀρχὴ καθ’ ὃ προσπέφυκε τῇ ὑστέρᾳ τὸ ὠόν. Διὰ τούτων λέγει, ποῦ τῶν τοῦ ᾠοῦ μερῶν κεῖται ἡ ἐν αὐτῷ οὖσα τοῦ ἄρρενος ἀπόκρισις, καὶ λέγει κεῖσθαι, καθ’ ὃ προσπέφυκε τῇ ὑστέρᾳ, τοῦτο δ’ ἐστὶ τὸ ὀξύ. τρόπον γάρ τινα κωνοειδὲς ὂν τὸ ᾠόν, ἐν τῷ ὀξεῖ μέρει αὐτοῦ κεῖται ἡ τοῦ ἄρρενος γονή, καὶ διὰ τοῦτο, φησί, γίνεται ἀνόμοιον, τουτέστιν οὐ σφαιροειδὲς τὸ ᾠόν, ἀλλὰ κωνοειδὲς καὶ ἐπὶ θάτερα ὀξύ, διὰ τὸ δεῖν διαφέρειν τοῦ λευκοῦ ἐν ᾧ ἔχει τὴν ἀρχήν. ἐπειδὴ γὰρ τὸ λευκὸν ὑγρόν, πᾶν δὲ ὑγρὸν σχηματίζεται τῷ τοῦ ἀγγείου ἐν ᾧ ἐστι σχήματι, εἰ μὲν ἦν τὸ ὄστρακον τοῦ ᾠοῦ σφαιροειδές, ἦν ἂν καὶ τὸ ἐν αὐτῷ λευκὸν σφαῖρα, τῆς δὲ σφαίρας οὐδὲν διαφέρει ἕτερον | ἑτέρου μόριον, ἀλλὰ πάντα ὅμοια. δεῖ δὲ διαφέρειν τὸν τόπον ἐν ᾧ μέλλει κεῖσθαι ἡ ἀρχή· γέγονεν οὖν διὰ τοῦτο τὸ ὄστρακον ἐπὶ θάτερα ὀξύτερον καὶ ἀνόμοιον, ἵνα τὸ ἐν αὐτῷ κείμενον λευκὸν ἀνόμοιον ᾖ καὶ διάφορον, ἵνα ἐν αὐτῷ πεσεῖται ἡ ἀρχή. ἐπὶ τούτῳ γάρ ἐστι σκληρότερον καὶ ἰσχυρότερον τὸ ὀξὺ τοῦ ᾠοῦ, διὰ τὸ δεῖν ἐν αὐτῷ φυλάττεσθαι ὥσπερ ἐν ἀκροπόλει τὴν ἀρχὴν καὶ διὰ τὸ πολὺ εἶναι ἐν αὐτῷ τὸ λευκὸν βοηθεῖν αὐτῷ. ἐξέρχεται δὲ τοῦ ᾠοῦ πρῶτον τὸ κάτω, εἶθ’ οὕτως τὸ ὀξὺ διὰ τὸ προσπεφυκὸς εἶναι τὸ ὀξὺ ἐν ᾧ ἡ ἀρχὴ ἐν τῇ ὑστέρᾳ, καὶ ὕστερον ἀπολύεσθαι. ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς, φησίν, ἀεὶ ἐν τῷ μέρει τοῦ καρποῦ, καθ’ ὃ προσπεφύκασι τοῖς κλάδοις, ἐστὶν ἡ ἀρχή. ὁ γὰρ κύαμος ἐν τῷ μέρει αὐτοῦ, καθ’ ὃ προσπέφυκε τῷ κελύφει τῷ περιέχοντι αὐτὸν ·χλωρῷ ὄντι ἔχει τὴν ἀναλογοῦσαν ἀρχὴν τῷ τοῦ ἄρρενος σπέρματι· προσπέφυκε δὲ τῷ κελύφει κτὰ τὸ μέλαν, ὃ καλοῦσιν ὄμμα τοῦ κυάμου τοῦτο γὰρ εἶπε δίθυρον), ἐν ᾧ, ἐπειδὰν βραχῇ, ἡ βλάστη φύει· ἐν γὰρ τῷ καλουμένῳ ὄμματι ὁ βλαστὸς φύει, ὡς δηλονότι ἐνταῦθα οὔσης τῆς ἀρχῆς καὶ οὐκ ἐπὶ θάτερα. ὅτι δὲ καὶ κατὰ τοῦτο προσπέφυκεν ἐν τῷ κελύφει ὤν, δῆλον τῇ ὄψει· τὸ λοιπὸν γὰρ σῶμα ἀπολελυμένον ὁρᾶται. ἀλλὰ καὶ ἐν μόνῳ τῷ διθύρῳ φαίνεται ἔχων οἷον ἐντεριώνην τινά, ἥτις συνέχει τὸν κύαμον καὶ τὸ κέλυφος, καθάπερ καὶ τὸ νεῦρον τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰσχίον συνέχει τὸν γλουτὸν καὶ τὸ κοῖλον ὀστοῦν, ἐν ᾧ οὗτος συστρέφεται. ἐστι δὲ τὸ προσπέφυκε γὰρ ἡ ἀρχὴ τοῦ σπέρματος ἴσον τῷ προσπέφυκε γὰρ τὸ σπέρμα, οἷον εἰπεῖν φέρε ὁ κύαμος τῷ κελύφει, καθ ὃ μέρος ἑαυτοῦ ἐγκατῳκοδομημένην ἔχει τὴν ἀρχήν· τινὲς μὲν οὖν τῶν καρπῶν ὥσπερ τὰ χέδροπα προσπεφύκασι τοῖς κελύφεσιν, ἄλλοι δὲ τοῖς περικαρπίοις, οἷον τὰ μῆλα, ἄλλοι δ’ αὐτοῖς τοῖς κλάδοις. Ἀπορήσειε δ’ ἄν τις περὶ τῆς αὐξήσεως τῶν ὠῶν. O δ’ οὖν ἀπορεῖ λεγόμενον, τοιοῦτόν ἐστιν· οἱ μὲν γὰρ σκώληκες, ἐπειδὰν γένωνται, διὰ τοὐ οἰκείου στόματος λαμβάνοντες τὴν τροφὴν τρεφονται ὑφ’ αὑτῶν· τὰ ᾠὰ δὲ ἐν τῇ ὑστέρᾳ πῶς τρέφεται; εἰ γάρ τις λέγει ἔχειν καὶ τὰ ᾠὰ μέρος τι, ὑφ’ οὗ τρέφονται, ὥσπερ τὰ ζῷα τὸν ὀμφαλόν, ἀλλὰ ποῖ τοῦτο τὸ μέρος τρέπεται τελειωθέντος τοῦ ᾠοῦ; οὐ γὰρ συνεξέρχεταί τι ὀμφαλῶδες τῷ ὠῷ, ὥσπερ τοῖς ζῴοις οἱ ὀμφαλοί. λύει οὖν αὐτὴν σαφῶς, πλὴν ὅτι τούτου δὴ τοῦ ὑμένος κατ’ ἀρχὰς ὀμφαλῶδές ἐστι κατὰ τὸ ὀξὺ περὶ τοῦ ὑμένος εἴρηται τοῦ ὕστερον γεγονότος ὄστρακον. αὐξηθέντος δέ, φησί, τοῦ ᾠοῦ περιτείνεται τὸ ὀμφαλῶδες καὶ ἀναλίσκεται εἰς σύστασιν τοῦ πέρατος τοῦ ὀξέος. τὸ γὰρ πέρας τῆς τοῦ ᾠοῦ ὀξύτητος τὸ ὀμφαλῶδές ἐστι περιταθὲν πρῶτον καὶ ἀποπληρῶσαν αὐτό, ὕστερον δὲ ὀστρακωθέν. ὑπὸ δὲ τὸν ὀστρακωθέντα ὑμένα ἐστὶν ἕτερος ὑμὴν μεταξὺ τοῦ ὀστράκου καὶ τοὐ λευκοῦ. καὶ τοῖς μὲν ζῳοτοκουμένοις, φησίν, ἐξελθοῦσι θύραζε ἐξ ἑτέρου μέρους παρὰ τὴν ὑστέραν γίνεται ἡ τροφή· ἐκ τῶν μαστῶν γάρ· τοῖς δὲ ἐκ τῶν ᾠῶν γινομένοις νεοττοῖς οὐκ ἐκ μέρους μὲν τῆς μητρὸς ἑτέρου δὲ παρὰ τὴν ὑστέραν ὄντος γίνεται ἡ τροφή, ἀλλ’ ἐξ αὐτοῦ τοῦ ᾠοῦ εἰ γὰρ καὶ μέρος τῆς ὄρνιθος τὸ ὠόν, ἀλλ’ οὐ συμπέφυκεν αὐτῇ ὥσπερ ὁ μαστὸς τοῖς ζῳοτόκοις), καὶ τὸ μὲν λευκὸν γίνεται νεοττός, τροφὴ δὲ τὸ ὠχρόν. Ἀλκμαίων δὲ ὁ Κροτωνιάτης διὰ τὸ ὁρᾶν τὸ τοῦ ᾠοῦ λευκὸν ὅμοιον τῷ γάλακτι λευκὸν γὰρ τοῦτο κἀκεῖνο), εἶναι δὲ τὸ γάλα τροφήν, ἐνόμισεν ὡς καὶ ἐν τοῖς ᾠοῖς τὸ μὲν λευκὸν τροφή ἐστι, τὸ δ’ ὠχρὸν τὸ τῶν νεοττῶν σῶμα· οὐκ ἔστι δέ, ὡς οὗτος ὁ Ἀλκμαίων οἴεται, τὸ λευκὸν τροφή, ἀλλὰ μᾶλλον τὸ ὠχρόν. λέγει δὲ καὶ τὴν τῆς γῆς θερμότητα συμπέττειν τὰ ᾠά. εἰ δέ τινα τῶν ᾠοτόκων, οἷον σαῦραι, νῦν μὲν ἐπῳάζουσι, νῦν δὲ φοιτῶσι δεῦρο κἀκεῖσε, οὐ χάριν συμπέψεως τῶν ᾠῶν ἐπῳάζουσιν ἀρκεῖ γὰρ πρὸς τοῦτο ἡ τῆς γῆς θερμότης), ἀλλὰ χάριν τοῦ φυλάττειν αὐτά, ὅπως μὴ ὑπό τινος διαφθαρεῖεν. τὰ μὲν οὖν τῶν τετραπόδων καὶ ὑπὸ μόνης τῆς ὥρας πέττεται διὰ τὴν ἐνοῦσαν αὐτοῖς ἰσχὺν καὶ ἐπιτηδειότητα, τὰ δὲ τῶν ὀρνέων ἐπικηρότατα, τουτέστιν εὐφθαρτότατα, καὶ πρὸς τὸ οὔρια γίνεσθαι ἐπιτηδειότατα, διὸ καὶ δεῖται τῆς τεκούσης. | Ἔοικε δ᾿ ἡ φύσις βούλεσθαι τὴν τῶν τέκνων αἴσθησιν 67r ἐπιμελητικὴν παρασκευάζειν. Ἐπειδὴ γὰρ εἶπεν ὅτι φυλακῆς χάριν ἐπῳάζουσιν, ἀλλ’ οὐ συμπέψεως, ἐπάγει ἄλλην αἰτίαν διὰ τούτων, τοῦτο δυνάμει λέγων ‘παρασκευάζει δὲ ἡ φύσις αὐτὰ ἐπῳάζειν, ὅπως καθ’ ἑκάστην ὁρῶντα καὶ αἴσθησιν τούτων λαμβάνοντα ἐκ τῆς τοιαύτης συνηθείας στοργὴ γίνηται τούτοις τῶν τέκνων· καὶ τὰ μὲν χείρονα φιλοῦσι τὰ ἔγγονα μέχρι τοῦ τεκεῖν, ἅμα δὲ τῷ τεκεῖν μισοῦσιν αὐτὰ καὶ ἀποστρέφονται, ὥσπερ ὁ δασύπους καὶ οἱ ἰχθύες· ἄλλα δὲ καὶ μετὰ τὸ τεκεῖν φιλοῦσι, μέχρις ἂν τελειωθῶσιν αὐτά, τινὰ δὲ ἐκτρέφουσιν ἄχρι τινός. εἶτα μισοῦσιν ὥσπερ ἀλεκτορίς· οἱ δ’ ἄνθρωποι καὶ διὰ βίου ἀσπάζονται.’ ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη· ἡ δὲ λέξις ἐλλιπῶς ἡρμήνευται. εἴη δ’ ἂν τὸ πλῆρες καὶ ἑξῆς αὐτῆς τοιοῦτον· ἔοικε δ’ ἡ φύσις βούλεσθαι τὴν τῶν γεννώντων αἴσθησιν ἐπιμελητικὴν παρασκευάζειν τῶν τέκνων· παρασκευάζει γάρ, ὡς εἴρηται, τὰς μητέρας ὁρᾶν τὰ τέκνα, ἵνα ἐπιμελῆται αὐτῶν. Διόπερ καὶ μὴ ἐπῳάζουσαι αἱ θήλειαι, ὅταν τέκωσι, διατίθενται χεῖρον. Ἐπειδὴ τὸ εἶναι καὶ τὸ τέλος τῆς ἑκάστου φύσεως ἐστιν ἐν τῷ γεννᾶν οἷον αὐτό, εἴ τις τὴν κισσῶσαν ὄρνιθα κωλύσει καὶ μὴ ἐάσει ἐπῳάσαι πολλοὶ γὰρ βρέχουσιν αὐτὰς ὕδατι καὶ οὐκ ἐῶσιν ἐπῳάζειν) ἴστω βλάπτων αὐτὴν ὡς ἀποτεμνόμενός τι τῆς φύσεως αὐτῆς. ὡς γὰρ εἴρηται, ἡ ὁλότης καὶ τὸ πλῆρες τῆς φύσεως αὐτῆς ἐστιν ἐν τῷ ποιῆσαι ἄλλο οἷον αὐτό ἐστιν. ἐν δὲ τῇ λέξει τῇ προσέχει γὰρ τὸ ἐν αὐτῇ θερμὸν τὸ προσέχει ἴσον ἐστὶ τῷ συντηρεῖ καὶ φυλάττει. συντηρεῖ γὰρ τὸ ἐν τῇ γῇ θερμὸν ἡ ὄρνις ἐπῳάζουσα, καὶ οὐκ ἐᾷ διεξέρχεσθαι. οἱ δὲ οἶνοι ὀξύνονται ἐν ταῖς ἀλεειναῖς διὰ τὸ θερμαίνεσθαι ὑπὸ τῆς ὥρας τὴν ἐν αὐτοῖς ἰλύν· θερμαινομένη γὰρ καὶ κούφη γινομένη διὰ τὴν θερμότητα ἄνεισι καὶ ἀναμίγνυται τῷ οἴνῳ, καὶ οὕτως διαφθείρει τὴν ἐν αὐτῷ τοιανδὶ ποιότητα οὖσαν καὶ τοιονδὶ χυμόν. τὸ αὐτὸ δὲ καὶ ἡ λέκιθος πάσχουσα ὑπὸ τῆς τοιαύτης ὥρας ἀναμίγνυται τῷ λευκῷ καὶ φθείρει αὐτό. γαμψώνυχα δὲ καὶ τρία γεννᾶν τοὺς ἀετοὺς χρὴ νοεῖν· οἱ γὰρ ἱέρακες καὶ πέντε καὶ ἓξ γεννῶσι. φθείρουσι δὲ καὶ οὗτοι τὸ μέσον διὰ τὸ λίαν ὑπερθερμαίνειν ἐν μέσῳ κείμενον τῆς κοιλίας καὶ κατακαίειν αὐτό. οὐ γίνεται δὲ ὀπτώμενον τὸ τοῦ ᾠοῦ ὠχρὸν σκληρόν, καίτοι γεῶδες ὄν, διὰ τὸ μὴ εἶναι οἷον τὸ ἐν κεράμῳ γεῶδες, ἀλλ’ οἷον τὸ ἐν τῷ κηρῷ. