# Anthologium 2.270.2-2.272.18

Joannes Stobaeus Anthologus, Anthologium, 2.270.2 to 2.272.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.270.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.270.2

Καὶ ταῦτα, ὅπως ἂν τύχῃ, ἀπὸ τῆς ἰδέας ἐπικληζέσθαι ἕκαστον, κομήτας μὲν, ἀφ’ ὧν ὥσπερ κόμη ἐς τὰ κύκλῳ ἀπολάμπει αὐγὴ πυρός· πωγωνίας δὲ ἀφ’ ὧν ἐς πώ- γυνος σχῆμα ἀπήρηται αὐγὴ ἐς τὸ ἐπιθάτερα· πείθους 5 δὲ ὅσα μεγάλα, κυκλωτερὴ καὶ τι καὶ βάθους ἐν σφισιν ἐξέφηνε· δοκοὺς δὲ αὐ καὶ λαμπάδας καθ’ ὁμοιότητα τοῦ εἴδους <ἐφ’ ὧ>τω ἐπιφημίζονται. „Φαίνεται δὲ τούτων ἕκαστον καὶ ἐσπέριον καὶ ἑῴον, τὰ δὲ καὶ ἀμφιφανὴ φαίνεται. Ἀμφιφανῆ δὲ κληζουσιν, ὅσα περὶ πρωτα τῆς νυκτὸς φανέντα πρὸς δύσει, ἔπειτα ἐν τῇ αὐτῇ νυκτί, πρὶν ἡμέραν ἐπιλαβεῖν, ἐφθὴ ἀνασχόντα“. ΠΕΡΙ ΒΡΟΝΤΩΝ ΑΣΤΡΑΠΩΝ ΚΕΡΑΥΝΩΝ ΠΡΗΣΤΗΡΩΝ ΤΥΦΩΝΩΝ. 1 <Aetii (III 3, 1—11. 13. 14. 15. 12 p. 367, 22 Diels.)> 10 Ἀναξιμάνδρος ἐκ τοῦ πνεύματος ταῦτ’ εἶπε συμβαίνειν· ὅταν γὰρ περιληφθὲν νέφει παχεῖ βιασάμενον ἐκπέσῃ τῇ λεπτομερείᾳ καὶ χυηρότητι, τόθ’ ἡ μὲν ὀξὺς τὸν ψόφον, ἡ δὲ διαστολὴ παρὰ τὴν μελανείαν τοῦ νέφους τὸν διαγασμὸν ἀποτελεῖ. Ἀναξιμένης ταῦτα τούτω παρατιθεὶς τὸ ἐπὶ τῆς θαλάσσης, ἥτις σχιζομένη ταῖς χώπαις παρασιλβεῖ. Μιτροδώρος, ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν συνθραύσει τὸν κτύπον ἀποτελεῖ, τῇ δὲ πληγῇ καὶ τῷ σχισμῷ διαγάζει, τῇ δ’ ὀξύτητι τῆς φορᾶς, προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερ- 15 20 νεφῶν κατὰ τὴν κίνησιν. Ἐμπεδοκλῆς ἐμπτῶσιν φωτὸς εἰς νέφος ἐξείργοντος τὸν ἀνθεσιώτα ἀέρα, οὐ τὴν μὲν σβέσιν καὶ τὴν θραύσιν κτύπον ἀπεργάζεσθαι, τὴν δὲ λάμψιν ἀστραπὴν· κεραυνὸν δὲ τὸν τῆς ἀστραπῆς τόνον. Διογένης ἐμπτῶσιν πυρὸς εἰς νέφος ὑγρόν, βροντὴν μὲν τῇ σβέσει ποιῶν, τῇ δὲ λαμπηδόνι τὴν ἀστραπὴν. συναπτιᾶται δὲ καὶ τὸ πνεῦμα. Ἡράκλειτος βροντὴν μὲν κατὰ συστροφὰς ἀνέμων καὶ νεφῶν καὶ ἐμπτώσεις πνευμάτων εἰς τὰ νέφη, ἀστραπὰς δὲ κατὰ τὰς τῶν ἀναθυμιωμένων ἐξάψεις, πρησῖῆρας δὲ κατὰ νεφῶν ἐμπρήσεις καὶ σβέσεις. Λεύκιππος πυρὸς ἐναποληφθέντος νέφεσι παχυτάτοις ἐκπτῶσιν ἰσχυρὰν βροντὴν ἀποτελεῖν ἀποφαίνεται. μότητα, κεραυνοβολεῖ· τοῦ δὲ κεραυνοῦ τὴν ἀσθένειαν εἰς

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
