# Anthologium 2.325.3

Joannes Stobaeus Anthologus, Anthologium, 2.325.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.325.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.325.3

Ἐνέργειαι γάρ, ὦ Τάτ, ἀσώματοι αὗται οὖσαι, ἐν σώμασιν εἰσιν καὶ διὰ τῶν σωμάτων ἐνεργοῦσι. Διόπερ, ὦ Τάτ, καθότι ἀσώματοί εἰσι, καὶ ἀθάνατους αὐτὰς φημ εἶναι· καθότι δὲ χωρὶς σωμάτων ἐνεργεῖν οὐ δύνανται, φημ αὐτὰς εἶναι ἀεὶ ἐν σώματι. Τὰ γὰρ πρὸς τι ἢ ἐνεκά τινος γεγόμενα προνοίᾳ καὶ ἀνάγκῃ ὑποπεπτωκότα ἀδύνατον ἀρχὰ ποτε μεῖναι τῆς ἰδίας ἐνεργείας. Τὸ γὰρ ὃν ἀεὶ ἔσται, ταὐτὸ γὰρ αὐτοῦ καὶ σῶμα καὶ ζωὴ ἐστι. Τοῦτῳ τῷ λόγῳ ἕπεται τὸ καὶ ἀεὶ τὰ σώματα εἶναι. Διὸ καὶ αὐτὴν τὴν σωματώσιν φημ αἰδίαν ἐνέργειαν εἶναι. Εἰ γὰρ σώματα ἐπίγεια διαλυτά, σώματα δὲ δεῖ εἶναι, τόπους καὶ ὄργανα τῶν ἐνεργειῶν ταῦτα, αἱ δὲ ἐνέργειαι ἀθάνατοι, τὸ δὲ ἀθάνατον ἀεὶ ἔστιν, ἐνέργεια καὶ ἡ σωματοποίησις, εἴγε ἀεὶ ἔστι.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