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ διὰ τὸ ειναι τὴν φύσιν γεωδες ουτως ὥσπερ κηρός· τὸ γὰρ ἐν τῷ κηρῷ γεῶδες οὐ σκληρύνεται πυρί. διὰ τοῦτο θερμαινόμενον μᾶλλον, ἐὰν ᾖ μὴ ἐξ ὑγροῦ περιττώματος, διουρεῖται. ἔστι δὲ τὸ διουρεῖται ἴσον τῷ οὔριον γίνεται. τὸ δὲ λεγόμενόν ἐστιν εἰ μὲν ἔχει τὸ ᾠὸν πολὺ τὸ ὑγρὸν περίττωμα, θερμαινόμενον καὶ ἐξατμιζόμενον ἐξέρχεται εἰς συμμετρίαν καὶ οὐ διουρεῖται· ἂν δὲ μὴ ᾖ ἐξ ὑγροῦ περιττώματος, τουτέστιν ἂν δὲ ᾖ ἐν αὐτῷ ὀλίγον τὸ ὑγρὸν περίττωμα, θερμαινομένη ἡ λέκιθος κουφίζεται καὶ ἄνεισι καὶ οὕτως μιγνυμένη τῷ λευκῷ διουρεῖται᾿. τὸ δὲ διουρεῖται καὶ γίνεται οὔρια ἐκ παραλλήλου κεῖται. ἀλλὰ τὸ μὲν ὠχρόν, ὡς εἴρηται, πυρούμενον οὐ σκληρύνεται, τὸ δὲ λευκὸν πυρούμενον γίνεται σκληρὸν καὶ στερεόν, ἤτοι παχὺ καὶ συνεστηκός. ῥητέον δὲ καὶ ὅτι τὸ λευκὸν περὶ τὴν γένεσιν τῶν ζῴων πεττόμενον ἅμ τε καὶ ἐξαιματοῦται καὶ παχύνεται πρῶτον μὲν γὰρ αἷμα παχὺ γίνεται), ἅμ δὲ τῷ γενέσθαι αἷμα παχὺ εὐθὺς διαγράφεται εἰς τὰ τοῦ νεοττοῦ μόρια· αὔξονται δὲ καὶ τελειοῦνται ἐκ τοῦ ὠχροῦ. ἀλλὰ ταῦτα μὲν ὅπως ἔχουσιν, ἐκ τῶν περὶ τὰς ἱστορίας τὰς περὶ ζῴων γεγραμμένας δεῖ θεωρεῖν· πρὸς δὲ τὴν παροῦσαν σκέψιν ἱκανὸν φανερὸν | εἶναι τοσοῦτον, τουτέστι τοῦτο μόνον ἐστὶν ἱκανὸν ἡμῖν γνῶναι νῦν ὅτι τῆς καρδίας ἐστὶν ἡ πρώτη σύστασις· πρώτη γὰρ αὕτη συνίσταται, ὡς πολλάκις εἴρηται· τοῦτο οὖν ἐστιν ἡμῖν ἱκανὸν νῦν ὑπομνησθῆναι καὶ πρὸς τούτῳ γνῶναι ὅτι τῆς μεγάλης φλεβὸς ἀπὸ τῆς καρδίας ἀφορισθείσης καὶ βλαστησάσης δύο ὀμφαλοὶ ἀπὸ τῆς φλεβὸς τείνουσιν, ὁ μὲν εἰς τὸν ὑμένα τὸν περιέχοντα τὸ ὠχρόν, ὁ δ’ ἕτερος εἰς τὸν χοροειδῆ ὑμένα, ὅς ἐστιν εὐθὺς μετὰ τὸ ὄστρακον. λέγει δὲ ὅτι τὸ ὠχρὸν θερμαινόμενον γίνεται πλέον· τὸ γὰρ ἐγκαταμιγνύμενον αὐτῷ πνεῦμα εἰς μείζονα ὄγκον αὐτὸ αἴρει. λέγει δὲ καὶ ὅτι τὴν τροφήν, ἤτοι τὸ ὠχρόν, σωματώδη καὶ γεώδη οὖσαν δεῖ πρότερον ὑγρανθῆναι· πᾶσα γὰρ τροφὴ πρότερον ὑγραίνεται, εἶθ’ οὕτως τρέφει. Δεῖ γὰρ ὑπολαβεῖν τὰ ᾠοτοκούμενα τῶν ζῴων πρὸς μὲν τὸ ὦχρον ουτως εχειν. Τὸ δεῖ γὰρ ἀντὶ τοῦ δεῖ δέ· οὐ γάρ ἐστι κατασκευαστικὸν τῶν προσεχῶς ῥηθέντων. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ὃν λόγον ἔχει τὰ ἔμβρυα πρὸς τὸ ἐν τῇ ὑστέρᾳ αἷμα, ἀφ’ οὗ διὰ τοῦ ὀμφαλοῦ τρέφεταί τε καὶ αὔξεται, τὸν αὐτὸν καὶ ὁ νεοττὸς πρὸς τὸ ὠχρόν· καὶ οὗτος γὰρ ἐκ τοῦ ὠχροῦ τρέφεται διὰ τοῦ ὀμφαλοειδοῦς. τὸ γὰρ ὠχρὸν μέρος ἐστὶ τῆς ὄρνιθος, ὥσπερ καὶ τὸ ἐν τῇ ὑστέρᾳ καταμήνιον· μέρος γὰρ αὐτὸ τῆς μητρός. ὃν δὲ πάλιν ἔχει τὸ ἔμβρυον πρὸς τὴν ὑστέραν, τὸν αὐτὸν καὶ ὁ νεοττὸς πρὸς τὸν ἐξωτάτω ὑμένα τὸν αἱματώδη, ὃν πρὸ ὀλίγου εἶπε χοροειδῆ. ἔστι μὲν οὖν τρόπον τινὰ τὸ μὲν ὠχρὸν ἡ μήτηρ, ὁ δὲ χοροειδὴς ὑμὴν ἡ ὑστέρα. τὸ δὲ ὄστρακον τοιοῦτον χρὴ νοεῖν, ὥσπερ ἂν εἴ τις περιεκάλυψε τὴν μητέρα μετά τινος ἔξωθεν. ἔστω γὰρ ἕνεκα λόγου ὁ μὲν νεοττὸς ὁ Ἄνυτος, τὸ δὲ ὠχρὸν ἡ μήτηρ αὐτοῦ, τὸ δὲ ὄστρακον τὸ ἱμάτιον τῆς μητρὸς αὐτοῦ ἢ ἄλλο τι περικαλύπτον αὐτὴν οὕτως, ὥστε μηδέν τι φαίνεσθαι τῶν αὐτῆς μερῶν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ περὶ τὴν μητέρα ὅλην. ἐπεὶ γὰρ δεῖ τὸ ἔμβρυον ἐν τῇ ὑστέρᾳ εἶναι καὶ πρὸς τῇ μητρί, ἐν μὲν τῷ χοροειδεῖ ἐστιν ὁ νεοττὸς ὡς ἐν τῇ ὑστέρᾳ, πρὸς δὲ τῷ ὠχρῷ ἐστιν ὡς ἐν τῇ μητρί. ἀλλ’ ἐν μὲν τοῖς ζῳοτόκοις ἔχει τε καὶ περιέχει ἡ μήτηρ τὴν ὑστέραν, ἐν δὲ τοῖς ᾠοτοκουμένοις ἔμπαλιν ἡ ὑστέρα τὴν μητέρα· μήτηρ γάρ ἐστι τὸ ὠχρόν, ὑστέρα δὲ ὁ αἱματώδης καὶ χοροειδὴς | ὑμήν, ὃς περιέχει τὸ ὠχρόν, ἤτοι τὴν μητέρα. λέγει δὲ καὶ ὅτι αὐξανομένων τῶν νεοττῶν πρῶτον συμπίπτει ὁ εἰς τὸ χόριον τείνων ὀμφαλὸς καὶ ἀπόλλυται· διὰ τί; διότι, φησί, δεῖ πρῶτον τὸν νεοττὸν ἐξελθεῖν· ἐκεῖθεν γὰρ καὶ ἐκ τοῦ μέρους τοῦ χοροειδοῦς ὑμένος ἔξεισιν, ἐν ᾧ προσπέφυκεν ὁ ὀμφαλός· ἀφανισθέντος γὰρ εὐθὺς ὀπὴ γίνεται ὥσπερ ἥλου τινὸς ἢ γόμφου ἀφαιρεθέντος. τὸ δὲ λοιπὸν τοῦ ὠχροῦ καὶ ὁ ὀμφαλὸς ὁ εἰς τὸ ὠχρὸν ὕστερον· οὐ γὰρ πᾶν τό ὠχρον ἀναλίσκεται εἰς τροφὴν τοῦ νεοττοῦ, ἀλλ’ ἐγκαταλιμπάνεταί τι, ὅπερ ἐγκατάλειμμα συνέξεισι τῷ ὀμφαλῷ. ὁρῶνται γὰρ οἱ νεοττοὶ ἐξελθόντες ἔχοντες ὑπὸ τὴν κοιλίαν, ἐν ᾧ μέρει αὐτῆς ἐστιν ὁ ὀμφαλός, τὶ τοῦ ὠχροῦ, ὑφ’ οὗ καὶ ἐξελθὼν θύραζε τρέφεται δύο ἢ καὶ τρεῖς ἡμέρας. ἐπεὶ γὰρ οὔτε ἀπὸ τῆς μητρὸς θηλάζειν δύναται οὔτε δι’ ἑαυτοῦ τρέφεσθαι, ἀνάγκη συνεξάγειν τῷ νεοττῷ τὴν φύσιν τροφήν τινα. διόπερ τρεφομένου τοῦ νεοττοῦ εἴσεισι τὸ τοιοῦτον ὠχρὸν μετὰ τοῦ ὀμφαλοῦ ἐντός, καὶ οὕτω περιφύεται ἡ σάρξ. ἐπὶ τούτῳ γὰρ οὐδ’ ὀμφαλὸν ἔχουσιν οἱ ὄρνιθες· τῆς γὰρ τροφῆς ἐν τῷ ἄκρῳ τοῦ ὀμφαλοῦ κειμένης, εἰ μέλλει τραφήσεσθαι ὁ νεοττός, ἀνάγκη πρότερον τὸν ὀμφαλὸν εἰσελθεῖν καὶ οὕτω τὴν ἐν τῷ ἄκρῳ αὐτοῦ κειμένην τροφήν. καὶ συμπεραίνεται λοιπὸν λέγων ταῦτα μᾶλλον εἶναι διάδηλα ἐπὶ τῶν μειζόνων, λέγων ταῦτα τὰ μόρια· ἐν γὰρ τοῖς μείζοσι ζῴοις διάδηλόν ἐστιν ὡς πρῶτον πάντων ἡ καρδία γίνεται, εἶθ’ ὁ ὀμφαλὸς καὶ τὰ λοιπὰ ὁμοίως. Αἰτία δ’ ἡ τοῦ σώματος φύσις· τήν τε γὰρ κεφαλὴν πολλαπλασίαν ἔχει τοῦ λοιποῦ σώματος. Ἐπεὶ γὰρ ἡ τοῦ βατράχου κεφαλὴ πολλαπλασία ἐστὶ τοῦ λοιποῦ σώματος, εἴπερ ἐν ἑαυτῷ ἐζῳοτόκει, ἀνάγκη αὐξομένων τῶν ἐμβρύων ὀγκοῦσθαι τὴν γαστέρα, ὀγκουμένην δὲ προσπίπτειν ταῖς ἐν τῇ κεφαλῇ ἀκάνθαις καὶ κατατιτρώσκεσθαι καὶ ἐκ τούτου ἀφορήτως ὀδυνᾶσθαι. προνοουμένη τοίνυν τῆς τοῦ βατράχου σωτηρίας ἡ φύσις πεποίηκεν αὐτὸν θύραζε ζῳοτοκεῖν. οὔτε οὖν ἐξ ἀρχῆς ἐν ἑαυτῷ διὰ τὴν εἰρημένην αἰτίαν ζῳοτοκεῖ οὔτε μὴν ὕστερον εἰσδέχεται τοὺς οἰκείους νεοττοὺς διωκομένους καὶ ἐπιβουλευομένους ὑπό τινων. τὰ μὲν γὰρ ἄλλα σελάχη δέχονται ἐν ἑαυτοῖς τοὺς νεοττοὺς ἐπιβουλευομένους ὑπό τινων, δέχονται δὲ διὰ τοῦ πόρου δι’ οὗ ἐγέννησαν αὐτούς, ὁ δὲ βάτραχος οὐ δέχεται· εἰ γὰρ ἐδέξατο, ἀνάγκη πάλιν ὀγκωθῆναι τὴν γαστέρα καὶ προσπεσεῖν ταῖς ἀκάνθαις. δι’ ἣν μὲν οὖν αἰτίαν ὕστερον εἰσελθεῖν τοὺς νεοττοὺς ἡ κεφαλὴ κωλύει, διὰ τὴν αὐτὴν ταύτην καὶ πρότερον ἐντὸς τελειωθῆναι κωλύει. λέγει δὲ καὶ ὅτι ὃν τρόπον ἐντὸς γίνονται ἐκ τῶν ᾠῶν οἱ τῶν ἄλλων σελαχῶν νεοττοί, τὸν αὐτὸν καὶ οἱ τοῦ βατράχου θύραζε. Tούτοις δὲ καὶ τοῖς τῶν ὀρνίθων τῇ μὲν ὁμοία τῇ δὲ διάφορός ἐστιν. Τούτοις λέγει πάλιν ἀπλῶς τοῖς σελάχεσι, τῷ τε βατράχῳ καὶ τοῖς ἄλλοις ἅπασιν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἡ γένεσις τῶν σελαχῶν πάντων καὶ ἡ τῶν ὀρνίθων πάντων τῇ | μέν ἐστιν ὁμοία, τῇ δὲ διάφορος· καὶ λέγει τὴν διαφορὰν εὐθύς, καθ’ ἣν διαφέρουσι, φάσκων πρῶτον μὲν τὰ σελάχη οὐκ ἔχει τὸν ἕτερον ὀμφαλὸν τὸν εἰς τὸ χόριον τείνοντα, δι’ ἣν λίαν σαφῶς ἐπάγει αἰτίαν. ἔπειθ’ ἡ γένεσις καὶ τούτοις καὶ τοῖς ὄρνισιν ἐξ ἄκρου μέν ἐστι τοῦ ὠοῦ, ἀλλὰ τοῖς μὲν ὄρνισιν ἐκ τοῦ ὀξέος, καθ’ ὃ ὀξὺ προσπέφυκε τῇ ὑστέρᾳ τὸ γὰρ λοιπὸν ἅπαν τοῦ ᾠοῦ ἀπολελυμένον ἐστὶ καὶ ἐν τοῖς ὄρνισι καὶ ἐν τοῖς σελάχεσι, μόνον δὲ τὸ ὀξὺ συμπέφυκε τῇ ὑστέρᾳ ὥσπερ τις ῥίζα τῇ γῇ), τοῖς μὲν οὖν ὄρνισιν ἐκ τοῦ ὀξέος ἡ γένεσις, καθ’ ὃ καὶ ἔστιν ἡ πρόσφυσις, τοῖς δὲ σελάχεσιν οὐκ ἐκ τοῦ ὀξέος, ἀλλ’ ἐκ τοῦ ἑτέρου ἄκρου. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἀλλ’ οὐχ ᾗ προσπέφυκε πρὸς τὴν ὑστέραν, τουτέστιν ἐκ τοῦ ἑτέρου ἄκρου γίνονται οἱ τῶν σελαχῶν νεοττοί, ἀλλ’ οὐκ ἐκ τοῦ ὀξέος, δι’ οὗ ὀξέος συνέχεται καὶ προσπεφυκός ἐστι πρὸς τὴν ὑστέραν. εἰπὼν δὲ τοῦτο ἐπάγει αἴτιον δὲ τοῦ τοὺς μὲν ὄρνιθας γίνεσθαι ἐκ τοῦ ὀξέος, τὰ δὲ σελάχη ἐκ τοῦ θατέρου ἄκρου, ὅτι τὸ μὲν τῶν ὀρνίθων ᾠὸν χωρίζεται ἐκ τῆς ὑστέρας. ἐπεὶ οὖν ἐκτὸς καὶ θύραζε ζῷον γίνεται τὸ τῶν ὀρνίθων ᾠὸν καὶ οὐδὲν ὅλως ἐκ τῆς ὑστέρας λαμβάνει τροφὴν ὥσπερ τὰ ἐντὸς ζῳοτοκούμενα, ἃ πρῶτον μὲν τρέφονται ἐκ τοῦ λειφθέντος ᾠοῦ ἐπὶ πάντων γὰρ τῶν ᾠῶν τὸ μέν τι αὐτῶν γίγνεται νεοττός, τὸ δὲ τροφή) τὰ δὴ ἐντὸς ζῳοτοκούμενα πρῶτον μὲν τρέφονται ἐκ τοῦ ᾠοῦ, ἔπειτα ἀναλωθέντος αὐτοῦ ἐκ τῆς ὑστέρας, ἐπεὶ οὖν, ὡς εἴρηται, ἐκτὸς ζῳοτοκεῖται ὁ ὄρνις καὶ οὐδὲν ἐκ τῆς ὑστέρας λαμβάνει, ἀλλ’ ἐκ τοῦ ὠχροῦ τρέφεται, εἰκότως ἐκ τοῦ ὀξέος γίνεται διά τε τὸ πλέον εἶναι τὸ ἐν τῷ ὀξεῖ λευκὸν τοῦ ἐν θατέρῳ μέρει ὄντος λευκοῦ καὶ διὰ τὸ μὴ δεῖσθαι τῆς ὑστέρας. αὐτὸς δὲ νῦν τοῦτο μόνον εἰπὼν αἴτιον δ’ ὅτι τὸ μὲν τῶν ὀρνίθων χωρίζεται τῆς ὑστέρας, τῶν δὲ σελαχῶν οὐ πάντων οὐ γὰρ πάντων χωρίζεται, ἀλλά τινων ἀπολύεται μὲν τῆς ὑστέρας, ὅμως ἐν αὐτῇ ζῳοτοκεῖται ἀλλ’ οὐκ ἐκτός, τῶν πλείστων δὲ οὐδ’ ἀπολύεται, ἕως ἄν ζῷον γένηται) ὅπερ οὖν ἐλέγομεν, αὐτὸς νῦν τοῦτο μόνον εἰπὼν μετ’ ὀλίγον σαφῶς τὰς αἰτίας τούτων ἐπάξει, καὶ ἡμεῖς γενόμενοι ἐν τῷ τόπῳ εἴποιμεν ἄν τὰ δοκοῦντα. γινομένου δὲ τοῦ σελάχους ἐπὶ τῷ ἑτέρῳ ἄκρῳ τῷ ἐξ ἐναντίας ὄντι τὸ ὀξὺ τὸ καταλειφθὲν ἐκ τῆς γενέσεως τοῦ νεοττοῦ μέρος τοῦ ᾠοῦ καταναλίσκεται εἰς τροφὴν αὐτοῦ, καὶ τέλος πρὸς τῇ ὑστέρᾳ ὁ ὀμφαλὸς προσφύεται τῶν ἤδη τελείων. ὅταν μὲν γὰρ ἕλκῃ τὴν τροφὴν ἐκ τοῦ ᾠοῦ, προσπεφυκός ἐστι τῷ ᾠῷ, καταναλωθέντος δὲ τοῦ ᾠοῦ προσφύεται τῇ ὑστέρᾳ καὶ λαμβάνει ἐκεῖθεν τὴν τροφήν. οὐ μόνον δὲ τοῦτο γίνεται ἐπὶ τῶν μὴ ἀπολυομένων ᾠῶν ἀπὸ τῆς ὑστέρας, ἀλλὰ καὶ ἐπὶ τῶν ἀπολυομένων, ἐν