# Anthologium 2.328.5

Joannes Stobaeus Anthologus, Anthologium, 2.328.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.328.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.328.5

<EPM.> Καὶ ἀψύχοις, ὦ τέκνον. Διαφοραὶ δὲ εἰσὶ τῶν αἰσθήσεων· αἱ μὲν τῶν λογικῶν μετὰ λόγου γίγνονται, αἱ δὲ τῶν ἀλόγων σωματικαὶ εἰσὶ μόνον, αἱ δὲ τῶν ἀψύχων αἰσθήσεις μὲν εἰσὶ, παθητικαὶ δὲ κατὰ αὔξησιν μόνον καὶ κατὰ μείωσιν γιγνόμεναι. Τὸ δὲ πάθος καὶ αἴσθησις ἀπὸ μιᾶς χορυφῆς ἥρτηται, εἰς δὲ τὸ αὐτὸ συνάγονται, ὑπὸ δὴ τῶν ἐνεργειῶν. Τῶν δὲ ἐμψύχων ζῴων εἰσὶ δύο ἄλλαι ἐνέργειαι, αἱ παρέπονται ταῖς αἰσθήσεσι καὶ τοῖς πάθεσι, λύπη καὶ χαρά· χωρὶς τούτων ζῴον ἐμψυχον καὶ μάλιστα λογικὸν αἰσθεσθαι ἀδύνατον· διὸ καὶ ἰδέας ταύτας εἶναι φημὶ [τῶν παθῶν ἰδέας] τῶν λογικῶν μᾶλλον ζῴων ἐπικρατουσας. [Αἱ μὲν ἐνέργγειαι ἐνεργοῦσιν, αἱ δὲ αἰσθήσεις τὰς ἐνεργείας ἀναφαινοῦσιν.] Αἴται δὲ οὖσαι σωματικαὶ ἀνακινοῦνται ὑπὸ τῶν τῆς ψυχῆς ἀλόγων μερῶν, διὸ καὶ ἀμφοτέρας φημὶ

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
