# Anthologium 2.201.3

Joannes Stobaeus Anthologus, Anthologium, 2.201.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.201.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.201.3

Χρυσίππου. Τόπον δ᾽ εἶναι ὁ Χρύσιππος ἀπεφαινέτο τὸ κατεχόμενον δι᾽ ὅλου ὑπὸ ὄντος ἢ τὸ οἷόν κατέχεσθαι ὑπὸ ὄντος καὶ δι᾽ ὅλου κατεχόμενον εἴτε ὑπὸ τινὸς ὑπὸ τινῶν. Ἕαν δὲ τοῦ οἷον τε κατέχεσθαι ὑπὸ ὄντος τι μὲν κατέχηται, τι δὲ μή, τὸ ὅλον κενὸν ἔσεσθαι οὔτε τόπον, ἕτερον δὲ τι οὐκ ὀνομασμένον· τὸ μὲν γὰρ κενὸν τοῖς κενοῖς ἀγγείοις λέγεσθαι παραπλησίως, τὸν δὲ τόπον τοῖς πλήρεσι· χώραν δὲ πότερον τὸ μείζον οἷόν τε κατέχεσθαι ὑπὸ ὄντος καὶ οἷον μείζον ἀγγείον σώματος, ἢ τὸ χωροῦν μείζον σῶμα; Τὸ μὲν οὖν κενὸν ἄπειρον εἶναι λέγεσθαι· τὸ γὰρ ἐκτὸς τοῦ κόσμου τοιοῦτ᾽ εἶναι· τὸν δὲ τόπον πεπερασμένον διὰ τὸ μηδὲν σῶμα ἄπειρον εἶναι. Καθ᾿ἀπερ δὲ τὸ σωματικὸν πεπερασμένον εἶναι, οὕτως τὸ ἀσώματον ἄπειρον, ὅ τε γὰρ χρόνος ἄπειρος καὶ τὸ κενόν. Ὡσπερ γὰρ τὸ μηδὲν οὐδὲν ἐστι πέρας, οὕτως οὐδὲ τοῦ μηδενός, οἷόν ἐστι τὸ κενόν. Κατὰ γὰρ τὴν αὐτοῦ ὑπόστασιν ἄπειρόν ἐστι· περατοῦται δ᾽ αὐ τοῦτο ἐκπληρούμενον· τοῦ δὲ πληρουντος ἀρξέντος οὐκ ἔστιν αὐτοῦ νοῆσαι πέρας.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