αὐτῇ δὲ τελειουμένων· καὶ ἐπὶ τούτων γὰρ πρῶτον μὲν τῷ ᾠῷ προσφύεται ὁ ὀμφαλός, ὕστερον δὲ τῇ ὑστέρᾳ. εἰπὼν δὲ ὅσων ἀπολύεται τὰ ᾠὰ τῆς ὑστέρας ἐπήγαγεν ἐνίοις γὰρ αὐτῶν, ὅταν τέλειον γένηται τὸ ᾠόν, ἀπολύεται, ἴσον ὂν τῷ οὐ γὰρ πάντων ἀπολύεται. τὸ δὲ ἀπορήσειεν ἄν οὖν τις ἕως τοῦ καὶ τοῖς ἰχθύσι γραφικὸν ἔσται πταῖσμα· εἴρηκε γὰρ ἤδη περὶ τούτων. | Αἴτιον δ’ ὅτι τὰ μὲν τῶν ὀρνίθων κεχωρισμένον ἔχει 69v τὸ ὠχρὸν καὶ τὸ λευκόν. Eἰπὼν ὅτι οἱ μὲν τῶν ὀρνίθων νεοττοὶ γίνονται ἐκ τοῦ ὀξέος τοῦ ὠοῦ οἱ δὲ τῶν σελαχῶν ἐκ τοῦ ἑτέρου ἄκρου τοῦ μὴ ὀξέος, καὶ εἰπὼν αἴτιον δ’ ὅτι τὸ μὲν τῶν ὀρνίθων χωρίζεται τῆς ὑστέρας, οὐδὲν δὲ διὰ τούτων εἰρηκὼς σαφὲς καὶ τοῦτο συνιδών, νῦν ἐπαναλαμβάνει τὸν λόγον καὶ τίθησι τὴν τοῦ πράγματος αἰτίαν. αἴτιον οὖν, φησί, τοῦ τὰς μὲν ὄρνιθας γίνεσθαι ἐκ τοῦ ὀξέος, τὰ δὲ σελάχη ἐκ τοῦ ἑτέρου μέρους ὅτι τὰ μὲν τῶν ὀρνίθων κεχωρισμένον ἔχει τὸ λευκὸν ἐκ τοῦ ὠχροῦ ἐπιπολάζει γὰρ κύκλῳ τὸ λευκόν), τὰ δὲ τῶν ἰχθύων ἀναμεμιγμένον, διὸ καὶ μονόχροιά ἐστιν· ὥστε ἐπεὶ ἀναμεμιγμένον ἐστὶ τὸ λευκὸν ἤτοι ἡ ἀρχὴ ἀφ’ ἧς ὁ νεοττὸς γίνεται, οὐδὲν κωλύει γίνεσθαι τοὺς τῶν σελαχῶν νεοττοὺς καὶ ἐκ τοῦ ἀντικειμένου τῶν σελαχῶν ἡ ἀρχή, ἀλλὰ καὶ καταντικρύ. μία μὲν οὖν αἰτία αὕτη τοῦ γίνεσθαι τοὺς τῶν σελαχῶν νεοττοὺς ἐκ τοῦ καταντικρὺ μέρους, ἄλλη δὲ ὅτι καὶ ῥᾷον ἐκεῖθεν γινόμενος λαμβάνοι ἄν διὰ τοῦ ὀμφαλοῦ τὴν τροφὴν ἐκ τῆς ὑστέρας. προσπεφυκὸς γὰρ ὂν τὸ ᾠὸν ἐν τῇ ὑστέρᾳ κατὰ τὸ ὀξύ, εἰ γένηται ὁ νεοττὸς ἀπὸ ταύτης τῆς ἀρχῆς, τουτέστιν ἀπὸ τοῦ ἀντικειμένου μέρους τῷ ὀξεῖ, ἀνάγκη τὸν ὀμφαλὸν ἐπὶ τὰ ἔμπροσθεν τείνεσθαι καὶ οὕτω λαμβάνειν τὴν τροφὴν ἐκ τοῦ ἔμπροσθεν· ἔμπροσθεν γὰρ τοῦ νεοττοῦ κεῖται τὸ ὀξύ, καθ’ ὃ προσπέφυκε τὸ ᾠὸν τῇ ὑστέρᾳ. ὥστε καὶ ὁ ὀμφαλὸς ἐπινεμόμενος τὸ ᾠὸν καὶ τέλος φθάσας ἐν τῷ ὀξεῖ καὶ δηλονότι καὶ τῇ ὑστέρᾳ ἓν γὰρ τὸ ὀξὺ καὶ ἡ ὑστέρα διὰ τὴν πρόσφυσιν καὶ τὴν συνέχειαν) πρὸς τὸ ἔμπροσθεν τείνεται. οὐ λέγομεν δὲ τείνεσθαι αὐτὸν ἀντὶ τοῦ μείζω γίνεσθαι κατὰ τὸ μῆκος τοῦτο γὰρ ἐναντίον ἂν εἴη τῷ μετ’ ὀλίγον ῥηθησομένῳ), ἀλλ’ ὅτι ὅσον αὔξεται τὸ ζῷον καὶ παχύνεται, ἀνάγκη μᾶλλον πλησιάζειν τῇ ὑστέρᾳ, ὥστε καὶ τὸν ὀμφαλόν. πρότερον μὲν γάρ, ὅτε ἦν πάμπαν μικρὸς ὁ νεοττός, μᾶλλον ἦν ἀφεστηκὼς καὶ οὗτος καὶ ὁ ὀμφαλὸς αὐτοῦ καὶ πορρωτέρω ὑπῆρχον τῆς ὑστέρας, ὕστερον δὲ ὅσον ηὖξε καὶ εἰς μείζονα ὄγκον ἐπεδίδου, τοσοῦτον ἤγγιζε τῇ ὑστέρᾳ, τέλος δὲ καταναλίσκεται καὶ οὗτος ὁ ὀμφαλὸς εἰς τὸ πᾶν σῶμα τοῦ νεοττοῦ. ἔστω γὰρ λόγου χάριν ἡ ὑστέρα ὁ οὐρανός, νεοττὸς δὲ ἡ γῆ, καὶ ὁ ὀμφαλὸς αὐτοῦ ὁ Καύκασος τὸ ὄρος· καὶ τὸ μὲν ὄρος μενέτω οἷόν ἐστιν, ὥστε μὴ ἐπιδιδόναι εἰς μεί- ζονα ὄγκον, ἡ δὲ γῆ νενοήσθω ὅτι ὀγκοῦται καὶ αὔξεται πάντοθεν ὁμοίως· ὅσον δὴ αὔξει ἡ γῆ, τοσοῦτον ἀνάγκη πλησιάζειν καὶ τὸν Καύκασον τῷ οὐρανῷ· τοῦτο δὲ χρὴ νοεῖν καὶ ἐπὶ τοῦ νεοττοῦ. εἰπὼν δὲ ὅτι τὴν τρο- φὴν ῥᾴδιον λαμβάνειν ἐκ τῆς ὑστέρας, ἐπήγαγε τὸ πόροις τισὶν ἀπὸ ταύτης τῆς ἀρχῆς, λέγων ἀρχὴν τὸ ἀντικείμενον μέρος τῷ ὀξεῖ. ὁ μὲν γὰρ ὀμφαλὸς ἕλκει τὴν τροφὴν ἐκ τοῦ ᾠοῦ, τὸ δὲ ᾠὸν ἐκ τῆς ὑστέρας ἀναμάττεταί τινας ὑγρότητας διά τινων πόρων. ὅτι δέ, φησίν, πόροι εἰσί τινες, δι’ ὧν ἕλκει τὴν ὑγρότητα ἐκ τῆς ὑστέρας τὸ ᾠόν, δῆλον ἐπὶ τῶν μὴ ἀπολυομένων ᾠῶν· ἐνίοις γάρ, ὡς εἴρηται, οὐκ ἀπολύεται τῆς ὑστέρας τὸ ᾠόν, ἀλλά τινα μὲν ἀπ’ αὐτῆς ἀπολυθέντα μεταχωρεῖ κάτω κἀκεῖσε ζωοῦται, τινὰ δὲ μεταχωρεῖ μὲν κάτω, οὐκ ἀπολύεται δέ, ἀλλ’ ἁπτόμενα τῆς ὑστέρας. ὥσπερ γὰρ ὁ ἐμὸς δάκτυλος καὶ ὁ σὸς ποτὲ μὲν μεταχωρεῖ ἐκ τοῦ θατέρου ἄκρου τοῦ παρόντος βιβλίου εἰς θάτερον ἄκρον ἁπτόμενος τοῦ βιβλίου, ὁτὲ δὲ μὴ ἁπτόμενος, οὕτως καὶ ἐπὶ τῶν εἰρημένων ᾠῶν τινὰ μὲν μεταχωρεῖ κάτωθεν μὴ ἁπτόμενα τῆς ὑστέρας, ὥσπερ τὸ ὑόμενον ὕδωρ μὴ ἁπτόμενον τοῦ οὐρανοῦ, τινὰ δὲ ἁπτόμενα αὐτῆς, ὥσπερ οἱ ἐκ τῶν κλάδων τῶν δένδρων κατερχόμενοι καὶ ἁπτόμενοι τοῦ δένδρου. ἐπὶ τούτων οὖν τῶν ᾠῶν τῶν μεταχωρούντων κάτωθεν καὶ ἁπτομένων τῆς ὑστέρας δῆλον ὥς εἰσι πόροι. τελειωθὲν γὰρ τὸ ζῷον ἔχει τὸν ὀμφαλὸν ἐν τῇ ὑστέρᾳ προσπεφυκότα ἀναλωθέντος τοῦ ᾠοῦ· ὥστε δῆλον ὡς ἐπειδὴ κατήρχετο τὸ ᾠὸν ἁπτόμενον τῆς ὑστέρας, πόροι ἐτείνοντο τοῦ ᾠοῦ πρὸς αὐτήν, καὶ ἕως μὲν εὕρισκον ἐν τῷδε τῷ μέρει τῆς ὑστέρας ὑγρότητά τινα, ἔμενεν ἐνταῦθα τὸ ᾠόν, ὅταν δὲ ἐξίκμασαν τὸν τόπον τοῦτον καὶ οὐκέτι τοὐ λοιποῦ εὕρισκον τροφήν, μετεχώρει εἰς τὸν ἐφεξῆς τόπον, καὶ οὕτω ἄχρι τοῦ τελειωθῆναι τὸ ζῷον. ἡ μὲν οὖν διάνοια αὕτη· τὴν δὲ λέξιν τὴν φανερὸν οὖν ὅτι καὶ πρότερον ἔτεινον οἱ πόροι τοὐ ᾠοῦ καὶ τὸ ἑξῆς αὐτῆς οὕτως ἀναγνωστέον ‘φανερὸν οὖν ὅτι καὶ πρότερον ἔτεινον οἱ πόροι τοῦ ᾠοῦ πρὸς τὴν ὑστέραν ἔτι ὄντος περὶ ἐκεῖνο᾿, λέγων περὶ ἐκεῖνο, ὅτι περὶ τὸ ζῷον τὸ ἔχον τὴν ὑστέραν. τὰ δὲ περὶ τῶν πόρων ῥηθέντα λέγει συμβαίνειν ἐν τοῖς γαλεοῖς τοῖς λείοις. ἐν δὲ τῇ λέξει τῇ τόν τε γὰρ ὀμφαλὸν ἔχουσι τὸν ἕτερον ὡσαύτως τὸν ἕτερον ἴσον ἐστὶ τῷ τὸν ἕνα· εἴρηται γὰρ ὅτι ἕνα ὀμφαλὸν ἔχουσι. καταναλωθέντος δὲ τοῦ ὀμφαλοῦ εἰς τὸ σῶμα τοῦ νεοττοῦ προσφύεται ἡ σὰρξ ὥσπερ τινὸς τραύματος συνουλωθέντος. Ἡ δὲ τοῦ ᾠοῦ αὔξησις ὁμοία τοῖς σκώληξιν. Eἰπὼν ταχυτέραν εἶναι τὴν αὔξησιν τῶν ἐκτικτομένων ἔξωθεν ᾠῶν τῆς τῶν ἐντὸς τελειουμένων λέγει τὴν αὔξησιν τούτων τῶν ἔξωθεν αὐξομένων ταχέως ᾠῶν ὁμοίαν εἶναι τῇ τῶν σκωλήκων. ὥσπερ γὰρ ὁ σκώληξ οὐδενὶ προσπέφυκεν, ὥστε τρέφεσθαι καὶ αὔξεσθαι ἀπὸ τοῦ ἐν ᾧ προσπέφυκεν, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ, ὥσπερ ἡμεῖς τε καὶ ἵπποι καὶ πάντα τὰ τέλεια τῶν ζῴων, οὕτω καὶ τὰ ᾠά. καὶ σαφηνίζει τοῦτο πάνυ θαυμαστῶς τὴν ζύμην ἄγων εἰς ὑπόδειγμα. ὥσπερ γάρ, φησίν, ἐπὶ τῆς ζύμης συμβαίνει τὴν αὔξησιν γίνεσθαι τοῦ μὲν στερεωτέρου καὶ σωματωδεστέρου ὑγραινομένου, τοῦ δὲ ὑγροῦ πνευματουμένου ὑπὸ τῆς θερμότητος τοῦ συγκραθέντος χυμοῦ λέγει δὲ χυμὸν τοὺς ἅλας), ὥσπερ οὖν ἡ τοῦ ἁλὸς θερμότης τὸ μὲν ὑγραίνουσα, τὸ δὲ | πνευματοῦσα αὔξει τὴν ζύμην, οὕτω καὶ ἐπὶ τῶν σκωλήκων καὶ ᾠῶν ἡ ἐν αὐτοῖς οὖσα ψυχικὴ θερμότης τὸ μὲν γεωδέστερον καὶ σωματωδέστερον αὐτῶν ὑγραίνουσα, τὸ δ’ ὑγρὸν πνεῦμα ποιοῦσα αὔξει ταῦτα. ἐξ ἀνάγκης μὲν οὖν διὰ ταῦτα αὔξεται τὰ ᾠά, ἐκτὸς δὲ χάριν τοῦ βελτίονος· διὰ γὰρ τὸ πολυτοκεῖν· πολλὰ γὰρ ὄντα οὐ δύναται χωρεῖν αὐτὰ ἡ ὑστέρα. στενοχωρῆ δὲ εἶπε τὴν ὑστέραν διὰ τὸ εἶναι τὴν εὐθεῖαν ἡ στενοχωρής καὶ ἡ γενικὴ τῆς στενοχωροῦς]. αὔξεται δὲ ταχέως, ὅπως μὴ χρονιζόντων κατεσθίηται ὑπό τινων. οὐδὲν δέ, φησίν, ᾠὸν ἐν οἷς γένεσιν ἤτοι εἴδεσι τὸ ἄρρεν ἐστὶ καὶ τὸ θῆλυ, τέλος λαμβάνει καὶ ζῷον ἐξ αὐτοῦ γίνεται δίχα τοῦ ἄρρενος· εἰ γὰρ μὴ ἐπιρράνῃ τούτοις τὸν θορὸν ὁ ἄρρην, οὐ ζωογονεῖται. Εἰσὶ δέ τινες οἵ φασι πάντας εἶναι τοὺς ἰχθύας θήλεις πλὴν τῶν σελαχῶν. Γῶν γὰρ σελαχῶν τοὺς μὲν εἶναι θήλεις, τοὺς δὲ ἄρρενας ὡμολόγουν. οἱ δὴ λέγοντες πάντας θήλεις, ἐπειδὴ ἑώρων τοὺς μὲν φέροντας ᾠά, τοὺς δὲ οὐδαμῶς οὐδέποτε ἑώρων, ἔλεγον ὅτι καὶ οἱ μὴ φέροντες ᾠὰ θήλεις εἰσί, νομίζονται δὲ ἄρρενες μὴ ὄντες. ὥσπερ γὰρ κατὰ μεταφορὰν τὰ μὲν καρποφόρα τῶν δένδρων, οἷον ἐλαίαν συκῆν τὰ ὅμοια, λέγομεν θήλεα, ἄρρενα δὲ τὰ μὴ καρποφόρα, οἷον κότινον ἐρινεόν, καίπερ μηδὲν αὐτῶν ἄρρεν ὂν ἢ θῆλυ, οὕτω καὶ ἐπὶ τῶν ἰχθύων οἱ νομιζόμενοι ἄρρενες θήλεις εἰσί, λέγονται δὲ ἄρρενες διὰ τὸ μὴ γεννᾶν, ὥσπερ καὶ ὁ ἐρινεός. ἀπαντᾷ οὖν πρὸς τὴν οὕτως ἄτοπον καὶ ψευδῆ δόξαν λέγων ‘ὥσπερ οὖν τῶν σελαχῶν τοὺς ἔχοντας πόρους θορικοὺς ἄρρενάς φαμεν, θήλεις δὲ τοὺς ἔχοντας ὑστέρας, οὕτως ἔδει καὶ ἐν τῷ γένει τῶν ᾠοτόκων ἰχθύων, εἴπερ ἦσαν ἅπαντες θήλεις, ἔχειν ἅπαντας ὑστέρας καὶ μηδένα πόρον θορικόν· νῦν δ’ οἱ μὲν αὐτῶν ἔχουσι πόρους, οἱ δὲ ὑστέρας. διὰ τίνα οὖν αἰτίαν οἱ μὲν ἔχοντες πόρους τῶν σελαχῶν ἄρρενες ἔσονται, τῶν δὲ ᾠοτοκούντων ἰχθύων οὐκ ἔσονται᾿; ἄλλως τε ἐπεὶ καθ’ ἣν ὥραν οἱ ἄρρενες τῶν σελαχῶν προΐενται τὸ σπέρμα, κατὰ τὴν αὐτὴν καὶ οἱ ἄλλοι ἰχθύες, ἄρρενες ἄρα καὶ οὗτοι ἔσονται. Ἔδει δ’ οὐ μόνον τοὺς ᾠοτοκοῦντας ἀλλὰ καὶ τοὺς ἄλλους ἔχειν μέν. Τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἰ ἦσαν ἅπαντες οἱ ἰχθύες θήλεις, οὐ μόνον τοὺς ᾠοτοκοῦντας