# Anthologium 2.293.8

Joannes Stobaeus Anthologus, Anthologium, 2.293.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.293.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.293.8

τὰ πελάγη. 6 Τίμαιος ὁ Ταυρομενίτης τοὺς ἐμβάλλοντας τὴν τῆς γῆς διαφορὰν· (ἐν οἷς γὰρ ἂν ἕκαστον ἢ καὶ δι' οἷς ἂν ἕχῃ, τοιοῦτον ἴσχειν τὸν χυλόν, οἷον ἄλυκον ἢ νιτρώδες ἢ πικρὸν ἢ τῶν ἄλλων ὁποιοῦν·) ἢ παρὰ τὴν τῆς καπνώδους καὶ πυρώδους ἀναθυμιάσεως μίξιν· (ἀπολῦθωσι γὰρ καὶ πῆξιν ἄλῶν καὶ νίτρων, ἐπὶ τε βαρύτητος καὶ κουφότητος καὶ παχύτητος καὶ λεπτότητος καὶ τὰς ἄλλας δυνάμεις ἀπεργάζεσθαι τὴν τοῦ θερμοῦ καὶ καπνώδους μίξιν·) ἢ παρὰ τὸν ἄερα. Θερμότητος δὲ καὶ ψυχρότητος καὶ παρὰ τὴν γῆν [μὲν] γίνεσθαι, δι' οἷας ἂν ἕχῃ καὶ ἐν οἷς γίνεται. Θερμὰ μὲν γὰρ τὴν κατακεκαυμένην καὶ τὴν ξηρὰν καὶ τὴν ἀσφαλτώδη ποιεῖν· ψυχρὰ δ', ὡς μὲν ἀπλῶς εἰπεῖν, <εἶναι τὰ ἐν> τοῖς ναματταίοις, ὡς δὲ καθ' ἕκαστα, τὰ κατὰ βάθους [ὡς ἐπίπαν], ὥσπερ καὶ τὰ ἐν τοῖς μεταλλοῖς (πόρρω γὰρ τοῦ ἡλίου), πλὴν ἐὰν πυρώδης ὁ τόπος ἢ· (δεῖ γὰρ ἀφεστάναι τῶν θερμῶν, τοῦ τ' ἐν τῷ ἀέρι καὶ τοῦ ἐν τῇ γῇ)· καὶ τὰ ἐν τοῖς ὑψηλοῖς διὰ τε τὰ πνεύ- [640] ματα καὶ μάλιστα διὰ τὴν τοῦ ἀέρος ψυχρότητα· καὶ ἐν τοῖς συσχοῖς καὶ πνευματώδεσι (ψύχεται γὰρ ὑπ' ἀμφοτέρων, διὸ καὶ κοπέντων δένδρων ἐνία θερμὰ γίνεσθαι)· καὶ τὰ διαπνοὰς ἔχοντα φαραγγώδεσι καὶ ὑπάντρους (τὸ γὰρ πνεῦμα διανλωνίζον ταύτῃ ψύχει, καθάπερ ἐν τοῖς λάκχοις)· καὶ διὰ πάγους ἕδοντα καὶ ἐνίχμου (ψυχρὸν

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
