# Anthologium 2.368.1-2.369.13

Joannes Stobaeus Anthologus, Anthologium, 2.368.1 to 2.369.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.368.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.368.1

καταδαρθάνειν εἶναι, τὴν δὲ ἀνεγείρεσθαι. Ἰκανῶς σοι αἱ ψυχαὶ ἡμῶν ἐν Ἀιδου. — Ἔοικεν. — Οὐκοῦν καὶ τοῖν 10 γενεσέοιν τοῖν περὶ ταῦτα ἢ γ’ ἑτέρα σαφὴς οὖσα τυγχάνει; τὸ γὰρ ἀποθνῄσκειν σαφὲς δήπου, ἢ οὔ; — Πάνυ μὲν οὖν, ἔφη. — Πῶς οὖν, ἢ δ’ ὧς, ποιήσομεν; <οὐχ ἀνταποδώσομεν> τὴν ἐναντίαν γένεσιν, ἀλλὰ ταύτῃ χωλῇ ἔσται ἡ φύσις; ἢ ἀνάγκη ἀποδοῦναι τῇ ἀποθνῄσκειν ἐναντίαν 15 γένεσιν; — Πάντως που, ἔφη. — Τίνα ταύτην; — Τὸ ἀναβιώσκεσθαι. — Οὐκοῦν, ἢ δ’ ὧς, εἴπερ ἐστὶ τὸ ἀναβιώσκεσθαι, ἐκ τῶν τεθνεώτων <ἂν εἴη γένεσις εἰς τοὺς ζῶντας αὐτή, τὸ ἀναβιώσκεσθαι; — Πάνυ γε. — Ὁμολογεῖται ἄρα ἡμῖν καὶ ταύτη τοὺς ζῶντας ἐκ τῶν τεθνεώτων> 20 γεγονέναι οὐδὲν ἧττον ἢ τοὺς τεθνεώτας ἐκ τῶν ζώτων· τούτου δὲ ὄντος, ἱκανόν που ἐδόκει τεκμήριον εἶναι, ὅτι ἀναγκαῖον τὰς τῶν τεθνεώτων ψυχὰς εἶναι που, ὅθεν δή ἔφηγ ἢ οὔ; — Πάνυ μὲν οὖν. — Λέγε δή καὶ σύ μοι, πάλιν γίγνεσθαι. — Δοκεῖ μοι, ἔφη, ὦ Σώκρατες, ἐκ τῶν ὁμολογημένων ἀναγκαῖον οὕτως ἔχειν. Ἄρ’ οὖν τῷ συντεθέντι τε καὶ συνθέτῳ ὄντι φύσει προσῆκει τοῦτο πάσχειν, διαιρεθῆναι ταύτῃ ἢπερ συνε- ἔφη, οὕτω περὶ ζωῆς καὶ θανάτου. Οὐχ ἐναντίον μὲν φύσις τῇ ζῇ τὸ τεθνάναι εἶναι; — Ἔγωγε. — Γίγνεσθαι δὲ ἐξ ἀλλήλων; — Ναί. — Ἐξ οὖν τοῦ ζῶντος τί τὸ 5 γιγνόμενον; — Τὸ τεθνηκός, ἔφη. — <Τί δέ, ἢ δ’ ὧς, ἐκ τοῦ τεθνεώτος; — Ἀναγκαῖον, ἔφη, ὁμολογεῖν,> ὅτι τὸ ζῶν. — Ἐκ τῶν τεθνεώτων ἄρα, ὦ Κέβης, τὰ ζῶντα τε καὶ οἱ ζῶντες γίγνονται; — Φαίνεται, ἔφη. — Εἰσὶν ἄρα, ἔφη, ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ 10 ταῦτά; — Καὶ τοῦτο, ἔφη, θωμεν. — Φέρε δή, ἢ δ’ ὅς, ἄλλο τι ἡμῶν αὐτῶν, ἢ τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; — Οὐδὲν ἄλλο, ἔφη. — Ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν ἂν εἶναι καὶ συγγενέστερον τὸ σῶμα; — Παντὶ ἔφη, τοῦτο· γε δῆλον ὅτι τῷ ὁρατῷ. — Τί δὲ ἡ ψυχή;

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
