# Anthologium 2.357.2-2.359.6

Joannes Stobaeus Anthologus, Anthologium, 2.357.2 to 2.359.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.357.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.357.2

Πυθαγόρας, Ἀναξαγόρας, Πλάτων, Ξενοκράτης, Κλεάνθης ἠύραθεν εἰσχρίνεσθαι τὸν νοῦν. Παρμενίδης καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος ταὐτὸν νοῦν καὶ ψυχήν, καθ’ οὓς οὐδὲν ἂν εἴη ζῷον ἄλογον κυρίως. 8 Ἰαμβλίου ἐκ τοῦ Περὶ ψυχῆς. Πάλιν τοίνυν περὶ τοῦ νοῦ καὶ πασῶν τῶν κρειττόνων δυνάμεων τῆς ψυχῆς οἱ μὲν Στωικοὶ λέγουσι μὴ εὐθὺς ἐμφύεσθαι τὸν λόγον, ὕστερον δὲ συναθροίζεσθαι ἀπὸ τῶν αἰσθήσεων καὶ φαντασιῶν περὶ δεκατέσσαρα ἔτη. Οἱ δ᾽ ἀπὸ Πλάτωνος καὶ Πυθαγόρου παρεῖναι μὲν καὶ ἐν τοῖς ἀρτιγενέσι τὸν λόγον φασίν, ἐπισχοτεῖσθαι γε μὴν [ἐν] τοῖς ἐξωθεν καὶ μὴ ἐνεργεῖν τὴν οἰκείαν ἐνέργειαν, ἀλλ᾽ ἡσυχάζειν. Ἡδη τοίνυν [περὶ τοῦ νοῦ] πολλοὶ μὲν Περιπατητικοὶ τὸν ἐκ σπέρματος καὶ [τὸν] ἀπὸ τῆς φύσεως ἄλλον νοῦν ὑποθέμενοι, ὡς αὐτίκα μάλ᾽ ἀποβλαστάνοντα ἀπὸ τῆς πρώτης γενέσεως, καὶ χωριστὸν καὶ θύραθεν ἐπικαλούμενον ἕτερον παραγίγνεσθαι λέγουσι δψιαίστα, ἐπειδάν τελειωθῇ μὲν ὁ κατὰ δύναμιν νοῦς, ἐπιτηδεύως δὲ μετέχῃ τῆς κατ᾽ ἐνέργειαν νοήσεως. Πολλοὶ δὲ αὐτῶν τῶν Πλατωνικῶν καὶ τὸν νοῦν τῇ ψυχῇ ἅμα τῇ πρώτῃ εἰσόδῳ αὐτῆς εἰς τὸ σῶμα συνεισάγουσιν, οὐδ᾽ εἶναι ὅλως ἑτέραν μὲν αὐτήν, ἑτέρον δὲ αὐτῆς τὸν νοῦν. ΠΕΡΙ ΨΥΧΗΣ. Θαλῆς ἀπεφήνατο πρῶτος τὴν ψυχὴν ἀεικίνητον ἢ αὐτοκίνητον. Πυθαγόρας ἀριθμὸν αὐτὸν κινοῦντα, τὸν δὲ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει. Ὁμοίως δὲ καὶ Ξενοκράτης. [796] Ἀλκμαίων φύσιν αὐτοκίνητον κατὰ αἰδίον κίνησιν CAP. XLIX (LII H., EΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ καὶ διὰ τοῦτο ἀθάνατον αὐτὴν καὶ προσεμφερεῖ τοῖς θείοις ὑπολαμβάνει. Δικαίαρχος ἁρμονίαν τῶν τεττάρων στοιχείων. Ἀσκληπιάδης ὁ ἰατρὸς συγγυμνασίαν τῶν αἰσθήσεων. Ἀριστοτέλης ἐνδελέξιαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· τὴν δ’ ἐντελέχειαν ἀκουστέον ἀντὶ τοῦ εἴδους καὶ τῆς ἐνεργείας. Ἀναξιμένης, Ἀναξαγόρας, Ἀρχέλαος [Διογένης] ἀερώδη. Οἱ Στωικοὶ πνεῦμα νοερόν, θερμόν. Παρμενίδης δὲ καὶ Ἵππασος πυρώδη. Δημόκριτος πυρώδες σύγκριμα ἐκ τῶν λόγων θεωρητῶν, σφαιρικὰς μὲν ἔχοντων τὰς ἰδέας, πυρίνην δὲ τὴν δύναμιν, ὅπερ σῶμα ἐστίν.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
