# Anthologium 2.199.2-2.201.1

Joannes Stobaeus Anthologus, Anthologium, 2.199.2 to 2.201.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.199.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.199.2

\<ΑΣΚ.\> Ἀναντίρρητος ὁ λόγος, ὦ Τρισμέγιστε. Τὸν οὖν τόπον, ἐν ᾧ κινεῖται τὸ πᾶν, τί εἴπωμεν; \<ΕΡΜ.\> Ἄσωματον, \<ὡ\> Ἄσκληπιέ. \<ΑΣΚ.\> Τὸ οὖν ἄσωματον ἐστι; \<ΕΡΜ.\> Νοῦς \<καὶ λόγος\>, ὅλος ἐξ ὅλου ἑαυτὸν ἐμπερέχων, ἐλεύθερος σώματος παντός, ἀπλανής, ἀπαθής, ἀναφής, αὐτὸς ἐν ἑαυτῷ ἐστώς, συγχωρητικὸς πάντων καὶ σωτήριος τῶν ὄντων, οὐ ὡςπερ ἀκτῖνες εἰσι τὸ ἀγαθόν, ἡ ἀλήθεια, τὸ ἀρχέτυπον φῶς, τὸ ἀρχέτυπον τῆς ψυχῆς. ΑΣΚ. Ὁ οὖν θεὸς τί ἐστιν; ΕΡΜ. Ὁ μηδὲ ἐν τούτων ὑπάρχων, ὧν δὲ καὶ τοῦ εἶναι τούτοις αἴτιος καὶ πᾶσι καὶ ἐνὶ ἑκάστῳ τῶν ὄντων πάντων. Ἐπίκουρος ὀνόμασι [πᾶσιν] παραλλάττειν κενόν, τόπον, χώραν. Οἱ Πυθαγόρου ἔκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ. Οἱ Στωικοὶ εἶναι κενόν, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται ὁ κόσμος, ἄπειρον ὄν. Ποσειδώνιος ἔφησε τὸ ἔκτὸς τοῦ κόσμου οὐκ ἄπειρον, ἀλλ’ ὅσον αὐτάρκης εἰς διάλυσιν. Πλάτων τόπον εἶναι τὸ μεταληπτικὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μεταφορικῶς τὴν ὕλην, καθάπερ τινὰ τιθήνην καὶ δεξαμενήν. — Κενὸν δὲ μὴ εἶναι μήτε ἔκτὸς τοῦ κόσμου, μήτε ἐν τῷ κόσμῳ. Λέγει γὰρ ἐν τῷ Τιμαίῳ (p. 32ᶜ—33ᴬ) οὕτως· „Τῶν δὴ τεττάρων ἐν ὅλον ἕκαστον εἴληφεν ἢ τοῦ κόσμου οὐσία· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ συνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἐξώθεν ὑπολιπών, τάδε διανοηθείς, πρῶτον μέν, ἵνα ὅλον ὃ τι μάλιστα ζῷον τέλειον ἐκ τελείων τῶν ΕΚΔΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ μερῶν εἴη· πρὸς δὲ τούτοις ἐν ᾧτε οὐχ ὑπολελειμμένων ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτ᾽ ἂν. — (ibid. p. 33b) Αεἰον δὲ κύκλῳ πᾶν ἐξωθεν αὐτὸ ἀπηκριβώτο πολλῶν χάριν. Ὁμμάτων τε γὰρ ἐπεδείτο οὐδέν, ὁρατῶν [τε] γὰρ οὐθέν ἐξωθεν ἐπελείπετο· οὐδ᾽ ἀκοῆς, οὐδὲ ἀκουστών· πνεῦμα τε οὐκ ἦν περιεστῶς δεόμενον ἀναπνοῆς.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
