# Anthologium 2.150.1

Joannes Stobaeus Anthologus, Anthologium, 2.150.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.150.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.150.1

γίγνεσθαι διὰ χρόνου οὔτε γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νῦν οὐδ’ εἰσαῦθις ἔσεσθαι, τὸ παράπαν τε οὐδὲν ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσήψεν, ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη. Καὶ πρὸς τούτοις ἐπὶ τὰ τοιάδε, τὸ 5 τε γεγονὸς εἶναι γεγονὸς καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον, ἐπὶ τε τὸ γενησόμενον εἶναι γενησόμενον καὶ τὸ μὴ ὂν μὴ ὂν εἶναι· ὧν οὐδὲν ἀκριβῶς λέγομεν. Περὶ μὲν οὖν τούτων τάχ’ ἂν οὐκ ἂν εἴη καιρὸς προέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι. Χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν, 10 ἄν’ ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἂν ποτε λύσις τις αὐτῶν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τῆς αἰωνίας φύσεως, ἣν ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ἦ. Τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰωνᾶ ἐστιν ὧν· ὁ δ’ αὐ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονὼς τε καὶ ὢν καὶ ἔσόμενος. 15 Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνον γένεσιν, ἵνα γεννηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἔχοντα ἐπίπλην ἄστρα πλανητὰ εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε. Σώματα δὲ αὐτῶν ἐκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς, ὡς ἡ 20 ἑατέρου περίοδος ἡεῖν, ἑπτὰ οὖσας, ὄντα ἑπτὰ· σελήνην μὲν εἰς τὸν περὶ γῆν πρῶτον, ἥλιον δ’ εἰς τὸν δεύτερον ὑπὲρ γῆς, Ἐωσφόρον δὲ καὶ τὸν ἑορὸν Ἑρμοῦ λεγόμενον εἰς τὸν τάχει μὲν ἰσόδρομον ἡλίῳ κύκλον ἰόντας, τὴν δ’ ἐναντίαν εἰληχότας αὐτῷ δύναμιν· θέν καταλαμβάνουσι 25 τε καὶ καταλαμβάνονται κατὰ ταῦτα ὑπ’ ἀλλήλων ἥλιός τε καὶ ὁ τοῦ Ἑρμοῦ καὶ Ἐωσφόρος. Τὰ δ’ ἄλλα οἱ δὴ

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
