# In Libros De Generatione Animalium Commentaria ΣΧΟΛΙΑ EIΣ TO ΓEΝHTON ΤΩΝ HEPI ZΩΩN ΓENESEΩΣ APISTOTEAOΥS BIBΛΙΩN..1

Joannes Philoponus, In Libros De Generatione Animalium Commentaria, ΣΧΟΛΙΑ EIΣ TO ΓEΝHTON ΤΩΝ HEPI ZΩΩN ΓENESEΩΣ APISTOTEAOΥS BIBΛΙΩN.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-libros-de-generatione-animalium-commentaria/%CE%A3%CE%A7%CE%9F%CE%9B%CE%99%CE%91%20EI%CE%A3%20TO%20%CE%93E%CE%9DHTON%20%CE%A4%CE%A9%CE%9D%20HEPI%20Z%CE%A9%CE%A9N%20%CE%93ENESE%CE%A9%CE%A3%20APISTOTEAO%CE%A5S%20BIB%CE%9B%CE%99%CE%A9N..1

Ὅσα μὲν ἐν τῷ παρόντι βιβλίῳ πέμπτῳ ὄντι καὶ τελευταίῳ τῆς Περὶ ζῴων γενέσεως πραγματείας ἔδει ζητῆσαι, αὐτὸς σαφῶς καταλέγει, πλὴν ὅτι τὸ καὶ χρώματος ἢ σώματος καὶ τριχῶν ἢ πτερῶν διαφορὰ ταὐτόν ἐστι τῷ χρώματος δὲ] διαφορά, χρώματος δὲ ἢ σώματος ἢ τριχῶν ἢ πτερῶν· διαφέρει γὰρ θρὶξ τριχὸς καὶ πτερὸν πτεροῦ καὶ σῶμα σώματος χρώματι τῷ τὰ μὲν εἶναι λευκὰ τὰ δὲ μέλανα, ἢ καὶ κατ’ ἄλλην χρωμάτων διαφοράν. τῶν δὲ εἰρημένων παθημάτων ἔνια μὲν ὅλοις ὑπάρχει τοῖς γένεσιν, οἷον γλαυκότης πάσῃ τῇ λεγομένῃ γλαύκῃ ὄρνιθι, ἀνθρώποις δ’ οὐ πᾶσιν. ἀκολουθεῖ δὲ εὐθὺς γενομένοις ὄνυχες φωναί, ὀξύτης δὲ φωνῆς ἢ βαρύτης καὶ τρίχωσις γενείου καὶ ἥβης καὶ πολιὰ οὐκ εὐθύς, ἀλλ’ ὕστερον. Περὶ δὲ τούτων καὶ τῶν τοιούτων πάντων οὐκέτι τὸν αὐτὸν τρόπον δεῖ νομίζειν εἶναι τῆς αἰτίας. Τρόπον αἰτίας τὴν ἕνεκά του λέγει αἰτίαν· αὕτη δ’ ἐστὶ τὸ τελικὸν αἴτιον. τὸ δὲ λεγόμενόν ἐστιν ὅτι ἐν τῇ τῶν αἰτίων ἀποδόσει τοὐ τὰ μὲν γίνεσθαι γλαυκόμματα τὰ δὲ μελανόμματα, καὶ τὰ μὲν βαρύφωνα τὰ δὲ ὀξύφωνα, καὶ ἐπὶ τῶν ὁμοίων τὸ μὲν ὑλικὸν καὶ ποιητικὸν αἴτιον ζητητέον καὶ ἀποδοτέον, τὸ δὲ ἕνεκά του οὐ ζητητέον. οὐ γὰρ γέγονεν ἡ γλαυκότης ἕνεκά του ὥσπερ ὀφθαλμός οὗτος γὰρ ἕνεκα τοῦ ὁρᾶν ἡμᾶς γέγονεν) ἀλλ’ ἐπισυμβέβηκεν ἡ γλαυκότης τῷ ἕνεκά του· ἕνεκα γὰρ τοῦ ποιῆσαι ὀφθαλμὸν λαβοῦσα ἡ φύσις ὑγρόν, λαβοῦσα δὲ πλέον τοῦ δέοντος | συνέβη γεγονέναι μέλανα τὸν ὀφθαλμόν, ὡς μαθησόμεθα μετ’ ὀλίγον, ὅτε αὐτὸς περὶ τούτων λέγει, ἔλαττον δὲ λαβοῦσα γίνεται γλαυκός. ἐν οἷς οὖν, ὡς εἴρηται, οὐ ἔχει σκοπὸν ἡ φύσις ποιῆσαι αὐτά, ἀλλὰ συμβαίνει τοῖς ἕνεκά του, ἐν τούτοις οὐκ ἀποδοτέον τὴν ἕνεκά του αἰτίαν, ἀλλὰ τὴν ὕλην καὶ τὸ ποιητικόν, οἷον ὅτι ἐκ τῆς τοιασδὶ ὕλης καὶ τοῦ τοιουδὶ ποιητικοῦ τὸ μὲν γέγονε γλαυκόμματον τὸ δὲ μελανόμματον, καὶ τὸ μὲν αἰγωπόμματον τὸ δὲ χαροπόφθαλμον. περὶ πάντων, φησί, τῶν εἰρημένων παθημάτων οὐ νομιστέον ὅτι πρὸς τῇ ὕλῃ καὶ τῷ ποιητικῷ δεῖ καὶ τὴν ἕνεκά του αἰτίαν ἀποδιδόναι, ἀλλ’ ὅσα μέν ἐστι κοινὰ ἔργα τῆς φύσεως ἢ ἴδια γένους ἤτοι εἴδους τινός εἰσὶ δὲ κοινὰ μὲν πάντων τῶν ζῴων οἱ πόροι, δι’ οὗ τε τὴν τροφὴν δέχονται, ὅπερ καλεῖται στόμα, καὶ ᾦ τὸ περίττωμα ἀφιᾶσιν, οἵ τε σπερματικοὶ πόροι καὶ αἱ ὑστέραι καὶ ἄλλα τινά, ἴδια δὲ γένους τινὸς χεῖρες· μόνοις γὰρ τοῖς ἀνθρώποις ὑπάρχουσιν· καὶ ἄλλα ἄλλοις), ὅσα μὲν οὖν εἰσι κοινὰ ἢ ἴδια εἴδει τινί, ταῦτα πάντα ἕνεκά του γίνεται· ἐν τούτοις οὑν ἀποδοτέον τὴν ἕνεκά του αἰτίαν. ὅσα δὲ μὴ κοινὰ μηδὲ ἴδια εἴδει τινί, τούτων οὐδὲν οὔτε ἔστιν ἕνεκά του οὔτε γίνεται. διὸ οὐδ’ ἀποδοτέον ἐν τούτοις ταύτην τὴν αἰτίαν, πλὴν ἄν ἴδιον ᾖ τοῦ γένους τοῦτο τὸ πάθος, ὥσπερ τῆς ὄρνιθος τῆς καλουμένης γλαυκῆς ἡ γλαυκότης. ἴδιον γὰρ αὐτῆς τοῦτο ὡς ἀνθρώπου τὸ γελαστικόν, ἴδιον δ’ οὐχ ὡς τὰ ἀντιστρέφοντα ἀλλ᾿ ὡς εὑρισκόμενον ἐν πάσῃ γλαύκῃ. καὶ συντείνει ἡ γλαυκότης πρὸς τὸν ὁρισμὸν τῆς οὐσίας οὐ τῆς γλαυκῆς, ἀλλὰ τοῦ γλαυκῆς ὀφθαλμοῦ· ὁ γὰρ ὁριζόμενος τὸν τῆς γλαυκῆς ὀφθαλμὸν συλλήψεται εἰς τὴν ἀπόδοσιν καὶ τὴν γλαυκότητα. ἢ οὐ μόνον εἰς τὸν τοῦ ὀφθαλμοῦ ὁρισμὸν ληφθήσεται ἡ γλαυκότης, ἀλλὰ καὶ εἰς τὸν τῆς γλαυκῆς· εἰ γάρ τις ὁρίσασθαι μέλλει τὴν γλαυκὴν μὴ ᾗ ὄρνιθα, ἀλλ’ ᾗ γλαυκὴν, ἀνάγκη τὴν γλαυκότητα λαβεῖν εἰς τὸν ὁρισμὸν αὐτῆς. Ἀλλ’ ὡς ἐξ ἀνάγκης γινομένων εἰς τὴν ὕλην καὶ τὴν κινήσασαν ἀρχὴν ἀνακτέον τὰς αἰτίας. Κινήσασαν ἀρχὴν τὴν ποιητικὴν αἰτίαν φησίν. εἴη δ’ ἄν ἡ λέξις αὕτη συνεχὴς τῇ περὶ δὲ τούτων καὶ τῶν τοιούτων πάντων, καὶ ἔστι τὸ τῆς λέξεως συνεχὲς τοιοῦτον ‘περὶ δὲ τούτων καὶ τῶν τοιούτων πάντων οὐκέτι τὸν αὐτὸν τρόπον δεῖ νομίζειν εἶναι τῆς αἰτίας, ἀλλ’ ὡς ἐξ ἀνάγκης γινομένων, τουτέστιν ἀλλ’ ὡς ἐκ τῆς τοιασδὶ ὕλης γινομένων, εἰς τὴν ὕλην καὶ τὸ ποιῆσαν ἀνακτέον τὰς αἰτίας τῆς γενέσεως αὐτῶν. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐκ τῆς ὕλης καὶ τοῦ ποιητικοῦ ἀποδοτέον τὴν γένεσιν αὐτῶν. ὡς γὰρ πολλάκις εἴρηται, ὅσα ἔργα τῆς φύσεως τεταγμένως καὶ ὡρισμένως καὶ γίνεται καὶ ἔστιν, οὐ διὰ τὸ κινεῖσθαι τὴν ὕλην, ἀφ’ ἧς γεγόνασι τοιωσδί, τοιαῦτά εἰσι ταῦτα, ἀλλὰ μᾶλλον διὰ τὸ εἶναι αὐτὰ τοιαῦτα κινεῖται ἡ ὕλη τοιωσδί· διὰ γὰρ τὸ τὸν ἄνθρωπον εἶναι τοιονδὶ κινεῖται ὑπὸ τῆς γονῆς τὸ καταμήνιον τοιωσδί, ἀλλ’ οὐ διὰ τὸ κινεῖσθαι αὐτὸ τοιωσδὶ ὁ ἄνθρωπος γίνεται τοιοῦτος. τῇ γὰρ οὐσίᾳ οἷον τῷ ἀνθρώπῳ ἀκολουθεῖ ἡ γένεσις, καὶ διὰ τὸ εἶναι τοιοῦτόν ἐστιν αὕτη τοιάδε, οὐ μὴν διὰ τὸ | εἶναι αὐτὴν τοιαύτην ὁ ἄνθρωπός ἐστι τοιοῦτος, ὥσπερ ᾠήθησαν οἱ ἀρχαῖοι τῶν φυσιολόγων διὰ τὸ μὴ συνεωρακέναι τὴν ἕνεκά του αἰτίαν· ἔστι μὲν οὖν ἕκαστον τῶν γινομένων ἕνεκά του, ἕκαστον δὲ τῶν εἰς τὸν λόγον καὶ ὁρισμὸν παραλαμβανομένων ἑκάστου τοῦ ἤδη γεγονότος καὶ ὄντος διὰ ταύτην τὴν ἕνεκά του ἐστὶν αἰτίαν καὶ τὰς λοιπάς. ἀσαφῶς δὲ ἀπαγγελθεῖσα ἡ λέξις καὶ ἀκαταλλήλως ἡ ἔστι μὲν οὖν ἕκαστον ἕνεκά του, γίνεται δ’ ἤδη διὰ ταύτην τὴν αἰτίαν. εἴη ἄν τὸ κατάλληλον αὐτῆς τοιοῦτον ‘ἔστι μὲν οὖν ἕκαστον, ὅσαπερ ἐν τῷ λόγῳ ἐνυπάρχει τῷ ἑκάστου, ἕνεκά του, τουτέστιν ἕκαστον τῶν εἰς τὸν λόγον καὶ ὁρισμὸν παραλαμβανομένων ἑκάστου πράγματος ἕνεκα τοῦ ὁριστοῦ ἐστιν· εἶτα ἀπ’ ἄλλης ἀρχῆς ῥητέον τὸ γίνεται δὲ ἤδη διὰ ταύτην τὴν αἰτίαν καὶ τὰς λοιπάς. τὰ μὲν γὰρ γένη καὶ αἱ διαφορᾶι εἰσιν ἕνεκα τῶν εἰδῶν, τὰ δὲ σύνθετα καὶ καθ’ ἕκαστα γίνονται διά τε τὴν τελικὴν αἰτίαν καὶ τὰς λοιπάς, τήν τε ὕλην καὶ τὸ ποιοῦν, διὰ μὲν τὴν ὕλην ὡς συνοῦσαν τῷ γεγονότι, καὶ ἧς ἄνευ μὴ δυνάμενον ὅλως εἶναι, ὁμοίως δὲ καὶ διὰ τὸ ποιητικόν· τὰ γὰρ γινόμενα ἄνευ ποιητικοῦ γενέσθαι οὐ δύνανται, ἐπεὶ καὶ τὰ ἐξ αὐτομάτου γεγονέναι δοκοῦντα ἐκ ποιητικῆς τινος αἰτίας γίνεται, ὥρας φημὶ ἢ θερμότητος ἢ ἄλλου τινός᾿. ἐπεὶ δέ τις ἤμελλε λέγειν ‘ἀλλὰ μὴν καρδία, χείρ, ἐγκέφαλος οὔκ εἰσιν ἐν τῷ λόγῳ τῷ τοῦ ἀνθρώπου, ὥστε οὐδὲ ἕνεκά του ἔσονται᾿, ἐπήγαγε τὸ ἢ ἔστιν ἕνεκα του ἡ οὐ ἕνεκα, δυνάμει λέγων ‘οὐ μόνον τὰ εἰς τὸν ὁριστικὸν λόγον παραλαμβανόμενα ἕνεκά του εἰσίν , ἀλλὰ καὶ τὰ λοιπὰ πάντα ἡ ἕνεκά του ἔσονται ἢ οὗ ἕνεκα. ἕνεκα μὲν γάρ τινός εἰσιν ἐγκέφαλος πνεύμων καὶ τὰ λοιπά ἕνεκα γὰρ τῆς καρδίας), οὗ δὲ ἕνεκα ἡ καρδία· ἕνεκα γὰρ αὐτῆς τἆλλα πάντα μέρη ἐστί. τῶν δὲ ἄλλων, φησίν, ὅσων ἐστὶ γένεσις, μὴ ὄντων δὲ τοιούτων, τουτέστιν ἢ ἕνεκά του ἡ οὗ ἕνεκα ἐστὶ μὲν γὰρ τῆς γλαυκότητος γένεσις, ἀλλ’ οὐκ ἔστιν ἡ γλαυκότης οὔτε ἕνεκά τινος οὔτε οὗ ἕνεκα· οὐδὲν γὰρ ἕνεκεν αὐτῆς γίνεται) ὅσων οὖν ἐστι γένεσις μὴ ὄντων δὲ τοιούτων, τούτων τὸ αἴτιον ἐν τῇ κινήσει δεῖ καὶ τῇ γενέσει ζητεῖν, λέγων κίνησιν μὲν τὸ ποιητικὸν αἴτιον, γένεσιν δὲ τὸ ὑλικὸν διὰ τὸ τὸ μὲν κινεῖν, τὴν δὲ γίνεσθαι. τὰς δὲ διαφορὰς τὰς τοιαύτας, ἤγουν τὴν γλαυκότητα καὶ τὰς λοιπάς, λαμβάνουσιν οἱ ὀφθαλμοὶ ἐν τῇ συστάσει, τουτέστιν ὅτε τὸ ζῷον συνίσταται. Πρῶτον μὲν οὖν ὅταν γεννῶνται τὰ παιδία, πάντων μάλιστα τῶν ἀτελῶν καθεύδειν εἴωθε. Τὸ ὅταν γεννῶνται νῦν εἴληπται ἀντὶ τοῦ ὅταν ἐξέλθωσι θύραζε, τὸ δὲ μάλιστα ἴσον ἐστὶ τῷ πλέον· ὑποστικτέον δὲ εἰς τὸ τὰ παιδία, εἶτα ἐπακτέον τὸ πάντων μάλιστα τῶν ἀτελῶν. ἔστι δὲ τὸ λεγόμενον ‘τὰ παιδία ἐξελθόντα ἐκ τῆς μήτρας θύραζε καθεύδει καὶ κοιμᾶται πλέον τῶν ἀτελῶν πάντων· οὔτε γὰρ σκύμνος οὔτε δελφάκιον οὔτε ἄλλο οὐδὲν μικρὰ ὄντα ἐξελθόντα θύραζε κοιμᾶται τοσοῦτον ὅσον τὰ παιδία, ἐπεὶ καὶ ἐν τῇ μήτρᾳ ὄντα τὰ παιδία, ἡνίκα λάβῃ αἴσθησιν, καθεύδοντα διατελεῖ· ὀλιγάκις γὰρ κινεῖται παρ’ ὅλον τὸν τῆς κυήσεως καιρόν, τὸν δ’ ἄλλον ἅπαντα κοιμᾶταί. εἰπὼν δὲ ὅτι καὶ ἐν τῇ μήτρᾳ κοιμᾶται, ἐπάγει ‘ἀπορήσειεν ἄν τις πρῶτον, ὁπηνίκα τὴν αἴσθησιν λαβὸν ἤρξατο κοιμᾶσθαι, ἆρα ἐγρηγόρει πρὸ τῆς αἰσθήσεως καὶ τοῦ εὐθὺς ὃν ἤρξατο μετ’ αὐτὴν κοιμᾶσθαι ὕπνου, ἆρ’ οὖν πρῶτον ἐγρηγόρει, εἶτα ἔλαβε τὴν αἴσθησιν καὶ εὐθὺς ὕ|πνωσεν, εἶτα πάλιν ἐγρήγορεν, ἢ ὕπνωττε καὶ πρὸ τοῦ αἴσθησιν δέξασθαι καὶ ὅτε ἐδέχετο αὐτήν, ὕστερον δὲ ἐγρηγόρησεν, ὡς μηδὲν ὅλως προηγήσασθαι τὴν ἐγρήγορσιν τοῦ ὕπνου᾿. ἀποδέχεται δὲ τὸ προηγήσασθαι τὸν ὕπνον καὶ ἐξ αὐτοῦ εἰς ἐγρήγορσιν μεταβῆναι ἢ ἔμπαλιν ἐξ ἐγρηγόρσεως εἰς ὕπνον. ἔτι δὲ ἐπεί, φησί, πᾶσα μετάβασις διὰ τοῦ μεταξὺ γίνεται, ἄγεται δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, οὐ τοῦ ἁπλῶς μὴ ὄντος ἀλλὰ τοῦ πῇ, ἀνάγκη διὰ τοῦ μεταξὺ εἰς τὸ ὂν καὶ εἰς τὴν ζωὴν ἐλθεῖν· δοκεῖ δὲ ὕπνος εἶναι τοιοῦτον, τουτέστιν μεταξὺ ὄντος καὶ μὴ ὄντος. ἔστι μὲν γὰρ μὴ ὂν ὁ τεθνηκὼς καὶ ὅλως ὁ θάνατος, ὂν δὲ ὁ ζῶν καὶ ὅλως ἡ μετ’ αἰσθήσεως μάλιστα ζωή, ὁ δ’ ὕπνος ἐστὶ μεταξὺ ζῶντος καὶ τεθνεῶτος· ἡ γὰρ ζωή, φησί, μάλιστα ἐν τῷ ἐγρηγορέναι ἐστίν, ὅτι καὶ τότε αἰσθανόμεθα, ὅτε καὶ γρηγοροῦμεν. ὑπνοῖ μὲν οὖν ἀληθῶς ἐν τῇ μήτρᾳ ὂν μετὰ τὸ τὴν αἴσθησιν δέξασθαι, πρὸ δὲ τοῦ τὴν αἴσθησιν δέξασθαι ὑπνοῖ μὲν οὐδαμῶς, ἔχει δὲ διάθεσιν ὁμοίαν ὕπνου ὥσπερ καὶ τὰ φυτά· οὐδὲ γὰρ αὐτὰ ὑπνώττει. οὐδεὶς γὰρ ὕπνος ἀνέγερτος, τουτέστιν οὐδὲν ὑπνῶττον οὐ μεταβάλλει εἰς ἐγρήγορσιν, ὥστε ἄν ὕπνωττε καὶ τὰ φυτά, ἐγρηγόρησεν ἄν ποτε. καθεύδει μὲν οὖν τὰ ζῷα ἐν τῇ μήτρᾳ ὄντα τὸν πλεῖστον χρόνον διὰ τὸ τὴν αὔξησιν καὶ τὸ βάρος ἐπικεῖσθαι τοῖς ἄνω τόποις πρῶτον γὰρ τὰ ἄνω αὔξεται, ὡς πρότερον εἴρηται)· ἐπικείμενον γὰρ τὸ βάρος ἄνωθεν ἐμποδίζει τὴν αἴσθησιν. περὶ ὧν τοὐ ὕπνου καὶ ἐγρηγόρσεως τὰς αἰτίας πρότερον ἐν τῷ Περὶ ὕπνου εἴρηκεν· ἐκεῖνο γὰρ ᾐνίξατο εἰπὼν εἰρήκαμεν δὲ τὴν αἰτίαν τοῦ καθεύδειν τοιαύτην οὖσαν ἐν ἑτέροις. ἔστι δὲ τοῦτο ἴσον τῷ καὶ ἐν ἄλλοις τὸ γινόμενον βάρος ἄνωθεν καὶ μάλιστα περὶ τὴν καρδίαν αἴτιον ἀποδεδώκαμεν τοῦ γίνεσθαι ὕπνον. ὅτι δὲ ἐγείρονται καὶ καθεύδουσιν ἐν τῇ μήτρᾳ, δῆλον καὶ ἐκ τῶν ἀνατομῶν καὶ ἐν τοῖς ᾠοτοκοῦσι· πολλοὶ γὰρ τῶν νεοττῶν ἐντὸς τῶν ᾠῶν ὄντες φωνοῦσι δηλονότι ὅταν ἐγρηγορήσωσιν, εἶτα πάλιν σιγῶσιν ἐπὶ πολὺ ὡς δηλονότι ὑπνώττοντες. Καὶ ἐγρηγορότα μὲν οὐ γελᾷ τὰ παιδία, καθεύδοντα δὲ καὶ δακρύει καὶ γελᾷ. Ἐλλιπῶς ἡρμήνευται ἡ λέξις, εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· δακρύει τὰ παιδία καὶ ἐγρηγορότα καὶ καθεύδοντα, γελᾷ δὲ μόνον καθεύδοντα. τοὐ δὲ γελᾶν αὐτὰ καθεύδοντα αἰτιᾶται τὸ τριττὸν τῆς αἰσθήσεως· ἡ μὲν γάρ ἐστιν ἥτις γίνεται ἡμῖν ἐγρηγορόσιν, αὐτήν φημι τὴν κατ’ ἐνέργειαν αἴσθησιν, ἑτέρα δὲ ἥτις ἐν τῷ ὁρᾶν ὀνείρατά ἐστιν αἴσθησις γάρ τις καὶ ἡ τῶν ὀνειράτων φαντασία· εἴρηται δὲ περὶ τούτων ἐν τῷ Περὶ τῆς καθ’ ὕπνον μαντικῆς), τρίτη· δὲ ἣν πάσχουσι πολλοὶ τῶν ἀνθρώπων· καθεύδοντες γὰρ ἐγείρονται ἀνεῳγότας ἔχοντες τοὺς ὀφθαλμοὺς καὶ πράττοντές τινας πράξεις μὴ εἰδότες ὅ τι καὶ πράττουσιν· πῶς γάρ, ἐπειδὴ κοιμῶνται; | ὅτι δὲ κοιμῶνται ἐν ταῖς τοιαύταις πράξεσι, δῆλον· ὕστερον γὰρ ἐπειδὰν ἐγρηγο- ρήσωσιν, ἐρωτώμενοι λέγουσι μηδὲν εἰδέναι, εἰ ὅλως ἠγέρθησαν ἢ ἔπραξάν τι, οἷόν τι συμπέπτωκε