# Anthologium 2.210.1-2.212.1

Joannes Stobaeus Anthologus, Anthologium, 2.210.1 to 2.212.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.210.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.210.1

ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ΚΑΙ ΦΘΟΡΑΣ. Παρμενίδης καὶ Μέλισσος ἀνῃροῦν γένεσιν καὶ φθορὰν διὰ τὸ νομίζειν τὸ πᾶν ἀκίνητον. 1b Ἡράκλειτός φησιν, ὅτι πάντα χωρεῖ καὶ οὐδὲν μένει· καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει ὡς δις εἰς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης. Πλάτων φθαρτὸν μὲν τὸν κόσμον, ὅσον ἐπὶ τῇ φύσει, αἰσθητὸν γὰρ εἶναι, διότι καὶ σωματικόν, οὐ μὴν φθαρησόμενον γε προνοίᾳ καὶ συνοχῇ θεοῦ. Ἐμπεδοκλῆς, Ἀναξαγόρας, Δημόκριτος, Ἐπίκουρος καὶ πάντες, ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι, συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως. Οὐ γὰρ κατὰ τὸ ποιὸν ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ ταύτας γίνεσθαι. Πυθαγόρας καὶ πάντες, ὅσοι παθητὴν τὴν ὕλην ὑποτίθενται, κυρίως γενέσεις καὶ φθορὰς γίνεσθαι· ἐκ γὰρ ἀλλοιώσεως τῶν στοιχείων καὶ τροπῆς καὶ ἀναλύσεως [γενέσεως καὶ φθορᾶς] παράθεσιν καὶ μῖξιν, κράσιν τε καὶ σύγχυσιν γίνεσθαι. Ζήνωνι καὶ Κλεάνθει καὶ Χρυσίππῳ ἀρέσκει τὴν οὐσίαν μεταβάλλειν ὥσον εἰς σπέρμα τὸ πῦρ, καὶ πάλιν ἐκ τούτων τοιαύτην ἀποτελεῖσθαι τὴν διακόσμησιν, p. 44 c. οἷα πρότερον ἦν. Παναίτιος πιθανωτέραν εἶναι νομίζει καὶ μᾶλλον ἀρέσκουσαν αὐτῷ τὴν αἰδιότητα τοῦ κόσμου [416] ἢ τὴν τῶν ὅλων εἰς πῦρ μεταβολήν. Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην μέρος τοῦ κόσμου παθητικὸν ἀπεφαίνετο, ἐν ᾧ καὶ τὰ περιίγια κηραίνεται. Ξενοφάνης, Παρμενίδης, Μέλισσος ἀγέννητον καὶ ἀίδιον καὶ ἄφθαρτον τὸν κόσμον. [Καὶ] οἱ φάμενοι δὲ τὴν διακόσμησιν αἰώνιον ὑπάρχειν περιοδευτικοὺς εἶναι φασὶ χρόνους, καθ’ οὓς κατὰ ταῦτα καὶ ὡσαύτως γίγνεσθαι πάντα καὶ τὴν αὐτὴν διασώζεσθαι τοῦ κόσμου διάταξιν τε καὶ διακόσμησιν. Ἀναξιμάνδρος, Ἀναξιμένης, Ἀναξαγόρας, Ἀρχέλαος, Διογένης, Λεύκιππος φθαρτὸν τὸν κόσμον. Καὶ οἱ Στωικοὶ φθαρτὸν τὸν κόσμον, κατ’ ἐκπύρωσιν δέ. Ἐμπεδοκλῆς τὸν κόσμον <γίνεσθαι καὶ> φθείρεσθαι κατὰ τὴν ἀντειχράτειαν τοῦ νεῖκους καὶ τῆς φιλίας. [418] Δημόχρητος φθεῖρεσθαι τὸν κόσμον τοῦ μειζόνος τὸν μικρότερον νικῶντος. Ἐπίκουρος πλείστοις τρόποις τὸν κόσμον φθεῖρεσθαι· καὶ γὰρ ὡς ζῶν καὶ ὡς φυτὸν καὶ πολλάκις.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
