# Anthologium 2.405.2

Joannes Stobaeus Anthologus, Anthologium, 2.405.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.405.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.405.2

Ἰσὶ δὴ οὖν ἐπὶ τὴν καθ’ αὐτὴν ἀσώματον οὐσίαν ἐπανιῶμεν, διακρίνοντες καὶ ἐπ’ αὐτῆς ἐν τάξει τὰς περὶ ψυχῆς πάσας δόξας. Εἰσὶ δὴ τινες, οἱ πᾶσαν τὴν τοιαύτην οὐσίαν ὁμοιομερῆ καὶ τὴν αὐτὴν καὶ μίαν ἀποφαίνονταί, ὡς καὶ ἐν ὁπωσὸν αὐτῆς μέρει εἶναι τὰ ὅλα· οἱ τινες καὶ ἐν τῇ μεριστῇ ψυχῇ τὸν νοητὸν κόσμον καὶ θεοὺς καὶ δαίμονας καὶ τάχαθὸν καὶ πάντα τὰ πρεσβύτερα γένη αὐτῆς ἐνιδρύουσι καὶ ἐν πᾶσιν ὡσαύτως πάντα εἶναι ἀποφαίνονται, οἰκείως μέντοι κατὰ τὴν αὐτῶν οὐσίαν ἐν ἑκάστοις. Καὶ ταύτης τῆς δόξης ἀναμφισβητήτως μὲν ἐστι Νοῦμηνιος, οὐ πάντη δὲ ὁμολογουμένως Πλωτῖνος, ἀστάτως δὲ ἐν αὐτῇ φέρεται Ἀμέλιος· Πορφύριος δὲ ἐνδοιάζει περὶ αὐτῆν, πῇ μὲν διατεταμένως αὐτῆς ἀφισταμένος, πῇ δὲ συνακολουθοῦν αὐτῇ, ὡς παραδοθείσῃ ἄνωθεν. Κατὰ δὴ ταύτην νοῦ καὶ θεῶν καὶ τῶν χρείττονων γενῶν οὐδὲν ἡ ψυχὴ διενήροχε κατὰ γε τὴν ὅλην οὐσίαν.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