καὶ ἐμῷ φίλω. ἦν γὰρ ἐμὸς συνήθης τις τὴν τέχνην ἰατρός, καὶ ἐμοῦ ἀναγινώσκοντος, ἐκείνου δὲ κοιμωμένου ἦν δὲ ὥρα ἑβδόμη τῆς ἡμέρας) ἐγερθεὶς καὶ ἀπελθὼν ἐν τῷ οἰκήματι, ἐν ᾧ εἴχομεν ἀποκεκλεισμένας τὰς ἀλεκτορίδας, ἤνοιξε τὴν θύραν μηδέν τι πλέον πράξας καὶ στραφεὶς πάλιν ἀνέπεσε καὶ ἐκοιμᾶτο· μετὰ δὲ ταῦτα ἐγερθεὶς καὶ ὑπ’ ἐμοῦ ἐρωτηθεὶς ‘τίς ἡ ἀνάγκη καὶ ἡ αἰτία δι ’ἣν ἐγερθεὶς ἤνοιξας τὴν θύραν εἶτα πάλιν κατέδαρθες;᾿ ἐκεῖνος ἀπεκρίνατο μηδὲν εἰδέναι· ‘οὔτε γὰρ εἰ ὅλως ἠγέρθην σύνοιδα οὔτε πολλῷ μᾶλλον, εἰ τὴν θύραν ἀνέῳξα᾿. ἔστιν οὖν καὶ αὕτη αἴσθησίς τις μετὰ φαντασίας τινός, οὐ μετὰ μνήμης δέ· διὸ καὶ ἀγνοοῦμεν, ὅταν τι τοιοῦτον πάθωμεν, εἰ ὅλως πεπόνθαμέν τι τοιοῦτον, ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν ὀνειράτων· πολλὰ γὰρ τῶν φαινομένων ἡμῖν ἐν τοῖς ὕπνοις οὐ μεμνήμεθα ἐγρηγορότες. ἔστιν οὖν καὶ αὕτη αἴσθησίς τις καθ’ ἣν καὶ τὰ παιδία γελᾷ, καὶ ἔοικεν ὁ γέλως τῶν παιδίων τῇ τῶν καθευδόντων πράξει, ἣν πράττουσιν ἐγερθέντες μέν, μὴ εἰδότες δέ. εἰπὼν οὖν τὴν αἰτίαν δι’ ἣν γελᾷ καθεύδοντα, ἐπήγαγε τὰ δὲ παιδία ἐοίκασιν ὥσπερ ἀνεπιστήμονα, καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ συνεχὲς τῆς λέξεως τοιοῦτον· τὰ δὲ παιδία ἐοίκασιν ἐν τῷ καθεύδειν ἐπαισθάνεσθαι καὶ ζῆν ὥσπερ ἀνεπιστήμονα τοῦ αἰσθάνεσθαι διὰ συνήθειαν. ἔστι δὲ τὸ λεγόμενον ‘τὰ δὲ παιδία ἐν τῷ καθεύδειν ἐοίκασι τοῖς αἰσθανομένοις αἱσθάνεται γὰρ ὅτε ὑπνώττει) κατὰ τὴν αἴσθησιν τῶν ἀνισταμένων, ὅτε καθεύδουσι, καὶ πολλὰ πραττόντων ἄνευ τοῦ ἐνυπνιάζειν᾿. αἰσθάνεται δὲ κατὰ ταύτην τὴν αἴσθησιν ἐν τῷ καθεύδειν, φησί, διὰ τὸ μὴ ἔχειν ἐπιστήμην καὶ μάθησιν τοῦ ἐγρηγορέναι. συνεθισθὲν γὰρ ἐν τῇ μήτρᾳ ὂν ὑπνώττειν, μηδὲν δ’ ὅλως μεμαθηκὸς ἐγρηγορέναι οὐκ ἐγρηγορεῖ οὐ γὰρ μεμάθηκεν ἐγρηγορεῖν), ἀλλ’ ὑπνώττει· τοῦτο γὰρ μᾶλλον μεμάθηκε καὶ εἴθισεν. ἐπειδὰν δ’ αὐξηθῶσι καὶ ἑνὸς ἐνιαυτοῦ ἢ καὶ ὀλίγον ἐλάττονος ἢ πλείονος χρόνου γένωνται, τοὐναντίον πάσχουσι· τὸν γὰρ πλείονα ἐγρηγοροῦσιν, ὥστε καὶ τὰς μαίας πολλὰ μηχανᾶσθαι, ἵνα ποιήσωσιν αὐτὰ ὑπνῶσαι. λέγει δὲ τὰ παιδία μᾶλλον τῶν ἄλλων ζῴων ἐν ὕπνῳ τὸ πρῶτον διατελεῖν. τοῦ δὲ εὐθὺς γενομένων τῶν παιδίων γλαυκότερα εἶναι τὰ ὄμματα αὐτῶν, τῶν δὲ ἄλλων ζῴων μή, αἴτιον εἶναί φησι τὸ μονόχρωμα εἶναι τὰ ὄμματα τῶν ἄλλων ζῴων. ἐπειδὴ γὰρ οἱ 1 μὲν τῶν ἀνθρώπων εἰσὶ γλαυκοὶ οἱ δὲ μελανόφθαλμοι, ἔοικε τὰ παιδία τρόπον τινὰ δυσίν· εὐθὺς μὲν οὖν γενόμενα ἔοικε τῷ γλαυκοφθάλμῳ, ὕστερον δὲ τῷ μελανομμάτῳ· τὰ δ’ ἄλλα ἐπειδὴ μονόχρωμά εἰσιν, ὥσπερ οὐ διαφέρουσι τοῦ βοὸς τούτου τὰ ὄμματα πρὸς τὰ τοῦ ἄλλου βοός, οὕτως οὐδὲ τοῦ αὐτοῦ καὶ ἑνὸς βοὸς οἱ ὀφθαλμοὶ διαφέρουσιν αὐτοὶ ἑαυτῶν ποτε. ἐπὶ δὲ τῶν ἀνθρώπων, ἐπειδὴ οἱ τούτου τοῦ ἀνθρώπου ὀφθαλμοὶ διαφέρουσι πρὸς τοὺς ἐκείνου τοῦ ἀνθρώπου, δύνανται διαφέρειν καὶ αὐτοὶ ἑαυτῶν, καὶ ἐπὶ τούτῳ μεταβάλλουσιν ἀπὸ γλαυκότητος εἰς μελάνωσιν. ἑτερογλαύκους δὲ λέγει τοὺς ἔχοντας τὸν ἕνα ὀφθαλμὸν γλαυκόν, τὸν δὲ ἕτερον ἢ μέλανα ἢ αἰγωπὸν ἢ ὅλως μὴ γλαυκόν. ταύτην οὖν, φησίν, ἱκανὴν οἰητέον αἰτίαν εἷναι τοῦ τὰ παιδία γλαυκὰ ὄντα εὐθὺς γενόμενα ὕστερον μεταβάλλειν, τὸ πολύχρωμα εἶναι τὰ ὄμματα αὐτῶν. ἐπεὶ δέ τις ἤμελλε λέγειν ὅτι ‘τοῦτο μὲν οὕτως ἔστω, διὰ τί δὲ ὅλως ἐξ ἀρχῆς οὐ γίνεται τὰ ὄμματα αὐτῶν αἰγωπὰ ἢ χαροπὰ ἢ ἄλλο τι χρῶμα ἔχοντα, εἷθ’ οὕτως μεταβάλλει πρὸς τὴν ὑπάρχειν μέλλουσαν φύσιν, ἀλλὰ πάντοτε γλαυκὰ γίνονται ἐξ ἀρχῆς;’ ἐπήγαγε τοῦ δὲ γλαυκότερα καὶ μὴ χρόαν ἄλλην ἴσχειν καὶ τὰ λοιπὰ λίαν σαφῶς. Τὸ μὲν οὖν ὑπολαμβάνειν τὰ μὲν γλαυκὰ πυρώδη, καθάπερ Ἐμπεδοκλῆς φησι, τὰ δὲ μελανόμματα πλεῖον ὕδωρ ἔχειν. Ἐμπεδοκλῆς τὸ μὲν αἰσθητήριον τῆς ὄψεως, ὡς ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν εἴρηται, ποιῶν ἐκ τῶν τεσσάρων στοιχείων, τὴν δὲ ὄψιν αὐτήν φημι τὴν τῆς ψυχῆς δύναμιν, καθ’ ἣν ὁρῶμεν, ἥτις καὶ ἔστιν εἶδος τοῦ ὀφθαλμοῦ) ταύτην δὴ τὴν ὄψιν πῦρ λέγων, ἔλεγεν ὅτι ἐν οἷς ὄμμασιν ἐπειδὴ ἐκ τῶν τεσσάρων εἰσὶ στοιχείων) πλεονάζει μὲν τὸ πῦρ, ἐλλείπει δὲ τὸ ὕδωρ, ταῦτα τὰ ὄμματά εἰσι γλαυκά τὸ γὰρ πῦρ λευκόν, καὶ ὁ γλαυκὸς ὀφθαλμὸς τοιοῦτος· λευκὸς γάρ καὶ αὐτός), ἐν οἷς δὲ τὸ μὲν πῦρ ἐλλείπει, πλεονάζει δὲ τὸ ὕδωρ, μελανόμματα. καὶ διὰ τοῦτό φησιν Ἐμπεδοκλῆς τὰ γλαυκὰ ἡμέρας μὴ ὁρᾶν δι’ ἔνδειαν ὕδατος· δεῖ γὰρ ὡς μέλλοντα ὁρᾶν ὕδατος. τὰ μὲν οὖν γλαυκὰ ἔλεγε μὴ ὁρᾶν τῆς ἡμέρας διὰ ταῦτα, τὰ δὲ μελανόμματα πάλιν τῆς νυκτὸς μὴ ὁρᾶν δι’ ἔνδειαν πυρός· διὰ γὰρ τὸ μὴ ἔχειν πῦρ πολύ, διὰ τοῦτο, φησίν, οὐχ ὁρῶσι τὰ μελανόμματα τῆς νυκτός. ἐγκαλεῖ οὖν αὐτῷ ὁ Ἀριστοτέλης λέγων ἱεῖ δέδεικται μὴ εἶναι πυρὸς τὸ αἰσθητήριον αὐτό φημι τὸ κρυσταλλοειδές) εἰ δὴ δέδεικται μὴ ὂν πυρός, ἀλλ’ ὕδατος, οὐ καλῶς περὶ τούτων ἀποφαίνεται Ἐμπεδοκλῆς. ἔτι δὲ ἐνδέχεται καὶ κατ’ ἄλλον τρόπον οἷον ἀπὸ ὕδατος μόνου ἀποδοῦναι τὰς αἰτίας τῆς γλαυκότητος καὶ μελανώσεως καὶ τῶν λοιπῶν χρωμάτων. πλέον δὲ ὑγρὸν καὶ ἔλαττον λέγει τῆς συμμέτρου κινήσεως, διότι κινεῖται ἡ ὄψις ὑπὸ τῶν ὁρατῶν· ἄγεται γὰρ ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν. τὰ μὲν οὖν ἔχοντα, φησί, τὸ ὑγρὸν πολὺ μέλανα τὰ τοιαῦτα ὄμματά εἰσι διὰ τὸ μὴ εὐδίοπτα εἶναι· λέγει δὲ μὴ εὐδίοπτα, ὧν τὸ βάθος καὶ τὸν πυθμένα οὐ δύναται ἡ ὄψις ἰδεῖν. διὰ τοῦτο καὶ τὴν θάλασσαν τὴν πολὺ ἔχουσαν βάθος οὐκ εὐδίοπτόν φα|μεν διὰ τὸ μὴ δύνασθαι τὴν ὄψιν διελθεῖν κάτω εἰς τὸ βάθος. τὴν δὲ μὴ πολὺ ἔχουσαν βάθος ἀλλ’ ὀλίγον εὐδίοπτον. ἧττον δὲ εὐδίοπτον λέγει τῆς θαλάσσης τὸ βαθύτερον τοῦ εὐδιόπτου, ὅπερ καὶ ὑδατῶδες καλεῖ· τὸ γὰρ ἐν τοιούτῳ κοιλώματι γῆς ὂν ὕδωρ οὔτε μέλαν ὁρᾶται οὔτε γλαυκόν, ἀλλ’ ἁπλῶς ὕδωρ. Tὴν δ’ αὐτὴν αἰτίαν οἰητέον καὶ τοῦ τὰ μὲν γλαυκὰ μὴ εἶναι ὀξυωπά. Ὅτι μὲν οὖν οὐκ ὀξυωπὰ τὴν ἡμέραν τὰ γλαυκά, τὰ δὲ μελανόμματα τὴν νύκτα οὐκ ὀξυωπά τὰ μὲν γὰρ μελανόμματα τὴν ἡμέραν ὀξυωπά, τὴν δὲ νύκτα οὐκ ὀξυωπά, τὰ δὲ γλαυκὰ τὴν ἡμέραν οὐκ ὀξυωπά, τὴν δὲ νύκτα ὀξυωπά) ὅτι μὲν οὖν ταῦθ’ οὕτως ἔχει, δῆλον· λέγει δὲ τὴν αἰτίαν ἑκατέρου τούτων. ὀλίγον γάρ, φησίν, ἔχοντα τὸ ὑγρὸν τὰ γλαυκὰ ὄμματα κινεῖται ὑπὸ τοῦ φωτὸς οὐ μόνον ᾗ διαφανές ἐστιν, ἀλλὰ καὶ ᾗ ὑγρόν. ἄν μὲν γὰρ κινηθῇ τὸ κρυσταλλοειδὲς τοῦ ὄμματος ᾗ διαφανές, ᾗ δὲ ὑγρὸν ἠρεμῇ, καλῶς ὁρᾷ ἡ ὄψις διὰ τὸ ἠρεμεῖν ᾗ ὑγρόν, ἄν δὲ κινηθῇ καὶ ᾗ διαφανὲς καὶ ᾗ ὑγρόν, οὐχ ὁρᾷ· κινουμένου γὰρ τοῦ ὑγροῦ ᾗ ὑγρὸν ὑπὸ τοῦ πολλοῦ φωτός, καὶ ταραττομένου ὃν τρόπον ὑπὸ τῶν ἀνέμων ἡ θάλασσα, ἐμποδίζει τὴν ὄψιν καὶ οὐκ ἐᾷ καλῶς ὁρᾶν. ὅρασις γάρ ἐστι κίνησις τοῦ κρυσταλλοειδοῦς ᾗ διαφανές, οὐ μὴν καὶ ᾗ ὑγρόν. ἐν δὲ τῇ νυκτὶ ὀλίγον ὂν τὸ φῶς ἀμυδρὸν γὰρ τὸ εἰς ἡμᾶς φθάνον ἐκ τῶν ἀπλανῶν καὶ πλανωμένων ἀστέρων φῶς πλὴν τοῦ ἀπὸ τῆς σελήνης· τοῦτο γὰρ πλεῖον μὲν τοῦ ἀπὸ τῶν ἄλλων ἀστέρων φωτός, ἔλαττον δὲ πάνυ τοῦ ἀπὸ τοῦ ἡλίου) ὂν οὖν τὸ ἐν τῇ νυκτὶ φῶς ὀλίγον, ὂν δὲ καὶ τοῦ γλαυκοῦ ὄμματος ὀλίγον ὑγρόν, ᾗ μὲν διαφανὲς κινεῖται πέφυκε γὰρ τὸ διαφανὲς ὑπὸ παντὸς φωτὸς κινεῖσθαι, μᾶλλον μὲν ὑπὸ τοῦ πλείονος, ἧττον δὲ ὑπὸ τοῦ ἐλάττονος) ᾗ δὲ ὑγρὸν οὐ κινεῖται· ὀλίγον γὰρ τὸ ἐν νυκτὶ φῶς ἢ ὥστε δύνασθαι κινεῖν αὐτὸ καὶ ᾗ ὑγρόν. διὰ ταύτην οὖν τὴν αἰτίαν τῆς μὲν ἡμέρας οὐχ ὁρᾷ ὁ γλαυκὸς ὀφθαλμὸς καλῶς, τῆς δὲ νυκτὸς μᾶλλον. ὁ δὲ μέλας τῆς ἡμέρας ὁρᾷ καλῶς, ὅτι ᾗ μὲν διαφανὲς τὸ ἐν αὐτῷ κρυσταλλοειδὲς κινεῖται, ᾗ δὲ ὑγρὸν διὰ πλῆθος οὐ κινεῖται· τῆς δὲ νυκτὸς οὐχ ὁρᾷ, ὅτι εἰ καὶ κινεῖται ᾗ διαφανὲς ἐν τῇ νυκτί, ἀλλὰ λίαν πάμπαν ἀμυδρῶς καὶ σχεδὸν οὕτως ἀμυδρῶς, ὥστε φήσαι ἄν τις μηδὲ κινεῖσθαι. τὸ δὲ ἅμα γὰρ καὶ δυσκίνητον ἐν τῇ ὅλως νυκτὶ γίνεται τὸ ὑγρὸν οὕτως ἀναγνωστέον ιἅμ γὰρ καὶ ὅλως τὸ ὑγρὸν ἐν τῇ νυκτὶ δυσκίνητον γίνεται’. ὥστε εἴ μέλλει καλῶς ἐν τῇ ἡμέρᾳ ὁρᾶν, δεῖ καὶ κινεῖσθαι τὸ ὑγρὸν καὶ μὴ κινεῖσθαι, κινεῖσθαι μὲν ᾗ διαφανές, μὴ κινεῖσθαι δὲ ᾗ ὑγρόν. οὐχ ὁρῶσι δὲ ἐκ τοῦ ἡλίου εἰς τὸ σκότος ἰόντες διὰ τὸ κινεῖσθαι ἀτενίζουσιν εἰς τὸν ἥλιον τὸ ὑγρὸν ᾗ ὑγρὸν· δεῖ οὖν αὐτῷ χρόνου, ἵνα παυθῇ τῆς κινήσεως. ὡς γὰρ τὰ κύματα τῆς θαλάσσης οὐκ εὐθὺς παυομένων τῶν ἀνέμων παύονται, οὕτω οὐδὲ τὸ κρυ- σταλλοειδὲς εὐθὺς τῷ εἰσελθεῖν ἡμᾶς ἐκ τοῦ ἡλίου εἰς τὸ σκότος, λέγων νῦν σκότος τὸν ἐσκιασμένον τόπον. Δῆλοί δὲτὸ ἀρρώστημα τῆς ὄψεως ἑκατέρας. Ὅτι ἡ μὲν γλαυκότης ὀλιγότης ἐστὶν ὑγρότητος ἢ ὑγροῦ, ἡ δὲ μελανία πλῆθος, δῆλόν φησι καὶ ἐκ τῶν συμβαινόντων ἀρρωστημάτων ἑκατέρῳ τούτων. τὸ μὲν γὰρ γλαύκω1μα γίνεται μᾶλλον τοῖς γλαυκοῖς (τὸ γὰρ γλαύκωμα ξηρότης ἐστὶν ὀμμάτων· ξηραίνεται δὲ μάλιστα καὶ μᾶλλον τὸ ὀλίγον ὑγρόν), ὁ δὲ καλούμενος νυκταλώπηξ τοῖς μελανομμάτοις· γίνεται γὰρ διὰ πλῆθος ὑγροῦ, τοιοῦτος δὲ ὁ μέλας ὀφθαλμός. ὥσπερ δὲ αἱ ἀλεκτορίδες οὐχ ὁρῶσι τῇ νυκτί, οὕτως οὐδ’ οἱ τὸν νυκταλώπεκα νοσήσαντες· δεῖ δέ, φησί, ὁμαλὸν εἶναι τὸ δέρμα, ὅπως μὴ ἐπισκιάζῃ ῥυτιδούμενον· ἡ γὰρ ῥυτὶς σκιὰν ἐμποιεῖ. διὰ γὰρ τοῦτο καὶ τὰ τῶν λαμπτήρων δέρ,ματα τείνουσιν ἱκανῶς, ἵνα μὴ ῥυτιδούμενα ἐκ τοῦ μὴ καλῶς τετάσθαι εμπο- δίζοι τὸ φῶς. λέγει δὲ πάντα τὰ παιδία ἐξ ἀρχῆς εἶναι γλαυκὰ δι’ ἔνδειαν ὑγρότητος. πρῶτον μὲν γὰρ ἐν τῇ γενέσει καὶ συστάσει τῶν ὀμμάτων πάμπολυ τὸ ἐν αὐτοῖς ὑγρόν, ὕστερον δὲ τελειωθεῖσιν ὀλίγον, ἐξ ὅσου δηλονότι συστῆναι δύναται γλαυκότης, καὶ μετὰ ταῦτα πάλιν πλεῖον τοῦ ἐν τῇ δευτέρᾳ μεταβολῇ. τὸ δὲ τὸ γὰρ λίαν λεπτὸν ἢ λίαν παχὺ τὴν αὐτὴν ἔχει δύναμιν ἴσον ἐστὶ τῷ ὥσπερ γὰρ τὸ λίαν παχὺ βραδέως πέττεται καὶ συνίσταται, οὕτω καὶ τὸ λίαν λεπτόν· διὰ τοῦτο γὰρ· τὸ ὕδωρ οὐ πέττεται οὐδὲ συνίσταται. εἶεν ἄν οὖν τὰ τῶν παίδων ὄμματα γλαυκὰ καὶ δι’ ὀλιγότητα ὑγροῦ καὶ διὰ τὸ μὴ δύνασθαι πεφθῆναι διὰ λεπτότητα· εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ὅταν μὲν ἡ φύσις ἀδυνατήσῃ ἀμφοτέρων τῶν ὀφθαλμῶν πέψαι καὶ συστῆσαι τὸ ὑγρόν, ἀμφότεροι γίνονται γλαυκοί, εἰ δὲ τοῦ μὲν πέψει, τοῦ δὲ μή, ἑτερόγλαυκος γίνεται ὁ ἄνθρωπος. Περὶ δὲ τοῦ τὰ μὲν ὀξυωπὰ εἶναι τῶν ζῴων τὰ δὲ μή, δύο τρόποι τῆς αἰτίας εἰσίν. Eἰσί τινες τῶν ἀνθρώπων, οἱ πόρρωθεν κειμένων τῶν βιβλίων ἀναγι- νώσκουσι τὰ ἐν αὐτοῖς γεγραμμένα καλῶς, ἐγγὺς δὲ τεθέντων ἢ ὅλως οὐκ ἀναγινώσκουσιν ἢ οὐ καλῶς. πάλιν δὲ συμβαίνει δύο τινῶν ἀνθρώπων ἐν τῷ αὐτῷ τόπῳ ἱσταμένων καὶ πλησίον αὐτοῖς διαφόρων κειμένων χρωμάτων, πόρρωθεν δέ τινων ζῴων βαδιζόντων, τὸν μὲν ἕνα ὁρᾶν τὰ πόρρωθεν αὐτῶν βαδίζοντα, τὸν δὲ ἕτερον μηδ’ ὅλως ὁρᾶν αὐτά, ἔμπαλιν δὲ ἐπὶ τῶν ἐγγὺς κειμένων χρωμάτων τὸν μὲν μὴ ὁρῶντα τὰ πόρρωθεν βαδίζοντα ὁρᾶν καὶ κρίνειν καλῶς τὰς διαφορὰς τῶν χρωμάτων, οἷον ὅτι τόδε μέν ἐστι λευκόν, τόδε δὲ πράσινον καὶ τόδε ἁλουργόν, τὸν δὲ τὰ πόρρωθεν βαδίζοντα ὁρῶντα ἢ μηδ’ ὅλως ὁρᾶν τὰ τοιαῦτα χρώματα, ἢ κἂν ὁρῴη, ἀλλὰ τάς γε διαφορὰς αὐτῶν μήθ’ ὁρᾶν μήτε δύνασθαι κρίνειν, ἀλλ’ ἕν τι πάντα φαίνεσθαι αὐτῷ τὴν φύσιν· ἢ γὰρ πάντα λευκὰ ἡ πάντα πράσινα. ταῦτα δέ, τουτέστι τό τε τὰ πόρρωθεν δύνασθαι ὁρᾶν καὶ τὰς διαφορὰς ὅτι μάλιστα διαισθάνεσθαι, οὐ συμβαίνει τῷ αὐτῷ· οὐ συμβαίνει γὰρ τὸν δυνάμενον ὁρᾶν τὰ πόρρωθεν τὸν αὐτὸν τοῦτον διαισθάνεσθαι δύνασθαι καὶ τὰς διαφορὰς τῶν ὁρωμένων, ἀλλ’ εἴπερ ἄρα τὰ πόρρωθεν ὄψεται, τὰς διαφορὰς οὐ διαισθήσεται, εἰ δὲ τὰς διαφορὰς διαισθάνοιτο, τὰ πόρρωθεν οὐκ ὄψεται. ὁ γὰρ ἐπηλυγασάμενος, τουτέστιν ὁ τὴν χεῖρα θεὶς ἐν ταῖς ὀφρύσιν, ὃ πολλάκις ποιεῖν εἰώθαμεν βουλόμενοι τὰ πόρρω