# Anthologium 2.312.1

Joannes Stobaeus Anthologus, Anthologium, 2.312.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.312.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.312.1

τον πάντα ἐμπνεῖται καὶ ψυχὴν ἴσχει τὰ ζῷα. Ἐκ τοῦ- 5 τὸν καὶ αἱ παράδοξοι νεοχωώσεις τεταγμένως ἀποτελοῦνται, συναραπτόντων μὲν ἀνέμων παντοίων, πιπτόντων δὲ ἐξ οὐρανοῦ χειρανῶν, ὁῃγνυμένων τε χειμῶνων ἐξαισίων. Διὰ τε τούτων τὸ νυτερόν ἐκπλεξόμενον τὸ τε πυρώδες διαπνεόμενον εἰς ὁμόνοιαν ἄγει τὸ πᾶν καὶ καθίστησιν. Ἡ τε γῆ φυτοῖς κομῶσα [κοσμηθεῖσα] παντοδαποῖς, κά- 10 μασί τε περιβρύουσα καὶ περιοχουμένη ζώοις, κατὰ καιρὸν ἐκφύουσα τε πάντα καὶ τρέφουσα καὶ δεχομένη, μυρίας φέρουσα ἰδέας καὶ πόδας, τὴν ἀγήρω φύσιν ὁμοίως τηρεῖ, καίτοι [γῆ] καὶ σεισμοῖς τινασσομένη καὶ πλημμύραις ἐπικλυζομένη πυρκαϊαῖς τε κατὰ μέρος φλογιζομένη. Πάντα δὲ ἔοικεν αὐτῇ πρὸς ἀγαθοῦ γινόμενα τὴν δι’ αἰῶνος σωτηρίαν παρέχειν. Σειομένης τε γὰρ διεξ- 15 ἄττουσιν αἱ τῶν πνευμάτων παρεμπτώσεις κατὰ ὄρηματα τὰς ἀναπνοὰς ἴσχυσαι, καθὼς ἂν λέλεκται, καθαρομένη τε ὀμβροῖς ἀποκλύζεται πάντα τὰ νοσώδη, περιπνεομένῃ δὲ αὖραις τὰ τε ὑπ’ αὐτὴν καὶ τὰ ὑπὲρ αὐτὴν εἰλικρινεῖται. Καὶ μὴν αἱ φλόγες μὲν τὸ παγε- 20 τῶδες λαινοῦσιν, οἱ πάγοι δὲ τὰς φλόγας ἀνίῶσι. Καὶ τῶν ἐπὶ μέρους τὰ μὲν γίνεται, τὰ δὲ ἀκμάζει, τὰ δὲ φθείρεται· καὶ αἱ μὲν γενέσεις ἀνασχοῦσι τὰς φθορὰς, αἱ φθοραὶ δὲ κουφίζουσι τὰς γενέσεις. Μία δὲ ἐκ πάντων περαιωμένη σωτηρία [δὲ] διὰ τέλους ἀντιπαραστα- 25 μένων ἀλλήλοις καὶ τὸ μὲν περικρατούντων τὸ δὲ περικρατουμένων φυλάττει τὸ σύμπαν ἀφθαρτον δι’ αἰῶνος.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
