# Anthologium 2.105.4

Joannes Stobaeus Anthologus, Anthologium, 2.105.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.105.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.105.4

Οὐ μὲν γὰρ θεοὶ τ' εἰσὶ καὶ ἀνθρώπων ἐπιμελοῦνται, ἐγὼ οὐ παντάπασιν φαῦλως ἂν ἡμῖν φαίνῃ ἀποδεδείχθαι· τὸ δὲ παραυτῆτοὺς αὐτοὺς εἶναι τοῖς ἀδικοῦσι, δεχομένους δῶρα, οὔτε τινὶ συγχωρητέον παντὶ τ' αὐτὰ κατὰ δύναμιν τρόπῳ ἐλεγκτέον. - Κάλλιστ' εἶπες· ποιωμέν τε ὡς λέγεις. - Φέρε καὶ πρὸς θεῶν αὐτῶν, τίνα τρόπον παραυτῆτοί γίγνονται ἂν ἡμῖν, εἰ γίγνοντο αὐτ; καὶ τίνες ἢ ποιοὶ τινες ὄντες; ἄρχοντας μὲν ἀναγκαῖόν που γίγνεσθαι τοὺς γε διοικήσαντας τὸν ἅπαντα ἐνδελεχῶς οὐρανόν. - Οὕτως. - Ἄλλ' ἄρα τισὶ προσφέρεσ τῶν ἄρχόντων; ἢ τίνες , ὧν δυνατὸν ἡμῖν ἀπεικάζουσι τυγχάνειν μειζόνων ἐλάττονας; πότερον ἡνίοχοί τινες ἂν εἶεν τοιούτοι ζευγῶν ἀμιλλωμένων, ἢ πλοίων κυβερνήται; τάχα δὲ κἂν ἀπεικασθείεν στρατοπέδων ἄρχουσί τισιν. Εἴη δ' ἂν καὶ νόσων πόλεμον ἐιλαβουμένοις ἰατροῖς ἔοικέναι περὶ σώματα, ἢ γεωργοῖς περὶ φυτῶν γένεσιν, εἰωθυίας ὥρας χαλεπὰς διὰ φόβων προσδεχομένοις, ἢ καὶ ποιμνίων ἐπιστάταις. Ἐπειδὴ γὰρ ξυνεχωρήκαμεν ἡμῖν αὐτοῖς εἶναι τὸν οὐρανὸν μεστον μὲν πολλῶν ἀγαθῶν, πολλῶν δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μαχὴ δή, φамέν, ἀθάνατός ἐστιν ἢ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