ἰδεῖν, ὁ δὴ ἐπηλυγασάμενος ἢ δι’ αὐλοῦ βλέπων τὰ μὲν πόρρωθεν ὄψεται διὰ τοῦ αὐλοῦ ἢ διὰ τῆς χειρός, τὰς δὲ διαφορὰς τῶν ὁρωμένων διὰ τοῦ αὐλοῦ ἢ διὰ ἰῆς χειρός, δι’ ὧν τὰ πόρρωθεν ἑώρα, οὐκ ἄν διακρίναι. οἱ δὲ ἐκ τῶν φρεατίων τῆς ἡμέρας ὁρῶντες τοὺς ἀστέρας ἐοίκασι τοῖς ἐπηλυγασαμένοις ἢ δι’ αὐλοῦ ὁρῶσι. λαβὼν οὖν ὅτι διττὸν τὸ ὀξύ, τὸ μὲν τὸ ἰὰ πόρρωθεν ὁρᾶν, τὸ δὲ τὸ τὰς διαφορὰς τῶν ὁρωμένων κρίνειν, νῦν λέγει, ποῖον τῶν ζῴων x003E; πῶς ἔχον περὶ τὰ ὄμματα τὰ πόρρωθεν ὄψεται, ποῖον δὲ τὰ χρώματα ἀκριβώσει· καί φησιν, εἴ τι τῶν ζῴων ἔχει μὲν προβολὴν τοῦ ὄμματος εἰσὶ γάρ τινες ἄνθρωποι ἔσω μὲν εἰς βάθος ἔχοντες τὰ ὄμματα, τὰ ὀστᾶ δὲ καὶ τὰς σάρκας, ἐν αἷς αἱ ὀφρύες, ἐπανεστηκότα καὶ ἐπικρεμάμενα ἔξω) οἱ δὴ οὕτως ἔχοντες ἐοίκασι τοῖς ἐπηλυγασαμένοις· ὃ γὰρ τεχνητῶς οἱ ἐπηλυγασάμενοι ποιοῦσι, τοῦτο ἐκείνοις ἡ φύσις πεποίηκεν. ἀλλὰ καί τινα τῶν ὀξυωπῶν ζῴων οἷον ἱέρακες ἀετοὶ οὐ μόνον ἐπικρεμαμένας ἔχουσι τὰς ὀφρῦς, ἀλλὰ καὶ λεπτὰ πτερὰ δασέα καὶ προέχοντα εἰς μῆκος κύκλῳ τῶν ὀφθαλμῶν πλησίον τῶν βλεφάρων ἔχουσι τρόπον τινὰ ὡς αὐλὸν ἢ χεῖρα ἀνατείλαντα περὶ αὐτὰ κύκλῳ, καὶ ἀπλῶς ἅπαν ὅπερ ἄν τὰ πόρρωθεν ὅραν δύνηται, ἔχει περὶ τὰ ὄμματά τινα προβολήν. εἴ τι οὖν, φησί, τῶν ζῴων προβολὴν μὲν ἔχει τοῦ ὄμματος πολλήν, τὸ δ’ ἐν τῇ κόρῃ ὑγρὸν μὴ καθαρὸν μηδὲ σύμμετρον τῇ κινήσει τῇ γινομένῃ ἐν, αὐτῇ θύραθεν ἀπό τε τοῦ φωτὸς ἀπό τε τῶν ὁρατῶν, πρὸς δὲ τούτοις ἂν οὐδὲ τὸ ἐπιπολῆς δέρμα ἔχῃ λεπτόν, τοῦτο τὰ μὲν πόρρωθεν ὄψεται διὰ τὸ ἔχειν προβολὴν καὶ ἐοικέναι τοῖς ἐπηλυγασαμένοις ἢ δι’ αὐλοῦ ὁρῶσι, τὰς δὲ διαφορὰς οὐκ ἀκριβώσει, διὰ τὸ μὴ ἔχειν τὸ ἐν τῇ κόρῃ ὑγρὸν καθαρὸν μηδὲ σύμμετρον τῇ θύραθεν κινήσει, μήτε λεπτὸν τὸ ἐπιπολῆς δέρμα, λέγων ἐπιπολῆς δέρμα τὸν χιτῶνα τοῦ ὀφθαλμοῦ, οὗ ἅπτεται τὸ βλέφαρον ἐν τῷ μύειν. τὸ γὰρ ἀκριβῶσον τὰς διαφορὰς ἀναγκαῖον καθαρόν τε ἔχειν τὸ ὑγρὸν καὶ σύμμετρον τῇ θύραθεν κινήσει, καὶ ἔτι τὸ ἐπιπολῆς δέρμα λεπτόν. ὥστε εἴ τι ζῷον πρὸς τῷ ἔχειν προβολὴν τοῦ ὄμματος πολλὴν ἂν] καὶ τὸ ὑγρὸν καθαρὸν καὶ σύμμετρον ἕξει καὶ τὸ ἐπιπολῆς δέρμα λεπτόν, τοῦτο καὶ τὰ πόρρω ὄψεται καὶ τὰς διαφορὰς τῶν χρωμάτων ἀκριβώσει. ἢ οὐ συμβαίνουσι ταῦτα πάντα τῷ ἑνὶ διὰ τὸ μὴ δύνασθαι τὴν φύσιν πολλῶν κατευστοχεῖν. εἰπὼν δὲ ὅτι τὰς διαφορὰς τῶν χρωμάτων οὐκ ἀκρι- βώσει, πόρρωθεν δὲ ἔσται ὁρατικόν, ἐπήγαγε τὸ ὥσπερ εἰ καὶ ἐγγύθεν, μᾶλλον τῶν τὸ μὲν ὑγρὸν καθαρὸν ἐχόντων καὶ τὸ ἐπισκέπασμα αὐτοῦ, λέγων ἐπισκέπασμα τὸ ἐπιπολῆς δέρμα. ὃ δὲ λέγει τοιοῦτόν ἐστι ‘τὸ ἔχον προβολὴν μᾶλλον καὶ κάλλιον ὄψεται τὰ πόρρωθεν τῶν ἐπισκύνιον τουτέστι προβολὴν μὲν μὴ ἐχόντων πρὸ τῶν ὀμμάτων, ἐχόντων δὲ τὸ ὑγρὸν καὶ τὸ ἐπιπολῆς δέρμα καθαρόν. τὰ γὰρ ἔχοντά ἐπισκύνιον καὶ προβολὴν μᾶλλον ὁρῶσι τὰ πόρρωθεν τῶν τὸ δέρμα καὶ τὸ ὑγρὸν καθαρὸν ἐχόντων, ἐπισκύνιον δὲ μὴ ἐχόντων.’ τὸ δὲ ὥσπερ εἰ καὶ ἐγγύθεν ἴσον ἐστὶ τῷ † κἄν ἐγγύθεν καὶ τὰ πόρρωθεν ὁρῶντα τὸ ἔχον ἐπισκύνιον καὶ τὸ μὴ ἔχον, μᾶλλον καὶ κάλλιον ὄψεται τὸ ἔχον καὶ ἐγγύθεν, κἂν ἀπὸ ἐγγύθεν δὲ ὁρῶσι, πάλιν τὸ ἔχον ἐπισκύνιον μᾶλλον ὄψεται τοῦ μὴ ἔχοντος, ἀλλὰ τὸ πρᾶγμα, οὐ μὴν καὶ τὰς τῶν χρωμάτων διαφοράς. τὸ μὲν οὖν οὕτως ὀξύ, φησίν, ὁρᾶν ὥστε τὰς διαφορὰς διαισθάνεσθαι τῶν χρωμάτων ἐν αὐτῷ ἐστι τῷ ὄμματι, τουτέστιν ἐν τῇ φύσει τοῦ ὄμματός ἐστιν· ἄν γὰρ ἡ τὸ ἐν τῇ κόρῃ ὑγρὸν καθαρὸν καὶ σύμμετρον τῇ θύραθεν κινήσει καὶ τὸ ἐπιπολῆς δέρμα λεπτόν, ἀκριβώσει τὰς διαφοράς. ὡς γὰρ ἐν ἱματίῳ καθαρῷ καὶ αἱ μικραὶ κηλῖδες ἔκδηλοι γίνονται, οὕτω καὶ διὰ τοῦ καθαροῦ ὄμματος καὶ αἱ μικραὶ κινήσεις δῆλαι γίνονται τῇ ὄψει· δύναται γὰρ τὸ βραχύτατον ὁρατὸν κινῆσαι τὴν ἐν καθαρωτάτῳ ὄμματι ὄψιν, καὶ γίνεσθαι αἴσθησις αὐτοῦ ἐν αὐτῷ. τὸ μὲν οὖν τὰς διαφορὰς διαισθάνεσθαι ἐν αὐτῷ τῷ ὄμματί ἐστι, τοῦ δὲ τὰ πόρρωθεν ὁρᾶν αἰτία ἡ θέσις τοῦ ὄμματος· ἂν γὰρ ἐντὸς κεῖται, ᾧ ἕπεται τὸ ἐπισκύνιον ἔχειν, ὄψεται τὰ πόρρωθεν. ἐπειδὴ δὲ καὶ οὗτος καὶ ἡ ἀλήθεια βούλονται μὴ ὁρᾶν ἡμᾶς ἐκπέμποντας ὄψιν, ὡς οἱ μαθηματικοί φασιν, ἀλλ’ εἰσδεχομένους τὰ εἴδη τῶν ὁρατῶν διὰ τοῦ ἐν τῷ ἀέρι διαφανοῦς, λέγει μηδὲν διαφέρειν· ἂν γὰρ ᾖ ἐξόφθαλμον καὶ οὐκ ἔχον ἐπισκύνιον, ἀνάγκη προσπίπτοντα τῷ ὄμματι σκεδάννυσθαι εἰς ἀχανές· ἂν δ’ ἔχῃ ἐπισκύνιον, συνέξει τοῦτο τὰ τῶν ὁρατῶν εἴδη, καὶ οὐκ ἐάσει σκεδασθῆναι, ἀλλὰ ποδηγήσει πρὸς τὴν ἐντὸς εὐθυπορίαν. ὥσπερ γὰρ κἂν ἐξερχομένη ἡ ὄψις δι’ ἐπισκυνίου μᾶλλον ἑώρα τὰ πόρρωθεν, οὕτως ἂν αὐτὰ μάλιστα ὄψεται καὶ δεχομένη διὰ τοῦ διαφανοῦς καὶ κινουμένη ὑπ’ αὐτῶν. τοῦτο γὰρ ἐμήνυσε διὰ τοῦ ἀνάγκη καὶ τὴν ὄψιν τῇ κινήσει ὁρᾶν. τὸ δὲ μάλιστα μὲν ἂν ἑωρᾶτο τὰ πόρρωθεν, εἰ ἀπὸ τῆς ὄψεως εὐθὺς | συνεχὴς ἦν, καὶ τὰ ἑξῆς ἴσον ἐστὶ τῷ εἰ ἦν αὐλός τις συνεχὴς καὶ συμπεφυκὼς τοῖς ὄμμασι, μάλιστα ἂν ἑωρᾶτο τὰ πόρρωθεν. εἰ γὰρ αὐλὸν ὑμενώδη ἢ ἄλλον τινὰ ἡ φύσις συνῆψε τοῖς ὄμμασιν ἡμῶν, ὥστε δι’ ἐκείνου ὁρᾶν, μᾶλλον ἄν ἑωρῶμεν· τούτου δὲ μὴ ὄντος ἀνάγκη, ὅσῳπερ ἄν ἀπέχῃ καὶ ἐπικρέμηται τὸ ἐπισκύνιον, τοσούτῳ μᾶλλον ἡμᾶς ὁρᾶν τὰ πόρρωθεν ἀκριβέστερον. Ἡ μὲν οὖν τῆς ἀκοῆς, ἐπεὶ τὸ αἰσθητήριον ἀέρος. Λείπει τὸ αἴσθησις, ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον ἰὴ μὲν οὖν τῆς ἀκοῆς αἴσθησις᾿. ἔστι δὲ τὸ τῆς λέξεως συνεχὲς ‘ἐπεί ἐστι τὸ αἰσθητήριον ἀέρος, ταύτῃ περαίνει ᾗ τὸ πνεῦμα τὸ σύμφυτον ποιεῖται ἐνίοις μὲν τὴν σφύξιν, ἐνίοις δὲ τὴν ἀναπνοὴν καὶ ἐκπνοήν. σφύξιν δὲ λέγει τὴν τῶν ἀρτηριῶν κίνησιν, ἣν κινοῦνται καὶ νοσοῦσι καὶ ὑγιαίνουσιν ἡμῖν. ἀλλὰ καὶ τὸ ἀναπνεῖν διά τῆς καρδίας καὶ ἐκ τῆς καρδίας ἐστίν· αὕτη γάρ ἐστιν ἡ τὸν πνεύμονα κινοῦσα, εὐρύνουσά τε καὶ συστέλλουσα. πῶς δὲ αὐτὸν κινεῖ καὶ ἐξ αὐτῆς εὐρύνεταί τε καὶ συστέλλεται, ἐροῦμεν, ὅτε λέγει καὶ αὐτός, διὰ τί τῶν ζώων τὰ μέν ἐστι βαρύφωνα, τὰ δὲ ὀξύφωνα. εἴη δὴ ἂν τὸ λεγόμενον ὑπὸ τῆς λέξεως τοιοῦτον· ἡ τῆς ἀκοῆς αἴσθησις, τουτέστιν ἡ ἐγγινομένη ἡμῖν ὑπὸ τῶν ἀκουστῶν αἴσθησις, ταύτῃ περαίνει, ὅπου τὸ πνεῦμα τὸ σύμφυτον τοῖς μὲν σφύξιν καὶ σφυγμὸν ἔχουσι ποιεῖται τὴν σφύξιν, τοῖς δὲ μὴ σφυγμὸν ἔχουσι ποιεῖται τὴν ἀναπνοήν. ὅπου οὖν ἐστι τὸ σύμφυτον πνεῦμα, μᾶλλον δὲ ὅπου ἐστὶν ἡ ἀρχὴ τοῦ συμφύτου πνεύματος ἔστι δὲ ἐν τῇ καρδίᾳ) ἐκεῖσε περαίνει καὶ ἡ τῆς ἀκοῆς αἴσθησις. πᾶσαι γὰρ αἱ αἰσθήσεις ἄχρι τῆς καρδίας τὴν ἐκ τῶν αἰσθητῶν ἐγγινομένην ἐν αὐταῖς κίνησιν διαπορθμεύουσι, διὰ τὸ καὶ τὴν αἰσθητικὴν ψυχὴν ἐν αὐτῇ ἱδρῦσθαι· ὅτι δὲ καὶ ἡ λογικὴ ἐν τῇ καρδίᾳ ἵδρυται, δέδεικται ἐν ἄλλοις. τοῖς μὲν οὖν ἔχουσι καὶ πνεύμονα καὶ σφύξιν καὶ τὸ ἀναπνεῖν καὶ τὸ σφύζειν ἐκ τῆς καρδίας γίνεται, τοῖς δὲ μὴ σφύζουσι μόνον τὸ ἀναπνεῖν. | ἡ δὲ μάθησις, φησί, γίνεται διὰ τὸ περαίνειν τὴν ἄκουσιν ἐν τῇ καρδίᾳ. ἔστι δέ τις λόγος ὁ κατασκευάζων ἄχρι τῆς καρδίας κατιέναι τὴν τῆς ἀκοῆς αἴσθησιν τοιοῦτος· ὅθεν ὁ λόγος καὶ ἡ ἀπόκρισις ἐξέρχεται τοῦ ἀκουσθέντος, ἀνάγκη καὶ τὸν ἀκουσθέντα ἐκεῖσε κατέρχεσθαι. ἀλλὰ μὴν ἡ ἀπόκρισις ἐκ τῆς καρδίας ἐξέρχεται· ἀνάγκη ἄρα τὸν ἀκουσθέντα ἐκεῖσε κατέρχεσθαι. ὅτι δὲ ἡ ἀπόκρισις ἐκ τῆς καρδίας, κατεσκεύασεν οὕτως. ἡ ἀπόκρισις λόγος, ὁ λόγος φωνή, ἡ φωνὴ ψόφος τις, ὁ ψόφος ἐκ τοῦ πνεύμονος καὶ τῆς καρδίας ὡς γὰρ εἴρηται, ἐκ τῆς καρδίας τῷ πνεύμονι τὸ εὐρύνεσθαι καὶ συστέλλεσθαι)· ἡ ἀπόκρισις ἄρα ἐκ τῆς καρδίας· ὥστε εἰ ἡ ἀπόκρισις ἐκ τῆς καρδίας, εἰς αὐτὴν ἄρα καὶ ἡ ἀκοὴ κάτεισιν. ὥστε οὐδὲν ἄλλο ἀντιφθέγγεται ἢ ὅπερ ἤκουσε· πᾶν γὰρ ὃ ἄν τις λέγῃ, ἤκουσε τοῦτο, εἰ μὴ νῦν, ἀλλὰ χθές, εἰ μὴ χθές, ἀλλὰ τὴν πρὸ ἐκείνης, καὶ ἁπλῶς εἰπεῖν πᾶν ὅ τις ἄν λέγῃ, τοῦτο ἤκουσέ ποτε. οἱ γὰρ ἐνεοὶ καὶ ἄλαλοι διὰ τοῦτο βωβοί, διὰ τὸ μὴ ἀκούειν· ἐκ γενετῆς γὰρ κωφοὶ ὄντες καὶ μὴ ἀκούοντες οὐ μεμαθήκασι λέγειν, περὶ ὧν εἴρηται ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν. χαρακτῆρα δὲ λέγει τὴν ἐν τῷ κηρῷ ἀπὸ τῆς δακτυλίου σφραγῖδος ἐκτύπωσιν. ὥσπερ οὗν σφραγίς τις ἐν τῇ καρδίᾳ κατελθὸν τὸ ἀκουσθὲν πάλιν τοιοῦτον ἄνεισιν, οἷον κατῆλθε. καὶ πνευματικὸν δὲ μόριον τὴν καρδίαν λέγει, τελευτὴν δὲ αἰσθητηρίου τῆς ἀκοῆς τὸ τέλος λέγει τοῦ πόρου, δι’ οὗ ἡ ἀκοὴ ἄχρι τῆς καρδίας κάτεισι. καὶ διὰ τὸ τελευτᾶν τὸν τοιοῦτον πόρον ἐν τῇ καρδίᾳ ἐν ᾗ τὸ πνεῦμα, οὐκ ἀκούομεν χασμώμενοι ἢ ἐκπνέοντες· ἀνιόντος γὰρ πνεύματος παχέος ἐκ τῆς καρδίας διὰ τοῦ τοιούτου πόρου, ὅτε χασμώμεθα, καὶ προσπίπτοντος τῷ ὠτίῳ τοῦτο γὰρ εἶπεν ὄργανον) σείεται τὸ ἐν αὐτῷ ἐγκατῳκοδομημένον πνεῦμα, ἐξ οὗ συμβαίνει μὴ ἀκούειν ἡμᾶς. ὥσπερ γὰρ ἐπὶ | τοῦ ὁρᾶν εἰ μὲν κινηθῇ τὸ κρυσταλλοειδὲς ᾗ διαφανές, ὁρῶμεν, ἄν δὲ ᾗ ὑγρόν, οὐχ ὁρῶμεν, οὕτω καὶ ἐπὶ τοῦ ἀκούειν εἰ μὲν κινεῖται τὸ ἐν τοῖς ὠσὶ πνεῦμα ᾗ διηχές, ἀκούομεν, εἰ δὲ ᾗ πνεῦμα, οὐκ ἀκούομεν· δεῖ γὰρ ὡς πνεῦμα ἠρεμεῖν, εἰ μέλλει ἀκούσεσθαι. τοῦτο δὲ γίνεται καὶ ἐν τῷ ἐκπνεῖν. ἅμα γὰρ πνεῦμα ἐν τῷ ἐκπνεῖν ἔκ τε τῆς καρδίας πρὸς τὸ οὖς ἄνεισι καὶ πρὸς τοὺς μυκτῆρας ἐκ τοῦ πνεύμονος ἐκ τῆς καρδίας τὴν ἀρχὴν ἔχοντος. τὸ δὲ κινεῖται γὰρ κινοῦν τὸ ὄργανον ἀσφαλῶς πρόσκειται· κινεῖται γὰρ ὑπὸ τοῦ ἀνελθόντος ἐκ τῆς καρδίας πνεύματος, κινεῖ δὲ αὐτὸ τὸ ἐν αὐτῶ ἐγκατῳκοδομημένον πνεῦμα. ἀλλὰ καὶ ἐν ταῖς ὑγραῖς ὥραις παχέος πνεύματος πληρουμένη ἡ καρδία διὰ τὴν τῆς ὥρας ὑγρότητα, καὶ τὰ ὦτα τοιούτου πληροῦται διὰ τὸ γειτνιᾶν, ὡς εἴρηται, τοὺς πόρους τῆς ἀκοῆς τῇ καρδίᾳ· τὴν καρδίαν γὰρ εἶπε πάλιν ἀρχὴν πνευματικοῦ τόπου. ἔστι δὲ τὸ διὰ τὸ γειτνιᾶν τῇ ἀρχῇ τοῦ πνευματικοῦ τόπου ἴσον τῷ διὰ τὸ γειτνιᾶν τῇ ἀρχῇ τοῦ πνεύματος. τὸ δὲ γειτνιᾶν νῦν ἀντὶ τοῦ εἶναι εἴληπται· ἐν γὰρ τῇ καρδίᾳ τελευτᾷ καὶ τὸ τῆς ἀκοῆς αἰσθητήριον. τὸ μὲν οὖν τὰς διαφορὰς αἰσθάνεσθαι τῶν ψόφων καὶ ὀσμῶν ἐστιν ἐν τῷ τὸ αἰσθητήριον καὶ τὸν ἐν αὐτῷ ὑμένα εἶναι καθαρά, καθάπερ καὶ ἐπὶ τῆς ὄψεως εἴρηται, τοῦ δὲ πόρρωθεν αἰσθάνεσθαι αἴτιον τὸ προβολὴν ἔχειν καὶ ὀχετοὺς καὶ οἷον αὐλούς ἐστι, καθάπερ καὶ ἐπὶ τῆς ὄψεως. εἰσὶ δὲ τὰ ὦτα οἷον αὐλοὶ καὶ ὀχετοὶ καὶ σωλῆνες ἵππων, ὄνων, ἡμιόνων, ἐλάφων καὶ ἄλλων πολλῶν. τοῦτο δὲ καὶ ἐπὶ τῶν μυκτήρων συμβαίνει· ὅσων γὰρ οἱ μυκτῆρες μακροί, πόρρωθεν ταῦτα τῶν ὀσμῶν αἰσθάνονται. ἄνω γὰρ ὄντος τοῦ αἰσθητηρίου καὶ πόρρωθεν τῆς τῶν μυκτήρων ἀρχῆς λέγω δὴ ἀρχὴν μυκτήρων τὸ χονδρῶδες αὐτῶν, ἐν ᾧ πρώτως προσβαλοῦσαι αἱ ὀσμαὶ ἀνέρχονται ἄνω πρὸς τὴν μήνιγγα, ἐν ᾗ τὸ αἰσθητήριον ὂν λαμβάνει καὶ διαπορθμεύει πρὸς τὴν καρδίαν) ἄνω δὴ ὄντος τοῦ αἰσθητηρίου οὐκ ἐῶσιν οὶ τῶν μυκτήρων πόροι τὰς τῶν ὀσμῶν διασπᾶσθαι κινήσεις. ἀπογεγεισσωμένα δὲ ὦτα λέγει τὰ μικρὰ καὶ προβολὰς ἔχοντα οἷον γεισσώματά τινα. ἐπεὶ δὲ τὰ ὦτα διὰ τὸ σώζειν τὴν τοῦ ἀέρος πόρρωθεν κίνησιν πρόσκεινται τοῖς πόροις, ἡ δὲ φώκη ἔνυδρον, ἐν δὲ τῷ ὕδατι ἀὴρ οὐκ ἔστιν, εὐλόγως οὐκ ἔχει ὦτα. καίτοι ἔδει ἔχειν ὡς τετράπουν καὶ ζῳοτόκον· πᾶν γὰρ τετράπουν καὶ ζῳοτόκον ἔχει ὦτα. οὐ μόνον δὲ οὔκ εἰσιν αὐτῇ χρήσιμα ἐνύδρῳ οὔσῃ πρὸς τὸ ἀκούειν, ἀλλὰ καὶ τοὐναντίον ἐκώλυον ἄν αὐτὴν ὅλως ἀκούειν πληρούμενα ὕδατος. τὰ δὲ περὶ τριχῶν σαφῆ, πλὴν ἐν τῇ λέξει τῇ καὶ γὰρ τὰ ἀκανθώδεις ἔχοντα τῶν τοιούτων εἰς τὸ τοιούτων, εἶτ’ ἐπακτέον τὸ τριχῶν εἶδός τι ὑποληπτέον. λέγει δὲ τῶν τοιούτων τῶν ἐντὸς αὑτῶν ζῳοτοκούντων, ὅτι δὲ καὶ ὁ ἄνθρωπος δασύνεται μᾶλλον τὴν κεφαλὴν πρεσβύτερος γεγονώς, δῆλον ἔκ τε τῶν ὀφρύων δασυτάτας γὰρ ἔχουσι τὰς ὀφρῦς) καὶ ἐκ τῶν στέρνων· δασύτερα γὰρ αὐτὰ αὐτοῖς