# Anthologium 2.351.3

Joannes Stobaeus Anthologus, Anthologium, 2.351.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.351.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.351.3

ΕΡΜ. Συννοεῖν δεῖ, τέχνην, τὸν ἀκούοντα τῷ λέγοντι καὶ συμπεεῖν καὶ ὀξύτεραν ἔχειν τὴν ἀκοὴν τῆς τοῦ λέγοντος φωνῆς. Ἡ σύνθεσις τῶν ἐνδυμάτων τούτων ἐν σώματι γήινῳ γίνεται· ἀδύνατον γὰρ τὸν νοῦν ἐν γηἴνῳ σώματι γυμνὸν αὐτὸν καθ’ ἑαυτὸν ἐδράσαι. Οὔτε γὰρ τὸ γήινον σῶμα δυνατόν ἐστι τὴν τηλικαύτην ἀθανασίαν ἐνεγκεῖν οὔτε τὴν τοσαύτην ἀρετὴν ἀνασχεθῆαι συγχρωτιζόμενον αὐτῇ παθὲτὸν σῶμα. Ἔλαβεν ὡςπερ περιβόλαιον τὴν ψυχὴν· ἡ δὲ ψυχὴ καὶ αὐτὴ τις θεία οὖσα καθάπερ ὑπηρέτη τῷ πνεύματι χρεῖται, τὸ δὲ πνεῦμα τὸ ζῶον διοικεῖ. Ὅταν ὁ νοῦς ἀπαλλαγῇ τοῦ γήινου σώματος, τὸν ἴδιον εὐθὺς ἐνεδύσατο χιτῶνα τὸν πύρινον, ὃν οὐκ ἠδύνατο ἔχειν εἰς τὸ γήινον σῶμα κατοικῆσαι. Γῆ γὰρ πῦρ οὐ βαστάζει· πᾶσα γὰρ γῆ φλέγεται καὶ ὑπὸ ὀλίγου σπινθῆρος. Διὰ τοῦτο καὶ τὸ ὕδωρ περιέχεται τῇ γῇ, ὡςπερ ξῆμα καὶ τεῖχος ἀντέχον πρὸς τὴν τοῦ πυρὸς φλόγα· νοῦς δὲ ὀξύτατος πάντων τῶν θείων νοημάτων καὶ τὸ ὀξύτατον πάντων τῶν στοιχείων ἔχει τὸ πῦρ σῶμα. Δημιουργὸς γὰρ ὤν ὁ νοῦς τῶν πάντων ὀργάνῳ τῷ πυρὶ πρὸς τὴν δημιουργίαν χρεῖται. Καὶ ὁ μὲν τοῦ παντὸς τῶν πάντων, ὁ δὲ τοῦ ἀν-

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