ὑστέρας ἔδει ἔχειν, ἀλλὰ καὶ τοὺς μὴ ᾠοτοκοῦντας, ὁ|μοίως ταῖς τῶν θηλειῶν ἡμιόνων ὑστέραις. ὡς γὰρ αἱ ἡμίονοι καίπερ ἄτοκοι οὖσαι ὅμως θήλειαι οὖσαι ὑστέρας ἔχουσιν, οὕτως ἀναγκαῖον ἦν καὶ τοὺς μὴ ᾠοτοκοῦντας ἰχθῦς, εἴπερ ἦσαν θήλεις, ὑστέρας ἔχειν καὶ τὸν αὐτὸν τρόπον σώζειν πρὸς τὰς τῶν ᾠοτοκούντων ὑστέρας, ὃν αἱ τῶν ἡμιόνων ὑστέραι πρὸς τὰς τῶν θηλειῶν ἵππων ὑστέρας. ἐπεὶ δὲ οἱ μὲν αὐτῶν πόρους ἔχουσιν, οἱ δὲ ὑστέρας, οἱ μὲν πόρους ἔχοντες ἄρρενες ἔσονται, θήλεις δὲ οἱ ὑστέρας. Ἡ δ’ ἀπορία δι’ ἣν οὕτως λέγουσιν, εὔλυτος τὸ συμβαῖνον ἀκούσασιν. Ὁ μὲν οὖν συλλογισμός, ὃς ἠπάτα αὐτοὺς πάντας τοὺς ἰχθῦς λέγειν θήλεις, οὗτος· πᾶς ἰχθὺς πολυτοκεῖ, οὐδὲν πολυτοκοῦν ὀχεύει ἢ ὀχεύεται, οὐδεὶς ἄρα ἰχθὺς ὀχεύει ἢ ὀχεύεται. ὥστε οὐκ ἔστιν ἐν αὐτοῖς τὸ ἄρρεν· εἰ γὰρ ἦν, ἐπειδὴ οὐκ ὀχεύουσι, μάτην ἂν ἦν· τὸ γὰρ ἄρρεν διὰ τὸ ὀχεύειν· ἢ οὕτως· οὐδὲν τῶν ὀχευομένων πολλὰ τίκτει, πᾶς δὲ ἰχθὺς πολλὰ τίκτει, οὐδεὶς ἄρα ἰχθὺς ὀχεύεται. ὁ δὲ τὴν μίαν πρότασιν θεὶς τὴν λοιπὴν καὶ τὸ συμπέρασμα παρείασε. λέγει οὖν ὁ Ἀριστοτέλης δυνάμει ὅτι τί κωλύει σῆσίν, ἔξω πολλὰ τίκτειν τὰ ὀχευόμενα, κἄν ἐν ἑαυτοῖς οὕτω πολλὰ τίκτειν ἀδύνατον; εἰ <δὴ> οὐδὲν τῶν ὀχευομένων οὕτω πολλὰ τίκτει ὅσα ὁ ἰχθὺς ἐν ἑαυτῷ, θύραζε τί τὸ κωλῦον; ἄτοπον δέ, φησί, καὶ τὸ μὴ ἐν παντὶ τῶν ᾠοτόκων τὸ μὲν ἄρρεν εἶναι τὸ δὲ θῆλυ· διὰ τίνα γὰρ αἰτίαν ἐν τούτοις μὲν ἔσται, ἐν τούτοις δὲ οὐκ ἔσται; λέγει δὲ καὶ αἴτιον αὐτοῖς γενέσθαι τῆς ἀγνοίας τὸ μὴ δήλας εἶναι τὰς διαφορὰς τῆς ὀχείας. ὁρῶντες γὰρ ἐπὶ τῶν ἀνδρῶν καὶ γυναικῶν τοιωσδὶ γινομένην τὴν ὁμιλίαν καὶ χρόνιον, ἐπὶ δὲ τῶν χοίρων τοιανδί ἐπιβαίνει γὰρ ἐπί τε τούτων καὶ τῶν προβάτων καὶ τῶν βοῶν καὶ τῶν ἄλλων ὡς ἔπος εἰπεῖν τὸ ἄρρεν τὸ θῆλυ), τοῦτο δὲ μὴ βλέποντες γινόμενον ἐπὶ τῶν ἰχθύων οὐ γὰρ ἐπιβαίνει ὁ ἄρρην ἰχθὺς τὴν θήλειαν) ἐνόμισαν ὅτι οὐκ ἔστιν ὅλως ἐν αὐτοῖς ὀχεία, εἰ δὲ <μὴ> αὕτη, μηδὲ ἄρρεν. τοῦτο δ’ οὐκ ἀληθές· ἐστὶ γὰρ καὶ ἐν ὀχεία, ταχεῖα μέντοι καὶ τρόπον ἄλλον. Διὸ καὶ οἱ λέγοντες τὰς κυήσεις εἶναι ἐκ τοῦ ἀνακάμπτειν τὸ σπέρμα εἰς τοὺς θήλεις τῶν ἰχθύων. Ἐκεῖνοι μὲν γὰρ ἄρρεν ἐν τοῖς ἰχθύσιν εἶναι οὐκ ἐβούλοντο, ἕτεροι δὲ εἶναι μὲν ἔλεγον, πέμπειν δὲ τὸ σπέρμα εἰς τὸ θῆλυ οὐ διὰ συνδυασμοῦ καὶ ὁμιλίας, ἀλλ’ ἐναφιέναι αὐτὸ εἰς τὸ ὕδωρ, ἔπειτα καταπίνειν αὐτὸ τοὺς θήλεις· τούτου γὰρ δηλωτικὸν τὸ ἀνακάμπτειν τὸ σπέρμα εἰς τοὺς θήλεις. ἀνακαμπτομένου οὖν, φησί, καὶ καταπινομένου τοῦ σπέρματος ὑπὸ τῶν θηλειῶν κυΐσκουσιν. ἀνακάμπτειν δὲ τὸ καταπίνειν εἴρηκε, διότι ὄπισθεν ἐν τῷ οὐραίῳ ἰῆς θηλείας ἔλεγον ἀπορραίνειν τὸν ἄρρενα τὸν θορόν, τοῦτον δὲ τὸν θορὸν ἐκ τοὔπισθεν ἀνακάμπτειν καὶ ἀπέρχεσθαι ἔμπροσθεν πρὸς τὸ στόμα αὐτῆς καὶ οὕτω καταπίνεσθαι. ταῦτα δέ, φησί, λέγουσι μὴ κατανενοηκότες πῶς λέγουσι. τοῦτο εἰπὼν ἐλέγχει τὴν δόξαν ταύτην λέγων ὑπὸ τὸν αὐτὸν γὰρ χρόνον οἵ τε ἄρρενες τὸν θορὸν καὶ αἱ θήλειαι τὰ ᾠὰ ἔχουσι. σαφὲς δ’ ἂν εἴη τὸ λεγόμενον τοιαῦτά τινα προειποῦσιν· οἱ ἄρρενες, εἰ μὴ πάντῃ πλήρεις γένωνται τοῦ σπέρματος, οὐκ ἀπορραίνουσιν αὐτό, ἀλλὰ πρῶιον μέν, ἡνίκα ὀλίγον καὶ σύμμετρον ἔχουσι τὸ σπέρμα, συνδυάζονται καὶ πληροῦσι τὰς θηλείας, μετὰ δὲ τὸ πληρῶσαι αὐτάς, ὅσον αὔξει ἐν ταῖς θηλείαις τὰ ᾠά, τοσοῦτον καὶ ἐν τούτοις τὸ σπέρμα αὔξεται· τέλος δὲ ὁπηνίκα ἄρξονται αὗται ῥίπτειν τὰ ᾠὰ θύραζε, καὶ οὗτοι τὸ σπέρμα. ποιεῖ δὲ τοῦτο ἡ φύσις, λέγω δὴ τὸ σύνδρομον καὶ ἰσοχρόνιον γίνεσθαι τήν τε τῶν ᾠῶν καὶ τὴν τῆς τῶν ἀρρένων γονῆς ἀπόκρισιν, ἵνα ἔχωσιν ἐπιρραίνειν τὰ ᾠὰ ἐξερχόμενα. τὸ μὲν γὰρ εἰσελθὸν ἐν τῇ ὁμιλίᾳ σπέρμα συνέστησε τὴν τῶν ᾠῶν φύσιν. τὸ δ’ ὕστερον μετὰ τὴν ἔξοδον ἐπιρραινόμενον αὔξει τε καὶ ζῷα ποιεῖ. ἐπεὶ οὗν, ὡς εἴρηται, κατὰ τὸν αὐτὸν χρόνον, καθ’ ὃν αἱ θήλειαι τὰ ᾠὰ ἔχουσι, καὶ τοῖς ἄρρεσιν ὑπάρχει ὁ θορός, δῆλον ὡς προωχεύθησαν. ἐν δὲ τῇ λέξει ὥσπερ γὰρ καὶ τῶν ὀρνέων γένος ἐν ἐνίοις τὸ ἐν ἐνίοις πρόσκει|ται, ἐπειδὴ οὐ πάντα φέρουσιν ὑπηνέμια· εἴρηται γὰρ τὰ γαμψώνυχα μὴ φέρειν ὑπηνέμια. καὶ τοῖς μὲν ὄρνισι διὰ τὸ τέλεια ἐξιέναι τὰ ᾠὰ ἀνάγκη τὸ ἄρρεν ἐντὸς τῶν ᾠῶν ἐνόντων ἐπιρραίνειν αὐτά (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἔτι ἐντὸς ὄντων ἀνάγκη τοῦτο συμβαίνειν· εἴρηται γὰρ ὅτι εἰ μὴ ὀχεύεται καθ’ ἑκάστην, ὡς ἐπὶ τὸ πλεῖστον οὐ τελειοῦται τὰ ᾠά), τοῖς δ’ ἰχθύσι γίνεται τὸ ἐπιρραίνεσθαι ἐκτός. τὸ δὲ διὸ καὶ συγκαταβαίνει ἅμ ἐλαττούμενος, τὸ δὴ συγκαταβαίνει ἴσον ἐστὶ τῷ συνελαττοῦται· ὅσον γὰρ ἐξερχόμενα τὰ ᾠὰ ἐλαττοῦται, τοσοῦτον καὶ ὁ θορὸς διὰ τὸ. συνεξέρχεσθαι αὐτοῖς. ἀλλὰ καὶ τὴν λέξιν τὴν τὰς δὲ ἀνακάμψεις τοῦ θοροῦ καὶ τῶν ᾠῶν καὶ οἱ ἁλιεῖς περὶ τῆς κυήσεως τῶν ἰχθύων τὸν εὐήθη λέγουσι λόγον οὕτως ἀναγνωστέον ῾ πρὸς τοῖς ἁλιεῦσι καὶ ῾Ηρόδωρος τὸν εὐήθη λέγει λόγον περὶ τῆς ἀνακάμψεως τοῦ θοροῦ καὶ τῶν ᾠῶν᾿· καὶ τίς ὁ εὐήθης λόγος, σαφῶς ἐπάγει. ὁ δὲ κολοιός ἐστιν ὄρνεον ὅμοιον κοττύφῳ. ποιοῦντι δὲ καὶ τὰ περιστερώδη τὴν ἐν τοῖς ῥύγχεσι πρὸς ἄλληλα κοινωνίαν, ἀλλὰ διὰ τὸ ὁρᾶν αὐτοὺς αὐτὰ πολλάκις τῆς ἡμέρας ὀχευόμενα οὐκ ἠθέλησαν εἰπεῖν ὅτι κατὰ τὸ στόμα μίγνυνται· τούτου γάρ ἐστι δηλωτικὸν διὰ τοῦτο ταύτης οὐ τετυχήκασι τῆς φήμης. διὰ τοῦτο οὖν, φησί, ταύτης οὐ τετυχήκασι τὰ περιστερώδη τῆς φήμης ὑπὸ τῶν φυσικῶν. ἡ δὲ ὕαινα ὄνομά ἐστι θηλυκὸν κατηγορούμενον κατὰ τῶν ἀρρένων καὶ θηλειῶν ὑαινῶν· ὕαινα γὰρ λέγεται καὶ ὁ ἄρρην ὥσπερ καὶ ἡ θήλεια. ἔστι δὲ ἡ ὕαινα ζῷον ὅμοιον λύκῳ, ὅπερ ἐν Ἐφέσῳ νῦν ὁ πολὺς ἄνθρωπος γάννον ὀνομάζει. λέγουσι δὲ ὡς ὦπται ὕαινα ἄρρην ἔχουσα αἰδοῖον ὑαίνης θηλείας. φησὶν οὖν οὗτος ἔχειν I μὲν τὰς ἄρρενας ὑαίνας ὑπὸ τὴν κέρκον γραμμὴν ὁμοίαν αἰδοίῳ θηλείας, οὐκ εἶναι δὲ αἰδοῖον, ἀλλὰ διὰ τὸ πολλάκις καὶ μᾶλλον ἁλίσκεσθαι τοὺς ἄρρενας ὁρῶντες τὴν γραμμὴν νομίζουσιν αὐτὴν αἰδοῖον εἶναι· εἰ δὲ ἥλω θήλεια, εἶδον ἂν αὐτὴν ἀριδήλως μόνον ἔχουσαν τὸ τῶν θηλειῶν αἰδοῖον, καὶ οὐδέν τι πλεῖον. ἀλλὰ περὶ μὲν τούτων, φησίν, ἅλις. Περὶ δὲ τὴς τὼν ἰχθύων γενέσεως ἀπορήσειεν ἄν τις. ῾Η μὲν οὖν ἀπορία τοιαύτη, διὰ τί τῶν σελαχωδῶν οὔθ’ οἱ ἄρρενες προί·ενται τὸν θορὸν οὔθ’ αἱ θήλειαι τὰ ᾠά, τῶν δὲ μὴ ζῳοτοκούντων ἀμφότερα τὰ γένη προίενταί τε καὶ ἀπορραίνουσιν· αἱ μὲν γὰρ θήλειαι τὰ ᾠά, οἱ δ’ ἄρρενες τὸν θορόν. ἡ δὲ λύσις ὧδ’ ἔχει· οἱ μὲν οὖν ἄρρενες τῶν σελαχωδῶν οὐ προίενται τὸν θορόν, ἐπειδὴ οὔκ εἰσι πολύσπερμοι, αἱ θή- λειαι δὲ ἄνω πρὸς τῷ ὑποζώματι ἔχουσαι τὰς ὑστέρας ὁμοίως ἀδυνατοῦσιν ἀπορραίνειν τὰ ᾠά. ῥᾷστον μὲν γὰρ ἀπορραίνειν ταῖς ἐχούσαις τὰς ὑστέρας κάτω πρὸς τοῖς ἄρθροις, ταῖς δ’ ἄνω καὶ πρὸς τῷ ὑποζώματι οὐ ῥᾷστον. λέγει δὲ καὶ ὁμοίως διαφέρειν τὰ ἄρρενα πρὸς τὰ ἄρρενα καὶ τὰ θήλεα πρὸς τὰ θήλεα. ὥσπερ γὰρ οἱ ἄρρενες τῶν σελαχωδῶν ὀλιγοχούστεροί εἰσι τῶν ἀρρένων ἰχθύων, οὕτω καὶ αἱ θήλειαι σελαχώδεις τῶν θηλειῶν ἰχθύων. τὰ δὲ τῶν ἰχθύων ᾠὰ τρόπον τινὰ ἔοικε τοῖς σκωληκοτοκοῦσι· τὸ δὲ τρόπον τινὰ πρόσκειται διὰ τὸ ἐπαχθὲν τὸ ἔτι γὰρ ἀτελέστερον προΐεται τὸ κύημα· τὰ γὰρ κυήματα τῶν σκωληκοτοκούντων ἀτελέστερά εἰσι τῶν κυη- μάτων τῶν ἰχθύων, ταῦτα δ’ ἐστὶ τὰ ᾠά. ἐοίκασι δὲ πάλιν, διότι ἀμ- φὁτερα, ὥσπερ εἴρηται, ὁμοίως τῇ ζύμῃ αὔξεται. καὶ τὰ μὲν τῶν ἰχθύων ᾠὰ ἐπειδὴ οὐκ ἔχουσι κεχωρισμένον ἐκ τοῦ ὠχροῦ τὸ λευκόν, οὐδένα καιρὸν ἔχουσιν ὡρισμένον, ἀλλ’ ὅταν ἐπιρράνῃ αὐτῷ | ὁ ἄρρην τὸν θορόν, τελειοῦται· τὰ δὲ τῶν ὀρνίθων ἐπεὶ κεχωρισμένον ἔχουσι τὸ λευκόν, εἰ μὲν πρὸ τοὐ ἄρξασθαι μεταβάλλειν εἰς λευκὸν τὸ ὑπηνέμιον ἐπιρράνῃ ὁ ἄρρην, τελειοῦται, εἰ δὲ μετὰ τὸ χωρισθῆναι τὸ λευκὸν ἐκ τοῦ ὠχροῦ ἐπιρράνῃ, οὐ τελειοῦται. ἔχει γὰρ ἤδη τὴν ἀπὸ τοδἄρρενος ἀρχήν, τουτέστ.