τότε μᾶλλον ἢ νέοις οὖσιν. ἐν δὲ τῷ φαλακροῦται δὲ οὐθεὶς οὔτε τούτους τὸ τούτους περὶ τῶν κροτάφων εἴρηται· οὐδεὶς γὰρ τοὺς κροτάφους φαλακροῦται. Παχύτητος μὲν οὖν καὶ λεπτότητος αἴτιον μάλιστα τὸ δέρμα. Τοῦ μὲν οὖν παχείας καὶ λεπτὰς εἶναι τὰς τρίχας, ἐπιμήκεις τε καὶ βραχείας αἴτιον τὸ δέρμα, συναίτιον δὲ ἡ τῆς ὑγρότητος ἀφ’ ἧς τρέφονται διαφορά. ἄν μὲν γὰρ ᾖ τὸ δέρμα παχὺ καὶ μανὸν καὶ ἡ ἀναθυμιωμένη ἀτμὶς λιπαρά, ἐξ ἧς ἀτμίδος λιπαρᾶς καὶ τοῦ ἐν αὐτῇ γεώδους τρέφονται αἱ τρίχες, γίνονται παχεῖαι καὶ ἐπιμήκεις, παχεῖαι μὲν διά τε τὴν εὐρύτητα τῶν | πόρων τὸ γὰρ πλῆθος δηλωτικόν ἐστι τῆς εὐρύτητος· μεγάλοι γὰρ καὶ εὐρεῖς οἱ πόροι τῶν μανῶν), παχεῖαι μὲν οὖν διά τε τὸ πλῆθος τῶν πόρων καὶ διὰ τὸ πάχος τοῦ δέρματος· πολὺ γὰρ ἐν τῷ παχεῖ δέρματι τὸ γεῶδες, ὑφ’ οὗ τε καὶ τῆς ἀναγούσης αὐτὸ ἀτμίδος τρέφονται αὗται. τὸ γὰρ γεῶδες χωρὶς ἀτμίδος οὐδέποτε ἄνεισιν, ὡς ἐν τῷ πρώτῳ τῶν Μετεώρων εἴρηται, ἀλλὰ μεμιγμένον μετ’ αὐτῆς. διὰ μὲν οὖν τοὺς πόρους καὶ τὸ πάχος τοῦ δέρματος παχεῖαι γίνονται· διὰ δὲ τὸ λιπαρὸν λαμβάνουσι μέγεθος. τὸ γὰρ λιπαρὸν οὐκ εὐξήραντον· οὐ γὰρ ἀναξηραίνεται τάχιον οὔτε ὑπὸ τοῦ περιέχοντος ἀέρος οὔτε ὑπὸ τῆς ἐμφύτου τῶν τριχῶν θερμότητος πᾶν γὰρ τὸ τρεφόμενον ἔχει ἔμφυτον θερμότητα, τὸ μὲν μᾶλλον, τὸ δ’ ἧττον), μὴ ἀναξηραινομένου δὲ τοῦ λιπαροῦ αὔξονται. ἂν δὲ ᾖ τὸ δέρμα λεπτὸν καὶ ἡ ἀναθυμίασις ὑδατώδης, γίνονται λεπταὶ καὶ βραχεῖαι, λεπταὶ μὲν διὰ τὴν πυκνότητα τῶν πόρων συμπεπιλημέναι γὰρ ἐξέρχονται) καὶ διὰ τὴν ὀλιγότητα τοῦ γεώδους, δι’ οὗ μάλιστα τρέφονται τρέφει γὰρ αὐτὰς καὶ τὸ ὑγρόν, ἀλλὰ μᾶλλον τὸ γεῶδες), βραχεῖαι δὲ διὰ τὸ τάχιον ἀναξηραίνεσθαι τὸ ὑγρόν. ὥσπερ γὰρ ἐπὶ τῶν ὑφ’ ἡμῶν ὁρωμένων ἄν τὸ κατερχόμενον ὕδωρ ἐκ τῶν κεράμων ἐν ταῖς βροχαῖς ὕδωρ μένῃ, ἄχρι τῆς γῆς κάτεισιν, ἄν δὲ παγὲν καὶ ἀναξηρανθὲν κρύσταλλος γένηται, οὐκ ἄχρι τῆς γῆς κάτεισιν, ἀλλ’ ἄχρι τινός, καὶ ἵσταται, οὕτω καὶ ἐπὶ τῶν τριχῶν ἂν μὲν ἡ τὸ ὑγρὸν ὑφ’ οὗ τρέφονται λιπαρόν, ἔοικε τῷ ῥέοντι ὕδατι καὶ διὰ τοῦτο αὔξονται ἐπὶ πολύ, ἂν δὲ ὑδατῶδες, τῷ ἀναξηρανθέντι καὶ κρυστάλλῳ γεγονότι. ἄν δ’ ᾖ τὸ δέρμα παχὺ καὶ πυκνὸν καὶ τὸ ὑγρὸν λιπαρόν, γενήσονται ἐπιμήκεις μὲν διὰ τὸ λιπαρόν, λεπτότεραι δὲ τῶν φυομένων ἐκ τοῦ παχέος καὶ μανοῦ, παχύτεραι δὲ τῶν φυομένων ἐκ τοῦ λεπτοῦ καὶ πυκνοῦ, λεπτότεραι μὲν ἐκείνων διὰ τὴν πυκνότητα τῶν πόρων, παχύτεραι δὲ τούτων διὰ τὴν παχύτητα τοῦ δέρματος. ἄν δὲ ᾖ τὸ δέρμα πυκνὸν καὶ λεπτόν, καὶ τὸ ὑγρὸν λιπαρόν, γενήσονται λεπτόταται καὶ ἐπιμήκη, διὰ μὲν τὴν λεπτότητα καὶ πυκνότητα τοῦ δέρματος λεπταί, διὰ δὲ τὴν λιπαρότητα ἐπιμήκεις· καὶ ἐπὶ τῶν ἄλλων ἀντιθέσεων οὕτως. ἡ μὲν οὖν τῶν λεγομένων, οἶμαι, διάνοια αὕτη· τὰ δὲ κατὰ τὰς λέξεις ὧδέ πως ἔχει. ὅλως μὲν οὖν, φησί, τὸ δέρμα γεῶδές ἐστιν· ἐπιπολῆς γὰρ ὂν ἐκτὸς τῶν σαρκῶν ὥσπερ τις ἐπιφάνεια κεῖται· ἐπιπολῆς οὖν ὑπάρχον ἐξατμίζοντος τοὐ ὑγροῦ στερεὸν γίνεται. εἴρηκε γὰρ καὶ ὅτε περὶ γενέ- σεως αὐτοῦ ἔλεγεν ἐν τῷ δευτέρῳ βιβλίῳ, ὅτι ἐξατμιζομένου τοῦ ἀνάγοντος τὸ γεῶδες ὑγροῦ, καταλιμπανομένου τοῦ γεώδους οὐ παντός, ἀλλ’ ὅσον ἔχει γλισχρότητα, καὶ ψυχομένου πήγνυται καὶ γίνεται δέρμα. αἱ δὲ τρίχες γίνονται ἐκ τοῦ δέρματος· ἐξατμίζοντος γὰρ τοῦ ἐν αὐτῷ ὑγροῦ ἐν τῇ ἐξατμίσει συνίσταται ὑπὸ τῆς φύσεως ἀρχή τις τριχῶν, οἷον ὥσπερ τινὲς βραχύταται ῥίζαι, καὶ οὕτω κατ’ ὀλίγον αὔξονται ἐκ τοῦ καθ’ ἑκάστην ἐξατμιζομένου ὑγροῦ καὶ τοῦ ἐν αὐτῷ γεώδους. Διὸ ὅλως μὲν τὰ παχυδερμότερα παχυτριχώτερα τῶν ζώων. Τὸ ἑξῆς καὶ κατάλληλον τῆς λέξεως τοιοῦτον ἄν εἴη· διὸ ὅλως μὲν τὰ παχυτριχώτερα τῶν ζῴων παχυδερμότερα, οὐ μὴν καὶ πάντα τὰ παχυδερμότερα παχυτριχώτερα τῶν λεπτοδέρμων· ὁ γὰρ βοῦς παχυδερμότερος μὲν χοίρου, λεπτοτριχώτερος δέ. ἔστι μὲν οὖν τὸ λεγόμενον δυνά|μει ‘καθόλου μὲν οὖν εἰπεῖν, εἴ τι παχύτριχον, τοῦτο παχύδερμον, οὐ μὴν εἴ τι παχύδερμον, καὶ παχύτριχον᾿. τὸ δὲ οὐ μέντοι τὰ μάλιστα μᾶλλον ἴσον ἐστὶ τῷ οὐ μέντοι τὰ μάλιστα παχύδερμα μᾶλλον παχύτριχα. διὰ τοῦτο γὰρ καὶ αἱ ἐν τῇ κεφαλῇ ἡμῶν τρίχες παχύτεραι τῶν ἐν ταῖς χερσὶ καὶ ποσὶ καὶ στέρνοις ἀναφυομένων τριχῶν, ὅτι καὶ τὸ τῆς κεφαλῆς δέρμα παχύτερον καὶ μανότερον τοῦ λοιποῦ δέρματος. ὅτι δὲ καὶ ὑγρότερον, δῆλον· ὁ γὰρ ἐγκέφαλος ὑγρότατος. ἀναμεμιγμένου δὲ ὄντος τοῦ θερμοῦ μετὰ τοῦ γεώδους καὶ τοῦ μὲν γεώδους φερομένου ὡς γεώδους κάτω, τοῦ δὲ θερμοῦ ἄνω, οὖλαι αἱ τρίχες γίνονται· εὐθεῖαι δὲ γίνονται διὰ τὸ ῥεῖν ἐν αὐταῖς τὸ ὑγρόν, ἀλλ’ οὐ στάζειν· τὸ γὰρ στάζον βραχέως φέρεται δι’ ὀλιγότητα. Ἔτι δ’ ἔνια τῶν ζῴων μαλακὴν μὲν ἔχει τὴν ἧττον δὲ λεπτήν. Τοῦτο λίαν παναληθὲς· αἱ γὰρ τῶν λαγωῶν τοιαῦται· παχεῖαι γὰρ καὶ μαλακαί, κἀν ἐμφαίνωνταί τινες μεταξὺ τῶν παχειῶν καὶ μαλακῶν πάνυ λεπτόταται, αἵτινες λεπτόταται οὐδὲ κυρίως | εἰσὶ τρίχες· αἱ δὲ πλεῖσται κυρίως οὖσαι τρίχες παχεῖαι καὶ μαλακαί. εἰσὶ μὲν οὖν μαλακαί, διότι οὔκ εἰσιν ἄχρι τῆς σαρκὸς ἐρριζωμέναι, ἀλλ’ ἐπιπολῆς τοῦ δέρματος· ἐν αὐτῷ γὰρ τῷ δέρματί εἰσιν ἐρριζωμέναι, ἀλλ’ οὐκ εἰς βάθος, ὥστε ἅπτεσθαι καὶ τῶν σαρκῶν ὥσπερ αἱ τῶν ἄλλων ζῴων. καὶ διὰ τοῦτο ταχέως ἐκπίπτουσι· τὸ γὰρ τάχιον καὶ ῥᾷστα πίπτειν σημεῖον τοῦ μὴ εἰς βάθος αὐτὰς ἐρριζῶσθαι. ἐπιπολῆς οὖν οὖσαι καὶ διὰ τοῦτο ὀλίγον λαμβάνουσαι τὸ γεῶδες, πλεῖον δὲ τὸ ὑγρὸν μαλακαί εἰσι, παχεῖαι δέ, ὅτι ἀφελοῦσα ἡ φύσις ἐκ τοῦ μήκους προσέθηκε τῷ πάχει· οὐ γὰρ ἀρκεῖ ἡ ἀναγομένη ὕλη καὶ εἰς πάχος καὶ εἰς μῆκος. τὸ ἰδὲ ἐπιπολῆς ἢ πέριξ ἐκ παραλλήλου κεῖται. ἀπὸ λίνων δὲ ξύσματα λέγει ἅπερ οἱ ἰατροὶ ἐπιτιθέασι τοῖς τραύμασι. λαβόντες γὰρ λίνειον ὕφασμα ἢ ἱμάτιον ξύουσι μαχαίρᾳ· ξυομένου δὲ ἐξέρχονται λεπτότατά τινα καὶ βραχύτατα ἐοικότα ταῖς ἐμφαινομέναις ἐν τοῖς λαγωοῖς λεπτοτάταις θριξί. ταῦτα οὖν τὰ ἐξερχόμενα ἐκ τοῦ λινείου ἱματίου τιθέασιν ἐν τοῖς τραύμασιν· ἅπερ οὐδὲ πλέκεσθαι δύνανται πάνυ ὄντα οὐκ ἐπιμήκη, ἀλλὰ βραχύτατα. λέγει δὲ καὶ τοὺς Σκύθας εἶναι μαλακότριχας, τὰ δὲ πρόβατα τοὐναντίον σκληρό- τριχα. καὶ οἱ μὲν Σκύθαι τοιοδτοι διὰ τὴν προειρημένην αἰτίαν· ὑγροὶ γὰρ καὶ αὐτοὶ καὶ ὁ περιέχων αὐτοὺς ἀήρ, μάλιστα δὲ † διὰ τὸ εἶναι ὑγρότατος· τὰ δὲ πρόβατα δι’ ἃς λέγει σαφῶς αἰτίας. ποντίους δ’ ἐχίνους λέγει τοὺς θαλαττίους. στραγγουρία δὲ λέγεται ἣν οἱ πολλοὶ δυσουρίαν λέγουσι· τούτοις δὴ τοῖς στραγγουριῶσι τοὺς ποντίους ἐχίνους λεαίνοντες οἱ ἰατροὶ καὶ ὑγρῷ μιγνύντες διδόασι πίνειν. ἐπεὶ δὲ ὡς εἴρηται ἡ ψυχρότης σκληρύνει, εἰκότως καὶ τὰ ἄλλα τὰ φυόμενα λέγων φυόμενα τὰ | δένδρα) τὰ ἐν τοῖς προσβόρροις σκληρότερά ἐστι τῶν πρὸς νότον τὰ γὰρ βόρεια μέρη ψυχρότερα τῶν νοτίων. ἐξατμίζεται δὲ τὸ ὑγρὸν ὑπὸ μὲν τοῦ θερμοῦ καθ’ αὑτό ἐξερχομένου γὰρ τοῦ θερμοῦ συνεξέρχεται αὐτῷ καὶ τὸ ὑγρόν), ὑπὸ δὲ τοῦ ψυχροῦ κατὰ συμβεβηκός· καθ’ αὑτὸ μὲν γὰρ τὸ ψυχρὸν τὸ θερμὸν ἐξάγει, συμβαίνει δὲ τοῦ θερμοῦ ἐξαγομένου συνεξάγεσθαι τὸ ὑγρόν. καὶ τὰ μὲν ὑπὸ ψυχροῦ παγέντα ἐστὶ σκληρὰ καὶ πυκνά τὸ γὰρ ψυχρὸν σκληρύνει καὶ πυκνοῖ), τὰ δ’ ὑπὸ θερμοῦ σκληρὰ καὶ μανά· τὸ γὰρ θερμὸν σκληρύνει μέν, οὐ πυκνοῖ δέ. Φαλακροῦνται δ’ ἐπιδήλως οἱ ἄνθρωποι μάλιστα τῶν ζῴων. Tὴν αἰτίαν διὰ τούτων λέγει, πῶς φαλακροῦνται οἱ ἄνθρωποι. φωλεύοντας δὲ ὄρνιθας λέγει τοὺς ἐπῳάζοντας. τὸ δὲ κατὰ μέρος μὲν ἀπορρεῖ καὶ τὰ φύλλα τοῖς φυτοῖς πᾶσι δυνάμει τοιοῦτόν ἐστι· πάντων τῶν φυτῶν καὶ τῶν ἀειφύλλων καὶ τῶν φυλλοβολούντων κατὰ μέρος ἀπορρεῖ τὰ φύλλα καὶ οὐχ ἅμα πάντα, ἀλλὰ τῶν μὲν ἀειφύλλων ἅμα τῷ ἀπορρεῦσαι φύλλον εὐθὺς βλαστάνει ἕτερον. καὶ διὰ τοῦτό εἰσιν ἀείφυλλα, ἐπὶ δὲ τῶν φυλλοβολούντων τοῦτο οὐ συμβαίνει. καὶ ἐπὶ τῶν κομητῶν ὁμοίως κατὰ μέρος πίπτουσιν αἱ τρίχες αὐτῶν, ἀλλὰ πάλιν φύουσιν ἕτεραι. ἐπὶ δὲ τῶν φαλακρῶν πίπτουσι μὲν ὁμοίως κατὰ μέρος, ἀλλὰ διὰ τὸ μὴ φύειν ἄλλας γίνονται φαλακροί. αἴτιον δὲ τοῦ φαλακροῦσθαι ἡ ἔνδεια τῆς θερμῆς ὑγρότητος. ἐπεὶ γὰρ ὁ θάνατος ψυχρὸν καὶ ξηρόν, δῆλον ὡς ἡ ζωὴ ὑγρὸν καὶ θερμόν· ὅταν οὖν ἔνδεια γένηται θερμῆς ὑγρότητος ἐν τῷ ἐγκεφάλῳ ἔχει γάρ τινα ὁ ἐγκέφαλος θερμότητα, ὡς εἶπεν ἐν τῷ Περὶ ζῴων μορίων, ἐκ τοῦ νωτιαίου μυελοῦ καὶ μετ’ ὀλίγον ἐρεῖ) ὅταν οὖν γένηται ἔνδεια ὑγρότητος θερμῆς, τοιαύτης δὲ ὑγρότητος θερμῆς, ἐξ ἧς πεφύκασιν αἱ τρίχες τρέφεσθαι, τρόπον τινὰ ἀποθνήσκουσι καὶ πίπτουσι. θερμὸν δέ, φησί, καὶ ὑγρόν ἐστι τὸ λιπαρόν· τὸ γὰρ λιπαρόν, ὡς πολλάκις εἴρηται, ὑγρότητος θερμῆς ταὐτόν ἐστι τῷ λέγειν ἔνδειαν ὑγρότητος λιπαρᾶς. Γίνεται δὲ τοῖς φυτοῖς ἐν τῷ χειμῶνι τὸ πάθος· αὕτη γὰρ ἡ μεταβολὴ κυριωτέρα τῆς ἡλικίας. Ἡλικίαν λέγει τὸ γῆρας, μεταβολὴν δὲ τὸν χειμῶνα. ἔστι δὲ· τὸ λεγόμενον ‘τὸ φυλλορροεῖν καὶ οἱονεὶ φαλακροῦσθαι γίνεται τοῖς φυτοῖς ἐν τῷ χειμῶνι· κυριώτερος γὰρ ὁ χειμὼν καὶ μᾶλλον δύναται ποιεῖν τὰ φυτὰ φυλλορροεῖν ἤπερ τὸ γῆρας τοὺς ἀνθρώπους φαλακροῦσθαι᾿. οὐκ ἔστι γὰρ τοσοῦτον τὸ γῆρας αἴτιον τοῦ φαλακροῦσθαι τοὺς ἀνθρώπους, ὅσον ὁ χειμὼν τοῦ τὰ δένδρα φυλλορροεῖν. ἐν | δὲ τῇ λέξει τῇ καὶ τοῖς φωλεύουσι δὲ τῶν ζῴων οὐ τοῦτο λέγει, ὡς ἄν τῳ δόξειεν, ὅτι ὁ χειμών ἐστιν αὐτοῖς αἴτιος τοῦ πτερορρυεῖν, ἀλλ’ ὅτι καὶ τούτοις τοῦ πτερορρυεῖν αἴτιον ἡ ἔνδεια τῆς ὑγρότητος τῆς θερμῆς. τότε δὲ τοῖς τοιούτοις τὴν φύσιν μᾶλλον.] Φύσει γάρ ἐστιν ὁ ἐγκέφαλος ψυχρότατος. Tὴν αἰτίαν διὰ τούτων λέγει τοῦ διὰ τί οὐδεὶς φαλακροῦται πρὸ τοῦ καιροῦ τῶν ἀφροδισίων. οὐδεὶς γὰρ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς αὑτοῦ ἡλικίας φαλακροῦσθαι ἀπάρχεται, ἀλλὰ μετὰ τὸν καιρόν, εἴθ’ ὁ τεσσαρεσκαιδέκατός ἐστιν εἴθ’ ὁ ἐφεξῆς τούτῳ, ἐν ᾧ φυσικῶς ἄρχεται ἀφροδισιάζειν, μετὰ τοῦτον δὴ καὶ ἡ τοῦ φαλακροῦσθαι τέως ἀρχὴ γίνεται, πληροῦται δὲ καὶ τὸ τέλος λαμβάνει προἰόντος τοῦ χρόνου. διὰ τί οὖν μετὰ τὸν καιρὸν τῶν ἀφροδισίων ἡ φαλάκρα ἄρχεται γίνεσθαι, ῥητέον ὧδε· ἐπειδὴ ἡ γονὴ περίττωμα δέδεικται τῆς ἐσχάτης τροφῆς, ἡ δὲ ἐσχάτη τροφὴ ὑγρὰ καὶ θερμή, δῆλον ὅτι οἱ ἀφροδισιάζοντες ἐν ἐνδείᾳ εἰσὶ τῆς θερμῆς ὑγρότητος διὰ τὴν τῆς γονῆς ἀπόκρισιν. εὔλογον δήπου τὸν ἐγκέ- φαλον φύσει ψυχρότατον ὄντα πρώτως τῶν ἄλλων μορίων αἰσθάνεσθαι τοῦ πάθους τούτου· τὰ γὰρ ἀσθενῆ τῶν μορίων καὶ φαύλως ἔχοντα μικρᾶς αἰτίας καὶ ῥοπῆς γεγονυίας εὐθὺς τρέπεται εἰς ὃ πέφυκεν. ὁ δὲ ἐγκέφαλος εἰ καὶ φύσει ψυχρός ἐστιν, ὅμως ἔχει τινὰ θερμότητα ὑπὸ τῶν περιεχόντων αὐτὸν μικρῶν φλεβίων· ὥστε ἡνίκα γένηται μικρά τις αἰτία, ἐξίσταται τῆς τοιαύτης θερμότητος καὶ τρέπεται εἰς ὃ πέφυκεν. ὥστε ἄν τις ἀναλογίσηται ὅτι αὐτός τε ὁ ἐγκέφαλος ὀλιγόθερμός ἐστιν ὀλίγη γὰρ ἡ χορηγουμένη αὐτῷ θερμότης ὑπὸ τῶν προσεχῶς ῥηθέντων φλεβίων), καὶ ἔτι μᾶλλον ὀλιγοθερμότερον τὸ τῆς κεφαλῆς δέρμα διά τε τὴν ἀπὸ τοῦ ἐγκεφάλου ἐγγινομένην αὐτῷ ψυχρότητα καὶ τὸν περιέχοντα ἡμᾶς ἀέρα, καὶ ἔτι μᾶλλον ὀλιγοθερμοτέραν τὴν τῶν τριχῶν φύσιν τῆς τοῦ δέρματος φύσεως, εἰ δὴ ὁ μὲν ἐγκέφαλος ψυχρὸς ὢν τότε μᾶλλόν ἐστι ψυχρός, καὶ τούτου τὸ δέρμα ψυχρότερον, καὶ τοῦ δέρματος μᾶλλον ψυχροτέρα ἡ τῶν τριχῶν φύσις, ὅσον ἀφέστηκε τῆς ἀρχῆς πλέον τῶν ἄλλων ἀρχὴ δ’ ὡς πολλάκις εἴρηται ἡ καρδία), εὐλόγως ἄν δόξειε τοῖς σπερματικοῖς, τουτέστι τοῖς πλείστην ἀφιεῖσι γονήν, περὶ ταύτην τὴν ἡλικίαν x003E; φαλακροῦ. σθαι. ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· τοῖς σπερματικοῖς περὶ ταύτην τὴν ἡλικίαν ψυχρότατος γίνεται ὁ ἐγκέφαλος διὰ τὸ εἶναι τὴν ἐξερχομένην γονὴν ὑγρὰν καὶ θερμήν· τούτου δὲ ψυχροῦ γεγονότος, ἔτι μᾶλλον τὸ δέρμα ψυχρότερον γίνεται, καὶ ἔτι μᾶλλον τούτου ἡ τῶν τριχῶν φύσις, τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐν ἐνδείᾳ αὐτὰς εἶναι τότε ὑγρᾶς καὶ θερμῆς τροφῆς. ὥστε ἀνάγκη πίπτειν· τὸ γὰρ ζῆν καὶ εἶναι αὐταῖς ἐστιν ἐν τῷ τοιαύτην τρέφεσθαι τροφήν, ὑγράν φημι καὶ θερ|μήν. εἰπὼν δὲ δι’ ἣν αἰτίαν οὐ γίνονται φαλακροὶ πρὸ τῶν ἀφροδισίων, ἀλλ’ ὅτε ἀφροδισιάζουσιν, ἐπάγει διὰ τὴν αὐτὴν δ’ αἰτίαν καὶ τῆς κεφαλῆς τὸ πρόσθιον μόνον γίνονται φαλακροί, καὶ τῶν ζῴων οἱ ἄνθρωποι μόνοι. φαλακροῦνται μὲν οὖν τὸ πρόσθιον, ὅτι ἐνταῦθα ὁ ἐγκέψαλος, ὁ αἴτιος τοῦ γίνεσθαι τὰς φαλάκρας, μόνος δὲ ὁ ἄνθρωπος, ὅτι πολὺ πλεῖστον οὗτος ὑγρότερόν τε καὶ ψυχρότερον τῶν ἄλλων ζῴων ἔχει τὸν ἐγκέφαλον. αἱ δὲ γυναῖκες οὐ φαλακροῦνται δι’ ἣν αἰτίαν οὐδ’ οἱ παῖδες· οὔτε γὰρ ὁ παῖς προίεται γόνιμον σπέρμα οὔτε τὸ θῆλυ. τὸ γὰρ καταμήνιον ἄγονον ἄνευ τῆς ἀπὸ τοῦ ἄρρενος ἐκκρίσεως, ἡ δὲ φαλάκρα γίνεται διὰ πρόεσιν γονίμου σπέρματος. ὑστερογενεῖς δὲ τρίχας λέγει τὰς ἐν τῇ γένυϊ, τὰς ἐν τῇ ἥβη, τὰς ἐν τοῖς στέρνοις, τὰς παραπλησίους, μάλιστα δὲ τὰς ἐν τῇ γένυί. πήρωσιν δὲ λέγει τὴν τῶν ὄρχεων ἐκτομήν· πήρωσις γάρ τις καὶ ἡ τούτων ἐκτομή. Τοῦ δὲ τὰ μὲν φωλεύοντα πάλιν δασύνεσθαι καὶ τὰ φυλλοβολήσαντα πάλιν φύειν φύλλα. Ἐπειδὴ γάρ, ὡς εἴρηκε πρότερον, καὶ ἡ φυλλοβόλησις καὶ ἡ πτερορεὐλογότερον ρύησις φαλάκραι εἰσίν, ἡ μὲν ὀρνίθων, ἡ δὲ δένδρων, ὁρῶμεν δὲ ὅτι καὶ αἱ πτερορρυήσασαι ὄρνιθες πάλιν δασύνονται καὶ τὰ φυλλοβολήσαντα πάλιν φύει φύλλα, φαλακρὸς δ’ οὐδεὶς οὐδέποτε κομήτης γέγονε, τὴν αἰτίαν ἑκατέρου τούτων διὰ τούτων ἐκτίθεται. αἴτιον οὖν, φησίν, ὅτι τοῖς μὲν φυτοῖς καὶ ὄρνισιν αἱ ὧραί εἰσι τροπαί (λέγων ὥρας ἔαρ, μετόπωρον, χειμῶνα καὶ θέρος), ὥστ’ ἐπεὶ αἱ ὧραι μεταβάλλουσιν, ἀνάγκη ταύταις συμμεταβάλλειν καὶ αὐτά, καὶ ἐπὶ τούτῳ πάλιν καὶ τὰ δένδρα φύει καὶ αἱ ὄρνιθες δασύνονται, τοῖς δ’ ἀνθρώποις οὔκ εἰσιν αἱ ὧραι τροπαὶ τοῦ σώματος, ἀλλ’ αἱ τοιαῦται ἡλικίαι· ὃν γὰρ λόγον ἔχει τὸ ἔαρ ἐν δένδροις καὶ ὄρνισι, τοῦτον ἡ ἀκμὴ ἐν ἀνθρώποις. ἐπειδὴ οὖν οὔκ εἰσιν αὐτοῖς αἱ ὧραι τροπαὶ τοῦ σώματος, ἀλλ’ αἱ ἡλικίαι, αὗται δ’ οὐ μεταβάλλουσιν (οὐ γὰρ μεταβάλλει γῆρας εἰς νεότητα ὥσπερ θέρος εἰς μετόπωρον) εἰκότως οὐδὲ τὰ διὰ τὰς ἡλικίας πάθη μεταβάλλει. ζητήσειε δ’ ἄν τις, πῶς τὸ γῆρας ἀναλογεῖ χειμῶνι· ὁ μὲν γὰρ χειμὼν ψυχρὸς καὶ ὑγρός, τὸ δὲ γῆρας ψυχρὸν καὶ ξηρόν. ἢ ὁ μὲν χειμὼν κατὰ συμβεβηκός ἐστιν ὑγρός (συμβαίνει γὰρ ψύξεως οὔσης συνίστασθαι τὸν ἀέρα εἰς ὕδωρ), ἐπεὶ ὁ χειμὼν φύσει ἐστὶ ψυχρὸς καὶ ξηρός. ἀλλὰ καὶ τὸ γῆρας κατὰ συμβεβηκός ἐστιν ὑγρόν· ξηρὸν μὲν γὰρ | γίνεται τὸ γήρας διὰ τὸ ἔχειν ἡμᾶς ἐν τῇ τοιαύτῃ ἡλικίᾳ ἔνδειαν τῆς συμφύτου θερμότητος, ἐπεὶ ὅτι γε πλήρεις ἐσμὲν τότε τῆς ἐκ τῶν περιττωμάτων ὑγρότητος, παντί που δῆλον· φλεγματικώτατοι γὰρ καὶ περιττωματικώτατοι οἱ γηραιοί. *** τοῖς δ᾿ ἀνθρώποις οὐδὲν πλὴν τῶν πολιῶν, οὐ τῶν διὰ γῆρας, ἀλλὰ τῶν διὰ νόσον· πολλῶν γὰρ γέγόνασιν αἱ τρίχες λευκαὶ οὐ διὰ τὸ γῆρας ἀλλὰ διὰ τὸ νοσῆσαι νόσον ἣν καλοῦσι λεύκην. γίνεται γὰρ ἐν ταύτῃ τῇ νόσῳ καὶ τὸ τῆς κεφαλῆς δέρμα λευκόν, ὕστερον δὲ ὑγιανάντων πάλιν γεγόνασι μέλαιναι. λέγει οὖν ὅτι τοῖς μὲν ἄλλοις ζῴοις τοῦ μονοχρόους ἔχειν τὰς τρίχας ἢ ποικίλας αἴτιον τὸ δέρμα, τοῖς δ’ ἀνθρώποις τοῦ μὲν λευκὰς γίνεσθαι ἐν τῇ καλουμένῃ νόσῳ λεύκῃ αἴτιον καὶ τούτοις τὸ δέρμα, τῶν δὲ γινομένων ἐν τῷ γήρα πολιῶν οὐκ αἴτιον τὸ δέρμα, ἀλλ’ ἕτερόν τι, ὅπερ ἤδη ῥηθήσεται. τοῖς οὖν ἀνθρώποις, φησί, τῶν μὲν διὰ νόσον γενομένων πολιῶν αἴτιον τὸ δέρμα, τῶν δὲ διὰ γήρας οὐκ αἴτιον. καὶ ἂν μὲν ᾖ τὸ δέρμα λευκόν, ὥσπερ ἐν τῇ λεύκῃ νόσῳ, ἕπεται καὶ τὸ τὰς τρίχας λευκὰς εἶναι· ἐὰν δὲ αὗται ὦσι λευκαί, οὐκ ἀκολουθεῖ τὸ καὶ τὸ δέρμα λευκὸν εἶναι· τῶν γὰρ γηραιῶν αἱ μὲν τρίχες λευκαί, τὸ δὲ δέρμα οὐ λευκόν. αἴτιον δὲ τοὐ ἐν τῇ εἰρημένῃ νόσῳ λευκαίνεσθαι τὰς τρίχας ὅτι ἐκ τοῦ δέρματος φύονται· λευκοῦ γὰρ τότε τοῦ δέρματος ὄντος ἀνάγκη συμμεταβαλεῖν αὐτῷ καἰ τὰς τρίχας λέγει δὲ τὴν λευκότητα τῶν ἐν τῷ γήρα γινομένων πολιῶν γίνεσθαι δι’ ἔνδειαν τῆς τῶν τριχῶν θερμότητος, ὥσπερ καὶ ἡ φαλάκρα. διαφέρει δὲ ὅτι ἡ μὲν φαλάκρα ἐγίνετο κυρίως καὶ πρώτως δι’ ἔνδειαν ὑγρότητος θερμῆς, ἡ δὲ πολιὰ δι’ ἔνδειαν μόνης θερμότητος. καὶ ἐπεὶ τὴν εἰς ἕκαστον μόριον ἀφικνουμένην τροφὴν | πέττει ἡ κατὰ φύσιν ἐν αὐτῷ οὖσα θερμότης, ἡ δὲ ἐν ταῖς θριξὶν οὖσα φυσικὴ θερμότης ἀσθενής ἐστι τότε καὶ πάμπαν ἀδρανής, ὥστε μηδὲ δύνασθαι πέττειν τὴν εἰσιοῦσαν ὑγρότητι σήπεται αὕτη ἡ ὑγρότης ὑπὸ τῆς τοῦ περιέχοντος θερμότητος καὶ γίνεται οἷον εὐρώς τις. ἡ γὰρ σῆψις, ὡς ἐν τῷ τετάρτῳ τῶν Μετεώρων εἴρηται, ὑπὸ ἀλλοτρίας γίνεται θερμότητος. εἰπὼν δὲ ὅτι ἡ θερμότης πέττει τὴν τροφὴν ἐπαγγέλλεται περὶ τοῦ πῶς τοῦτο γίνεται καὶ ὅλως πῶς τρεφόμεθα εἰπεῖν ἐν τῷ Περὶ αὐξήσεως καὶ τροφῆς. ἐπειδὴ δὲ σήπεται καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, ἀνάγκη σήπεσθαι καὶ τὴν γεώδη ἀτμίδα, ὑφ’ ἧς αἱ τρίχες τρέφοντι. καλεῖται δὲ ἡ τῆς γεώδους ἀτμίδος σῆψις, μᾶλλον δὲ ἡ σαπεῖσα γεώδης ἀτμὶς εὐρώς· τοιοῦτον δέ ἐστιν ὁ εὐρώς, οἷόν ἐστιν ὁ σαπεὶς ἄρτος ἐν τῷ θέρει, ὃν καλοῦσιν οἱ πολλοὶ μόχλην. γίνεται δὲ ἡ τῶν τριχῶν σαπεῖσα τροφὴ λευκή, ὅτι καὶ ὁ εὐρὼς λευκός. γίνεται δὲ εὐρὼς καὶ ἐν γῇ καὶ ἐν τοίχοις. γεώδη δὲ λέγει ἀτμίδα, διότι οὐδέποτε ἡ ἀτμὶς χωρὶς γεώδους τινὸς ἄνεισι. λέγει δὲ τὸν εὐρῶτα ἀντεστραμμένως καὶ ἐναντίως ἔχειν τῇ πάχνῃ· ἂν μὲν γὰρ παγῇ ἡ ἀτμὶς γίνεται πάχνη, εἰ δὲ σαπῇ, εὐρώς, διὸ καὶ ὁ εὐρὼς καὶ ἡ πάχνη οὐκ ἐν τῷ βάθει γίνονται τῆς γῆς, ἀλλ’ ἐπιπολῆς καὶ ἐν τῇ ἐπιφανείᾳ, διὰ τὸ καὶ τὴν ἀτμίδα, ἐξ ἧς ὁ εὐρὼς καὶ ἡ πάχνη, ἐπιπολῆς εἶναι. ἐν δὲ τῷ τῶν κωμικῶν ἐπα- χθέντι τῷ γήρως εὐρῶτα x003E; πάχνην τὸ πάχνην καθ’ αὑτὸ κεῖται, οὕτως δ’ ἐπήγαγεν αὐτὸ ὡς εἰ ἔλεγεν ὅτι ποτὲ μὲν τὴν πολιὰν καλοῦσιν εὐρῶτα γήρως, ὁτὲ δὲ πάχνην γήρως. ἔστι γὰρ ἡ πολιὰ τῇ μὲν πάχνῃ ταὐτὸν τῷ γένει λέγων γένος τὴν ὕλην καὶ τὸ ὑποκείμενον), τῷ δὲ εὐρῶτι ταὐτὸν τῷ εἴδει. ἡ μὲν γὰρ πάχνη τῷ γένει, τουτέστιν ἡ μὲν πολιὰ καὶ ἡ πάχνη ταὐτὸν τῷ γένει ἀμφότερα γὰρ ἐκ τῆς ἀτμίδος), ὁ δὲ εὐρὼς τῷ εἴδει, τουτέστιν ὁ δὲ εὐρὼς καὶ ἡ πολιὰ ταὐτὸν τῷ εἴδει· σῆψις γὰρ ἀτμίδος καὶ ὁ εὐρὼς καὶ ἡ πολιά. σημεῖον δ’ ὅτι ἡ πολιὰ σῆψίς ἐστιν ὑγρότητος, ὅτι καὶ πολλοῖς ἐν νόσοις ἐλευκάνθησαν αἱ τρίχες οὐ μόνον διὰ τὸ εἷναι σεσημμένον ὑπὸ τῆς νόσου τὸ ἀναδιδόμενον εἰς αὐτὰς ἐκ τοῦ ὢ σώματος ὑγρόν πολὺ γὰρ ἐν τοῖς σώμασι καὶ ἑκάστῳ τῶν μορίων ἐν ταῖς νόσοις ἐστὶ τὸ τοιοῦτον περίττωμα), ἀλλὰ καὶ διὰ τὸ συννοσεῖν καὶ αὐτὰς τῷ λοιπῷ σώματι καὶ μὴ δύνασθαι πέττειν. σαφῶς δὲ διὰ τί πρῶτον οἱ κρόταφοι λευκαίνονται, ἀπαγγέλλει. τὸ δὲ μέσος γὰρ ὢν ὁ τόπος ἀμφοτέρων ἐκτὸς ἀμφοτέρων τῶν παθημάτων ἐστὶν ἴσον ἐστὶ τῷ οὔτε γὰρ δύνανται πέττειν ὡς τὰ ὄπισθεν οὔτε μὴ ῥᾴδιον σήπεσθαι ὡς τὰ ἔμπροσθεν, ἀλλὰ ῥᾳδίως μὲν σήπεται, οὐ πέττεται δέ. τὸ δὲ λεγόμενον ὑπὸ τοῦ ‘Ομήρου στίχου τοιοῦτόν ἐστι ‘μάλιστα δὲ καίριός ἐστιν ἡ πληγὴ ἐν τῷ κρανίῳ τῶν ἵππων, ἵνα τρίχες ἐμπεφύκασι᾿. τῶν δὲ γεράνων πρότερόν εἰσι τὰ πτερὰ λευκὰ διὰ τὸ ἔχειν πολὺν ἀέρα· ὁ γὰρ ἀὴρ διαφαινόμενος λευκότητα ποιεῖ, ὥσπερ ἐν τῷ ἀφρῷ· ὕστερον δὲ γηράσκουσι τοῦ μὲν θερμοῦ τοῦ ποιοῦντος τὴν λευκότητα ἐκλείποντος διὰ τὸ γῆρας, τοῦ δὲ ὑγροῦ πλεονάζοντος διὰ τὸ μὴ καλῶς πέττειν ἐν τῷ γήρει ἀναφαίνεται μέλανα. διὰ πλῆθος γὰρ ὑγροῦ ἐλέγομεν | καὶ τοὺς ὀφθαλμοὺς φαίνεσθαι μέλανας, γλαυκοὺς δὲ δι’ ὀλιγότητα. ἐπεὶ δέ τις ἤμελλε λέγειν ὡς εἰ δι’ ἔνδειαν θερμοῦ φαίνονται μέλανα τὰ πτερά, εἴρηται δὲ ὅτι, ἐπὰν ἐκλείψῃ τὸ θερμόν, σήπεται τὸ ἐν ταῖς θριξὶν ὑγρὸν καὶ γίνεται ὁ εὐρώς, ὃς ποιεῖ τὰς τρίχας λευκάς, ἔδει μάλιστα μὴ μέλανα φαίνεσθαι τὰ πτερά, ἀλλὰ λευκά, ἐπήγαγε τὸ πλέον τε γηρασκόντων εἶναι τὸ ὑγρὸν ἐν τοῖς πτεροῖς ἢ ὥστε εὐσηπτότερον εἶναι, ὡς εἰ ἔλεγεν εἰκὸς ἦν σήπεσθαι καὶ τὸ ἐν τοῖς πτεροῖς ὑγρὸν ἐκλείποντος τοῦ θερμοῦ, ὥσπερ καὶ τὸ τῶν τριχῶν, καὶ φαίνεσθαι λευκὰ τὰ πτερά, οὐ σήπεται δὲ διὰ τὸ πλῆθος· τὸ γὰρ πολὺ οὐκ εὔσηπτον᾿. Ὅτι δὲ γίνεται ἡ πολιὰ σήψει τινί, καὶ οὐκ ἔστιν, ὥσπερ οἴονταί τινες, αὔανσις, σημεῖον τοῦ προτέρου ῥηθέντος. Δύο ἦσαν αἱ λεγόμεναι δόξαι περὶ τῆς γενέσεως τῶν πολιῶν, μία μὲν ἡ λέγουσα ὅτι σήψει τινὶ τοῦ ἐν αὐταῖς ὑγροῦ γίνεται, ἥτις ἐστὶν Ἀριστοτέλους, ἄλλη δὲ ὅτι αὔανσίς ἐστι. καὶ πιστοῦται τὴν οἰκείαν ὁ δαιμόνιος οὗτος δόξαν ἐκ τῶν συμβαινόντων ταῖς θριξίν. εἰπὼν δὲ ὅτι σήψει τινὶ γίνεται ἡ πολιὰ καὶ οὐκ ἔστιν αὔανσις, ἐπήγαγε σημεῖον δὲ καὶ πίστις τοῦ πρότερον ῥηθέντος, τουτέστι τοὐ ὅτι σήψει τινὶ γίνεται ἡ πολιά, τὸ τὰς σκεπαζομένας τρίχας θᾶττον πολιοῦσθαι. ἐπειδὴ γὰρ ἡ σῆψις, ὡς ἐν τοῖς Μετεώροις εἴρηται ὑπὸ ἀλλοτρίας γίνεται θερμότητος, εὐλόγως αἱ σκεπαζόμεναι σήπονται; ἡ γὰρ σκέπη τοῦ που θερμότητα ποιεῖ. ἓν μὲν οὗν σημεῖον τοῦ σήψει γίνεσθαι τοῦτο, ἄλλο δὲ τὸ μιγνυμένου τοῦ ἐλαίου μετὰ τοῦ ὕδατος, εἶτα ἐναλειφομένων ὑπὸ τοῦ μίγματος τούτου (??) τριχῶν, μὴ πολιοῦσθαι ταχέως. ἐπειδὴ γάρ, ὡς ἐλέγομεν, ὑπὸ ἀλλοτρίας θερμότητος ἡ σῆψις γίνεται, τὸ δὲ ὕδωρ ψυχρόν, ἐκκρούει τὴν ἀπὸ τῶν πίλων καὶ καλυμμάτων θερμότητα καὶ οὐκ ἐᾷ σῆψαι τὸ ὲν ταῖς θριξὶν ὑγρόν. τὸ δὲ ἔλαιον ἐμμιγνύουσιν, ἵνα κατέχῃ τῇ οἰκείᾳ γλισχρότητι τὸ ὕδωρ καὶ μὴ ἐᾶ ξηραίνεσθαι, τουτέστι διαπνεῖσθαι ἢ ἐξαεροῦσθαι. δείξας οὖν οὕτω ὅτι ὢ σήψει τινὶ γίνονται αἱ πολιαί, δείκνυσι λίαν σαφῶς ὅτι οὐκ ἔστιν αὔανσις. ὅτι δὲ αἱ πόαι καὶ βοτάναι ἀπαυαινόμεναι λευκαίνονται, δῆλον· χλωραὶ γὰρ οὖσαι πράσινοί εἰσι, ξηρανθεῖσαι δὲ λευκαὶ μὲν οὐχ ἁπλῶς, ὅμως λευκότεραι. λέγει δὲ ὅτι τὸ τῶν ἀνθρώπων δέρμα ὑπὸ ἡλίου καὶ πνεύματος γίνεται μέλαν, οὐ συμμεταβάλλουσι δὲ αὐτῷ αἱ τρίχες. ἐπὶ | δὲ τῶν ἄλλων ζῴων αἱ μὲν τρίχες συμμεταβάλλουσι τῷ δέρματι, τὸ δέρμα δὲ ὑπὸ ἡλίου καὶ πνευμάτων οὐ μεταβάλλει διὰ παχύτητα. Τῶν δὲ ζῴων τὰ μέν ἐστι μονόχροα. Εἰς τρία διαιρεῖ τὰ ζῷα, πρῶτον μὲν εἰς τὸ μονόχροον, δεύτερον εἰς τὸ πολύχροον μέν, ὁλόχροον δέ, καὶ τρίτον εἰς τὸ ποικίλον. καὶ λέγει μονόχροα εἶναι ὧν τὸ γένος ὅλον ἓν χρῶμα ἔχει. πᾶν γὰρ τὸ γένος τῶν κοράκων καὶ πᾶς κόραξ μέλας· οὐ γάρ εἰσιν οἱ μὲν τῶν κοράκων μέλανες οἱ δὲ πυρροὶ καὶ ἄλλοι λευκοί, ἀλλὰ πάντες, ὡς εἴρηται, μέλανες. ἔστιν οὖν γένος, τουτέστιν εἶδος, μονόχροον, οὗτινος τὰ ἄτομα πάντα, εἰς ἃ διαιρεῖται, ἓν ἔχει χρῶμα· οὐδὲν γὰρ τῶν ἀτόμων τῶν ὡς εἰς εἶδος τὸν λέοντα ἀναγομένων ἐστὶ λευκὸν ἢ μέλαν, ἀλλὰ πάντα πυρρά. ὡς γὰρ οἱ αὐτοὶ τῷ εἴδει πάντες οἱ λέοντες, οὕτω καὶ τὰ τούτων χρώματα ταὐτά ἐστι τῷ εἴδει· πᾶν γὰρ πυρρὸν χρῶμα παντὶ πυρρῷ χρώματι ταὐτὸν τῷ εἴδει. πολύχροα δὲ καὶ ὁλόχροα λέγει εἶναι ὧν τὸ μὲν γένος ἤτοι τὸ εἶδος μή ἐστι μονόχροον, τῶν δ᾿ ὑπ’ αὐτὸ ἀτόμων ἕκαστον ὁλόχροον, διαφόροις δὲ χρώμασι, οἷον ὅδε ὁ βοῦς ἐστιν ὅλος μέλας καὶ ὅδε ὅλος λευκός. καὶ λέγεται ὁ μέλας ὁλόχρως, ὅτι ἑνὶ χρώματι ὅλον αὐτοῦ τὸ σῶμα κέχρωσται· οὐ γὰρ τὸν μὲν ἕνα μηρὸν ἔχει μέλανα, τὸν δ’ ἄλλον λευκόν οὕτως γὰρ ἂν ποικίλος ἦν), ἀλλ’ ἅπας ἐστὶ μέλας· ὁμοίως δὲ καὶ ὁ λευκός· εἰσὶ δὴ τὰ μὲν ἄτομα ὁλόχροα οὐ πάντα δὲ ἀλλά τινα), τὸ δὲ εἶδος τῶν βόων πολύχρων· τὰ γὰρ ἐν αὐτῷ ἄτομα διαφόροις