# Anthologium 2.393.3

Joannes Stobaeus Anthologus, Anthologium, 2.393.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.393.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.393.3

Νικόλαος δὲ οὐκ ἡξίου τὰ μέρη τῆς ψυχῆς κατὰ τὸ ποσὸν λαμβάνειν, ἀλλὰ μᾶλλον κατὰ τὸ ποιόν, ὥσπερ καὶ τέχνης καὶ φιλοσοφίας· ἐπὶ μὲν γὰρ τοῦ ποσοῦ τὸ ὅλον ἐκ τῶν μερῶν συμπληροῦται καὶ γίνεται ὡς κατὰ τὴν πρὸς ἕτερον ἀντεξέτασιν πλέον ἢ ἕλαττον, ἢ μικρό- [344] τερον ἢ μείζον, προστιθεμένου μέρους ἢ ἀφαιρουμένου. Ψυχῆς δὲ οὕτως λέγομεν εἶναι μέρη (οὐ γὰρ δὴ τὸ ποσὸν αὐτῆς ὑπὸ τούτων συμπληροῦται, οὔτε γὰρ μέγεθός ἐστιν, οὔτε τι ἔχει πλήθος), ἀλλ’ ὡς τέχνης μέρη. Διαφέρει δὲ καὶ τούτων· τέχνη μὲν γάρ, ἀπῇ τι μέρος, οὐκ ἂν εἴη ὁλόκληρος οὐδὲ τελεία, ψυχὴ δὲ πᾶσα τελεία ἐστὶ καὶ τὸ πᾶν ζῷον οὐ κομισάμενον τὸ κατὰ φύσιν τέλος ἀτελὲς ἐστιν. Ἀκούει τοίνυν Νικόλαος τὰ μέρη τῆς ψυχῆς ὡς δυνάμεις τοῦ ἔχοντος· τὸ γὰρ ζῷον καὶ ὅλως τὸ ἐμψυχον τῷ ψυχῇ ἔχειν πολλὰ δύναται, οἷον ζῆν, αἰσθά-

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