̓νὅπερ γὰρ ἤμελλε ποιῆσαι ἡ ἀπὸ τοῦ ἄρρενος ἀρχή , γέγονε καὶ χωρὶς ἐκείνης. ἡ γὰρ τοῦ ἄρρενος ἀρχὴ εἰσελθοῦσα ἅμα τε χωρίζει τὸ λευκὸν ἀπὸ τοῦ ὠχροῦ καὶ ἅμα δίδωσιν αὐτῷ τοὺς λόγους τῆς αἰσθητικῆς ψυχῆς, τοιωσδὶ συμπέττουσα αὐτὸ ἐν τῷ διακρίνειν ἀπ’ ἀλλήλων τό τε λευκὸν καὶ τὸ ὠχρόν· ὑφ’ αὑτῶν δὲ χωρισθέντα οὐκέτι μετὰ τοῦτο δοῦναι δύναται· δεῖται γὰρ τῆς τοιασδὶ συμπέψεως, ἣν ἡ τοῦ ἄρρενος ἀρχὴ ποιεῖ. τὸ δ’ ὑπηνέμιον ὡς μὲν φυτοῦ κύημα τέλειόν ἐστιν· ἔχει γὰρ τὴν θρεπτικὴν καὶ αὐξητικὴν ψυχήν, ἣν ἔχουσι καὶ τὰ τῶν φυτῶν κυήματα, ἣν θρεπτικὴν καὶ αὐξητικὴν ἀμφότερα διδόασι καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ· ὡς δὲ κύημα ζῴου ἀτελές· δεῖται γὰρ τῆς αἰσθητικῆς, ἣν μόνον τὸ ἄρρεν δίδωσιν. Τὰ δ’ ἐξ ὀχείας μὲν γενόμενα ᾠά, διακεκριμένα δ’ εἰς τὸ λευκὸν γίνεταικατὰ τὸ πρῶτον ὀχεῦσαν. Ἀπορήσειεν ἄν τις πρὸς τὰ λεγόμενα, πῶς πρότερον λέγων ὅτι οἱ νεοττοὶ κατὰ τὸν ὕστερον ὀχεύσαντα γίνονται, νῦν φησιν ὅτι κατὰ τὸν πρό- τερον. ἢ αὐτὸς ἔλυσε τὴν ἀπορίαν πάνυ ἀκριβῶς θεὶς τὸ διακεκριμένον εἰς τὸ λευκόν, δυνάμει λέγων ὡς εἰ μὲν ἡ ὀχεία τοῦ ὕστερον ὀχεύσαντος γένηται πρὸ τοῦ μεταβαλεῖν εἰς τὸ λευκόν, γίνεται κατὰ τὸν ὕστερον ὀχεύσαντα, εἰ δὲ μετὰ τὸ μεταβαλεῖν εἰς τὸ λευκὸν ὀχεύσει, τότ’ ἀκριβῶς ἤδη γίνεται κατὰ τὸν πρότερον. ἔχει γὰρ ἤδη εἰς τὸ λευκὸν μεταβεβληκὸς ἀμφοτέρων τὰς ἀρχάς, τήν τε τοῦ θήλεος καὶ | τὴν τοῦ ἄρρενος, ὥστε οὐκέτι δεῖται ἄλλου τινός. τὸ δὲ λεγόμενον ὑπὸ τῆς λέξεως τῆς τὸ γὰρ ταῦτα μὲν ἐξ ὀχείας οἴεσθαι, ἐκεῖνα δὲ μή, ἄλογον τοιοῦτον ἄν εἴη· τὸ γὰρ οἴεσθαι τὰ μὲν μαλάκια ἐξ ὀχείας τίκτειν (φαίνονται πολλάκις συνδυαζόμενα) τοὺς δ’ ἄλλους ἰχθῦς μὴ ἐξ ὀχείας ἄλογον. εἰ δὲ διέλαθεν αὐτοὺς καὶ ὁ τῶν μαλακίων συνδυασμός, σημεῖον πολλῆς ἀπειρίας καὶ ἀγνοίας περὶ τὰ πράγματα. γίνεται δὲ τούτοις τοῖς μαλακίοις ὁ συνδυασμὸς χρόνιος διὰ τὴν ἐκ φύσεως ψυχρότητα· ψυχρὰ γὰρ ὄντα τὴν φύσιν δέονται πολλῆς κινήσεως πρὸς τὸ θερμανθῆναι. Αἴτιον δ’ ὅτι ἡ μορφὴ στρογγύλη τὴν ἰδέαν οὖσα σφαιροειδής. Αἴτιον, φησί, τοῦ τὸ τῶν πολυπόδων ᾠὸν ἓν εἶναι τὸ τὴν ἰδέαν αὐτῶν σφαιροειδῆ καὶ στρογγύλην εἶναι· συσχηματίζεται γὰρ αὐτῇ τὸ ᾠὸν καὶ οὐκ ἐᾶται διάδηλον φαίνεσθαι τὴν ἐν αὐτῷ σχίσιν. λέγει δὲ καὶ τὰ καραβώδη τὰ θήλεα πρὸς ἑαυτὰ ποιεῖσθαι τὸν τόκον· οὐ γὰρ ἀπορραίνουσιν ἐν τῇ γῇ τὰ ᾠὰ ὥσπερ οἱ ἰχθύες, ἀλλὰ πλάκας ἔχοντα ἐν τοῖς ὑπτίοις πρὸς τῷ οὐραίῳ ἐκεῖσε ἐναποτίθενται καὶ ζωογονοῦσι, καὶ οὕτως ἐκτίκτει αὐτὰ ζῷα δηλονότι καὶ οὐκ ᾠά. καὶ τοῖς μὲν θήλεσι τῶν μαλακίων ἐπιρραίνει ὁ ἄρρην, καὶ γίνεται τὰ ᾠὰ ἕν τι καὶ συνεχές, ὥσπερ ζύμη ἢ ἄλλο τι κολλῶδες, οἷον ἰξὸς ἢ ἄλλο τι. τοῖς δὲ καραβώδεσιν ἐν μὲν τῷ συνδυασμῷ ἐπιρραίνει, μετὰ δὲ τὸ ἐξελθεῖν τὰ ᾠὰ εἰς τὰς πλάκας ὑπὸ τὰ ὕπτια ὄντα οὐκ ἐπιρραίνει (ἀδύνατον γάρ), οὔτε μὴν κἂν ἐπέρραινεν, ἕν τι ἐξ καὶ κολλῶδες ἐγίνετο· σκληρὰ γάρ εἰσι. λαμβάνουσι δὲ τὰ ᾠὰ τῶν καραβωδῶν τὴν αὔξησιν ἐν ταῖς πλαξίν, ὥσπερ τὰ τῶν ἄλλων ἐν τῇ ἰλύι. ὁ δὲ νεοττὸς τῆς σηπίας (τοῦτο γὰρ εἶπεν ἡ γενομένη σηπία τοῖς ᾠοῖς) ὁ δὴ νεοττὸς ὁ γεγονὼς ἐκ τοὐ ᾠοῦ προσπέφυκε κατὰ τὸ πρόσθεν. τῶν μὲν γὰρ ἄλλων κάτω πρὸς τοῖς ἄρθροις εἰσὶ σχεδὸν οἱ νεοττοὶ προσπεφυκότες, ὁ δὲ τῆς σηπίας ἔ·μπροσθεν πρὸς τῇ μύτιδι, διὰ τὸ τὴν φύσιν εἰς ἓν συναγαγεῖν τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν καὶ ποιῆσαι οἷον κύκλον τὸ σῶμα αὐτῶν ἢ σφαῖραν. Περὶ δὲ τῶν ἐντόμων καὶ τῶν ὀστρακοδέρμων λεκτέον. ᾿Εντεῦθεν περὶ τῆς τῶν ἐντόμων καὶ τῶν ὀστρακοδέρμων γενέσεως λέγει κατὰ τὴν ὑφηγημένην μέθοδον, ὑφηγημένην λέγων τὴν ἀπόδοσιν τοῦ τρόπου τῆς γενέσεως, ὃ ταὐτόν ἐστι τῷ τὸ ποιητικὸν ἀποδιδόναι, ὅ|περ ἐν τῷ Περὶ ζῴων μορίων παρείασεν. εἰπὼν δὲ πρὸς τούτοις σκωληκοτοεῖν, ἐπήγαγε σχεδὸν γὰρ ἔοικε πάντα, καὶ τὰ ὑπόποδα καὶ τὰ ἄποδα, σκωληκοτοκεῖν πρῶτον, καὶ τὴν αἰτίαν τούτου ἐπήγαγε διὰ τοῦ τὸ γὰρ ἀτελὲς κύημα τοιοῦτόν ἐστιν· ὥστε εἰ πάντων τὰ κυήματα πρῶτον ἀτελῆ ἐστι, τὸ δ’ ἀτελὲς σκώληξ ἢ οἷον σκώληξ ἐστί, πάντα ἄρ σκωληκοτοκεῖ. τὸ δὲ τρόπον τινὰ πρόσκειται, διότι οὐ κυρίως σκώληξ ἐστίν, ἀλλ’ ὥσπερ ὅλως ὁ σκώληξ ἐξ ἀτελοῦς εἰς ἄλλο τι ὂν μεταβάλλει τέλειον, οὕτω καὶ τὸ κύημα. ἀλλὰ καὶ ἐν τοῖς ἐντὸς ᾠοτοκοῦσι τέλειον ᾠὸν τὸ κύημα τὸ πρῶτον ἀδιόριστον <ὂν> λαμβάνει τὴν αὔξησιν· οὐ γὰρ ἔχον ἑαυτῷ περιγεγραμμένα καὶ ἐσκιαγραφημένα τὰ τοῦ ζῴου μόρια αὔξει, ἀλλὰ μετὰ τὸ αὐξηθῆναι καὶ τέλειον ᾠὸν γενέσθαι σκιαγραφεῖται, ὡς πολλάκις εἴρηται. τοιαύτη δὲ καὶ ἡ τοῦ σκώληκος φύσις· καὶ γὰρ καὶ ἐν τούτῳ ὕστερον μετὰ τὸ αὐξηθῆναι σκιαγραφοῦνται καὶ τὰ μόρια τοῦ γινομένου ἐξ αὐτοῦ. μετὰ δὲ τοῦτο, φησί, τουτέστι μετὰ τὸ εἰπεῖν τά προσεχῶς ἡμῖν ῥηθέντα, εἴπομεν ὅτι τὰ μὲν ᾠοτοκεῖ τὸ κύημα τέλειον, τὰ δ’ ἀτελές. καθάπερ δέ, φησίν, ἄν ἀφέλῃ τις τὸ τῶν ὠῶν ὄστρακον, τὸ καταλειφθὲν ὁ ἐφεξῆς τῶν ὀστράκων ὑμήν ἐστι μετὰ τοῦ λευκοῦ καὶ τοῦ ὠχροῦ, οὕτω τυγχάνει ὂν καὶ τὸ κύημα πρῶτον περιεχόμενον ὑμένι. τὰ δὲ γεννῶντα τῶν ἐντόμων ἐπειδὰν γεννήσῃ, τὰ γεννηθέντα σκώληκές εἰσι, καὶ τὰ γινόμενα μὴ δι’ ὀχείας ἀλλ’ αὐτομάτως, οἷον αἱ χρυσαλλίδες, ἐκ τοιαύτης σκωληκώδους γίνονται τὸ πρῶτον συστάσεως (ἐκ τῆς κάμπης γίνονται, ἥτις σκώληξ ἐστίν), ἄλλα δὲ ἐκ τῶν ἀραχνίων· καίτοι δόξειεν ἄν τὰ ἀράχνια ᾠοῖς ἐοικέναι διὰ τὸ περιφερὲς τοῦ σχήματος· οὔκ εἰσι δὲ ᾠά. εἰ γὰρ τῷ ᾠῷ τὸ εἶναι ᾠόν ἐστιν ἐν τῷ τὸ μὲν αὐτοῦ ζῷον γίνεσθαι, τὸ δὲ τροφήν (οὐ γὰρ ἅπαν τοῦ ᾠοῦ δύναμιν ἔχει εἰς ζῷον μεταβάλλειν, ἀλλὰ τὸ λευκὸν μόνον) τῶν δ’ ἀραχνίων καὶ τῶν ἄλλων ἀπάντων αἱ ὁλότητες ὅλαι δύνανται μεταβάλλειν εἰς ζῷ, οὐκ ἂν εἶεν ᾠά. οὐ δεῖ οὖν, φησί, λέγειν ὡς ἐπειδὴ σχῆμα ἔχει τοιονδὶ καὶ ὑγρότητα ἢ σκληρότητα τοιανδί, ᾠόν ἐστιν ἢ σκώληξ, ἀλλὰ τῷ ὅλον μεταβάλλειν καὶ μὴ ἐκ μορίου τινὸς γίνεσθαι τὸ ζῷον προελθόν, τουτέστιν, ἀλλ’ εἰ μὲν ὅλη ἡ ὁλότης αὐτοῦ δύναται μεταβαλεῖν εἰς ζῷον, τοῦτο σκώληκα ῥητέον, εἰ δὲ μόριον μέν τι αὐτοῦ δύναται μεταβάλλειν εἰς ζῷον, μόριον δέ τι μὴ δύναται, τοῦτο ᾠὸν λεκτέον. τὸ δὲ τὰ δὲ πάντα σκωληκώδη ταὐτὸν ἐστι τῷ προσεχῶς ῥηθέντι τῷ ἀλλὰ τῷ ὅλον μεταβάλλειν· ἐστὶ γὰρ τὸ λεγόμενον ῾τὰ δὲ δύναμιν ἔχοντα ὅλα μεταβάλλειν, ταῦτα πάντα σκωλη- κώδη ῥητέον᾿. | Τούτου δ’ αἴτιον ὅτι ἡ φύσις ὡσανεὶ πρὸ ὥρας ᾠοτοκεῖ διὰ τὴν ἀτέλειαν τὴν αὐτῆς. Τὴν αἰτίαν διὰ τούτων λέγει, τίνος ἕνεκα πρῶτον μὲν σκώληξ γεννᾶται κινούμενος καὶ ὅλως ζῷον ὑπάρχων, εἶτα αὐξηθεὶς ᾠὸν γίνεται ἀναίσθητον καὶ ἀκίνητον, εἶθ’ οὕτω πάλιν ζῷον ἕτερον παρὰ τὸν σκώληκα. λέγει οὖν ὅτι ἡ τῶν ἐντόμων φύσις ἀδυνατοῦσα θρέψαι ἐν αὑτῇ καὶ τελειῶσαι τὸ κύημα διὰ τὴν οἰκείαν ἀσθένειαν, ἀτελὲς αὐτὸ γεννᾷ· ὥστ’ εἴπερ πρὸς τῷ ἀτελὲς αὐτὸ γεννᾶν καὶ ἄψυχον ἐγέννα καὶ ἀναίσθητον, ἐφθείρετο ἄν· εἰ δὲ τοῦτο, τάχιον ἄν ἐκ τοῦ παντὸς ἐξέλιπε τὸ τῶν ἐντόμων γένος. διά τοι τοῦτο γεννᾷ ζῷον ἐξ ἑαυτοῦ δυνάμενον τρέφεσθαι, καὶ τρέφεται ἕως ἄν τελειωθῇ, τελειωθὲν δὲ θνήσκει· τὸ γὰρ ζῆν καὶ ἐσθίειν δέδοται αὐτῷ διὰ τὸ τέλειον γεγονέναι, ἐπειδὴ δὲ τετελείωται, οὐκέτι χρεία αὐτῷ τοῦ ἐσθίειν, ὥστε οὐδὲ τοῦ ζῆν. καὶ ἐπὶ τούτῳ θνήσκει, καὶ ἔστι τότε οἷον ᾠὸν κύκλῳ περιεχόμενον ὑπὸ τοῦ κελύφους· εἶθ’ οὕτως τὸ ἐντὸς ὑπάρχον τούτου τοῦ κελύφους ὑπὸ τῆς ὥρας ὥσπερ ὑπὸ ὄρνιθος συμπεφθὲν καὶ εἰς ζῷον μεταβαλὸν ἔξεισιν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη. ἐν δὲ τῇ λέξει τῇ ὡς ὄντος τοῦ σκώληκος ἔτι ἐν αὐξήσει ᾠοῦ μαλακοῦ τὸ ἐν αὐξήσει ἴσον ἐστὶ τῷ ὅτε αὔξεται ὁ σκώληξ, ᾠόν ἐστι μαλακόν, τελειωθεὶς δὲ ξηραίνεται κύκλῳ ὁμοίως τῷ τῶν ὀρνίθων ᾠῷ. Tὸν αὐτὸν δὲ τρόπον συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων τῶν μὴ ἐξ ὀχείας γινομένων ἐν ἐρίοις. Ἔρι λέγει νῦν καὶ τὴν καλουμένην ὑπὸ τῶν πολλῶν μέταξαν· σκώ- ληκες γάρ τινες ταύτην τὴν μέταξαν γεννῶσιν. ἴσως δὲ οὐδὲν κωλύει τὴν τούτων γένεσιν ἱστορῆσαι. ζῷά τινα πτηνὰ ὀχεύουσιν ἄλληλα, τὰ ἄρρενα δηλαδὴ τὰ θήλεα, ἐκ δὲ τῆς τούτων ὀχείας γεννᾶται σκωληκώδη τινά, ἀναίσθητα μέντοι, ἃ δὴ συλλέξασαι αἱ περὶ τὴν μέταξαν πονοῦσαι γυναῖκες καὶ ὑπὸ τὸν κόλπον ἐμβιβάσασαι θερμαίνουσιν, ἕως ἂν αἴσθησιν λάβῃ καὶ ζῷα γένηται. ζῴων δὲ γεγονότων, τίθενται αὐτὰ εἰς κόσκινα καὶ διδόασιν ἐσθίειν φύλλα συκαμίνων, ἐξ ὧν φύλλων τρεφόμενα αὔξονται καὶ οὕτως ἐργάζονται τὸ κέλυφος κύκλῳ ἕκαστον αὐτῶν, καὶ ἔστι τὸ κέλυφος ὃ ἀναλύουσιν εἰς μέταξαν· εἶτα ἀποθνήσκει. καὶ μετὰ χρόνον τινὰ τοῦ κελύφους ῥαγέντος ἐξέρχεται ζῷον πτηνὸν ὅμοιον τῷ γεννήσαντι τὸν σκώληκα, καὶ τοῦτο ἀεὶ οὕτω γίνεται. πάλιν γὰρ ἐκ τοῦ πτηνοῦ τούτου γεννᾶται σκώληξ, ἐκ δὲ τούτου ἔριον