χρώμασι κέχρωσται. τὰ δὲ εἰσι, φησί, ποικίλα. διελὼν οὖν εἰς ταῦτα τἀ ζῷα ἐπήγαγε μεταβάλλει δὲ τὰ ὁλόχροα πολλῷ μᾶλλον τῶν μονοχρόων. ἔστι δὲ τὸ λεγόμενον ἴσον τῷ τὰ μὲν ὁλόχροα μεταβάλλουσιν εἰς ἄλληλα καὶ γὰρ μελαίνονται οἱ λευκοὶ βόες καὶ οἱ μέλανες λευκαίνονται), τὰ δὲ μονόχροα οὐ μεταβάλλονται· εἰ μὴ διὰ πάθος. οὐδεὶς γὰρ λέων ἀπὸ πυρροῦ μετέβαλέ ποτε εἰς μέλαν ἢ εἰς ἄλλο τι χρῶμα ἕτερον ὂν πα|ρὰ τὸ πυρρόν, ἀλλὰ κἂν μεταβάλλῃ, διὰ πάθος, ὡς εἴρηται. οὐ μόνον δὲ τὰ ὁλόχροα μεταβάλλει εἰς ἄλληλα, ἀλλὰ καὶ τὰ ποικίλα. ταῦτα γὰρ εἶπε μεμιγμένα ἐξ ἀμφοτέρων· ἐκ γὰρ λευκοῦ καὶ μέλανος τὰ πλεῖστα τῶν ποικίλων. εἰπὼν δὲ ὅτι μεταβάλλει τὰ ὁλόχροα πολλῷ μᾶλλον τῶν μονοχρόων, τὴν αἰτίαν τοῦ μεταβάλλειν ἐπήγαγεν εἰπὼν διὰ τὸ ὅλῳ γένει ὑπάρχειν μίαν ἔχειν χρόαν. ἐπειδὴ γὰρ ἐν τῇ φύσει τοῦ τῶν βοῶν εἴδους ὑπάρχει τὸ μὴ μονόχροον εἶναι, οὐδὲν κωλύει μεταβάλλειν τὰς χρόας· τὰ δὲ μονόχροα τοὐναντίον οὐ μεταβάλλει· οὐ γάρ ἐστιν ἐν τῇ φύσει αὐτῶν τὸ πολλῶν χρωμάτων εἶναι δεκτικήν. λέγει δὲ ὦφθαι πέρδικα λευκήν· τοῦτο δὲ λέγοι ἂν περὶ τῶν ἀγρίων· ἥμεραι γὰρ πολλαί εἰσι λεῦκαι, ἐς ἐπιτεχνήσεως δέ, οἶμαι, τῶν περὶ αὐτὰς σπουδαζόντων. λέγει δὲ τὴν μεταβολὴν τῶν μονοχρόων ἐν τῇ γενέσει γίνεσθαι· εὐθὺς γὰρ γινομένων καὶ, ὄντων ἢ ἐν τῇ ὑστέρᾳ ἢ ἐν τῷ ᾠῷ, μικροῦ τινος γεγονότος πάθους εὐθὺς διαστρέφεται καὶ μεταβάλλει. ὥσπερ γὰρ τοδὶ τὸ μικρὸν καὶ βραχύτατον ξύλον εὐφθαρτότερόν ἐστι πολὺ τοῦ μεγάλου, οὕτω καὶ ἐπὶ τῶν ζῳων τὸ μικρὸν εὔφθαρτον καὶ εὐκίνητον· τὸ δὲ γινόμενον μικρόν· ἔστιν οὑν ὁ συλλογισμὸς τοιοῦτος ‘τὸ γινόμενον μικρόν, πᾶν μικρὸν εὔφθαρτον, τὸ γινόμενον ἄρα εὔφθαρτον᾿. τὸ δὲ ἐν μικρῷ γὰρ ἡ ἀρχὴ τοῖς γινομένοις ἴσον ἐστὶ τῷ πᾶν τὸ γινόμενον ἐν τῇ ἀρχῇ καὶ τῳ, χρόνῳ, καθ᾿ ὃν γίνεται, μικρόν ἐστιν, ὕστερον δὲ αὔξει καὶ εἰς ἐπίδο,σιν ἔρχεται. ὥσπερ δὲ τὸ φύσει λευκὸν δέρμα διαφέρει τοῦ διὰ νόσον εἴρηται γὰρ πρότερον ὅτι ἐν τῇ καλουμένῃ λεύκῃ νόσῳ τὸ μὴ λευκὸν δέρμα λεῦκον γίνεται, διὰ ὢ δὲ τὸ δέρμα καὶ αἱ τρίχες), οὕτω καὶ ἐν ταῖς θριξὶ διαφέρει ᾗ τε λευκὴ διὰ νόσον θρὶξ καὶ ἡ διὰ φύσιν. λευκὴ μὲν οὖν ἐστι δία φύσιν ἡ των βοῶν, τῶν κύκνων καὶ αἱ λοιπαί, διὰ νόσον δὲ ἥ τε πολιὰ δία σῆψιν γάρ) καὶ ἡ διὰ τὴν καλουμένην λεύκην νόσον. καὶ τὰς μὲν φύσει λευκὰς ποιεῖ ἡ φυσικὴ θερμότης, τὰς δὲ διὰ νόσον ἡ ἀλλοτρία σήπουσα τὸ ἐν αὐταῖς ὑγρόν. ἐγκατακλειόμενος γὰρ ἐ‘ν ταῖς θριξὶ καὶ ἐν πᾶσιν ἐν ὅσοις ἐγκατακλείεται ὁ ἀτμιδώδης ἀὴρ λευκὸς ὢν καὶ θερμὸς φύσει παρέχεται φύσει αὐταῖς τὸ λευκόν. διὸ καὶ ὅσα μὴ μονόχροα ἐστι τὰς ὑπὸ τὴν γαστέρα τρίχας λευκοτέρας ἔχει τῶν ἐν τῷ λοιπῷ σώματι τριχῶν· θερμότερος μότερος γὰρ οὗτος ὁ τόπος διὰ τὸ ἐν αὐτῷ κεῖσθαι τὴν κοιλίαν θερμὴν οὖσαν. λέγει δὲ καὶ τὴν γλῶτταν τῶν ποικίλων ποικίλην εἶναι εὐλόγως· ἐπειδὴ γὰρ τὸ ὅλον δέρμα ποικίλον ἐστίν, εὔλογον καὶ τὸ τῆς γλώττης δέρμα ποικίλον εἶναι. οὐ γάρ ἐστιν ἡ γλῶττα, εἰ καὶ σκεπάζεται τῷ στόματι, τὶ τῶν ἐντός, οἷά εἰσιν πνεύμων, τὸ ἧπαρ καὶ ἁπλῶς πάντα τὰ ἐντός οὐδὲν γὰρ τῶν τοιούτων ἔχει δέρμα), ἀλλὰ δεῖ ὑπολαμβάνειν αὐτὴν ὥσπερ ἓν μόριον τῶν ἐξωτερικῶν· εἰσὶ δ’ ἐξωτερικὰ μόρια χεῖρες, πόδες, ὦμοι, τὰ ὅμοια. τὸ γὰρ σκεπάζεσθαι αὐτὴν ὑπὸ τοῦ στόματος οὐδὲν κωλύει μὴ εἶναί τι τῶν ἐντός· οὐ γὰρ πᾶν τὸ σκεπόμενον τῶν ἐντός ἐστιν, ἀλλ’ ἔστι τινὰ σκεπόμενα τῶν ἐκτός. τὸ δὲ μείζων γὰρ διαφορὰ αὕτη τῆς κατὰ τὴν ἡλικίαν τροπῆς ταὐτόν ἐστι τῷ πρότερον ῥηθέντι. ἔλεγε γὰρ ὅτι μᾶλλον αἱ ὧραι δύνανται τοῦ γήρως εἰς χρωμάτων μεταβολάς. μονόχροοι δέ εἰσιν αἰ μέλιτται, ὅτι οὐ ποικίλη αὐτῶν ἡ τροφὴ ἀλλὰ μονοειδής· μόνον γὰρ τὸ μέλι ἐσθίουσιν, αἱ δ’ ἀνθρῆναι καὶ τοῦτο καὶ ἄλλα τινά. ὅτι δὲ εὔτονα λέγει τὰ μεταξὺ ὀξυφώνων καὶ βαρυφώνων εἰσὶ γὰρ ἃ οὔτε ὀξύφωνά εἰσιν οὔτε βαρύφωνα), ἐδήλωσε διὰ τοῦ καὶ πρὸς ἀμφοτέρας ἔχοντα τἀς ὑπερβολὰς συμμέτρως, λέγων ὑπερβολὰς τὸ ὀξὺ καὶ τὸ βαρύ, πρὸς ἃ συμμέτρως ἔχει τὸ εὔτονον. εὔτονον γάρ ἐστιν οὗ εὐτόνως τείνεται ἡ φωνὴ καὶ μήτε ὀξέως μήτε βαρέως. ὅτι δὲ ἡ μεγάλη φωνὴ ἑτέρα ἐστὶ τῆς βαρείας καὶ ἡ μικρὰ τῆς ὀξείας, ἐρεῖ προϊών. Περὶ μὲν οὖν ὀξύτητος καὶ βαρύτητος τὴν αὐτὴν αἰτίαν οἰητέον εἶναι ἥνπερ ἐπὶ τῆς μεταβολῆς. Γὸ λεγόμενον ἴσον ἐστὶ τῷ ἐκ τῆς ἀποδοθείσης αἰτίας τοῦ διὰ τί τὰ πρότερον ὄντα ὀξύφωνα ὕστερον βαρύφωνα γίνεται νέα μὲν γὰρ ὄντα ὀξύτερον φθέγγεται, γεραιότερα δὲ βαρύτερον) ἐκ δὴ ταύτης δῆλον ἔσται καὶ διὰ τί τὰ μὲν ὀξύφωνά ἐστι καὶ οὐδέποτε μεταβάλλει, τὰ δ’ ἀεὶ βαρύφωνα. ἐπὶ μὲν οὖν τῶν ἄλλων ζῴων τὰ νέα ὀξύτερον φθέγγεται τῶν μὴ νέων, ἐπὶ δὲ τῶν βοῶν ἔμπαλιν τὰ νέα οἱ καλούμενοι μόσχοι βαρυφωνότερά ἐστι τῶν πρεσβυτέρων βοῶν. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν θηλειῶν συμβέβηκεν· ἐν μὲν γὰρ τοῖς ἄλλοις γένεσι τὰ θήλεα ὀξύτερον φθέγγεται τῶν ἀρρένων, ἐπὶ δὲ τῶν βοῶν τοὐναντίον· αἱ γὰρ θήλειαι τῶν ἀρρένων ἅπερ ἄρρενα ταύρους εἴρηκε) αἱ δὴ θήλειαι βαρύτερον φθέγγονται. ὅτι δὲ ἐν τοῖς ἄλλοις γένεσι τὰ θήλεα ὀξύτερον φθέγγονται τῶν ἀρρένων, μάλιστα, φησίν, ἐπίδηλον ἐπὶ τῶν ἀνθρώπων· μάλιστα γὰρ τούτοις ταύτην τὴν δύναμιν, τουτέστι τὸ ὀξὺ καὶ τὸ βαρύ, ἀποδέδωκεν ἡ φύσις. καὶ διὰ τί τούτοις μάλιστα, ἐδήλωσεν εἰπὼν διὰ τὸ λόγῳ χρῆσθαι μόνους τῶν ζῴων· τὰ γὰρ δηλοῦντα διὰ λόγου τὰ βουλήματα αὐτῶν ἀλλήλοις μᾶλλον χρῆται τῷ ῳθέγγεσθαι, τὸ > μᾶλλον χρώμενον τῷ φθέγγεσθαι μᾶλλον χρῆται τῷ ὀξεῖ καὶ βαρεῖ. ἐπὶ δὲ τοῦ μᾶλλον χρωμένου τῷ ὀξεῖ καὶ βαρεῖ μᾶλλον δῆλόν ἐστι ποῖα ποίων ὀξυφωνότερα. ὅτι δὲ μᾶλλον οἱ ἄνθρωποι τῶν ἄλλων ζῴων χρῶνται τῷ φθέγγεσθαι, δῆλον· ἐκεῖνα γὰρ ἢ διὰ λύπην ἢ δι’ ἡδονὴν φθέγγονται, οἱ δ’ ἄνθρωποι καὶ διὰ ταῦτα καὶ δι’ ἄλλα πολλά. | Ἐπεὶ δὲ βαρὺ μέν ἐστιν ἐν τῷ βραδεῖαν εἶναι τὴν κίνησιν, ὀξὺ δὲ ἐν τῷ ταχεῖαν, τοῦ δὲ βραδέως καὶ ταχέως πότερον τὸ κινοῦν αἴτιον. ’Ev τῷ τοῦ δὲ βραδέως ὁ δέ σύνδεσμος διὰ τὸ παρέλκειν ἀναπόδοτον ποιεῖ φαίνεσθαι τὴν λέξιν· εἴη δ’ ἂν καταλληλότερον, εἰ ὑποστίξομεν εἰς τὸ ἐν τῷ ταχεῖαν, εἶθ’ ὡς ἀποδοτικὸν τοῦ ἐπεὶ δὲ ἐπάξομεν χωρὶς τοῦ δέ συνδέσμου τὸ τοῦ βραδέως καὶ ταχέως πότερον τὸ κινοῦν αἴτιον, ἵνα ᾖ τὸ πὰν τοιοῦτον ‘ἐπεὶ δὲ βαρὺ μέν ἐστιν ἐν τῷ βραδεῖαν εἶναι τὴν κίνησιν, ὀξὺ δὲ ἐν τῷ ταχεῖαν, πότερόν ἐστιν αἴτιον τοῦ ὀξέος καὶ τοῦ βαρέος τὸ κινοῦν ἢ τὸ κινούμενον᾿; τοῦτο γὰρ ἀπορεῖται. οἷον φθέγγεται ἡ χορδὴ ἥδε βαρὺ βραδέως κινοῦσα τὸν ὑπ αὐτῆς πληττόμενον ἀέρα, ὀξὺ δέ, ὅταν ταχέως κινήσῃ· πότερον οὖν τούτων αἴτιον, ἆρ’ ὁ κινηθεὶς καὶ πληγεὶς ἀὴρ ἢ ἡ κινήσασα καὶ πλήξασα χορδή; καὶ ἐπὶ τῶν ζῴων ὁμοίως ἆρα ἡ κινήσασα καρδία ἢ ὁ κινηθεὶς ὑπ’ αὐτῆς ἀήρ; αὕτη γὰρ εὐρυνομένη συνευρύνει τὸν > διὰ τῶν ἀπ’ αὐτῆς εἰς τὸν πνεύμονα ἐρριζωμένων νεύρων καὶ ἕλκει ·εἰς ἑαυτὴν τὸν θύραθεν ἀέρα διὰ τῆς μεταξὺ τραχείας ἀρτηρίας καὶ τοῦ πνεύμονος· συστελλομένῃ δὲ συστέλλεται αὐτῇ καὶ ὁ πνεύμων, καὶ ἀκοντίζει ἐκτὸς τὸ εἰσελθὸν πνεῦμα. ἀκοντίζει δὲ αὐτὸ διὰ τοῦ πνεύμονος καὶ τῆς ἀρτηρίας· δι’ ὧν γὰρ εἰσήγαγεν αὐτό, διὰ τῶν αὐτῶν τοῦτο πάλιν ἀκοντίζει. εὐρύνεται μὲν οὖν καὶ ἡ καρδία καὶ ὁ πνεύμων ἐν τῇ ἀναπνοῇ, συστέλλονται δὲ ἐν τῇ ἐκπνοῇ. πότερον οὖν ὁ ἀκοντιζόμενος καὶ πληττόμενος καὶ κινούμενος ἀήρ ἐστιν αἴτιος τοῦ βαρέως ἢ ὀξέως φθέγγεσθαί τὰ ζῷα, ἢ ἡ ἀκοντίζουσα καὶ κινοῦσα καρδία; ὅτι δὲ τέως τὸ βαρὺ γίνεται ἐν τῷ βραδεῖαν εἶναι τὴν κίνησιν, τὸ δ’ ὀξὺ ἐν τῷ ταχεῖαν, σχεδὸν πᾶσι δῆλον. Φᾶσί γάρ τινες τὸ μὲν πολὺ βραδέως κινεῖσθαι, τὸ δ’ ὀλίγον ταχέως. Ἡσάν τινες οἱ αἰτιώμενοι τῆς βαρυφωνίας καὶ ὀξυφωνίας τὸ κινούμενον μόνον, οἷον τὸν ἀέρα, ὅπερ οὗτος οὐ βούλεται. οὗτος γὰρ δι’ ἀμφότερα συμβαίνειν ταῦτά φησιν, τό τε κινοῦν καὶ τὸ κινούμενον, ἐκεῖνοι δὲ διὰ μόνον τὸ κινούμενον. εἰσὶν οὖν, φησίν, οἳ λέγουσι τὸ μὲν πολὺ βραδέως κινεῖσθαι, τὸ δ’ ὀλίγον ταχέως, καὶ ταύτην εἶναι αἰτίαν τοῦ τὰ μὲν βαρύφωνα εἶναι, τὰ δὲ ὀξύφωνα. ἔλεγον γὰρ ἐκεῖνοι ὡς εἰ μέν ἐστιν ὁ κινούμενος ἀὴρ πολύς, ἀνάγκη βαρέως φθέγγεσθαι διὰ τὸ τὸν πολὺν ἀέρα βραδέως κινεῖσθαι, εἰ δ’ ὀλίγος, ὀξέως διὰ τὸ πάλιν τὸν ὀλίγον ταχέως κινεῖσθαι. αἰτιᾶται οὖν αὐτοὺς λέγων μέχρι τινὸς λέγειν καλῶς, ὅλως δὲ οὐ καλῶς. καὶ πῶς μέχρι τινὸς καλῶς λέγουσιν, ἐπήγαγεν εἰπὼν τῷ μὲν γὰρ γένει ἔοικεν ὀρθῶς λέγεσθαι, λέγων γένος τὸ ὑποκείμενον καὶ τὴν ὕλην, αὐτόν φημι τὸν ἀέρα. ἐστι δὲ ὃ λέγει ‘κατὰ μὲν γὰρ τὸ γένος καὶ τὸ ὑλικὸν αἴτιον ὀρθῶς λέγουσιν· ἔστι γὰρ τὸ βαρὺ ἐν μεγέθει τοῦ κινουμένου· ἀνάγκη γὰρ μέγεθος ἔχειν καὶ πολὺν εἶναι τὸν ἀέρα, εἰ μέλλει βαρὺ φθέγγεσθαι, ἀλλ’ οὐχ ἁπλῶς οὕτως, ἀλλὰ πρὸς τὴν κινοῦσαν ἰσχύν·. ἐνδέχεται γὰρ τὸν κινούμενον ἀέρα αὐτὸν καθ’ ἑαυτὸν εἶναι πολύν, ἀλλὰ πρὸς τὴν κινοῦσαν ἰσχὺν ὀλίγον, ἐπεὶ καὶ ὁ δεκαμεδιμναῖος σῖτος αὐτὸς καθ’ ἑαυτὸν πολύς ἐστιν, ἀλλὰ πρὸς τὴν τῶν πεντήκοντα ἡμιόνων ἰσχὺν πάμπαν ὀλίγος. ὥστε κἀν εἴη ὁ κινούμενος ἀὴρ πολύς, ὅμως εἰ ἡ κινοῦσα αὐτὸν δύναμις μείζων εἴη, ὀξὺ φθέγγεται καὶ οὐ βαρύ. οὐ δεῖ οὖν ὁρᾶν, εἰ ἁπλῶς πολὺς ὁ κινούμενος ἀήρ, ἀλλ’ ἐὰν πλείων ᾖ τῆς κινούσης αὐτὸν δυνάμεως, οὕτω δὲ πλείων, ὥστε μὴ δύνασθαι ταχέως κινηθῆναι ὑπ’ αὐτῆς, ἀλλὰ βραδέως. εἰπὼν δὲ πῶς μέχρι τινὸς καλῶς λέγουσι, ἐνίσταται πρὸς αὐτοὺς λέγων εἰ γὰρ τοῦτο, καὶ μικρὸν καὶ βαρὺ φθέγγεσθαι οὐ ῥᾴδιον, τουτέστιν εἰ γάρ ἐστι τοῦτο ἀληθές, ἤτοι τὸ λέγειν ὅτι μόνον τὸ κινούμενόν ἐστιν αἴτιον τοῦ βαρέως καὶ ὀξέως φθέγγεσθαι, οὐκ έσται ῥᾴδιόν τινι ἅμα φθέγξασθαι βαρὺ καὶ μικρόν· νῦν δὲ ὥσπερ ἅμα φθέγγονταί τινα μέγα καὶ βαρύ, οὕτω φθέγγονται ἅμα βαρὺ καὶ μικρόν. συμβαίνει δὲ ἐκ τοῦ λέγειν ὅτι μόνος ὁ κινούμενος ἀήρ ἐστιν αἴτιος τῆς βαρυφωνίας καὶ ὀξυφωνίας τὸ μηδενὶ εἶναι δυνατὸν φθέγγεσθαι ἅμα βαρὺ καὶ μικρόν· εἰ δ’ ἐστὶ ψεῦδος καὶ ἀδύ|νατον τὸ λέγειν ὅτι ἀδύνατόν ἐστί τι ἅμα φθέγγεσθαι βαρὺ καὶ μικρόν, ψεῦδος καὶ ἀδύνατον καὶ ᾧ τοῦτο ἔπεται· ἦν δὲ τοῦτο τὸ λέγειν ὅτι μόνος ὁ ἀήρ ἐστιν αἴτιος τῆς βαρυφωνίας καὶ ὀξυφωνίας. πῶς δὲ εἰ τὸ κινούμενον μόνον ἐστὶν αἴτιον τῆς ὀξυφωνίας καὶ βαρυφωνίας, οὐκ ἔσται ῥᾴδιον φθέγξασθαι μικρὸν καὶ βαρύ, δῆλον ἔσται ὧδε. ἐπειδὴ γὰρ ὁ μικρὸς φθόγγος καὶ ἡ μικρὰ φωνὴ γίνεται ἐν κινήσει ὀλίγου ἀέρος, ὡς δοκεῖ ἡμῖν τε καὶ ἐκείνοις, πλὴν ἡμῖν δι’ ἀσθένειαν του κινοῦντος εἰ γὰρ εἴη καὶ τὸ κινοῦν ἀσθενὲς καὶ τὸ κινούμενον ὀλίγον, τότε γίνεται μικρὰ ἡ φωνή) ἐπεὶ οὖν, ὡς εἴρηται, ἡ μικρὰ φωνὴ γίνεται ἔνι κινήσει ὀλίγου ἀέρος, ἡ δὲ βαρεῖα ἐν κινήσει πολλοῦ, ἀδύνατον ἅμα φθέγξασθαι βαρὺ καὶ μικρόν· εἰ γὰρ φθέγγεται μικρὸν καὶ βαρύ, ὡς μὲ‘ν μικρόν, ὀλίγον ἀνάγκη εἶναι τὸν ἀέρα ὡς δὲ βαρύ, πολύ· πῶς δ’ ἄν ὁ αὐτὸς, εἴη καὶ μείζων καὶ ἐλάττων ἑαυτοῦ; τὸ δὲ ὁμοίως δὲ καὶ βαρὺ καὶ ὀξὺ ἴσον ἐστὶ τῷ ὥσπερ οὐδὲ βαρὺ καὶ ὀξύ· ὥσπερ γὰρ οὐ δύναται ἡ ἀυτὴ φωνὴ ἅμα ὀξεῖα εἶναι καὶ βαρεῖα, οὕτως οὐδὲ τὸ αὐτὸ μικρὸν καὶ βαρύ, εἰ τὸ κινούμενον μόνον αἴτιον εἴη τοῦ ὀξέος καὶ βαρέος· διά τε οὖν τοῦτο οὐκ ἔσται ῥᾴδιον βαρὺ καὶ μικρὸν φθέγξασθαι καὶ διὰ τὸ δοκεῖν αὐτοῖς τὸ βαρύφωνον γενναιοτέρας εἶναι φύσεως· οὐδὲν δὲ γενναῖον μικρὸν φθέγγεται. ἔπει οὖν πᾶν βαρὺ γενναιοτέρας ἐστὶ φύσεως, οὐδὲν δὲ γενναῖον μικρὸν φθέγγεται, οὐδὲν ἄρα βαρὺ μικρόν ἔσται. καὶ διὰ τοῦτο καὶ ἐν τοῖς μέλεσι τὸ βαρὺ βέλτιον εἶναι ἔλεγον τῶν συντόνων, ὅτι τὰ ἀπὸ γενναιοτέρας φύσεως βελτίονα· σύντονα δὲ μέλη ὅτι τὰ μεταξὺ ὀξέων