# Anthologium 2.276.3

Joannes Stobaeus Anthologus, Anthologium, 2.276.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.276.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.276.3

Ἐνεφίας δὲ ἄνεμος, ἐπάν δινούμενος ἐκπέσῃ, νέφους φαγέντος, τυφῶν κλῆζεται. Γίνεται δὲ ἡ δίνη ὡδε· ἐπειδὰν χῶλυμα ἐν τῷ νέφει ἐγχριμφθῇ τὸ μὴ οὖν ἐπ’ 10 εὐθὺ ἐκπεσεῖν τὴν πνοήν, ἀναστρέφεται τε καὶ ἀνειλεῖται ἐς αὐτήν. Εἴργεται δὲ ὑπὸ πάχους νεφέλης ἐπ’ εὐθὺ ἐκπεσεῖν ἢ χρόνος ἀποστρέψαντος ἢ ἀντιπεσοῦσης ἄλλης πνοῆς. Οὕτω τοι καὶ πρὸς ἄλλοτε ἄλλοιαι θύελλαι ἀνα-στρέφονται τε καὶ ἀνειλούμεναι αὖθις ἄνω ἀναφέρον- 15 ται, ἐπειδὰν δὴ ἐγχριμψας τόπος τις γῆς ἀνακόψῃ τῆς πνοῆς τὴν ἐπ’ εὐθὺ ὁρμήν. Καὶ δίναι ἐν τοῖς ποτα-μοῖς ὕδατος ταυτὸ τοῦτό εἰσι· φερόμενον γὰρ εὐθεία τὸ ὕδωρ οὐποτ’ ἂν δινηθεῖν· ἀντιπεσόντος δὲ ἄλλοτε ἄλλον πρὸς τὴν φορὰν ἀναστρέφει ἢ ῥοή, ἀναστραφεῖσα 20 δὲ ἐς κύκλον ἐπικάμπτει ὑπὸ τῇ ῥύμῃ, ὅτι μὴ οἷα τε ἐπ’ εὐθὺ ἐς τὸ ἐμπάλιν ἐκφέρεσθαι. Οἱ δὲ τυφῶνες καὶ τῆς

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