κέλυφος καὶ πτηνόν, καὶ πάλιν ἐκ τοῦ πτηνοῦ τούτου σκώληξ, καὶ οὕτως ἀεί καλεῖ δὲ τὰ πτηνὰ πεζά, οἶμαι, διὰ τὸ καὶ αὐτὰ τὸν πλείονα χρόνον πεζεύειν. εἰπὼν δὲ | ὅτι καὶ τῶν μελιττῶν αἱ νύμφαι, ἐπήγαγε καὶ τοιοῦτον οὐδὲν ἔχουσιν, ὃ ταὐτόν ἐστι τῷ καὶ τροφὴν οὐδὲν λαμβάνουσι μετὰ τὸ γενέσθαι νύμφας. ἐν τῇ λέξει τῇ ὅθεν τρεφομένοις ἐπιγίνεται τοιοῦτον περίττωμα τὸ τοιοῦτον περίττωμα ἀντὶ τοῦ ἡ τροφὴ εἴρηται. ἔστι δὲ τὸ λεγόμενον ῾ὅθεν ἐπιγίνεται αὐτοῖς ἡ τροφὴ τερφομένοις᾿. ζητήσειε δ’ ἄν τις, οἶμαι, καὶ ἐκ τῶν νῦν καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθησομένων, πῶς εἰπὼν ὅτι ὅλος ὁ σκώληξ μεταβάλλει εἰς ζῷον καὶ τούτῳ διαφέρει ᾠοῦ, τῷ τὸ ᾠὸν μὴ ὅλον δύνασθαι εἰς ζῷον μεταβάλλειν, νῦν μέν σκιωδῶς λέγει τὸ μέν τι αὐτοῦ ζῷον γίνεσθαι, τὸ δὲ τροφήν (τοῦτο γὰρ δύναται τὸ οἱ μὲν ἔχουσιν ἐν ἑαυτοῖς ἤτοι τροφήν), ἐφεξῆς δὲ καὶ λίαν σαφῶς ἐρεῖ τοῦτο. ἢ οὐ τοῦτο λέγει ὅτι ὅλος ὁ σκώληξ μεταβάλλει, ἀλλ’ ὅτι καὶ τὸ γεγονὸς τροφὴ ἠδύνατο ζῷον γεγονέναι, τοῦ δὲ ᾠοῦ τὸ γεγονὸς τροφὴ ζῷον γενέσθαι οὐ δύναται. ῾Η δὲ τῶν μελιττῶν γένεσις ἔχει πολλὴν ἀπορίαν. ᾿Εκ τῶν φαινομένων συμβαίνειν ταῖς μελίτταις ἐοικέναι λέγει συμβαίνειν αὐταῖς ὅπερ ἐνίοις τῶν ἰχθύων, οἷον χάνναις καὶ ἐρυθρίνοις, περὶ ὧν πολλάκις εἴρηται ὅτι δοκοῦσιν ἄνευ ὀχείας γεννᾶν. καὶ τοῦτο εἰπὼν ἐκ διαιρέσεως τίθησι τὸ πρόβλημα. ἡμᾶς δὲ καλῶς ἔχει εἰδέναι πρὸ τῆς τῶν λεγομένων σαφηνείας τὴν ᾿Αριστοτέλους δόξαν. ἔστι δὲ τὸ τοὺς μὲν καλουμένους βασιλεῖς γεννᾶν καὶ ἑαυτοὺς καὶ τὰς μελίττας ἄνευ ἀχείας, ταύτας δὲ ὁμοίως ἄνευ ὀχείας τοὺς κηφῆνας, τούτους δὲ μηδέν, ἀλλ᾿ ἀργοὐς καὶ ἀγόνους διατελεῖν. καὶ ἔοικεν εὐλόγως τοῦτο παρηκολουθηκέναι· τῶν μὲν γὰρ βασιλέων δύο ἦσαν τὰ θεῖα καὶ θαυμαστά, τὸ γεννᾶν καὶ καὶ τὰς μελίττας ἄνευ ὀχείας, τῶν δὲ μελιττῶν ἒν, τὸ γεννᾶν μόνους τοὺς κηφῆνας. λείπεται ἄρα τῶν κηφήνων μηδὲν εἶναι θαυμάσιόν τι. ἀλλὰ ταῦτα μὲν οὕτω προλελέχθω, ἡ δὲ διαίρεσις τοιαύτη τις ἐστιν· ἀνάγκη, φησίν, εἰ γεννῶσιν ἑαυτὰς αἱ μέλιτται, καὶ μὴ οἱ βασιλεῖς, ἢ ἄλλοθεν φέρειν τὸν γόνον (λέγουσι γάρ τινες ὅτι εὑρίσκουσιν αὐτὸν ἔν τισι φυτῶν καὶ πέτραις, ἀφ’ ὧν συλλέγουσαι διακομίζουσιν ἐν τοῖς ἀγγείοις, ἐν οἷς ε,ισι, καὶ ἐν αὐτοῖς συμπέττουσαι γεννῶσιν ἐξ αὐτοῦ μελίττας) ἢ οὖν ἄλλοθεν φέρουσι τὸν γόνον, καὶ τοῦτον ἢ αὐτόματον φυόμενον ἢ ἄλλου τινὸς ζῴου τίκτοντος, ἢ αὐτὰς αὐτὸν γεννᾶν, ἡ τὸν μὲν φέρειν κατὰ τον ῥηθέντα | τρόπον, τὸν δὲ γεννᾶν· λέγουσι γάρ τινες ὅτι τὸν μὲν γόνον, ἐς ,5 οὗ γίνονται οἱ κηφῆνες, φέρουσι, τὸν δὲ ἐξ οὗ αἰ μέλιτται, γεννωσι. και εἰ γεννῶσιν, ἀνάγκη ἢ ὀχευομένας γεννᾶν ἢ ἀνοχεύτους, καὶ ὀχευομένας γεννᾶν ἤτοι ἕκαστον γένος καθ’ ἑαυτό, οἷον αἱ μέλιτται αἰ ἄρρενες ὀχεύουσι τὰς θηλείας μελίττας, καὶ γεννῶσι μελίττας, καὶ οἱ βασιλεῖς τὰς βασιλίσσας, καὶ γεννῶσι βασιλεὶς, ὁμοίως δὲ καὶ οἱ κηφῆνες κηφῆνας, ἢ ἕν τι αὐτῶν τὰ ἄλλα, οἷον οἱ βασιλεῖς γεννῶσι καὶ ἑαυτοὺς καὶ τἀς μελίσσας καὶ τοὐς κηφῆνας ἢ αι μέλιτται ἑαυτὰς καὶ τοὺς βασιλεῖς καὶ τοὺς κηφῆνας, ἦι οἱ κηφηνες καὶ ἑαυτοὺς καὶ τὰ ἄλλα. ταῦτα δέ, φησί, πάντα πλὴν ἕνος (οὐ γὰρ ψευδῆ. οἱ γὰρ βασιλεῖς καὶ ἑαυτοὺς καὶ τὰ ἄλλα γεννῶσι) πλὴν οὖν ἑνὸς τἆλλα πάντα ἀδύνατα καὶ ἐκ τῶν συμβαινόντων τοῖς ἄλλοις ζῴοις καὶ αὐτοῖς. καὶ ἐροῦμεν τὴν λέξιν μετερχόμενοι, τίνα, τὰ ἐκ τῶν συμβαινόντων τοῖς ἄλλοις ζῴοις ἀδύνατα καὶ τίνα τὰ ἐκ τῶν αὐτοῖος. εὐθὺς οὐν πρὸς τὸ πρῶτον λέγων ῾εἰ γὰρ μὴ τίκτουσιν αἱ μέλιτται τὸν γόνον, ἀλλ᾿ ἄλλοθεν φέρουσι, διὰ τί ὁ γόνος καὶ χωρὶς τῶν μελιττῶν αὐτὸς καθ᾿ ἑαυτὸν οὐ μεταβάλλει ὑπὸ τῆς ὥρας εἰς μελίττας; πολλὰ γὰρ ὑπὸ τῆς ὥρας μεταβάλλουσιν εἰς ζῷα᾿. σαφέστατα δὲ ἀπαγγέλλει τᾷ ἐξῆς; ἰστέον δὲ ὅτι το πάντα γὰρ ὅσα πραγματεύεται περὶ τὰ τέκνα ἐκ τῶν τοῖς ἄλλοις συμβαινόντων τὴν πίστιν ἔχει. αἱ δὲ μέλιτται εἰ ἦσαν ἄρρενες, οἱ δὲ κηφῆνες θήλειαι, ἔδει αὐτὰς μὴ διαπονεῖσθαι περὶ τὰ τέκνα· οὐδὲν γὰρ ἄρρεν διαπονεῖται περὶ τὰ τέκνα, ἀλλὰ κἂν διαπονῆται, ἡ ᾖττον ἢ ἐπισης τῷ (??) 4 θεῖα καὶ om Κ καὶ post γεννᾶν om. θήλει· νῦν δ’ οἱ κηφῆνες οὐδ’ ὅλως διαπονοῦνται, ἀλλὰ τὴν πᾶσαν ἐπιμέλειαν αἱ μέλιτται ποιοῦντι. ἄρρενες μὲν οὖν διὰ τοῦτο οὐκ ἂν εἶεν αἱ μέλιτται. ἀλλὰ μὴν οὐδὲ θήλειαι· εἰ γὰρ ἦσαν θήλειαι, ἔδει αὐτὰς μὴ ἔχειν ὅπλον, νῦν δ’ ἔχουσι τὰ καλούμενα κέντρα. ἰστέον ὅτι καὶ τοῦτο ἐκ τῶν τοῖς ἄλλοις συμβαινόντων ἤρτηται. ὅτι μὲν οὖν οὔτε θήλειαι οὔτε ἄρρενες αἱ μέλιτται, δῆλον. οἱ δὲ κηφῆνες εἰ μὲν ἦσαν ἄρρενες, εἶχον ἄν ὅπλον, οὐκ ἔχουσι δέ· ἄκεντροι γάρ εἰσιν· εἰ δὲ θήλειαι, ἔδει διαπονεῖσθαι περὶ τὰ τέκνα, οὐ διαπονοῦνται δέ. Ὅλως δὲ ἐπειδὴ φαίνεται ὁ μὲν τῶν κηφήνων γόνος ἐγγινόμενος καὶ μηδενὸς ὄντος κηφῆνος. Τὸ ἐγγινόμενος ἀντὶ τοῦ εὐρισκόμενος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐν τῷ ἀγγείῳ, ἐν ᾧ εἰσιν αἱ μέλιτται, μηδενὸς μηδ’ ὅλως ὄντος κηφῆνος, ὕστερον ὁρᾶται ἐν αὐταῖς γόνος κηφήνων, τουτέστι γόνος, ἐξ οὗ γίνονται κηφῆνες· ὁ γὰρ γόνος τῶν κηφήνων ταὐτόν ἐστι τῷ ὁ γόνος ὁ μεταβάλλων εἰς κηφῆν·ας, ὥσπερ καὶ γόνος μελιττῶν ὁ μεταβάλλων εἰς μελίττας. εἰ δὴ μὴ ὄντος ὅλως κηφῆνος μετὰ τῶν μελιττῶν ὁρᾶται ἐν αὐταῖς γόνος κηφήνων, δῆλον ὡς οὔτε ἐξ ὀχείας ἀλλήλων τῶν μελιττῶν γίνονται οἱ κηφῆνες (δέδεικται γὰρ ὅτι οὔτε ἄρρεν οὔτε θῆλυ τὸ μελιττῶν γένος ἐστίν) οὕτε μὴν ἐξ ὀχείας κηφήνων καὶ μελιττῶν ὁμοίως γεγόνασιν οἱ κηφῆ|νες· καὶ κηφήνων γὰρ ὅλως μὴ ὄντων εὑρίσκονται κηφῆνες. ὑπομνηστέον οὖν ὅτι τοῦτο ἐκ τῶν συμβαινόντων αὐτοῖς τὴν πίστιν ἔχει. μήποτε ἄρα λεκτέον ὅτι φέρουσι τὸν τῶν κηφήνων γόνον· τοῦτο γὰρ λείπεται. ἡ δέδεικται καὶ τοῦτο ἀδύνατον. ἄλλως τε ἐπεὶ καὶ οἱ βασιλεῖς καὶ αἱ ἀνθρῆναι καὶ αἱ σφῆκες τοῦ αὐτοῦ γένους εἰσὶ τοῦ τῶν μελιττῶν (ὁμογενῆ γὰρ ταῦτα μελίτταις), ἔδει κἀκεῖνα ἐκτὸς κομίζειν γόνον· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ οὐκ εὔλογον μὴ περὶ πᾶν τὸ γένος αὐτῶν ὅμοιόν τι συμβαίνειν πάθος. Κοινὸν δὲ καὶ πρὸς τὴν ἐξ ἀλλήλων γένεσιν καὶ πρὸς τὴν εκ τῶν κηφηνων. Τὸ πρὸς τὴν ἐξ ἀλλήλων ἴσον ἐστὶ τῷ οὔτε ἐξ ἀλλήλων. ἔστι δὲ τὸ λεγόμενον ῾κοινὴ δὲ αἰτία τοῦ μήτε ἐκ τῆς ἀλλήλων τῶν μελιττῶν ὀχείας γίνεσθαι τὰς μελίττας μήτε ἐξ ὀχείας μελιττῶν καὶ κηφήνων τοὺς κηφῆνας τὸ μηδέποτε ὦφθαι μήτε μέλιτταν ὀχευομένην ὑπὸ μελίττης μήτε κηφῆνα ὑπὸ κηφῆνος μήτε μέλιτταν ὑπὸ κηφῆνος μήτε κηφῆνα ὑπὸ μελίττης᾿. τὸ δὲ λείπεται δ’ εἴπερ ἐξ ὀχείας γίνεται, τοὺς βασιλεῖς γεννᾶν συνδυαζομένους οὐκ ἀρεσκόμενος τούτῳ λέγει (ἐρεῖ γὰρ ὅτι οὐδὲ οὗτοι συνδυάζονται), ἀλλ’ ὡς ἀκόλουθον τῇ διαιρέσει ἐπῆκται· Ὅντος δὲ περιττοῦ τοῦ γένους καὶ ἰδίου τῶν μελιττῶν, καὶ ἡ γένεσις αὐτῶν ἴδιος εἶναι φαίνεται. Τὸ περιττὸν ἴσον ἐστὶ τῷ θαυμαστὸν καὶ διαφέρον πρὸς τὰ ἄλλα. θαυμαστὸν οὖν, φησί, καὶ θεῖον τὸ τῶν μελιττῶν γένος· θαυμάσιον γάρ, εἴπερ καὶ τὸ μέλι θαυμαστὸν καὶ ἡ γένεσις αὐτῶν ἴδιος καὶ θαυμαστὴ φαίνεται. τὸ μὲν γὰρ ὅλως γεννᾶν αὐτὰς οὐδὲν θαυμαστόν, τὸ δὲ γεννώσας ἄλλο τι γένος γεννᾶν | οἷον κηφῆνας, τοῦτο θαυμαστόν. τὸ δὲ οἱ γὰρ ἐρυθρῖνοι γεννῶσιν ἐρυθρίνους καὶ αἱ χάνναι χάννας ὡς αἰτία ἐπῆκται τῆς θαυμαστῆς αὐτῶν γενέσεως, οὕτω δ’ ἐπῆκται, ὡς εἰ ἔλεγεν ῾εἰ γὰρ καὶ ἐξ ἑαυτῶν χωρὶς τῆς τῶν ἀρρένων ὁμιλίας γεννῶσιν οἵ τε ἐρυθρῖνοι καὶ αἱ χάνναι, ὅμως ὅμοια ἑαυτοῖς γεννῶσιν, αἱ μέλιτται δὲ ἀνόμοια᾿. αἴτιον δὲ τοῦ μὴ γεννᾶν ὅμοια ὅτι καὶ αὐταὶ ἐξ ἀνομοίων γεγόνασιν· ἐκ τῶν βασιλέων γάρ. τὸ δὲ ἀνάγκη γάρ τι παραλλάττειν, εἰ μὴ δεῖ ἀεὶ τὸ αὐτὸ γένος ἴσον ἐστὶ τῷ ἀνάγκη γὰρ τὸ ἐκ τῶν βασιλέων γινόμενον παραλλάττειν. εἰ γὰρ μὴ παρήλλαττεν, ἦσαν ἄν κἀκεῖνα βασιλεῖς, καὶ τὰ τούτων ἔγγονα πάλιν βασιλεῖς, καὶ ἀεὶ τὰ ἀπὸ βασιλέων γινόμενα πάλιν βασιλεῖς. οὐ δεῖ δὲ τὸ αὐτὸ ἀεὶ ἐξ αὐτοῦ γίνεσθαι· φιλοτιμεῖται γὰρ ἡ φύσις ἀεί τι θαυμαστὸν ποιεῖν. ἐπειδὴ δέ τις ἤμελλε λέγειν ῾ καὶ πῶς ἀνομοίων ὄντων τῶν κηφήνων τοῖς βασιλεῦσιν ὁμοίους αὐτοῖς αὐτοὺς λέγεις;᾿ ἐπήγαγε νῦν δὲ τοῦτο λείπεται τῆς ἀπορίας, τουτέστι νῦν δὲ τοῦτο ἐκτός ἐστιν ἀπορίας, ὡς εἰ ἔλεγεν ‘οὐδεμίαν γὰρ ἔχει ἀπορίαν· εἰ μὲν γὰρ πρὸς τῷ ὁμοιοῦσθαι τοῖς βασιλεῦσι