# Anthologium 2.322.1

Joannes Stobaeus Anthologus, Anthologium, 2.322.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.322.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.322.1

καὶ φύσις, τὸ δὲ πρὸς τι ἐστὶν ἁρμονία καὶ εἶδος καὶ σχῆμα, τὸ δὲ οὗ ἕνεκα τὸ σῶμα· ἕνεκα γὰρ σώματος καὶ χρόνου καὶ τόπου καὶ φύσεως. Ταῦτα δὲ κατὰ συγγενικὴν οἰκειότητα κοινωνεῖ ἀλλήλοις, ἐπεὶ τοι γε τὸ σῶμα ἐδεῖτο τόπον (ἀμήχανον γὰρ ἦν συστήναι σῶμα ἄνευ τόπου) καὶ μεταβάλλεται φυσικῶς, ἀδύνατον δὲ μεταβολὴν εἶναι ἄνευ χρόνου καὶ τῆς κατὰ φύσιν κινήσεως, οὔδὲ σώματος οἷόν τε σύστασιν εἶναι ἄνευ ἁρμονίας. Ἐνεκα τοίνυν τοῦ σώματός ἐστιν ὁ τόπος· παραδεχόμενος γὰρ τὰς τοῦ σώματος μεταβολὰς οὐκ ἐξ ἀπόλλυσθαι τὸ μεταβαλλόμενον· μεταβαλλόμενον δὲ ἀφ’ ἑτέρου εἰς ἕτερον μεταπίπτει καὶ τῆς μὲν ἔξεως στερίσκεται, τοῦ δὲ εἶναι σῶμα συστατὸν οὐχί· μεταβληθὲν δὲ εἰς ἕτερον τὴν τοῦ ἑτέρου ἔξιν ἔχει. Τὸ γὰρ σῶμα, ἢ σῶμα, μένει σῶμα· ἡ δὲ ποία διάθεσις οὐ μένει· τὸ σῶμα τοίνυν κατὰ διάθεσιν μεταβάλλεται. Ἀσώματος τοίνυν ὁ τόπος καὶ ὁ χρόνος καὶ ἡ φυσικὴ κίνησις. Τυχάνει δὲ ἕκαστον τούτων τῆς ἰδίας ἰδιότητος. Ἰδιότης δὲ τοῦ τόπου περιοχή, χρόνου δὲ διάστημα καὶ ἀριθμός, φύσεως δὲ κίνησις, ἁρμονίας δὲ φιλία, σώματος δὲ μεταβολή· ἰδιότης δὲ ψυχῆς ἡ κατ’ οὐσίαν νόησις.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
