# Anthologium 2.229.8-2.230.8

Joannes Stobaeus Anthologus, Anthologium, 2.229.8 to 2.230.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.229.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.229.8

ὀξειῶν· τὸ δὲ δι’ ὀξειῶν μείζον τὰς συλλαβὰς ἐποχόδῳ· ἐντι γὰρ ἀπὸ ὑπάτας ἐπὶ μέσαν συλλαβά, ἀπὸ δὲ μέσας ὑπέσχου δηλῶσαι περὶ τῶν τριάκοντα ἐξ δεκανῶν, νῦν μοι <ΕΡΜ.> Ἔφασμέν που, ὦ τέκνον, περιεκτικὸν τῶν ἀπάντων εἶναι σῶμα· ἐννόησον οὖν καὶ αὐτὸς ὡσπερ κυκλοειδὲς σχῆμα· καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν. Τοιοῦτον σχῆμα νοῶ οὕτως ὡς λέγεις, ὦ πάτερ. <ΕΡΜ.> Ὑπὸ δὲ τὸν κύκλον τοῦ σώματος τούτου τετάχθαι τοὺς τριάκοντα ἐξ δεκανοὺς, μέσους τοῦ παντὸς κύκλου τοῦ ζῳδιακοῦ, διοριζοντας ἀμφοτέρους τοὺς 472 κύκλους, καὶ ὡσπερ ἐκεῖνον μὲν κουφίζοντας τὸν ζῳδιακόν, [καθορίζοντας,] συμφερομένους τοὺς πλάνησι, καὶ ἰσοδυναμεῖν τῇ τοῦ παντὸς φορᾷ κατὰ τὸ ἐναλλάξ τοὺς <Θ'> ἑπτὰ· καὶ τὸ μὲν περιεκτικὸν ἐπέχειν σῶμα (ἔσχατον γὰρ ἂν ἦν ἐν τῇ φορᾷ, αὐτὸ καθ’ αὐτὸ ὄν, τῇ τάχει)· ἐπισπεύδειν δὲ τοὺς ἑπτὰ ἄλλους κύκλους διὰ τὸ βραδυ- 470 <ΕΡΜ.> Οὐδεὶς φθόνος, ὦ Τάτ, καὶ ὁ κυριώτατος πάντων λόγος καὶ χορυφαιότατος οὕτος ἂν εἴη· σὺ δὲ νόει οὕτως. Ἔφασμέν σοι περὶ τοῦ ζῳδιακοῦ κύκλου, τοῦ καὶ ζωοφόρου, καὶ τῶν πέντε πλανητῶν καὶ ἡλίου καὶ σελήνης καὶ τοῦ ἑκάστου τούτων κύκλου. Ἔφησ γάρ, ὦ Τρισμέγιστε. <ΕΡΜ.> Οὕτως βούλομαι σε νοεῖν καὶ περὶ τῶν τριάκοντα ἐξ δεκανῶν μεμνημένον ἐκείνων, ἵν’ εὐγνώστός σοι καὶ ὁ περὶ τούτων λόγος γένηται. Μέμνημαι, ὦ πάτερ. τέραν κίνησιν κινεῖσθαι τοῦ παντὸς κύκλου. Ὡςπερ οὖν 5 ἀνάγκη αὐτοὺς κινεῖσθαι καὶ τοῦ παντός. Νοήσωμεν οὖν καὶ [τὰς] τῶν ἑπτὰ καὶ παντὸς τὸν κύκλον, μᾶλλον δὲ τὰ ἐν κόσμῳ ἅπαντα ὡςπερεὶ φύλακας αὐτοὺς περιἵστασθαι, καὶ συνέχοντας τὰ πάντα καὶ τηροῦντας τὴν τῶν πάντων ἐντάξιν.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