καὶ βάρεων εἴρηκεν, εἴπομεν· συλλογίζεται δὲ καὶ ἄλλως ὅτι τὸ βαρὺ τῶν συντόνων βέλτιον, λέγων ἡ βαρύτης ὑπεροχή τις. πᾶσα δὲ ὑπεροχὴ τέλειος, πᾶν δὲ τέλειον βέλτιον, ἡ βαρύτης ἄρα βελτίων τῶν συντόνων. Ἀλλ’ ἐπειδή ἐστιν ἕτερον τὸ βαρὺ καὶ ὀξὺ ἐν φωνῇ μεγαλοφωνίας καὶ μικροφωνίας. Τὸ ἄτοπον διὰ τούτων ἐπαγαγεῖν βούλεται, λέγω δὴ τὸ μὴ δύνασθαι ἅμα βαρὺ καὶ μικρὸν φθέγξασθαι, εἰ τὸ κινούμενόν ἐστι μόνον αἴτιον τοῦ πάθους τούτου. πρότερον δὲ δείκνυσιν ὅτι τὸ βαρὺ καὶ ὀξὺ ἐν φωνῇ ἕτερόν ἐστι τῆς μεγαλοφωνίας καὶ μικροφωνίας δι’ ἔνστασιν δυναμένην φέρεσθαι τοιαύτην. εἶπε γὰρ ἄν τις ὅτι ἐπειδὴ τὸ βαρὺ καὶ μέγα ἐν φωνῇ ταὐτόν ἐστιν, εἰκότως οὐ δύναται ἅμα βαρὺ καὶ μικρὸν φθέγξασθαι. λέγει οὖν ὅτι οὐκ ἔστι ταὐτὸν τὸ βαρὺ τῇ μεγαλοφωνίᾳ οὐδὲ τὸ ὀξὺ τῇ μικροφωνίᾳ, ἀλλ’ ἕτερον εἰσὶ γὰρ καὶ ὀξύφωνα μέγα φθεγγόμενα καὶ βαρύφωνα μικρὸν φωνοῦντα), ὁμοίως καὶ κατὰ τὸν μέσον τόνον, τουτέστι κατὰ τὴν συντονίαν· εἰσὶ γὰρ σύντονα καὶ μεγαλόφωνα καὶ μικρόφωνα, περὶ ὧν τίνι ἄν τις διορίσειεν τουτέστι περὶ τῆς μεγαλοφωνίας καὶ μικροφωνίας) ἢ πάντως ὀλιγότητι καὶ πλήθει τοῦ ἀέρος, ὥστε λέγειν μεγαλόφωνα μὲν ἐν οἷς πολύς ἐστιν ὁ κινούμενος ἀήρ, μικρόφωνα δὲ ἐν οἷς ὀλίγος; εἰ δὲ τοῦτο καὶ τὸ βαρὺ καὶ τὸ ὀξύ ἐστι κατὰ τὸν εἰρημένον διορισμόν, τουτέστι κατὰ τὸν αἰτιώμενον λόγον μόνον τὸν κινούμενον ἀέρα, συμβήσεται μηδὲν εἶναι βαρύφωνον μικρόφωνον μηδ’ ὀξύφωνον μεγαλόφωνον δι’ ἣν εἴπομεν αἰτίαν, ἀλλ’ ἔσται τὸ αὐτὸ βαρύφωνον καὶ μεγαλόφωνον ἢ ὀξύφωνον καὶ μικρόφωνον. Αἴτιον δ’ ὅτι τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον τὰ μὲν ἁπλῶς λέγεται, τὰ δὲ πρὸς ἄλληλα. Αἴτιον, φησί, τοῦ μηδέποτε εἶναι βαρύφωνον μικρόφωνον, ἀλλὰ πᾶν εἴ τι βαρύφωνον, καὶ μεγαλόφωνον, εἴπερ τὸ κινούμενόν ἐστι μόνον αἴτιον, ὅτι τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον τὰ μὲν ἁπλῶς λέγεται, τὰ δὲ πρὸς ἄλληλα, καὶ μεγαλόφωνά ἐστιν ἐν τῷ ἁπλῶς εἶναι μέγα τὸ κινούμενον, μικρόφωνα δὲ ἐν τῷ εἶναι ὀλίγον, βαρύφωνα δὲ καὶ ὀξύφωνα ἐν τῷ πρὸς ἄλληλα. ἄν γὰρ καὶ ὀλίγον εἴη τὸ κινούμενον, ὅμως δ’ ὑπερέχον τοὐ κινοῦντος, ἀνάγκη φέρεσθαι βραδέως, εἰ δὲ τοῦτο, καὶ βαρὺ φθέγγεσθαι. οὐ γὰρ μόνον δεῖ σκοπεῖν ἁπλῶς εἰ ὀλίγον τὸ κινούμενον, ἀλλ’ εἰ ὀλίγον καὶ πρὸς τὴν κινοῦσαν δύναμιν καὶ ἰσχύν. Tὸ δ’ ἰσχῦον πρὸς τὴν ἰσχὺν πολὺ κινοῦν βραδεῖαν ποιήσεται τὴν κίνησιν, ὁτὲ δὲ διὰ τὸ κρατεῖν ταχεῖαν. Τὸ λεγόμενον ἔσται δῆλον οὕτως εἰποῦσιν. ἔστω λόγου χάριν ὅτι τὸ μεῖζον, ὃ δύναται κινῆσαι ὁ Αἴας, εἴκοσίν ἐστι μεδίμνων σίτου. οὗτος τούτους μὲν βραδέως κινήσει ἐν τούτοις γὰρ περιώρισται τὸ μέγιστον τῆς αὐτοῦ ἰσχύος), τοὺς δὲ δέκα ταχέως καὶ ἔτι τοὺς πέντε μᾶλλον. ἔστι δὲ Αἴαντος ἀσθενέστερος ὁ Θερσίτης· κείσθω οὖν ὅτι καὶ ὧν δύναται κινεῖν τὸ μέγιστόν εἰσι τέτταρες μέδιμνοι. οὗτος οὖν κινήσει καὶ τοὺς δύο, ἀλλὰ τούτους μὲν ἀνάλογον τῷ Αἴαντι τάχιον, τοὺς δὲ τέσσαρας βραδέως. τὸ γὰρ τὰ μὲν πλείω κινοῦντα τῆς δυνάμεως βραδεῖαν ποιεῖ τὴν κίνησιν οὐκ ἔστι δηλωτικόν, ὡς ἄν τῳ δόξειεν, ὅτι πλείω ἢ ὁ Αἴας τῶν εἴκοσιν ἢ ὁ Θερσίτης τῶν τεσσάρων κινήσει κεῖται γὰρ ταῦτα τὰ μείζονα εἶναι ὧν δύνανται κινεῖν) ἀλλ’ ἔστι τὸ λεγόμενον ταὐτὸν τῷ τὰ πλείω κινοῦντα τῶν ὧν δύνανται ῥᾷστα κινεῖν· ὥρισται γὰρ καὶ τοῦτο. κινήσει μὲν οὖν καὶ τοὺς πέντε ῥᾷστα ὁ Αἴας μεδίμνους καὶ τοὺς ὀκτώ, ἀλλ’ οὐ καὶ τοὺς δέκα καὶ ὀκτὼ ἴσως ῥᾷστα. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν φθεγγομένων πάντῃ ὁμοίως ῥητέον· τὰ μὲν οὖν πλείω κινοῦντα ἀέρα τοῦ ῥᾷστον κινηθησομένου βραδεῖαν ποιοῦντα τὴν κίνησιν βαρὺ φθέγγεται, τὰ δὲ δι’ ἀσθένειαν ὀλίγον κινοῦντα, τουτέστι τὰ δι’ ἀσθένειαν ἧττον κινοῦντα τῆς σφῶν δυνάμεως, ταχέως. εἰ γὰρ καὶ ἀσθενὴς ἡ κινοῦσα δύναμις, ἀλλά γε διὰ τὸ ὑπερέχειν τοῦ κινουμένου ταχέως αὐτὸ κινήσει. θεὶς δὲ ταῦτα λέγει ὅτι τοῦ τινὰ μὲν τῶν νέων ὀξύφωνα εἶναι, τινὰ δὲ βαρύφωνα τούτου γάρ ἐστι δηλωτικὸν τὸ μήτε ἄρα πάντα τὰ νέα βαρύφωνα), ὁμοίως καὶ τοῦ τινὰ τῶν πρεσβυτέρων βαρύφωνα, τινὰ δὲ ὀξύφωνα, καὶ ἔτι τινὰ μὲν τῶν θηλειῶν τοιαῦτα, τινὰ δὲ ὀξύφωνα, τούτων οὖν πάντων καὶ τῶν σαφῶς καταλεγομένων αἰτία ἡ ἐναντιότης τοῦ κινοῦντος καὶ κινουμένου. Τὰ μὲν οὖν πλεῖστα νέα ὄντα καὶ θήλεα δι’ ἀδυναμίαν ὀλίγον κινοῦντα ἀέρα ὀξύφωνά ἐστιν. Θεὶς τὰς αἰτίας, καθ’ ἃς τὸ ὀξὺ καὶ βαρὺ φθέγγεσθαι συμβαίνει, λέγει διὰ τί τὰ μὲν τῶν νέων ὀξύφωνά ἐστι, τὰ δὲ βαρύφωνα, καί φησι ‘τὰ μὲν οὖν πλεῖστα τῶν νέων διὰ ἀδυναμίαν ὀλίγον κινοῦντα ἀέρα (οὐδὲ γὰρ δύναται πλῆθος κινῆσαι ἀέρος· στενὴ γὰρ ἡ τραχεῖα ἀρτηρία καὶ διὰ τοῦτο χωρῆσαι πολὺν ἀέρα οὐ δύναται, καὶ ἔτι ἀσθενὴς ἡ καρδία ἡ εἰσάγουσα καὶ ἐξάγουσα ἐν ταῖς εἰσπνοαῖς καὶ ἐκπνοαῖς τὸ πνεῦμα) κινοῦντα οὖν ὀλίγον ἀέρα καὶ ἥττονα τῆς | οἰκείας δυνάμεως ὀξὺ φθέγγεται᾿. εἰ γὰρ καὶ ἀσθενής ἐστιν ἡ τῶν νέων ζῴων καρδία, ἀλλ’ οὖν πρὸς τὸν κινηθέντα ἀέρα ἰσχυρά ἐστιν. οἱ δὲ μόσχοι καὶ αἱ θήλειαι βόες βαρὺ φθέγγονται διὰ τὸ ἀσθενὲς ἔχειν τὸ μόριον, ἤτοι τὴν καρδίαν, ᾧ κινοῦσι τὸν ἀέρα. ἀσθενῆ οὖν ἔχοντα τὴν καρδίαν καὶ πολὺν κινοῦντα ἀέρα διὰ τὴν εὐρυχωρίαν τῆς τραχείας ἀρτηρίας ταύτην γὰρ εἶπεν ἀγγεῖον δι’ οὗ πρῶτον φέρεται τὸ πνεῦμα) βραδέως κινοῦσιν αὐτὸν καί εἰσι διὰ τοῦτο βαρύφθογγα. ἔχουσι δὲ ἀσθενῆ τὴν καρδίαν οἱ μὲν μόσχοι διὰ τὴν ἡλικίαν ἀσθενέστατα γὰρ τὰ νέα), αἱ δὲ βόες διὰ τὴν θηλύτητα· ἀσθενὲς γὰρ καὶ τὸ θῆλυ. οἱ δὲ ταῦροι καὶ εὐρυτάτην ἔχουσι τὴν ἀρτηρίαν καὶ πολὺν ἀέρα κινοῦσι, καὶ εἰκότως εἰσὶν ὀξύφωνοι· ἔχουσι γὰρ ἰσχυρὸν τὸ κινητικὸν μόριον, αὐτὴν λέγω τὴν καρδίαν, ἥτις διὰ τὴν ἰσχὺν ταχέως αὐτὸν κινεῖ. εἰπὼν δ’ ὅτι τὰ δὲ ὀλίγον διὰ τὸ ἀγγεῖον, δι’ οὗ πρῶτον φέρεται τὸ πνεῦμα, ἐπήγαγε τὸ τοῖς μὲν διάστημα ἔχειν μέγα, λέγων διάστημα τὴν εὐρύτητα. τοῖς μὲν οὖν μόσχοις, φησί, καὶ τοῖς βουσὶ συμβαίνει πολὺ κινεῖν ἀέρα διὰ τὸ ἔχειν διάστημα καὶ εὐρύτητα τὴν ἀρτηρίαν αὐτῶν· σπεύδει δὲ ἡ φύσις τοσοῦτον ἀέρα κινῆσαι, ὅσος τις δύναται πληροῦν αὐτήν, διὰ τὸ μηδὲν εἶναι κενὸν. Τοῖς δ’ ἄλλοις εὐταμίευτον. Tουτέστι τοῖς δ’ ἄλλοις ἔνεστιν ἡ ἀρτηρία εὐταμίευτος, ἤγουν εὖ καὶ δι’ ὀλίγου ἀέρος πληρουμένη. πρότερον μὲν οὖν διὰ ταύτας τὰς αἰτίας εἰσὶν οἱ μὲν μόσχοι καὶ αἱ βόες βαρύφωνα, τὰ δὲ λοιπὰ τῶν νέων ὀξύφωνα· προιούσης δὲ τῆς ἡλικίας καὶ τῶν μόσχων ταύρων γενομένων γίνονται ἐκ βαρυφώνων ὀξύφωνα διὰ τὸ ἰσχύειν τὴν καρδίαν. τὰ δ’ ἄλλα τοὐναντίον ἐξ ὀξυφώνων γίνεται αὐτὰ ἑαυτῶν βαρυφωνότερα, διὰ τὸ πλείονα ἀέρα κινεῖν τῆς οἰκείας δυνάμεως, τοῦτο δὲ ταὐτόν ἐστι τῷ διὰ τὸ πλείονα ἀέρα κινεῖν ἢ ὅσον δύναται ταχέως κινῆσαι. γίνονται δὲ διὰ τὰ αὐτὰ καὶ αἰ γυναῖκες αὐταὶ ἑαυτῶν βαρυφωνότεραι, τῶν δὲ ἀρρένων οὐδαμῶς, ὅτι δι’ ἀσθένειαν ὀλίγον κινοῦσι· πῶς δὲ δι’ ἀσθένειαν ὀλίγον κινοῦσαι ὀξύφωνοί εἰσιν, εἴρηται, ὅτι καίπερ τὴν καρδίαν ἀσθενῆ ἔχουσαι, ἀλλὰ ἰσχυρά ἐστι πρὸς τὸν ὑπ’ αὐτῆς κινούμενον ἀέρα. δι’ ἣν δ’ αἰτίαν αἱ γυναῖκες ὀξύφωνοί εἰσι, διὰ τὴν αὐτὴν ταύτην καὶ οἱ νοσοῦντες· ὀξὺ γὰρ καὶ οὗτοι φθέγγονται. οἱ δὲ γέροντες ὀξύφωνοι γίνονται διὰ τὸ ἤδη ἀνίεσθαι τὰ ἐκ τῆς καρδίας κινητικὰ νεῦρα. ἔστι μὲν οὖν πᾶσιν ἡ ἰσχὺς ἐν τοῖς νεύροις. Ὅτι μὲν γὰρ ἡ ἰσχὺς ἐν τοῖς νεύροις πᾶσίν ἐστι καὶ διὰ τῶν νεύρων ἡ κίνησις πάντων τῶν μορίων τοῖς ἐναίμοις ζῴοις γίνεται, καὶ ὅτι τῶν νεύρων πάντων ὥσπερ καὶ τῶν φλεβῶν ἡ καρδία ἐστὶν ἀρχή, πολλάκις ἤδη εἴρηται. ταῦτα δὲ προείληπται αὐτῷ ὑπὲρ τοὐ ἀποδοῦναι τὴν αἰτίαν καθ’ ὢ ἣν τὰ ἐκτεμνόμενα ὀξὺ φθέγγεται. ἔστι μὲν δή, ὥσπερ εἴρηται, πᾶσιν ἡ ἰσχὺς ἐν τοῖς νεύροις, καὶ διὰ τοῦτο ἀκμάζοντα ἰσχύει μᾶλλον, ὅτι καὶ τὰ νεῦρα ἐν τῇ ἀκμῇ ἰσχυρότερά εἰσιν. ἄναρθρα δὲ τὰ νέα καὶ ἄνευρα εὐλόγως· ἐπειδὴ γὰρ τὰ ἄρθρα νεύροις συνέχονται, ὅταν ἀσθενῇ ταῦτα, ἀνάγκη καὶ τὸ ζῷον τὸ ἐν τούτοις ἔχον τὸ ἰσχύειν ἄναρθρον εἶναι. τοῖς μὲν οὖν νέοις, φησίν, οὔπω ἐπιτέταται ἡ καρδία οὐδὲ ἰσχύει καὶ τόνον ἔχει· τί δὲ τοῦτό ἐστι, μετ’ ὀλίγον εἰσόμεθα. τῶν δὲ γηραιῶν ἤδη ἀνίεται ὁ τόνος. | Διόπερ σύντονον ἔχουσι τοῦτο τὸ μόριον ᾦ κινοῦσι τὸ πνεῦμα, ὥσπερ χορδὴν τεταμένην νευρίνην. Πάλιν μόριον ᾧ κινοῦσι τὸ πνεῦμα τὴν καρδίαν φησίν. ὅτι δὲ καὶ τὸ ἰσχυρῶς τεταμένον μᾶλλον δύναται πλήττειν, δηλοῦσιν αἵ τε χορδαὶ αἱ ἰσχυρῶς ταθεῖσαι ὀξύτατα φθεγγόμεναι καὶ τὰ τόξα πορρώτερον κατὰ πολὺ τοὺς οἰστοὺς πέμποντα τῶν μὴ ἰσχυρῶς ταθέντων. ἰσχὺν δὲ νευρώδη λέγει τὰς φλέβας, αἳ νεῦρα μὲν οὔκ εἰσι, νευρώδεις δὲ καὶ ἐγγὺς τὴν φύσιν νεύροις. τούτων ῥηθένων ῥητέον σύμπασαν τὴν Ἀριστοτέλους διάνοιαν, καθ’ ἣν οἰόμεθα τοὺς μόσχους καὶ τὰς θηλείας βοῦς βαρὺ φθέγγεσθαι, τὰ δ’ ἄλλα νέα ὄντα ὀξυφωνεῖν, ὕστερον δὲ γίνεσθαι αὐτὰ ἑαυτῶν βαρυφωνότερα καὶ πάλιν γηράσκοντα ὀξυφωνότερα· καὶ προσέτι διὰ τί τὰ ἐκτεμνόμενα πρὸς τὴν τοῦ θήλεος μεταβάλλει φωνήν. οἱ ὄρχεις καὶ αἱ ὑστέραι προσήρτηνται πρὸς τοὺς σπερματικοὺς πόρους, οἱ δὲ σπερματικοὶ πόροι ἐκ τῆς φλεβός, ἧς φλεβὸς ἡ ἀρχὴ ἐκ τῆς καρδίας. ἔχει δὲ αὕτη τὴν ἀρχὴν ἐν τῷ μέρει τῆς καρδίας τῷ κινοῦντι τὴν φωνήν· τοῦτο δ’ ἐστὶν ἡ δεξιὰ αὐτῆς κοιλία. ἔχει οὖν τὴν ἀρχὴν ἡ τοιαύτη φλὲψ ἐκ τῆς δεξιᾶς κοιλίας τῆς καρδίας, ἐν ᾗ κοιλίᾳ καὶ τὸ νεῦρόν ἐστι, δι’ οὗ ἡ ψυχὴ τὴν καρδίαν εὐρύνει τε καὶ συστέλλει, καὶ σὺν αὐτῇ τὸν πνεύμονα, ὑφ’ οὗ ἡ φωνή. ὥστε ἐπεὶ ἐν τούτῳ τῷ μέρει ἐστὶ τὸ νεῦρον τὸ κινοῦν τὸν ποι- ητικὸν τῆς φωνῆς πνεύμονα, ἐν αὐτῷ δὲ ἔχει καὶ ἡ φλὲψ τὴν ἀρχήν, καλῶς εἴρηται ὅτι ἧς ἡ ἀρχὴ ἐκ τοῦ μέρους τῆς καρδίας ἐστὶ τοῦ κινοῦντος καὶ ποιοῦντος τὴν φωνὴν ἐν τῷ κινεῖν τήν τε καρδίαν καὶ σὺν αὐτῇ τὸν πνεύμονα. νευρώδους δὲ οὔσης τῆς καρδίας καὶ ἀρχῆς τῶν νεύρων, οὐδὲν διαφέρει λέγειν αὐτὴν κινεῖν τὰ νεῦρα ἢ τὰ νεῦρα κινητικὰ εἶναι αὐτῆς. προσήρτηνται οὖν οἱ ὄρχεις ἐν τοῖς σπερματικοῖς πόροις ὥσπερ ὁ λίθος ὁ τείνων τὴν χορδὴν καὶ αἱ λαιαί, λέγων λαιὰς ἢ τὰς χεῖρας τῶν γυναικῶν, ἃς προσά|πτουσιν εἰς τοὺς στήμονας διὰ τὸ τεῖναι αὐτούς, ἢ τοὺς λίθους· ἀπαιωροῦσι γὰρ λίθους τινὰς ἐν τοῖς στήμοσιν αἱ ὑφαίνουσαι, ἵνα τείνωσιν αὐτούς. ἐπεὶ οὖν οἱ ὄρχεις καὶ αἱ ὑστέραι προσήρτηνται ἐν τοῖς πόροις, οὗτοι δ’ ἐν τῇ φλεβὶ καὶ αὕτη ἐν τῇ καρδίᾳ, οἱ μὲν ὄρχεις καὶ οἱ πόροι καὶ αἱ φλέβες ἐοίκασι τῷ τείνοντι λίθῳ τὴν χορδήν, ἡ δὲ καρδία τῇ τεινομένῃ χορδῇ, ἡ δὲ κινοῦσα αὐτὴν ψυχὴ τῷ μουσικῷ καὶ ὅλως τῷ κινοῦντι τὰς χορδάς. τούτων οὕτως ἐχόντων ὥσπερ ἐπὶ τῆς χορδῆς τεταμένης οὔσης ἰσχυρὸς γίνεται ὁ φθόγγος, τοῦ λίθου δὲ ἀφαιρεθέντος ἀσθενής, οὕτω καὶ ἐπὶ τῶν ὄρχεων καὶ ὑστερῶν. νέοις μὲν γὰρ οὖσι τοῖς ζῴοις καὶ μικρῶν ὄντων τῶν ὄρχεων καὶ ἀβαρῶν, οὐ δύνανται τείνειν τὴν καρδίαν· μὴ τεινομένη δὲ ἀδυνατεῖ δι’ ἀσθένειαν πολὺν κινῆσαι ἀέρα· εἰ δὲ τοῦτο, ἀνάγκη ὀξύφωνα εἶναι καὶ τὰ νέα ἄρρενα καὶ τὰ νέα θήλεα. ὕστερον δὲ κατὰ τὴν ἡλικίαν, καθ’ ἣν δύναται τὸ σπέρμα ἐκκρίνειν, τῶν σπερματικῶν πόρων μεταβαλλόντων καὶ ἰσχυροτέρων γινομένων συμμεταβάλλουσιν αὐτοῖς καὶ οἱ ὄρχεις καὶ αἱ ὑστέραι καὶ γίνονται μείζους καὶ βαρύτεροι· τοιούτων δὲ γινομένων τείνεται μᾶλλον ἡ καρδία, ἐπεὶ καὶ ἐν τῇ νευρίνῃ χορδῇ ὅσον ἄν μείζονα ἀπαιωρήσῃς λίθον, μᾶλλον τείνεται· μᾶλλον δὲ τεινομένη δύναται πλείονα κινεῖν ἀέρα διὰ τὴν τῆς τάσεως ἰσχύν, πλείονα δὲ τοῦ ὃν ῥᾳδίως δύναται κινῆσαι. πρῶτον μὲν γὰρ ἀσθενὴς οὖσα ἐκίνει διὰ τὴν ἀσθένειαν ἐλάττονα τῆς οἰκείας δυνάμεως, ὑφ’ οὗ συνέπιπτεν ὀξὺ φθέγγεσθαι, ὕστερον δὲ μείζονα τῆς οἰκείας δυνάμεως * * βαρύ. ἤδη δὲ γηράσκουσι διὰ τὸ ἀνίεσθαι ἐν τῷ γήρει τοὺς πόρους κουφότεροι καὶ οἱ ὄρχεις καὶ αἱ ὑστέραι γίνονται, διὸ πάλιν ὀξυφωνοῦσιν. οἱ μόσχοι δὲ διὰ τὴν ἀρτηρίαν, ὥσπερ εἴρηται, πολὺν κινοῦσιν ἀέρα, ἀλλὰ διὰ τὸ μὴ εἶναι τὴν καρδίαν τεταμένην τῶν ὄρχεων κούφων ὄντων, βραδέως αὐτὸν κινοῦντες βαρὺ φθέγγονται· ὕστερον δὲ αὐξηθέντων τῶν ὄρχεων τείνεται, ὥστε τὸν αὐτὸν σχεδὸν καὶ ἴσον ἀέρα ἕλκουσα τῷ ἑλκομένῳ καὶ πρὸ τοῦ τοὺς ὄρχεις αὐξηθῆναι ταχέως αὐτὸν κινεῖ· τούτου δὲ οὕτω κινουμένου ἀνάγκη ὀξύτερον φθέγγεσθαι. τὰ δ’ ἐκτεμνόμενα μεταβάλλει εἰς τὴν τῶν θηλέων φωνὴν ἐξ ἀνάγκης διὰ τὰς αὐτὰς αἰτίας. ἀφαιρουμένων γὰρ τῶν ὄρχεων ἀνίεται καὶ ἡ τάσις τῶν πόρων, ἀνιεμένων δὲ τῶν πόρων ἀνίεται καὶ ἡ τῆς καρδίας τάσις, ᾗ διὰ τὴν οἰκείαν συμβαίνει ἀσθένειαν ὀλίγον καὶ ἐλάττονα δηλονότι τῆς οἰκείας δυνάμεως κινεῖν· ὀλίγου δὲ ὄντος καὶ κινουμένου ταχέως ἕπεται τὸ φθέγγεσθαι ὀξὺ καθάπερ καὶ τὰ θήλεα. ἡ μὲν οὖν διάνοια σύμπασα τῶν λεγομένων περὶ βαρύτητος καὶ ὀξύτητος τῶν φθόγγων αὕτη· μετιτέον δὲ ἤδη καὶ τὰ κατὰ τὰς λέξεις. ἔστι δὲ τὸ τοῖς μὲν νέοις οὔπω ἐπιτέταται ἴσον τῷ τοῖς μὲν νέοις οὔπω ἐπιτέταται ἡ καρδία· οὔπω γὰρ οἱ ὄρχεις ηὔξηνται καὶ αἱ ὑστέραι, ἵνα βαρεῖαι γένωνται. τοῦτο γὰρ ᾐνιξάμεθα πρὸ ὀλίγου, ἡνίκα ἐλέγομεν ·τί δὲ τοῦτό ἐστι, μετ’ ὀλίγον εἰσόμεθα᾿. τοῖς δὲ γηράσκουσιν ἤδη ἀνίεται ὁ τόνος τῆς καρδίας διὰ τὸ ὥσπερ εἰ ἀπομαραινομένων τῶν ὄρχεων κουφοτέρους αὐτοὺς γίνεσθαι. οἱ δὲ ταῦροι σύντονον καὶ τεταμένην ἔχουσιν αὐτὴν διὰ τὸ τῶν ὄρχεων βάρος. ὅτι δὲ τὰ ὀστᾶ ζητεῖ τὴν τοῦ νεύρου φύσιν, δῆλον· γεώδη γὰρ ἀμφότερα. εἴη δὲ ἂν τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον ‘τὰ δὲ νεῦρα ζητεῖ τὴν τῶν ὀστῶν φύσιν· καὶ γὰρ τὰ ἐν τῇ τῶν βοῶν καρδίᾳ νεῦρα μεταβάλλει εἰς ὀστᾶ, ἀλλ’ οὐ τὰ ὀστᾶ εἰς νεῦρα᾿. ἐν δὲ τῇ λέξει τῇ συμμεταβάλλει καὶ τοῦτο τὸ μόριον μόριον λέγει τοὺς ὄρχεις. τὴν δὲ ἀνωμαλίαν, φησί, τῆς φωνῆς καλοῦσι τραγίζειν, ὅπερ τραγίζειν γίνεται καὶ ἐν τοῖς θήλεσιν, ἀλλ’ οὐχ ὁμοίως ἐστὶν ἐπίδηλον ὥσπερ καὶ ἐν τοῖς ἄρρεσιν. ἀνωμάλου γὰρ ὄντος τοῦ βάρους τῶν ὄρχεων διὰ τὴν συνεχῶς γινομένην αὔξησιν αὐτῶν ἀνώμαλος γίνεται καὶ ἡ φωνή· ὕστερον δὲ ἠρεμήσαντος τοῦ βάρους καὶ ἐν τῷ αὐτῷ ὄντος μένει καὶ ἡ φωνὴ ἐν τῇ αὐτῇ ποιότητι· τούτου γάρ ἐστι δηλωτικὸν τὸ μετὰ δὲ ταῦτα καθίσταται εἰς τὴν τῆς ἐπιούσης ἡλικίας βαρύτητα. ἐπεὶ δὲ ἐκ τῆς καρδίας ὑπάρχει παντὶ τῷ σώματι ἡ συντονία καὶ τὸ ἰσχύειν, ἐκλυομένης αὐτῆς ἀνάγκη τὰ ἐκτεμνόμενα μεταβάλλειν εἰς τὴν τοῦ θήλεος φωνὴν καὶ τὴν ἄλλην μορφήν· ὥστε διὰ τὸ συμβαίνειν ἀνίεσθαι τὴν ἀρχήν, ἤιοι τὴν καρδίαν, μεταβάλλει τὰ ἐκτεμνόμενα εἰς τὸ θῆλυ, ἀλλ’ οὐχ ὥς τινες ὑπέλαβον εἶναι τοὺς ὄρχεις σύναμμα καὶ σωρείαν καὶ συνέλευσιν πολλῶν ἀρχῶν. ἦσαν γὰρ οἱ λέγοντες ‘μὴ ὥσπερ ἐν τῇ καρδίᾳ μία ἐστὶν ἀρχὴ ἡ τοῦ σφύζειν καὶ ἐν τῷ ἐγκεφάλῳ ὁμοίως μία ἡ τῶν αἰσθήσεων, ὡσαύτως καὶ ἐν τῷ ἥπατι ἡ τῆς ἐξαιματώσεως, οὕτως καὶ ἐν τῷ ὄρχει· ἀλλ’ ἔστιν ἐν τῷ ἑνὶ ὄρχει πολλῶν δυνάμεων καὶ ἀρχῶν συνδρομή. τεμνομένου δὲ τοῦ ὄρχεως ἢ τῶν ὄρχεων συντέμνονται αὐτῷ ἢ αὐτοῖς καὶ αἱ ἐνοῦσαι δυνάμεις καὶ ἀρχαί· τούτων δὲ τῶν δυνάμεων καὶ ἀρχῶν ἀφαιρουμένων μεταβάλλειν ἀνάγκη καὶ τὸ ζῷον᾿. οὐ δή, ὥσπερ εἴρηται, διὰ τὸ εἶναι ἐν αὐτοῖς σύναμμα πολλῶν ἀρχῶν τοῦτο συμβαίνει, ἀλλ’ ὅτι μικραὶ μεταστάσεις μεγάλων μεταστάσεων αἴτιαι γίνονται, ἀλλ’ οὐ δι’ αὑτάς, ἀλλ’ ὅταν συμβαίνῃ αὐτοῖς ἀρχὴν συμμεταβάλλειν, ὥσπερ κἀνταῦθα. τῇ γὰρ ἐκτομῇ καὶ μεταστάσει τῶν ὄρχεων συμμετέβαλλεν ἡ ἀρχή, ἤτοι ἡ καρδία. ὄργανα γὰρ ἔχουσα τοὺς σπερματικοὺς πόρους ἡ καρδία καὶ τοὺς ὄρχεις· ἀνάγκη οὖν μεταβαλλόντων τῶν ὀργάνων μεταβάλλειν καὶ τὰς ἀρχάς, τούτων δὲ μεταβαλλουσῶν καὶ τὸ ζῷον. ὅτι δὲ τῶν ὀργάνων μεταβαλλόντων μεταβάλλουσι καὶ τὰ χρώματα αὐτοῖς, δῆλον ἀπό τε τῶν ὀμμάτων καὶ ἄλλων πολλῶν. αἱ γὰρ ἀρχαὶ μεγέθει οὖσαι μικραί, ὑποπολλαπλάσιος γὰρ ἡ καρδία τῆς τοῦ ζῴου ὁλότητος) τῇ δυνάμει μεγάλαι εἰσίν· ἐν ταύτῃ γὰρ οὐσίωται ἡ ἀρχή, καὶ τὸ εἶναι αὐτῆς ἐστιν ἐν τῷ αὐτὴν μὲν εἶναι πολλῶν αἰτίαν, ταύτης δὲ ἄνωθεν μηδὲν εἶναι ἄλλο αἴτιον. εἰ δὲ τοῦτο, ἐπιεικῶς μεγάλη εἶναι τῇ δυνάμει λέγεται. Τοῦ δὲ φύσει τὰ μὲν τοιαῦτα συνίστασθαι τῶν ζῴων, ὥστε βαρύφωνα εἶναι. Πρὸς ταῖς εἰρημέναις αἰτίαις λέγει συμβάλλεσθαι πρὸς τὸ τὰ μὲν βαρύφωνα εἶναι φύσει τὰ δὲ ὀξύφωνα καὶ τὴν ψυχρότητα καὶ τὴν θερμότητα τοῦ τόπου. οἱ γὰρ ἐν θερμοτέρᾳ χώρᾳ οἰκοῦντες ἄνθρωποι βαρυφωνότεροί εἰσι τῶν ἐν ψυχροτέρᾳ οἰκούντων· τοῦτο δὲ καὶ ἐπὶ πτηνῶν καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσα φθέγγεται, συμβέβηκε. τὸ γὰρ θερμὸν πνεῦμα διὰ παχύτητα ἔχει γὰρ ἐγκαταμεμιγμένον πολὺ τὸ γεῶδες, ἤτοι τὴν ξηρὰν ἀναθυμίασιν, ὃ πολὺ ὂν ποιεῖ αὐτὸ ἅμα καὶ βαρὺ καὶ παχύ) διὰ οὖν παχύτητα καὶ δηλονότι καὶ βαρύτητα βραδέως κινούμενον ποιεῖ βαρυφωνίαν· τὸ δὲ ψυχρὸν τοὐναντίον ὀξυφωνίαν. δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῶν αὐλῶν καὶ τῶν αὐλούντων· τῶν γὰρ διὰ τῶν αὐλῶν αὐλούντων οἱ θερμότερον πνεῦμα προϊέμενοι ὁποῖον οἱ αἰάζοντες, βαρύτερον αὐλοῦσιν. τοῦ δὲ τραχεῖαν εἶναι καὶ λείαν τὴν φωνὴν καὶ ὅλως πάσης τῆς τοιαύτης ἀνωμαλίας αἰτία ἡ τραχεῖα ἀρτηρία· ταύτην γὰρ εἶπεν ὄργανον, δι’ οὗ φέρεται ἡ φωνή. ὅτι δὲ τραχύτητα ἐμποιεῖ, ὅταν ἐγγένηται ὑγρότης ἐν αὐτῇ, δῆλον. ἡ μὲν γὰρ μαλακὴ ἀρτηρία δύναται ταμιεύεσθαι, τουτέστιν ἄριστα συστέλλεσθαι καὶ εὐρύνεσθαι καὶ ὅλως παντοδαπὴ γίνεσθαι· εὐκάμπτου δὲ αὐτῆς οὔσης ἡδίστη γίνεται ἡ φωνὴ καὶ τὴν ἀκοὴν ἡδύνουσα. τὸ δὲ ταμιεύεται καὶ ηὰρ ῥᾳδίως τοῦ πνεύματος οὕτως ἀνα|γνωστέον καὶ γὰρ ῥᾳδίως ταμιεύεται τοῦ πνεύματος. ἔστι δὲ τὸ λεγόμενον ‘καὶ γὰρ ῥᾳδίως ὑπὸ τοῦ πνεύματος κάμπτεταί τε καὶ παντοδαπὸν γίνεται, ἤτοι μέγα καὶ μικρόν· ἡ δὲ σκληρότης ἀταμίευτον᾿. Eἴρηκε μὲν οὖν περὶ αὐτῶν καὶ Δημόκριτος, καλῶςδὲ εἴρηκεν. Περὶ μὲν οὖν τοῦ τίνος ἕνεκα] τοὺς προσθίους ὀδόντας πίπτειν καὶ πάλιν ἄλλους φύειν λέγει εἰρηκέναι καὶ Δημόκριτον, οὐ καλῶς δὲ διὰ τὸ τὴν αἰτίαν ἣν ἀπέδωκε μὴ ἐφαρμόζειν ἐπὶ πάντων μηδ’ εἶναι καθόλου. ἔλεγεν οὖν ὁ Δημόκριτος πίπτειν αὐτοὺς διὰ τὸ πρὸ ὥρας καὶ παρὰ φύσιν φύειν τότε καθ’ ὃν καιρὸν καὶ φύουσιν ἄρχονται δὲ φύειν ὡς εἰπεῖν ἐν τῷ δευτέρῳ ἔτει τῆς ἡλικίας οἱ ἄνθρωποι)· πρὸ ὥρας οὖν, φησί, φύουσιν, τὸ δὲ πρὸ ὥρας καὶ παρὰ φύσιν οὐ θέλει μένειν ἐπὶ πολύ. τὸν δὲ κατὰ φύσιν καιρὸν τῆς τῶν ὀδόντων ἐκφύσεως τὸν τῆς ἥβης εἶναι ἔλεγεν. ἔστι δὲ ὁ τῆς ἥβης χρόνος τὸ ἕβδομον καὶ ὄγδοον ἔτος τῆς ἡλικίας καὶ ἐφεξῆς ἄχρι τοῦ ὀκτωκαιδεκάτου ἢ καὶ εἰκοστοῦ. τοῦ δὲ πρὸ ὥρας καὶ παρὰ φύσιν φύειν ᾐτιᾶτο τὸ θηλάζειν· διότι γάρ, φησί, θηλάζουσι, βλαστάνουσι. μήποτε δὲ οὐχ ἀπλῶς αὐτὸ τὸ θηλάζειν Δημόκριτος ᾐτιᾶτο, ἀλλὰ διὰ τοῦ θηλάζειν τὸ γάλα ᾐνίττετο· τὸ γὰρ γάλα θερμὸν ὄν, ὡς καὶ Ἀριστοτέλης μετ’ ὀλίγον ἐρεῖ, ποιεῖ βλαστάνειν τοὺς ὀδόντας· αὐξητικὸν γὰρ τὸ θερμόν, διὸ καὶ τὰ θερμοτέρῳ χρώμενα γάλακτι θᾶττον ὀδοντοφυεῖ. θεὶς δὴ τὴν Δημοκρίτειον δόξαν ἐνίσταται πρὸς αὐτὴν λέγων ἱεῖ διὰ τὸ θηλάζειν συμβαίνει παρὰ φύσιν φύειν τοὺς ὀδόντας, καὶ ἐπὶ τούτῳ πίπτουσι, θηλάζει καὶ ὗς καὶ πάντα τὰ καρχαρόδοντα· εἰ δὲ τοῦτο, παρὰ φύσιν ἄρα καὶ πρὸ ὥρας καὶ οἱ τούτων ὀδόντες φύουσιν· ἔδει οὖν πίπτειν, οὐ πίπτουσι δέ. Ἐπεὶ δὲ τὴν φύσιν ὑποτιθέμεθα, ἐξ ὧν ὁρῶμεν ὑπο- τιθέμενοι. Τοῦτο τὸ ἐπιχείρημα ἅμα τε πρὸς τὴν Δημοκρίτειον ἐνίσταται δόξαν καὶ ἅμα συγκατασκευάζει ὅτι οὐκ ἔστι παρὰ φύσιν ἐν τῷ καιρῷ τοῦ θηλάζειν ἡ τῶν ὀδόντων ἔκφυσις, ἀλλὰ καὶ λίαν κατὰ φύσιν. λέγει οὖν ‘ἐπειδὴ ἡ φύσις οὔτε ἐλλείπει, τουτέστιν οὔθ’ ὕστερον τοῦ προσήκοντος καιροῦ, οὔτε πρότερον ποιεῖ τι τῶν ἐνδεχομένων περὶ ἕκαστον, ἀλλὰ πάντα ἐν τῷ ἁρμό- ζοντι καιρῷ ἀποδίδωσιν, ἀνάγκη δὲ μετὰ τὴν τοῦ γάλακτος ἀπόλαυσιν, τουτέστι μετὰ τὸ παύσασθαι τοῦ θηλάζειν ἀνάγκη ἔχειν ὄργανα πρὸς τὴν τῆς τροφῆς ἐργασίαν, εἴπερ παρὰ φύσιν εἰσὶν οἱ ὀδόντες ἐν τῷ τρίτῳ καὶ τετάρτῳ πέμπτῳ τε καὶ | ἕκτῳ ἔτει τῆς ἡλικίας, ὡς ὁ Δημόκριτος βούλεται, κατὰ φύσιν δὲ πρὸς ἥβην, ἐνέλιπεν ἄν ἡ φύσις τῶν ἐνδεχομένων αὐτῇ τι ποιεὶν'. ὑποκείσθω δὴ φύειν τοὺς ὀδόντας ἀπὸ τοῦ ἑβδόμου ἔτους καὶ ἐφεξῆς, ἐπειδὴ κατὰ τὸν Δημόκριτον οὖτός ἐστιν ὁ κατὰ γύσιν χρόνος τῆς ὀδοντοφυΐας, ὥστε ενἶναι τὰ παιδία ἀπὸ τῆς γενέσεως ἄχρι τοῦ ἑβδόμου ἔτους νωδά· ἐπεὶ οὖν τὸ μακρότατον ἄχρι τοῦ τρίτου χρόνου θηλάζουσιν, εἶτα παύονται, ἐν τῷ τετάρτῳ πέμπτῳ ἕκτῳ πῶς ἂν ἐτρέφετο ὄργανα μὴ ἔχοντα πρὸς τὴν τῆς τροφῆς ἐργασίαν; ὥστε τὸ τοιοῦτον ἔργον τῆς φύσεως, ἤτοι τὸ ὀδόντας ἔχειν καὶ ἐντὸς τοῦ ὑβδόμου χρόνου, κατὰ φύσιν ὑπάρχον συμβαίνει μὴ κατὰ φύσιν εἶναι, ἀλλὰ παρὰ φύσιν κατὰ τὸν Δημόκριτον, εἴπερ βίᾳ κατ' ἐκεὶνον τὸν καιρόν, ὥς φησι, φύουσι, πᾶν δὲ τὸ βίᾳ παρὰ φύσιν. Ἐκ μὲν οὖν τοῦ μείζονος πλείω ἀναγκαῖον ἐπιρρεῖν τροφήν, ἐκ δὲ τοῦ ἐλαττονος στενωτέραν. Τὸ στενωτέραν ἴσον ἐστὶ τῷ ὀλιγωτέραν. λέγει δὲ βραδύτερον γίνεσθαι τοὺς γομφίους διὰ τὸ πολλὴν τροφὴν ἐπιρρεῖν ἐκ τοῦ ὀστοῦ, ἐν ᾦ εἰσι, τὸ δὲ πολὺ δυσκατέργαστον. λέγει δὲ πάλιν φύειν τοὺς προσθίους πεσόντας διὰ τὸ τότε ὅτε πίπτουσιν ἔτι καὶ τὸ ὀστοῦν, ἐν ᾦ εἰσι, φύειν καὶ αὔξειν. οὕτω γὰρ ἔλεγε καὶ περὶ τῶν χελιδόνων ὅτι ἄν τις τὰ ὄμματα αὐτῶν κεντήσῃ μεκρῶν ὄντων τῶν νεοττῶν, πάλιν γίνεται· γινόμενα γάρ ἐστιν ἀλλ' οὐ γεγενημένα. γύουσιν οὖν διά τε τὸ ἔτι φύειν τὸ ὀστοῦν καὶ διὰ τὸ ἔτι ὥραν εἶναι γίνεσθαι τοὺς ὀδόντας. σημεῖον δὲ τοῦ ἔτι ὥραν εἶναι ὀδοντοφυΐας ὅτι καὶ οἱ πλατεῖς γίνονται πολὺν χρόνον· ἄχρι γὰρ τοῦ εἰκοστοῦ χρόνου ὤραν ἔχουσιν ἔκφύσεως. ἐνίοις δέ, φησί, καὶ γηράσκουσι γεγένηνται οἰ ἔσχατοι διὰ τὸ πολλὴν εἶναι τροφὴν ἐν τῇ εὐρυχωρίᾳ τοῦ ὀστοῦ, τὸ δὲ πολὺ δυσκατεργαστότατον καὶ βραδέως ἀγόμενον εἰς ὃ σπεύδει αὐτὸ ἡ φύσις ἀγαγεῖν. Δημόκριτος δὲ τὸ οὗ ἕνεκα ἀφεὶς λέγειν πάντα ἀνάγει οἶς χρῆται ἡ γύσις οὖσι μὲν τοιούτοις. Οἷς χρῆται ἡ φύσις λέγει τὰ ὄργανα· τοιούτοις δὲ ἤτοι φυσικοῖς, ὀργάνοις μέντοι καὶ ἄλλου ἕνεκα. ἐστι δὲ ὃ λέγει τοιοῦτον ταφεὶς ὁ Δημόκριτος τὴν κυριωτάτην αἰτίαν ἀποδιδόναι ἀνάγει πάντων τὸ εἶναι εἰς τὰ ὄργαν’. εἶπε γὰρ καὶ πρότερον ὅτι Δημόκριτος τοῦ ἐσχισμένον εἶναι τὸν πνεύμονα αἴτιον εἶναι ἀπεφήνατο τὸ ἀναπνεόμενον πνεῦμα, καὶ ὅλως ἅπαντα τὰ ὄντα καὶ γινόμενα ἀνάγει εἰς τὰ ὄργανα. ὥστε γίνεσθαι μέν, φησί, διὰ τοῦ θηλάζειν ὡς δι’ ὀργάνου ὀδόντων] τὴν ὀδοντοφυίαν, ἄλλο δέ τι διὰ τοῦ πνεύμονος ὁμοίως ὡς δι’ ὀργάνου, καὶ ἄλλο δι’ ἄλλου οὐθὲν κωλύει, ἀλλ’ οὐ διὰ ταῦτα προηγουμένως, ἀλλὰ διὰ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα. ὅμοιον οὖν πρὸς τὴν ἑκάστου γένεσιν τὸ αἰτιᾶσθαι τὰ ὄργανα, ὥσπερ εἴ τις ἔροιτο διὰ τί τὸ αἷμα ἐκ τῆς φλεβὸς ῥεῖ, εἰπεῖν ὅτι διὰ τὸ τὸν σίδηρον τεμεῖν αὐτήν, ἢ ὡς αὐτός φησι, διὰ τί τὸ ὕδωρ ἐκ τῶν σαρκῶν ῥεῖ τοῦ ὑδρωπιῶντος, εἰπεῖν ὅτι τὸ μαχαίριον ἔτεμεν. οὐ γὰρ διὰ τοῦτο ταῦτα γίνεται, ἥ τε τοῦ αἵματος καὶ ἡ τοῦ ὕδατος ῥύσις, ἀλλὰ διὰ τὸ ὑγιαίνειν, οὗ ἕνεκα τὸ μαχαίριον ἔτεμεν. ἐνταῦθα πεπλήρωται καὶ τὸ παρὸν βιβλίον καὶ ἡ παροῦσα πραγματεία Περὶ ζῴων γενέσεως καὶ αἱ εἰς αὐτὴν σχολαί.

---

John Philoponus, In Libros De Generatione Animalium Commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg007.local001/.
