# Anthologium 2.128.2

Joannes Stobaeus Anthologus, Anthologium, 2.128.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.128.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.128.2

17ᵇ Πλάτωνος Νόμων δ’ (p. 709ᵃ). Ὡς οὐδεὶς ποτε ἀνθρώπων οὐδὲν νομοθετεῖ, τύχαι δὲ καὶ συμφοραὶ παντοῖαι πίπτουσαι παντοίως νομοθετοῦσιν ἀπαντα ἡμῖν. ἡ γὰρ πόλεμός τις βιασάμενος ἀνέτρεψε πολιτείας καὶ μετέβαλε νόμους, ἡ πενίας χαλεπῆς ἀπορία· πολλὰ δὲ καὶ νόσοι ἀναγκάζουσι καινοτομεῖν, λοιμῶν τε ἐμπιπτόντων καὶ χρόνον ἐπὶ πολὺν ἐνιαυτῶν πολλῶν πολλάκις ἀκαιρίαι. Ταῦτα δὴ πάντα προοιδὼν τις ἄρξειεν ἂν εἰπεῖν ὅπερ ἐγὼ νῦν δή, θνητὸν μὲν μηδένα νομοθετεῖν μηδὲν, τύχας δ’ εἶναι σχεδὸν ἀπαντα τὰνθρωπίνα πράγματα· τὸ δ’ ἔστι περὶ ναυτιλίαν καὶ κυβερνητικὴν καὶ ἰατρικὴν καὶ στρατηγικὴν πάντα ταῦτ’ εἰπόντα δοκεῖν εὖ λέγειν· ἀλλὰ γὰρ ὅμως αὖ καὶ τόδε ἐστὶν εἰ λέγοντα λέγειν ἐν τοῖς αὐτοῖς τούτοις. — Τὸ ποῖον; — Ὡς θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰνθρωπίνα διακυβερνῶσι ξύμπαντα. Ἡμερώτερον μὲν τρίτον συγχωρῆσαι τούτοις δεῖν ἐπεσθαι τέχνην· καιρῷ γὰρ χειμῶνος συλλαβέσθαι κυβερνητικὴν ἢ μή, μέγα πλεονέκτημα ἐγὼγ’ ἂν θείην. ἢ πῶς; — Οὕτως. — Οὐκοῦν καὶ τοῖς ἄλλοις ὡσαύτως κατὰ τὸν αὐτὸν ἂν ἔχοι λόγον;

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