κατὰ τὸ μέγεθος εἶχον καὶ κέντρον, τότε εἴπερ ἐλέγομεν αὐτοὺς ὁμοίους τοῖς βασιλεῦσιν, εἶχεν ἂν χώραν ἡ ἀπορία. ἐπεὶ δὲ κέντρον οὐκ ἔχουσιν, ἐκτός ἐστι τὸ λεγόμενον ἀπορίας᾿. κυττάρια δὲ λέγει τὰ σίμβλα, ἐν οἷς ἀποτίθενται τὸν γόνον. οὗτος δ’ ὁ γόνος διττός, εἷς μὲν ἐξ οὗ γίνονται αἱ μέλιτται, ἄλλος δὲ ἐξ οὗ οἱ βασιλεῖς. λέγει δὲ ὅτι πρῶτον μὲν ποιοῦσι τοὺς κυττάρους, ἐν οἷς μέλλουσιν ἀποθεῖναι τὸν τῶν μελιττῶν γόνον, ὕστερον δὲ καὶ ἐπὶ τέλει τοὺς οἰκείους, καὶ τούτους ὀλίγους. Εὔλογον δὲ καὶ τοῦτο συμβαίνειν ἐν ταῖς εὐετηρίαις, μέλι καὶ κηφῆνας γίνεσθαι πολλούς. Εὐετηρίας λέγει τὰς τῶν ὡρῶν εὐκρασίας, αὐτοὺς δὴ τοὺς εὐδιεινοὺς καιρούς· οἱ γὰρ λίαν ἔπομβροι οὐκ εὔκρατοι. εὔλογον οὖν, φησί, τὸ γίνεσθαι ἐν ταῖς εὐετηρίαις μέλι καὶ κηφῆνας. αἱ γὰρ μέλιτται ἐλάτ|τους οὖσαι τῷ μεγέθει τῶν βασιλέων δέονται εὐετηρίας. συνίστησι γὰρ καὶ οἱονεὶ διεγείρει καὶ ἀναζωπυρεῖ τὸ τῶν μελιττῶν σῶμα βραχὺ ὂν ἡ εὐετηρία, καὶ ἐπὶ τούτω τότε εὐφοροῦσι· τὸ δὲ τῶν βασιλέων μέγεθος μέγα ὂν τοὐναντίον ὠφελοῦσιν αἱ ὑγρότητες. ἀλλὰ καὶ τὸ τοὺς βασιλεῖς ἔσω μένειν καὶ μὴ ἐξέρχεσθαι ὅλως πρὸς κομιδὴν τροφῆς, τὰς δὲ μελίττας διακομίζειν τὴν τροφὴν τεκμήριον ἐπάγει τοῦ ἐκ τῶν βασιλέων αὐτὰς γεννᾶσθαι· δεῖ γὰρ τὰ τέκνα τρέφειν τοὺς γονεῖς αὐτοὺς δ’ ἔσω μένειν πρὸς ἐπιτέκνωσιν, τουτέστι πρὸς τὸ ἐπὶ τοῖς προγεγονόσι τέκνοις ἕτερα τέκνα ποιεῖν. λέγει δὲ τὰς μελίττας μέσας εἶναι ἀμφοῖν τῷ μεγέθει, οὐχ ὅτι τῶν βασιλέων μὲν ἐλάττους εἰσί, τῶν δὲ κηφήνων μείζους (ἐλάττους γάρ εἰσιν ἀλλὰ μέσας εἴρηκεν, ὅτι τῶν μὲν βασιλέων ἐλαττοῦνται τῷ μεγέθει, ὑπερέχουσι δὲ τῶν κηφήνων τῷ ταύτας μὲν ἔχειν κέντρον, ἐκείνους δ’ ἀκέντρους εἶναι. ὁμοίως δὲ καὶ τὸ ἅμα τῷ ἐξελθεῖν τοὺς βασιλεῖς ἐπακολουθεῖν αὐτὰς αὐτοῖς, ᾗ ἄν ἀπέλθωσιν, ἐναργὲς δεῖγμα τοῦ ἐξ αὐτῶν αὐτὰς γεγονέναι. καὶ αἱ μὲν μέλιτται, φησίν, ἐλάττους οὖσαι τῷ μεγέθει ὑπερέχουσι τῷ πλήθει· αὐτῶν δ’ ἐπεὶ τοῦ πλήθους ἀφείλετο, τουτέστιν αὐτῶν δὲ τῶν βασιλέων ἐπειδὴ τὸ πλῆθος ὀλίγον ἐποίησεν ἡ φύσις, μέγεθος αὐτοῖς ἀπέδωκε. ταῦτα εἰπὼν περὶ τῶν μελιττῶν πάμπαν φιλοσόφως ὁ δαιμόνιος οὗτος ἀνὴρ μετριάζει λέγων ἡμῖν μὲν ταῦτα περὶ τούτων ἐκ τοῦ λόγου εὕρηται, οὐ μὴν ἱκανῶς ἐξ αἰσθήσεως εἴληπται· εἰ δέ τινι τῶν μεθ’ ἡμᾶς τῇ αἰσθήσει ληφθῇ τὰ συμβαίνοντα αὐτοῖς ἱκανῶς, τότ’ ἐκείνω πιστευτέον μᾶλλον ἢ τῷ ἡμετέρῳ λόγῳ᾿. βαβαί σου τῆς μετριότητος, θειότατε καὶ φιλοσόφων Κορυφαιότατε. Πρὸς δὲ τὸ μὴ ἐξ ὀχείας γίνεσθαι σημεῖον καὶ τὸ τὸν γόνον φαίνεσθαι μικρόν. Εἰ οἱ ἐξ ὀχείας γινόμενοι γόνοι μεγάλοι εἰσίν (αὔξει γὰρ αὐτοὺς ἡ τοῦ ἄρρενος γονὴ ὥσπερ τὰ τῶν ὀρνίθων ὠά, ὡς πολλάκις εἴρηται), ὁ δὲ τῶν | μελιττῶν γόνος, ὅτε γένηται, πάμπαν ἐστὶ σμικρός, δῆλον ὡς οὐκ ἔστιν ἐξ ὀχείας. ἐν δὲ τῇ λέξει τῇ ἀφῄρηται δὲ τὸ περιττὸν εὐλόγως περιττὸν πάλιν τὸ θαυμάσιόν φησιν· οὔτε γὰρ ἐξ ἀνομοίων καὶ μὴ ὀχευόντων ἀνθρῆναι γεννῶνται, ὥσπερ αἱ μέλιτται, οὕτε ἀνόμοια γεννῶσιν, ὥστε οὐδέν τι πρόσεστιν αὐταῖς θαυμαστόν. Περὶ δὲ τῶν ὀστρακοδέρμων λεκτέον. Εντεῦθεν περὶ τοῦ ἐσχάτου γένους ὁ λόγος αὐτῷ. λέγει δὲ αὐτὸ τρόπον μέν τινα ἀπὸ σπέρματος γίνεσθαι, ὥσπερ τὰ ζῷα, τρόπον δέ τινα οὐκ ἀπὸ σπέρματος, ὥσπερ τὰ μὴ ζῷα. τὸ δὲ διὰ τὸ τοῖς φυτοῖς ἀντίστροφον ἔχειν τὴν φύσιν ἴσον ἐστὶ τῷ διὰ τὸ μετὰ ἀντιθέσεως ἔχειν ἀναλογίαν. ἀντίκεινται μὲν γάρ, ὅτι ἐν ᾧ γίνονται ὀστρακόδερμα, φυτὰ οὐ γίνονται, ὅπου δὲ πάλιν φυτὰ βλαστάνει, ὀστρακόδερμα οὐ συνίσταται· ἀναλογοῦσι δέ, ὅτι ὡς φυτὸν πρὸς γῆν, οὕτως ἔχει τὸ ὀστρακόδερμον πρὸς θάλατταν. ἐν δὲ τῇ λέξει τῇ τό τε γὰρ ὑγρὸν εὐπλαστοτέραν ἔχει τὴν φύσιν καὶ σωματικὴν τὸ εὐπλαστοτέραν ταὐτόν ἐστι τῷ μᾶλλον τῆς γῆς δυναμένην εἰς ζῴου φύσιν πλάττεσθαί τε καὶ ἄγεσθαι, τὸ δὲ σωματικὴν ἀντὶ τοῦ γεώδη εἴληπται· τὸ γὰρ ὑγρὸν αὐτὸ καθ’ αὑτὸ χωρίς τινος γεώδους φύσεως οὐδέποτε εἰς ζῴου φύσιν μεταβάλλει. εἰσὶ δὲ ταῦτα, φησί, τό τε εὔπλαστον καὶ σωματῶδες οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐν τῇ θαλάττῃ. ἐκβολὰς δὲ ποταμῶν λέγει τὰς εἰσβολάς. γίνονται οὖν ἐν ταῖς εἰσβολαῖς ταῦτα δυεῖν ἕνεκεν αἰτιῶν, μιᾶς μὲν τοῦ εἰσάγειν αὐτόθεν τὴν τροφὴν τοὺς | ποταμούς, ἄλλης δὲ τοῦ εἶναι θερμὸν τὸν τόπον τοῦτον διὰ τὴν τῆς θαλάσσης γειτνίασιν. κεκοινώνηκε δὲ ἡ θάλαττα τοῦ πνεύματος διὰ τὴν ἑαυτῆς θερμότητα· ἐν ᾧ γὰρ ὑγρῷ πρόσεστι θερμόν, ἀνάγκη ἐκεῖσε καὶ πνεῦμα εἶναι. καὶ ἐπειδὴ τῶν ζῴων τὰ μέν ἐστιν ἀέρια, τὰ δὲ γήινα, τὰ δὲ ἔνυδρα, κεκοινώνηκε δὲ ἡ θάλαττα καὶ γῆς καὶ πνεύματος καὶ ὑγρότητος, ὡς μὲν ὑγρὰ μετέχει ἰχθύων (ἔνυδροι γὰρ οἱ ἰχθύες), ὡς ἀερώδης λάρων, αἰθυιῶν καὶ τῶν λεγομένων ἀμφιβίων, ὡς δὲ γῆ τῶν ὀστρακοδέρμων· τὸ γὰρ ὄστρακον γῆς. μᾶλλον δὲ καὶ ἧττον λέγει, ἐπειδὴ καὶ ἐγὼ καὶ ἡ κορώνη πεζά ἐσμεν, ἀλλὰ μᾶλλον ἐγώ. ἐπεὶ δὲ οὐ μόνον ἐστὶ τρία τὰ στοιχεῖα, ἀλλ’ ἔστι καὶ τέταρτον τὸ πῦρ, ὅπερ αἰθέρα καλοῦμεν, ἤμελλε δέ τις λέγειν ὅτι διὰ τί οὐκ ἐνδιατρίβει καὶ ἐν τῷ αἰθέρι ζῷά τινα, ἵνα μετέχῃ καὶ τούτων ἡ θάλαττα; ἐπήγαγε τὸ δὲ τέταρτον γένος οὐκ ἐπὶ τούτων τῶν τόπων δεῖ ζητεῖν, τουτέστι τὰ δὲ ἐκ τοῦ τετάρτου γένους τοῦ αἰθερίου γινόμενα ζῷα οὐ δεῖ ἐνταῦθα ζητεῖν, ἐπειδὴ οὐδὲ τὸ πῦρ ἑνί τινι τούτων ἀφώρισται. ἐπὶ μὲν γὰρ τῶν ἄλλων στοιχείων δυνάμεθα λέγειν ὅτι ὅταν γένηται τοιονδί, ἐστὶν ἀήρ, ὅταν δὲ τοιονδί, ὕδωρ, ὅταν δὲ τοιονδί, ’ ἐπὶ δὲ τοῦ πυρός, ἐπειδὴ τὸ εἶδος αὐτοῦ ὁρᾶται καὶ ἐν ἄνθρακι καὶ ἐν φλογὶ καὶ ἐν σιδήρῳ καὶ ἐν καπνῷ καὶ ἐν ὕδατι (ἔστι γὰρ ὕδωρ θερμόν), καὶ ἐν ἀέρι (ὁ γὰρ ἀὴρ εἰ καὶ θερμός, μᾶλλον εἰδοποιεῖται τῷ ὑγρῷ), ἐπειδὴ οὖν τὸ εἶδος αὐτοῦ ὁρᾶται ἐν τούτοις καὶ ἐν ἄλλοις πλείοσιν, οὐ δύναταί τις λέγειν ὅτι ὅταν γένηται ἄνθραξ, ἐστὶ πῦρ· ἔστι γὰρ οὐδὲν ἧττον πῦρ καὶ ἡ φλὸξ καὶ ὁ πεπυρακτωμένος σίδηρος καὶ τὰ ἄλλα, ὥστε οὐκ ἔχει τὸ πῦρ ἰδίαν καὶ ὡρισμένην φύσιν. ἐπεὶ δὲ οὐκ ἔχει ὡρισμένην φύσιν ἐνταῦθα, ἀλλὰ μόνον ἐν τῷ ἄνω τόπῳ τῷ πλησίον τῆς σεληνιακῆς σφαίρας (αὐτό φημι τὸ τοῦ αἰθέρος εὐαγὲς ἁπτόμενον ταύτης τῆς σφαίρας καὶ τὸ συνεχὲς αὐτῇ ἄχρι τινός), τὰ γεγονότα καὶ γινόμενα ἐξ αὐτοῦ ζῷα ἐν τῇ σεληνιακῇ τυγχάνουσιν ὄντα σφαίρᾳ. εἰσὶ γὰρ καὶ γίνονται μερικὰ λογικὰ αἰθέρια ζῷα μήτε ἐσθίοντα μήτε πίνοντα, ἀσχολούμενα δὲ περὶ μόνην τὴν ὁρατικωτέραν καὶ θεωρητικωτέραν διατριβὴν καὶ ἔχοντα τὴν οἴκησιν ἐν αἰθέρι καὶ ἀέρι, καὶ ζῇ ἕκαστον αὐτῶν καὶ ὑπὲρ τὰ τρισχίλια ἔτη, θνήσκει δὲ ὅμως. ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἄν εἴη λόγος· φαίνεται γὰρ οὗτος μὴ συντιθέμενος τῷ τοιούτῳ δόγματι τῷ τοῦ Πλάτωνος ὄντι. ῾Η δὲ τῶν ὀστρακοδέρμων συνίσταται φύσις ἡ μὲν αὐτομάτη. Τὰ ὀστρακόδερμα, φησί, τὰ μὲν αὐτόματα συνίσταται, τὰ δὲ ἐν τῷ | προΐεσθαι δύναμίν τινα ἀπ᾿ αὐτῶν, πολλάκις δὲ γινομένων καὶ τούτων ἀπὸ συστάσεως αὐτομάτου, τουτέστι πολλάκις δὲ καὶ ταῦτα, ἅπερ ἀπό τινος προέσεως συνίσταται, συμβαίνει αὐτομάτως συνίστασθαι, ὡς τὴν αὐτὴν καὶ μίν φύσιν καὶ ἓν εἶδος ὁτὲ μὲν προέσει τινός, ὁτὲ δὲ αὐτομάτως συνίστασθαι. ἐπεὶ δὲ τὴν σύστασιν ὁμοίαν ἔχουσι τοῖς φυτοῖς, δεῖ, φησίν, λαβεῖν τὰς γενέσεις τῶν φυτῶν· ἐκ τούτων γὰρ ἔσται δῆλα καὶ τὰ τῶν ὀστρακοδέρμων. τῶν οὖν φυτῶν τὰ μὲν γίνεται ἀπὸ σπέρματος, τὰ δὲ ἀπὸ σπαραγμάτων, τουτέστιν ἀπὸ κλάδων· ὁ γὰρ ἀποτμηθεὶς ἐκ τοῦδε τοῦ δένδρου κλάδος καὶ φυτευθεὶς γίνεται δένδρον. ἄλλα δὲ γίνεται τῷ παραβλαστάνειν· ἐν γὰρ ταῖς τῶν κρομύων ῥίζαις καὶ τῶν σκορόδων παραβλαστάνουσι μικρὰ κρόμυα καὶ σκόροδα. τοῦτον οὖν τὸν τῶν κρομύων τρόπον λέγει γίνεσθαι τοὺς μύας· παραβλαστάνουσι γὰρ τοῖς μεγάλοις πολλοὶ μικροὶ μύες. δῆλον δὲ τοῦτο ἡμῖν γίνεται καθ’ ἑκάστην. τὰ δὲ λεγόμενα κηριάζειν ἐοίκασι τοῖς ἀπὸ σπέρματος γινομένοις φυτοῖς. οἱ γὰρ κτένες ἐν ταῖς πέτραις ἀφιᾶσι μυξώδεις ὑγρότητας τῷ χρώματι ὁμοίας κηρῷ, ὅπερ ἐκάλεσε κηριάζειν διὰ τὴν πρὸς τὸν κηρὸν ὁμοιότητα. οὐκ ἔστι δὲ τοῦτο, ἤτοι ἡ μυξώδης ὑγρότης, γόνος οὐδὲ γίνονται ἐξ αὐτοῦ οἱ κτένες, ἀλλ’ ἡ ἐν αὐτῷ τοιαδὶ ὀσμὴ ποιεῖ ἐπιτήδειον τὸ θαλάττιον ὕδωρ πρὸς τὸ ταχέως μεταβάλλειν εἰς κτένας. τὸ δὲ διὸ καὶ γίνεταί τι πλῆθος τῶν τοιούτων, ὅταν ἅπαξ γένηται ἴσον ἐστὶ τῷ καὶ διὰ τὸ δύνασθαι τὴν τοιαύτην μυξώδη ὑγρότητα, μᾶλλον δὲ τὴν ἐν αὐτῇ ὀσμὴν ἐπιτήδειον ποιεῖν τὸ θαλάττιον ὕδωρ εἰς κτενῶν γένεσιν, ὅταν ἅπαξ ἔν τινι τόπῳ γένωνται κτένες ἢ αὐτομάτως ἢ καί τις | ἐναποκομισθῇ, γίνεται ἐν αὐτῷ κτενῶν πλῆθος διὰ τὸ τοὺς ἅπαξ ἐν τῷ τόπῳ γεγονότας προίεσθαι τὴν εἰρημένην ὑγρότητα. εὔλογον γὰρ περιγίνεσθαι καὶ προίεσθαι ἐξ αὐτῶν τὴν τοιαύτην περίττωσιν. τὸ δὲ ἐπεὶ δὲ παραπλησίαν ἔχει τὴν δύναμιν ἡ τροφὴ καὶ τὸ ταύτης περίττωμα δῆλον ἔσται ἐπὶ τῶν ἐναίμων τὸν λόγον ποιήσασι. τὸ μὲν αἷμά ἐστι τροφή, τὸ δὲ καταμήνιον τὸ ταύτης περίττωμα, καὶ ἔστι τὸ καταμήνιον ὅμοιον τῷ αἵματι, ἤτοι τῇ τροφῇ, ὅμοιον δὲ τῇ δυνάμει. ὡς γὰρ τὸ αἷμα ἡ τροφὴ σάρκες καὶ ὀστᾶ καὶ νεῦρα καὶ τὰ λοιπὰ πάντα μέρη τοῦ ζῴου γίνεται ὑπὸ τῆς δημιουργούσης φύσεως, οὕτω καὶ τὸ περίττωμα τὸ καταμήνιον· μεταβάλλει γάρ, ὡς πολλάκις εἴρηται, τὸ καταμήνιον ὑπὸ τῆς ἐν τῷ σπέρματι δυνάμεως εἰς ζῷον. ἐπεὶ δὲ καὶ τὰ κηριάζοντα (λέγων κηριάζοντα τὰς μυξώδεις ὑγρότητας) περίττωμά εἰσι τῆς τῶν κτενῶν τροφῆς, εἰκός, μᾶλλον δ’ ἀναγκαῖον ὅμοια εἶναι τῇ ἐξ ἀρχῆς συστάσει. ὡς γὰρ ἡ Ξανθίππη (φέρε γὰρ οὕτως εἰπεῖν πρὸς σαφήνειαν) καταμηνίου γεγονυῖα καὶ αὐτὴ καταμήνιον προίεται ὅμοιον τῷ καταμηνίῳ τῆς μητρὸς αὐτῆς, οὕτω καὶ ταδὶ τὰ κηριάζοντα, τουτέστι καὶ τασδὶ τὰς τήμερον γεγονυίας μυξώδεις ὑγρότητας, ἀναγκαῖον ὁμοίας εἶναι τῇ ἐξ ἀρχῆς συστάσει, ἤτοι ταῖς ἐξ ἀρχῆς συσταθείσαις ὑγρότησιν. ἀλλὰ μὴν ἐκεῖναι γενέσεως κτενῶν αἴτιαι γεγόνασι· καὶ αὗται ἄρα αἱ τήμερον γεγονυῖαι τὸ αὐτὸ ποιήσουσι. πάντα δὲ τὰ συνιστάμενα τὸν τρόπον τοῦτον, τουτέστιν ἐξ αὐτομάτου, καὶ ἐν γῇ διαφαίνεται γινόμενα· ἐμμιγνυμένου γὰρ τῇ γῇ τοῦ ὀμβρίου ὕδατος, εἶτα ἐξατμιζομένου καὶ τοῦ ἁλμυροῦ καὶ γεώδους καταλιμπανομένου συσσηπομένου τε καὶ συμπεττομένου ὑπὸ τῆς ἡλίου θερμότητος, εἰκός ἐστι μεταβάλλειν εἰς ὀστρακόδερμα. οὕτω γὰρ καὶ ἐν τῇ θαλάττῃ συμβαίνει γίνεσθαι τὰ τοιαῦτα, τοῦ ἁλμυροῦ καὶ γεώδους ὑγροῦ συσσηπομένου καὶ συμπεττομένου. ἀποκρινομένου οὖν, φησί. τοῦ γλυκέος εἰς τὴν συνισταμένην ἀρχήν, τουτέστιν εἰς τὸν ἀέρα τὸν συσταθέντα καὶ ὕδωρ γεγονότα, τὸ περιττεῦσαν τὴν τοιαύτην λαμβάνει μορφήν. ὅτι δὲ οὐδὲν ἐκ παντὸς γίνεται, δῆλον καὶ ἐπὶ τῶν τεχναστῶν· οὐ γὰρ ἐκ παντὸς τοῦ λίθου γίνεται ὁ ῾Ερμῆς, ἀλλά τινων ἀφαιρεθέντων. καὶ ἐπεὶ πᾶν πνεῦμα πλῆρές ἐστι ψυχικῆς θερμότητος, ὅταν τι τούτου ἑμπεριληφθῇ, γίνεται ζῷον. λέγει δὲ τὴν ψυχικὴν θερμότητα ἐμπεριλαμβάνεσθαι ἐν ἀφρώδει πομφόλυγι· γίνεται δὲ αὕτη ἡ πομφόλυξ θερμαινομένων τῶν ὑγρῶν ὑπὸ τοῦ ἡλίου. Ζητήσειε δ’ ἄν τις βουλόμενος ὀρθῶς ζητεῖν. Περὶ τούτου εἴρηκε πρὸ ὀλίγου, λέγω δὴ περὶ τοῦ τί ποτέ ἐστι τὸ ὑλικὸν αἴτιον τῆς τῶν ὀστρακοδέρμων γενέσεως. ὅμως πάλιν λέγει περὶ αὐτοῦ σαφέστερον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ ἡ ἔμφυτος θερμότης τῶν ζῴων τὴν εἰσιοῦσαν πρώτην τροφὴν συμπέττουσα ποιεῖ τὸ καταμήνιον, οὕτω καὶ ἡ τῆς ὥρας ἐν τῷ περιέχοντι θερμότης ἐκ γῆς καὶ θαλάττης ποιεῖ τὰ ὄστρεια. | ἔστιν οὖν ὕλη μὲν αὐτῶν γῆ καὶ ὕδωρ, αὐτό φημι τὸ θαλάττιον ὕδωρ, ποιητικὸν δὲ ἡ τῆς ὥρας θερμότης. εἰπὼν δὲ τὸ δὲ ἐναπολαμβανόμενον ἐπήγαγεν ἢ ἀποκρινόμενον πάνυ ἀσφαλῶς· ἐναπολαμβάνεται μὲν γὰρ ἡ ψυχικὴ θερμότης ἐν τῇ πομφόλυγι, ἀποκρίνεται δὲ ἀπὸ τῆς ὅλης ψυχικῆς θερμότητος αὕτη, ὥσπερ λέγομεν καὶ τὸ ἐν τῷ κάδῳ ὕδωρ ἀποκεκρίσθαι τοῦ φρεατίου ὕδατος. Ἡ μὲν οὖν τῶν φυτῶν τῶν ἀπὸ ταὐτομάτου σύστασις ὁμοείδής ἐστιν. Τὸ ὁμοειδὴς ἀντὶ τοῦ ὁμοία τῇ τῶν ἄλλων γενέσει· ὥσπερ γὰρ καὶ τὰ ἐκ σπέρματος γινόμενα τὸ μέν τι τοῦ σπέρματος γέγονε βλάστη, τὸ δὲ λοιπὸν τροφή, οὕτω καὶ ἐπὶ τῶν ἐξ αὐτομάτου γινομένων συνίσταταί τι γεῶδες καὶ ἐπιτήδειον πρὸς τὸ μεταβάλλειν εἰς φυτόν· τούτου οὖν τοῦ συσταθέντος τὸ μὲν βλάστη γίνεται, τὸ δὲ τροφή. τὰ δὲ καλούμενα γῆς ἔντερα λέγει μεταβάλλειν εἰς ἐγχέλυς. τὸ γὰρ ἐν οἷς ἐγγίνεται ἴσον ἐστὶ τῷ ἀφ’ ὧν ἐντέρων συνίστανται αἱ ἐγχέλεις. εἰ δέ, φησί, καὶ ἐγένετό ποτε ἄνθρωπος ἢ τετράπουν ζῷον ἐκ ταὐτομάτου, ὥσπερ λέγουσίν τινες, ἀνάγκη ἐκεῖνον τὸν αὐτομάτως γεγονότα ἄνθρωπον ἢ ἐκ σκώληκος ἢ ἐξ ᾠοῦ γεγονέναι. ἀνάγκη γὰρ τὸν τοιοῦτον ἄνθρωπον ἢ ἐν ἑαυτῷ ἔχειν τὴν τροφήν (τοῦτο δὲ σκώληξ ἐστίν· εἴπομεν γὰρ πολλάκις ὅτι τὸ μὲν γίνεται σκώληξ, τὸ δὲ τροφή, δυνάμενον καὶ τὸ εἰς τροφὴν ἀναλωθὲν εἰς σκώληκα μεταβαλεῖν) ἀνάγκη οὖν ἢ ἐν ἑαυτῷ ἔχειν τὴν τροφὴν ἢ· λαμβάνειν ἄλλοθεν, καὶ ἢ ἐκ τῆς γεννώσης, καθάπερ θηλάζοντα, ἢ ἐκ μορίου τοῦ κυήματος, καθάπερ τὰ ἐξ ᾠῶν γινόμενα, ἢ ἀπό τινος ἄλλης συστάσεως, ὥσπερ οἱ σκώληκες. ἐπεὶ οὖν ὁ ἄνθρωπος αὐτομάτως ἐγεγόνει, | ὡς ἡ ὑπόθεσις, ἐκ μὲν τῆς γῆς οὐχ οἷόν τε ἦν αὐτὸν θηλάζειν· οὔτε γὰρ γάλα οὔτε μαστὸν ἔχει ἡ γῆ· λείπεται ἄρα ἐκ τοῦ μορίου λέγειν τοῦ κυήματος. ἀλλὰ μὴν πᾶν τὸ ἐξ αὐτομάτου γεγονὸς καὶ τὴν τροφὴν λαμβάνον ἐκ τοῦ κυήματος σκώληξ ἐστίν· οὐδενὸς γὰρ ζῴου γένεσιν ὁρῶμεν ἐξ ᾠοῦ, αὐτομάτως γεγονότος τοῦ ᾠοῦ, ἀλλὰ τὴν ἑτέραν, ἤγουν τὴν τῶν σκωλήκων. ἀνάγκη ἄρα καὶ τὸν αὐτόματον ἄνθρωπον ἐκ σκώληκος γεγονέναι. τὸ γὰρ τὴν δὲ τοιαύτην ζῴου λέγομεν εἶναι γένεσιν ἴσον ἐστὶ τῷ σκώληκος γένεσιν. καὶ εἴη ἄν τὸ ὅλον τοιοῦτον ῾τὴν τὴν γὰρ τοιαύτην σκώληκος εἶναι λέγομεν γένεσιν᾿. τὸ οὐδὲ γὰρ ἐκ μορίου γίνονταί τινος ὥσπερ τὰ ᾠοτοκούμενα ταὐτόν ἐστι τῷ οὐδὲ γὰρ ὅλως γίνονται τὰ ὀστρακόδερμα ἐκ μορίου τινὸς κυήματος, ἀλλ’ αὐτομάτως. Ποιοῦνται δὲ τὴν αὔξησιν ὁμοίως τοῖς σκώληξιν. Ὥσπερ γάρ, φησί, τῶν σκωλήκων πρῶτον μὲν τὸ ἄνω τὸ πρὸς τῇ καλουμένῃ κεφαλῇ αὔξεται ἐν τῇ ἐξ ἀρχῆς συστάσει, ὕστερον δὲ τὸ κάτω (καὶ εἶδον ἔγωγε πολλὰ ἐν τοῖς τυροὶ σκωλήκια τὸ ἄνω μὲν ἔχοντα καὶ κινούμενον, τὸ κάτω δὲ ἀδιάρθρωτον παντελῶς καὶ ἀκίνητον, συνεχὲς μέντοι τῷ τυρῷ) οὕτω καὶ τῶν ὀστρέων πρῶτον τὸ ἄνω αὔξεται· ἐπὶ πάντων γὰρ τὸ ἄνω ἐκ τῶν κάτω λαμβάνει τὴν τροφήν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἐν τῷ κάτω γὰρ ἡ τροφὴ τῶν ἄνω. εὐθὺς γὰρ καὶ· ἐφ’ ἡμῶν καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐχόντων κοιλίαν τὰ ἄνω οἷον κεφαλὴ καὶ τὰ λοιπὰ ἐκ τῆς κοιλίας λαμβάνει τὴν τροφήν, κάτω δὲ ἡ κοιλία· ὑπὸ γὰρ τὸ ὑπόζωμα κεῖται. αἴτιον δέ, φησί τοῦ ἐκ τῶν κάτω λαμβάνειν τὰ ἄνω τὴν τροφὴν καὶ μὴ ἔμπαλιν τὰ κάτω ἐκ τῶν ἄνω τὸ καὶ ὕστερον τελειωθέντα κάτωθεν αὐτὴν λαμβάνειν. μόριον δὲ ὑπὸ τὸ ὑπόζωμα λέγει τὴν κοιλίαν. ἔχουσιν οὖν κατ’ ἀρχὰς τὸ κάτω μέγα, ἵν’ ἔχῃ ἐκεῖθεν λαμβάνειν τὰ ἄνω τὴν τροφήν, ὕστερον δὲ γίνεται σμικρὰ διὰ τὸ κατηναλῶσθαι εἰς τροφὴν τῶν ἄνω. ὅτι δὲ ἐπὶ τὸ ἄνω γίνεται ἡ αὔξησις, φανερὸν καὶ ἐπὶ τῶν ἑλικῶν· τῶν γὰρ ἐν τῷ ὀστράκῳ ἑλικῶν πρῶτον μὲν μία γίνεται, εἶτα δύο, εἶτα τρεῖς καὶ ἐφεξῆς. ὅσον γὰρ τὸ ὄστρακον αὔξεται, τοσοῦτον καὶ αἱ ἕλικες πλείους γίIνονται· ἔχουσι δὲ τὸ ἄνω καὶ τὴν καλουμένην κεφαλὴν πρὸς ταῖς ἕλιξιν. ὅτι δὲ οὐδὲν ἀφίησι τὰ τοιαῦτα ἀφ’ αὑτῶν γεννητικόν, τεκμήριον ἐπάγει τὸ παρὰ τῶν Χίων· οὗτοι γὰρ διακομίσαντες ὄστρεια ζῶντα καὶ εἰς τόπους τὴς θαλάττης εὐρωτιώδεις ἀφέντες (λέγων εὐρωτιώδεις τοὺς ἔχοντας σῆψίν τινα, οἵα ἐστὶν ἡ γινομένη ἔν τε τοίχοις καὶ τοῖς ἄρτοις σαπεῖσιν ἐν τῷ θέρει, ἣν σῆψιν εὐρῶτα καλοῦσιν), εἰς τόπους δὴ εὐρωτιώδεις ἀφέντες, μείζω μὲν ἐγένοντο τὸν ὄγκον, πλείω δὲ τὸν ἀριθμὸν οὐδαμῶς. ὥστε εἴπερ τὸ ὑπ’ αὐτῶν ἀφιέμενον γόνος ἦν, ἐγένετο ἄν πολλὰ ὄστρεια· ἀλλὰ γόνος μὲν οὐκ ἔστι, δύναμις δέ τις διατιθεῖσα καὶ ποιοῦσα τὴν θάλατταν ἐπιτηδειοτέραν εἰς τὴν τούτων γένεσιν. ἐκεῖσε δὲ παντελῶς ἀνεπιτηδείας οὕσης τῆς θαλάττης διὰ τὴν ἐκ τοῦ ἐν αὐτῇ εὐρῶτος γεγονυῖαν δυσκρασίαν οὐκ ἴσχυσεν αὐτὴν εὖ διαθέσθαι ἡ ἀπ’ αὐτῶν δύναμις. ὅτι δὲ τὰ καλούμενα ᾠὰ οὐδὲν συμβάλλονται πρὸς γένεσιν, σημεῖόν φησι τὸ ἀεὶ ἔχειν αὐτά. εἰ δὲ ἦσαν ᾠὰ καὶ δηλονότι πρὸς γένεσιν συμβαλλόμενα, οὐκ ἂν εἶχον αὐτὰ ἀεί· οὐ γὰρ ἀεὶ τὰ ᾠὰ ἔνεισιν ἐν οἷς ἐγγίνονται, ἀλλά ποτε. ἐνταῦθα μὲν οὖν πεπλήρωται καὶ τὸ τρίτον βιβλίον καὶ αἱ εἰς αὐτὸ σχολαί.

---

John Philoponus, In Libros De Generatione Animalium Commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg007.local001/.
